Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ad Romanos
Roma 9.4.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
9.4.1
Ζηλώσωμεν τοίνυν καὶ ἡμεῖς τὰς ἄνω δυνάμεις, καὶ μὴ μόνον ἐγγὺς τοῦ θρόνου στῆναι σπουδάσωμεν, ἀλλὰ καὶ ἔνοικον αὐτὸν ἔχειν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον. Ἐκεῖνος μὲν γὰρ καὶ μισοῦντας ἐφίλησε, καὶ φιλῶν διατελεῖ· καὶ γὰρ Τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Σὺ δὲ φιλοῦντα γοῦν ἀγάπησον· φιλεῖ γάρ. Καὶ πῶς, φησὶν, ὁ φιλῶν γέενναν καὶκόλασιν καὶ τιμωρίαν ἠπείλησε; Δι' αὐτὸ τοῦτο τὸ φιλεῖν· καὶ γὰρ ἐκκόπτων σου τὴν πονηρίαν, καὶ ὥσπερ τινὶ χαλινῷ τῷ φόβῳ κατέχων σου τὴν ἐπὶ τὰ χείρω ῥύμην, πάντα ποιεῖ καὶ πραγματεύεται, καὶ διὰ τῶν χρηστῶν καὶ διὰ τῶν λυπηρῶν ἀναστέλλων σε τῆς ἐπὶ τὰ κάτω φορᾶς, καὶ πρὸς ἑαυτὸν ἐπανάγων καὶ ἀπάγων κακίας πάσης, ἣ γεέννης ἐστὶ χαλεπωτέρα. Εἰ δὲ γελᾷς ἐπὶ τοῖς εἰρημένοις, καὶ μυριάκις ἐν πονηρίᾳ ζῇν ἐθέλεις, ἢ μίαν κολάζεσθαι ἡμέραν, θαυμαστὸν οὐδέν· καὶ γὰρ καὶ τοῦτό σου τῆς ἀτελοῦς γνώμης σημεῖον, καὶ τῆς μέθης καὶ τῆς ἀνιάτου νόσου· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ ὅταν ἴδῃ τὸν ἰατρὸν ἢ πῦρ ἢ τομὴν ἐπάγοντα, φεύγει καὶ ἀποπηδᾷ ὀλολύζοντα καὶ σπαραττόμενα, καὶ μᾶλλον αἱρεῖται διηνεκεῖ σηπεδόνι σώματος ἐναπολέσθαι, ἢ πρόσκαιρον ὑπομείναντα πόνον, τῆς μετὰ ταῦτα ἀπολαύειν ὑγείας. Οἱ δὲ νοῦν ἔχοντες ἴσασιν, ὅτι τὸ νοσεῖν τοῦ τέμνεσθαι χαλεπώτερον, ὥσπερ οὖν τὸ κακῶς εἶναι τοῦ κολάζεσθαι χεῖρον· τὸ μὲν γὰρ θεραπεύεσθαι καὶ ὑγιαίνειν ἐστὶ, τὸ δὲ ἀπόλλυσθαι καὶ ἐν ἀῤῥωστίᾳ εἶναι διηνεκεῖ. Ὅτι δὲ ἀῤῥωστίας ὑγεία βέλτιον, παντί που δῆλον· ἐπεὶ καὶ τοὺς λῃστὰς, οὐχ ὅταν διορύττωνται τὰς πλευρὰς, δακρύειν ἄξιον, ἀλλ' ὅταν διορύττωσι τοίχους καὶ φονεύωσιν. Εἰ γὰρ βέλτιον ψυχὴ σώματος, ὥσπερ οὖν καὶ βέλτιον, ταύτης ἀπολλυμένης, μᾶλλον στένειν δίκαιον καὶ ὀδύρεσθαι· εἰ δὲ μὴ αἰσθάνοιτο, καὶ ταύτῃ μειζόνως αὐτὴν πενθεῖν δεῖ. Καὶ γὰρ τοὺς ἐρῶντας ἀκόλαστον ἔρωτα τῶν πυρεττόντων χαλεπῶς μᾶλλον ἐλεεῖν ἄξιον, καὶ τοὺς μεθύοντας τῶν βασανιζομένων. Καὶ εἰ ταῦτα χαλεπώτερα, φησὶ, διὰ τί μᾶλλον αὐτὰ αἱρούμεθα; Ὅτι πολλοῖς τῶν ἀνθρώπων, κατὰ τὴν παροιμίαν, ἀρέσκει τὰ χείρω, καὶ ταῦτα αἱροῦνται, τὰ ἀμείνω παρατρέχοντες. Ὅπερ καὶ ἐν ἐδέσμασιν ὁρᾷν ἔστι, καὶ ἐν πολιτείαις, καὶ ἐν ζήλοις βίων, καὶ ἐν ἡδονῆς ἀπολαύσει, καὶ ἐν γυναιξὶ, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀνδραπόδοις, καὶ ἐν ἀγροῖς, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων γινόμενον. Τί γὰρ ἥδιον, εἰπέ μοι, γυναιξὶν ἢ ἄῤῥεσι μίγνυσθαι; γυναιξὶν ἢ ἡμιόνοις; Ἀλλ' ὅμως πολλοὺς εὑρήσομεν γυναῖκας μὲν παρατρέχοντας, ἀλόγοις δὲ μιγνυμένους, καὶ ἀῤῥένων σώμασιν ἐνυβρίζοντας, καίτοι τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Ἀλλ' ὅμως εἰσὶ πολλοὶ τὰ καταγέλαστα καὶ ἀηδῆ καὶ κόλασιν ἔχοντα ὡς ἡδέα διώκοντες. Ἐκείνοις γὰρ ἡδέα ταῦτα εἶναι δοκεῖ, φησίν. Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἂν εἶεν ἄθλιοι, ὅτι καὶ ἡδέα νομίζουσιν εἶναι τὰ οὐχ ἡδέα. Οὕτω καὶ τὴν κόλασιν τῆς ἁμαρτίας χείρω τίθενται· οὐκ ἔστι δὲ, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ κακὸν ἦν τοῖς ἁμαρτάνουσιν, οὐκ ἂν προσέθηκε κακοῖς κακὰ ὁ Θεὸς, οὐδὲ χείρους ἂν αὐτοὺς ποιῆσαι ἐθέλησεν· ὁ γὰρ πάντα ποιῶν, ὥστε σβεσθῆναι τὴν κακίαν, οὐκ ἂν αὐτὴν ηὔξησεν. Οὐκ ἄρα τὸ κολάζεσθαι κακὸν τῷ πλημμελοῦντι, ἀλλὰ τὸ οὕτως ἔχοντα μὴ κολάζεσθαι, ὥσπερ οὖν τὸ τὸν ἀῤῥωστοῦντα μὴ θεραπεύεσθαι. Οὐδὲν γὰρ οὕτω κακὸν ὡς ἐπιθυμία ἄτοπος· ἄτοπον δὲ ὅταν εἴπω, καὶ τὴν τῆς τρυφῆς λέγω, καὶ τὴν τῆς δόξης τῆς ἀκαίρου, καὶ τὴν τῆς δυναστείας, καὶ τὴν ἁπάντων ἁπλῶς τῶν ὑπὲρ τὴν χρείαν πραγμάτων. Ὁ γὰρ τοιοῦτος ὁ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶν βίον, δοκεῖ μὲν πάντων εἶναι μακαριώτερος, πάντων δέ ἐστιν ἀθλιώτερος, δεσποίνας χαλεπὰς καὶ τυράννους ἐπεισάγων αὐτοῦ τῇ ψυχῇ. Διὰ τοῦτο ἐπίπονον ὁ Θεὸς ἡμῖν τὸν πάροντα ἐποίησε βίον, ἵνα ἐκείνης ἡμᾶς ἀπαλλάξῃ τῆς δουλείας, καὶ εἰς καθαρὰν ἐλευθερίαν ἀγάγῃ· διὰ τοῦτο καὶ κόλασιν ἠπείλησε, καὶ πόνους συνεκλήρωσεν ἡμῶν τῇ ζωῇ, τὸ χαῦνον ἐπισφίγγων. Οὕτω γοῦν καὶ οἱ Ἰουδαῖοι, ὅτε μὲν τῷ πηλῷ καὶ τῇ πλινθουργίᾳ προσδεδεμένοι ἦσαν, καὶ ἐπιεικεῖς ἦσαν, καὶ τὸν Θεὸν ἐκάλουν συνεχῶς, ὅτε δὲ ἐλευθερίας ἀπήλαυσαν, καὶ ἐγόγγυζον, καὶ παρώξυναν τὸν Δεσπότην, καὶ μυρίοις ἑαυτοὺς περιέπειρον κακοῖς. Τί οὖν, φησὶν, ἂν εἴποις πρὸς τοὺς ὑπὸ θλίψεως περιτραπέντας πολλάκις; Ὅτι οὐ τῆς θλίψεως ἔργον ἡ περιτροπὴ, ἀλλὰ τῆς ἀσθενείας τῆς ἐκείνων. Οὐδὲ γὰρ, εἴ τις στόμαχον ἄῤῥωστον ἔχων, μὴ δέχοιτο πικρὸν φάρμακον δυνάμενον αὐτὸν καθᾶραι, ἀλλὰ καὶ ἐπιτρίβοιτο, οὐ τὸ φάρμακον αἰτιασόμεθα, ἀλλὰ τὴν ἀῤῥωστίαν τοῦ μέλους, ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν εὐκολίαν τῆς γνώμης. Καὶ γὰρ ὁ ὑπὸ θλίψεως περιτρεπόμενος, πολλῷ μᾶλλον ὑπὸ ἀνέσεως τοῦτο πείσεται· εἰ γὰρ δεδεμένος πίπτει (τοῦτο γὰρ ἡ θλῖψις), πολλῷ μᾶλλον λελυμένος· εἰ σφιγγόμενος περιτρέπεται, πολλῷ μᾶλλον χαυνούμενος. Καὶ πῶς δυνήσομαι, φησὶ, μὴ περιτραπῆναι θλιβόμενος; Ἂν ἐννοήσῃς ὅτι, κἂν θέλῃς κἂν μὴ θέλῃς, οἴσεις τὸ ἐπενεχθέν· ἀλλ' ἂν μὲν εὐχαρίστως, κερδανεῖς τὰ μέγιστα, ἂν δὲ ἀποδυσπετῶν καὶ ἀλύων καὶ δυσφημῶν, οὔτε τὴν συμφορὰν ἐλάττω ταύτῃ ποιήσεις, καὶ μεῖζον ἐργάσῃ τὸ κλυδώνιον. Ταῦτα οὖν ἐννοοῦντες, ὃ τῆς ἀνάγκης ἐστὶ, ποιῶμεν τῆς προαιρέσεως εἶναι τῆς ἡμετέρας· οἷόν τι λέγω· Παῖδά τις ἀπέβαλε γνήσιον, τὴν οὐσίαν ἕτερος ἅπασαν· ἂν ἐννοήσῃς, ὅτι λυθῆναι μὲν τὸ γεγενημένον οὐκ ἔνι, ἔνι δέ τι καρπώσασθαι καὶ ἐκ τῆς ἀνιάτου συμφορᾶς τὸ γενναίως ἐνεγκεῖν τὸ συμβὰν, καὶ ἀντὶ τῶν ῥημάτων τῶν δυσφήμων εὐφημίαν ἀνενέγκῃς τῷ Δεσπότῃ, οὕτω τὰ ἀβουλήτως ἐπενεχθέντα κακὰ, προαιρέσεως ἔσται σοι κατορθώματα. Εἶδες υἱὸν ἁρπαγέντα ἄωρον; Εἰπὲ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Εἶδες οὐσίαν κενωθεῖσαν; Εἰπὲ, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἶδες πονηροὺς εὐπραγοῦντας, καὶ δικαίους δυσημεροῦντας καὶ μυρία πάσχοντας δεινὰ, οὐκ ἔγνως δὲ τῶν γενομένων εὑρεῖν τὴν αἰτίαν; Εἰπὲ, Κτηνώδης ἐγενόμην παρὰ σοὶ, πλὴν ἐγὼ διαπαντὸς μετὰ σοῦ. Εἰ δὲ καὶ τὴν αἰτίαν ζητεῖς, ἐννόησον ὅτι ἔστησεν ἡμέραν, καθ' ἢν μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ πᾶσαν ἐκβαλεῖς ἀπορίαν· τὴν γὰρ ἀξίαν τότε ἕκαστος ἀπολήψεται, ὥσπερ ὁ Λάζαρος καὶ ὁ πλούσιος. Ἀναμνήσθητιτῶν ἀποστόλων· καὶ γὰρ ἐκεῖνοι μαστιζόμενοι καὶ ἐλαυνόμενοι καὶ μυρία πάσχοντες, ἔχαιρον ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ σὺ τοίνυν ἂν ἀῤῥωστήσῃς, φέρε γενναίως, καὶ τῷ Θεῷ χάριτας ὡμολόγει, καὶ οὕτω τὸν αὐτὸν ἐκείνοις λήψῃ μισθόν. Πῶς δὲ ἐν ἀῤῥωστίᾳ ὢν καὶ ὀδύναις δυνήσῃ τῷ Δεσπότῃ χάριν εἰδέναι; Ἂν φιλῇς αὐτὸν γνησίως. Εἰ γὰρ εἰς κάμινον ἐμπεσόντες οἱ παῖδες οἱ τρεῖς, καὶ ἐν δεσμωτηρίοις ὄντες ἕτεροι καὶ ἐν μυρίοις ἄλλοις κακοῖς, οὐ διέλιπον εὐχαριστοῦντες· πολλῷ μᾶλλον οἱ ἐν νόσοις ὄντες καὶ ἐν ἀῤῥωστίαις χαλεπαῖς κατεχόμενοι τοῦτο δυνήσονται ποιεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν, ὃ μὴ νικᾷ πόθος· ὅταν δὲ καὶ Θεοῦ πόθος ᾖ, πάντων ἐστὶν ὑψηλότερος, καὶ οὔτε πῦρ, οὐ σίδηρος, οὐ πενία, οὐκ ἀῤῥωστία, οὐ θάνατος, οὐκ ἄλλο τι τῶν τοιούτων φανεῖται δεινὸν τῷ τοιοῦτον κεκτημένῳ τὸν ἔρωτα, ἀλλὰ πάντων καταγελάσας, πρὸς τὸν οὐρανὸν πτήσεται, καὶ τῶν ἐκεῖ διατριβόντων οὐδὲν ἔλαττον διακείσεται, οὐδὲν ἕτερον ὁρῶν, οὐκ οὐρανὸν, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ πρὸς ἓν μόνον κάλλος τεταμένος τὸ τῆς δόξης ἐκείνης· καὶ οὔτε τὰ λυπηρὰ αὐτὸν τοῦ παρόντος ταπεινῶσαι δυνήσεται βίου, οὔτε ἐπᾶραι καὶ φυσῆσαι τὰ χρηστὰ καὶ ἡδονὴν ἔχοντα. Ἐρασθῶμεν τοίνυν τοῦτον τὸν ἔρωτα (τούτου γὰρ ἴσον οὐδὲν) καὶ διὰ τὰ παρόντα, καὶ διὰ τὰ μέλλοντα· μᾶλλον δὲ πρὸ τούτων, δι' αὐτὴν τὴν τοῦ ἔρωτος φύσιν· ἀπαλλαγησόμεθα γὰρ καὶ τῶν κατὰ τὸν παρόντα βίον καὶ τῶν κατὰ τὸν μέλλοντα αἰῶνα κολαστηρίων, καὶ τῆς βασιλείας ἀπολαυσόμεθα. Πλὴν οὔτε γεέννης ἀπαλλαγὴ, οὔτε βασιλείας ἀπόλαυσις, μέγα τι πρὸς τὸ λεχθήσεσθαι μέλλον· τούτων γὰρ ἁπάντων μεῖζον τὸ τὸν Χριστὸν ἐρώμενον ἔχειν ὁμοῦ καὶ ἐραστήν. Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο συμβαῖνον πάσης ἡδονῆς ἐστιν ἀνώτερον, ὅταν ἐπὶ Θεοῦ τὰ ἀμφότερα ἐκβαίνῃ, ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται τὴν μακαριότητα ταύτης τῆς ψυχῆς; Οὐκ ἔστιν οὐδεμία ἄλλη, ἀλλ' ἡ πεῖρα μόνη. Ἵν' οὖν διὰ τῆς πείρας μάθωμεν τὴν πνευματικὴν ταύτην εὐφροσύνην καὶ τὸν μακάριον βίον καὶ τὸν θησαυρὸν τῶν μυρίων ἀγαθῶν, πάντα ἀφέντες ἐκείνης ἐχώμεθα τῆς ἀγάπης, καὶ εἰς εὐφροσύνην ἡμετέραν καὶ εἰς δόξαν τοῦ ποθουμένου Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Μονογενεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note