Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Titum
John ChrysostomTitu 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.0.1
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
5.1.1
Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαιτήσας τὴν ἀρετὴν (καὶ γάρ ἐστι πολλὴ τὸ τὴν διδασκαλίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κοσμεῖν ἐν πᾶσι, καὶ μηδεμίαν διδόναι τοῖς δεσπόταις λαβὴν, μηδὲ ἐν τῷ τυχόντι), ἐπάγει καὶ τὴν αἰτίαν δικαίαν, δι' ἣν ὀφείλουσι τοιοῦτοι εἶναι οἱ οἰκέται. Ποίαν δὲ ταύτην; Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος. Οἱ Θεοῦ διδασκάλου τυγχάνοντες, πῶς οὐκ ἂν εἶεν εἰκότως τοιοῦτοι, οἵους ἄρτι διῆλθον ἐγὼ, μυρίων ἁμαρτημάτων λύσιν εὑρόντες; Ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέπει καὶ συστέλλει ψυχὴν, τὸ μυρίων ἁμαρτημάτων οὖσαν ὑπεύθυνον, μὴ δίκην δοῦναι, ἀλλὰ συγγνώμης τυχεῖν καὶ μυρίων ἀγαθῶν. Εἰ γάρ τις, εἰπέ μοι, τὸν μυρία προσκρούσαντα οἰκέτην λαβὼν, μὴ κατατείνοι ἱμᾶσιν, ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώμην παράσχοι, ὑπὲρ δὲ τῶν μελλόντων αὐτὸν ἀπαιτοίη εὐθύνας, καὶ φυλάττεσθαι παρακελεύοιτο, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν, καὶ δωρεαῖς μεγάλαις τιμήσειε· τίνα οὐκ ἂν οἴεσθε ἐντρέψαι τὴν τοσαύτην χάριν ἀκούοντα; Ἀλλὰ μὴ νομίσῃς, ὅτι ἡ χάρις μέχρι τῆς τῶν προτέρων συγχωρήσεως ἵσταται, ἀλλὰ καὶ εἰς τὸ μέλλον ἡμᾶς ἀσφαλίζεται· καὶ γὰρ καὶ τοῦτο χάριτος. Ἐπεὶ εἰ μέλλοι ἀεὶ κακῶς πράττοντας μὴ κολάζειν, οὐκέτι τὸ πρᾶγμα χάρις ἐστὶν, ἀλλὰ προτροπή τις εἰς λύμην καὶ διαφθοράν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς μετὰ τῶν ἐπάθλων τίθησι καὶ τὴν ἀρετήν. Καὶ τοῦτο χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν. Δύο δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γὰρ εἰσὶ δύο, ἡ μὲν προτέρα χάριτος, ἡ δὲ δευτέρα ἀνταποδόσεως καὶ τοῦ δικαίου. Ἵνα ἀρνησάμενοι, φησὶ, τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας. Ἰδοὺ πάσης τῆς ἀρετῆς ἡ ὑπόθεσις. Οὐκ εἶπεν, Ἵνα φευξώμεθα, ἀλλ', Ἵνα ἀρνησάμενοι. Ἡ ἄρνησις πολλὴν δείκνυσι τὴν διάστασιν πολὺ τὸ μῖσος, πολλὴν τὴν ἀποστροφήν· μεθ' ὅσης διαθέσεως, μεθ' ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, μετὰ τοσαύτης καὶ τὴν κακίαν αὐτὴν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, φησί. Καὶ γὰρ καὶ ταῦτα εἴδωλα, κοσμικὴ ἐπιθυμία καὶ πλεονεξία, καὶ ταύτην εἰδωλολατρείαν ὀνομάζει· καὶ ὅσα πρὸς τὸν παρόντα βίον ἡμῖν χρησιμεύει, κοσμικαί εἰσιν ἐπιθυμίαι· πάντα ὅσα ἂν τῷ παρόντι βίῳ συγκαταλύεται, κοσμική ἐστιν ἐπιθυμία. Μηδὲν τοίνυν πρὸς ταύτας ἔχωμεν. Ἦλθεν ὁ Χριστὸς, ἵνα ἀρνησώμεθα τὴν ἀσέβειαν. Ἀσέβειαν τὰ δόγματά φησι, καὶ κοσμικὰς ἐπιθυμίας τὸν βίον τὸν ἐναγῆ. Σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν, ἐν τῷ νῦν αἰῶνι.
5.2.1
Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, σωφροσύνη οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι; Ἄρα καὶ ὁ χρημάτων ἐρῶν, οὐ σώφρων. Ὥσπερ γὰρ ἐκεῖνος σωμάτων, οὕτω καὶ οὗτος χρημάτων· μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν τὴν ὠθοῦσαν αὐτόν. Καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς μάλιστα ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἠρέμα ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι. Τί δὲ, φησίν; ἡ τῶν χρημάτων ἐπιθυμία τῆς τῶν σωμάτων ἐλάττων; Παντί που δῆλον, καὶ πολλαχόθεν τοῦτο δείκνυται· καὶ πρῶτον μὲν, ὅτι ἀναγκαίως γέγονεν ἡ τῶν σωμάτων ἐπιθυμία· τὸ δὲ ἀναγκαίως γεγονὸς δῆλον ὅτι καὶ μετὰ πολλοῦ κατορθοῦται τοῦ πόνου, ἐπεὶ καὶ ἐνεσπάρη τῇ φύσει. Δεύτερον, ὅτι χρημάτων μὲν οὐ πολὺς τοῖς παλαιοῖς λόγος, γυναικῶν δὲ πολὺς σωφροσύνης ἕνεκεν· καὶ γυναικὶ μὲν συγγενομένῳ κατὰ νόμον οὐδεὶς ἂν μέμψαιτο μέχρι γήρως, χρηματιζομένῳ δὲ πάντες. Καὶ τῶν ἔξωθεν φιλοσόφων πολλοὶ χρημάτων μὲν κατεφρόνησαν, γυναικῶν δὲ οὐκέτι· οὕτω τοῦτο ἐκείνου τυραννικώτερον. Ἀλλ' ἐπειδὴ πρὸς τὴν Ἐκκλησίαν ἡμῖν ὁ λόγος, μὴ ἀπὸ τῶν ἔξωθεν φέρωμεν τὰ ὑποδείγματα, ἀλλὰ ἀπὸ τῶν Γραφῶν. Τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος σχεδὸν μέρειτίθησιν ὁ μακάριος οὗτος οὕτω λέγων, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ τῶν γυναικῶν, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ πάλιν, Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Καὶ πολλάκις ἴδοις ἂν αὐτὸν περὶ συνουσίας νομοθετοῦντα τῆς νομίμου. Καὶ ταύτης μὲν ἀφίησιν ἀπολαύειν τῆς ἐπιθυμίας, καὶ δευτέρῳ προσιέναι γάμῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγματος τὴν ἐπιμέλειαν, καὶ οὐδαμοῦ ὑπὲρ τούτου κολάζει· τὸν δὲ χρημάτων ἐφιέμενον, πανταχοῦ καταδικάζει. Καὶ περὶ μὲν χρημάτων ὁ Χριστὸς πολλαχοῦ διέταξεν, ὥστε φεύγειν τὴν ἐντεῦθεν λύμην· περὶ δὲ ἀποχῆς γυναικὸς, οὐχ οὕτως. Ἄκουε γὰρ τί φησι περὶ χρημάτων· Ἐὰν μή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν. Οὐδαμοῦ εἶπεν, Ἐὰν μή τις ἀποτάξηται γυναικί· οἶδε γὰρ οἵαν ἐνέθηκε τὴν τυραννίδα. Καὶ ὁ μακάριος οὗτός φησι· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οὐδαμοῦ τιμίαν τὴν τῶν χρημάτων ἐπιμέλειαν καλεῖ, ἀλλὰ τὸ ἐναντίον. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. Οὐκ εἶπε, Πλεονεκτεῖν, ἀλλὰ, Πλουτεῖν. Ἵνα δὲ μάθητε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν, ἀναγκαῖον καὶ τοῦτον τὸν λόγον εἰς μέσον παραγαγεῖν. Χρημάτων μὲν γάρ τις καθάπαξ ἀποστερηθεὶς οὐκέτ' ἂν ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυμίας· οὐδὲν γὰρ οὕτω ποιεῖ χρημάτων ἐπιθυμεῖν, ὡς τὸ χρήματα ἔχειν. Ἐπὶ δὲ τῆς τῶν σωμάτων ἐπιθυμίας οὐχ οὕτως, ἀλλὰ καὶ εὐνουχισθέντες πολλοὶ τὴν ἔνδον ἐνοχλοῦσαν πυρὰν οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπιθυμία ἐν ἑτέροις κεῖται ὀργάνοις, ἔνδον ἐν τῇ φύσει ἐγκειμένη. Τίνος οὖν ἕνεκεν ἡμῖν ταῦτα εἴρηται; Ὅτι οἱ πλεονέκται τῶν πορνευόντων ἀκολαστότεροι, ὅσῳ ὑπὸ ἐλάττονος ἐνοχλοῦνται ἐπιθυμίας· μᾶλλον δὲ οὐδὲ ἐπιθυμίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ῥᾳθυμίας. Ἐνταῦθα μὲν γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυμία φυσικὴ, ὥστε κἂν γυναικί τις μὴ πλησιάζῃ, ἡ φύσις τὸ αὑτῆς ποιεῖ καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον γίνεται. Καὶ εὐσεβῶς, φησὶ, ζήσωμεν ἐν τῷ νῦν αἰῶνι. Καὶ τίς ἡ ἐλπίς; τί τὸ ἔπαθλον τῶν πόνων; Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν. Ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώτερον, οὐδὲν ζηλωτότερον· καὶ ταῦτα λόγοι παραστῆσαι οὐ δύνανται· καὶ γὰρ νοῦν ὑπερβαίνει τὰ τότε ἀγαθά. Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν. Ποῦ εἰσιν οἱ τοῦ Πατρὸς ἐλάττονα τὸν Υἱὸν λέγοντες; Τοῦ μεγάλου, φησὶ, Θεοῦ καὶ Σωτῆρος. Ὁ τοὺς ἐχθροὺς σώσας, τί οὐκ ἐργάσεται τότε [οὐκ] εὐδοκιμοῦντας λαβών; Τοῦ μεγάλου, φησὶ, Θεοῦ. Τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγας φησὶν, ἀλλ' ἀπολύτως μέγας, μεθ' ὃν οὐκ ἂν εἴη μέγας, ἐπεὶ πρός τι ἐστίν. Εἰ δὲ πρός τι, κατὰ σύγκρισιν, καὶ οὐ φύσει μέγας· νῦν δὲ ἀσυγκρίτως μέγας. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, φησὶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, τουτέστιν, ἐξειλεγμένον, οὐδὲν ἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς. Ζηλωτὴν καλῶν ἔργων. Ὁρᾷς ὅτι καὶ τῶν παρ' ἡμῶν δεῖ. Οὐχ ἁπλῶς ἔργων, ἀλλὰ ζηλωτὴν, τουτέστι, μετὰ προθυμίας πολλῆς ἐπ' αὐτὴν ἰόντα τὴν ἀρετὴν, μετὰ σφοδρότητος τῆς προσηκούσης. Τὸ μὲν οὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι, τῆς ἐκείνου φιλανθρωπίας ἦν· τὰ δὲ, μετὰ ταῦτα, καὶ ἡμῶν καὶ ἐκείνου. Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς.– Ταῦτα λάλει καὶ παρακάλει.
5.3.1
Ὁρᾷς πῶς Τιμοθέῳ μὲν προστάττει, καί φησιν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· ἐνταῦθα δὲ, Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς; Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότερον ἦν, διὰ τοῦτο καὶ ἀποτόμως καὶ μετὰ πάσης ἐπιταγῆς ἐλέγχειν ἐπιτάττει. Ἔστι γὰρ τῶν ἁμαρτημάτων, ἃ καὶ ἐπιτάγμασιν ἀπείργειν χρή· οἷον, τὸ μὲν χρημάτων καταφρονεῖν παραινοῦντας δεῖ πείθειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν, τὸν πόρνον, τὸν πλεονέκτην μετ' ἐπιταγῆς ἐπὶ τὸ βέλτιον δεῖ ἐπάγειν. τὸν οἰωνιζόμενον, τὸν κλῃδονιζόμενον, τὸν ἄλλα τοιαῦτα πράττοντα, οὐδὲ ἁπλῶς ἐπιταγῆς, ἀλλὰ μετὰ πάσης ἐπιταγῆς. Ὁρᾷς πῶς βούλεται καὶ μετὰ αὐθεντίας, καὶ μετὰ ἐξουσίας πολλῆς ταῦτα αὐτὸν ἐπιτάττειν; Μηδείς σου περιφρονείτω, ἀλλὰ, Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι. Τί οὖν; μηδὲ τοὺς κακῶς πράττοντας, μηδὲ ἐκείνοις λοιδορεῖσθαι; Ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν. Ἀκούσωμεν τῆς παραινέσεως· Μηδένα, φησὶ, βλασφημεῖν. Καθαρὸν εἶναι δεῖ ἡμῖν τὸ στόμα ἀπὸ λοιδορίας. Εἴτε γὰρ ἀληθεῖς εἰσιν αἱ λοιδορίαι, οὐχ ἡμῶν ταῦτα λέγειν, ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· Σὺ γὰρ, φησὶ, τί κρίνεις τὸν ἀδελφόν σου; εἴτε οὐκ ἀληθεῖς, ὅρα ὅσον τὸ πῦρ· ἄκουσον τοῦ λῃστοῦ λέγοντος πρὸς τὸν ἕτερον λῃστήν· Καὶ γὰρ καὶ αὐτοὶ ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, τὸν αὐτὸν ἀγῶνα τρέχομεν. Ἐὰν ὀνειδίζῃς ἑτέροις, ταχέως καὶ αὐτὸς τοῖς αὐτοῖς περιπεσῇ. Διὰ τοῦτο παραινεῖ ὁ μακάριος οὗτος λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἀμάχους εἶναι, φησίν. Ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ Ἰουδαίους, καὶ μοχθηροὺς καὶ πονηρούς. Ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν μελλόντων φοβεῖ λέγων. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἐνταῦθα δὲ οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλ' ἀπὸ τῶν παρελθόντων ἐντρέπει, τὸ αὐτὸ ποιῶν, δι' ὧν ἐπάγει, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι· ὅπερ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ γράφων· Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Οὐκοῦν μηδενὶ ὀνειδίσῃς, φησί· τοιοῦτος γὰρ ἦς καὶ σύ. Ἦμεν γὰρ, φησὶ, ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὥστε πρὸς πάντας τοιούτους εἶναι δεῖ, ἡμέρως ἔχειν. Ὁ γὰρ τοιοῦτος ὢν πρότερον, καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει πρὸς τοιούτους, ἀλλ' εὔχεσθαι καὶ χάριτας ἔχειν τῷ καὶ αὐτῷ κἀκείνοις δόντι τὴν ἀπαλλαγὴν τῶν προτέρων κακῶν. Μηδεὶς καυχάσθω· πάντες γὰρ ἥμαρτον. Ὅταν οὖν ἐθέλῃς ὀνειδίσαι τινὰ κατορθῶν αὐτὸς, καὶ τὸν πρότερόν σου ἐννοῶνβίον καὶ τὸ τοῦ μέλλοντος ἄδηλον τὴν ὀργὴν ἀναχαίτιζε. Εἰ γὰρ καὶ ἐκ πρώτης ἡλικίας ἐναρέτως ἔζησας, ἀλλ' ὅμως ἔχοις ἂν ἁμαρτήματα πολλά· εἰ δὲ οὐκ ἔχεις, ὡς νομίζεις, ἐννόησον ὅτι οὐ τῆς σῆς ἀρετῆς τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· εἰ γὰρ μὴ τοὺς προγόνους ἐκάλεσε τοὺς σοὺς, καὶ αὐτὸς ἂν ἦς ἀπειθής. Ὅρα πῶς πᾶσαν κακίαν διεξῆλθεν. Οὐχὶ μυρία διὰ προφητῶν, διὰ πάντων ὁ Θεὸς ᾠκονόμει; μὴ ἠκούσαμεν; Ἦμεν γάρ ποτε, φησὶ, καὶ ἡμεῖς πλανώμενοι· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Πῶς; Οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Βαβαὶ, πῶς ἦμεν ἐν τῇ κακίᾳ βεβαπτισμένοι, ὡς μὴ δύνασθαι καθαρθῆναι, ἀλλ' ἀναγεννήσεως δεηθῆναι! τοῦτο γάρ ἐστι παλιγγενεσία. Καθάπερ γὰρ ἐπὶ οἰκίας σαθρῶς διακειμένης, οὐδεὶς ὑποστήριγμα τίθησιν, οὐδὲ συῤῥάπτει ταῖς παλαιαῖς οἰκοδομαῖς, ἀλλὰ μέχρι τῶν θεμελίων αὐτὴν καταλύσας, οὕτως ἄνωθεν ἀνίστησι καὶ ἀνακαινίζει· οὕτω καὶ αὐτὸς ἐποίησεν· οὐκ ἐπεσκεύασεν ἡμᾶς, ἀλλ' ἄνωθεν κατεσκεύασε· τοῦτο γάρ ἐστι, Καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· ἄνωθεν ἐποίησε καινούς. Πῶς; διὰ τοῦ Πνεύματος. Καὶ πάλιν, ἑτέρως τοῦτο δεικνὺς, ἐπάγει· Οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Οὕτω πολλοῦ δεῖ ἡμῖν τοῦ ἐλέους. Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι. Πάλιν χάριτι, οὐκ ὀφειλῇ. Κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶ, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντων. Εἰ γὰρ οὕτως ἀπεγνωσμένους, ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, ὡς μηδὲν ἔχειν ἀγαθὸν, ἔσωσε, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται.
5.4.1
Οὐδὲν γὰρ τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες διέκειντο πρὸς ἀλλήλους· τοὺς παῖδας ἔσφαζον τοὺς ἑαυτῶν πατέρες, καὶ μητέρες παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν ἑστηκὸς, οὐ φυσικὸς, οὐ γραπτὸς νόμος, ἀλλὰ ἀνατέτραπτο ἅπαντα· μοιχεῖαι διηνεκεῖς, φόνοι, καὶ εἴ τι φόνων χαλεπώτερον, κλοπαὶ (φησὶ δέ τις τῶν ἔξωθεν, ὅτι καὶ ἀρετῆς τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ εἰκότως, ὅπου γε καὶ θεὸν τοιοῦτον ἔσεβον), χρησμοὶ συνεχεῖς τὸν δεῖνα ἀναιρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες. Εἴπω τι τῶν κατ' ἐκεῖνον τὸν χρόνον; Ἀνδρόγεώς τις τοῦ Μίνωος υἱὸς ἐλθὼν εἰς Ἀθήνας καὶ πάλην νικήσας, δίκην ἐδίδου, καὶ ἀνῃρέθη. Ὁ οὖν Ἀπόλλων κακῷ τὸ κακὸν ἰώμενος, ἐκέλευσε δὶς ἑπτὰ παῖδας ἀπάγεσθαι ὑπὲρ τούτου. Τί ταύτης τῆς τυραννίδος ὠμότερον; Καὶ τοῦτο ἐγένετο, καὶ ἄνθρωπος τοῦ δαίμονος τὴν μανίαν λῦσαι ἐπελθὼν, ἔσφαξε τοὺς παῖδας ἐκείνους, ὅτι παρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυεν· ἐπειδὴ δὲ διανέστησαν καὶ ἤμυναν ἑαυτοῖς, οὐκέτι. Εἰ μὲν οὖν δικαίως τὸ πρᾶγμα ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆναι· εἰ δὲ ἀδίκως, ὥσπερ οὖν καὶ ἀδίκως, οὐδὲ παρὰ τὴν ἀρχὴν ἐπιταγῆναι. Πύκτας προσεκύνουν καὶ παλαιστάς. Πόλεμοι συνεχεῖς καὶ ἐπάλληλοι, κατὰ πόλιν, κατὰ κώμην, κατὰ οἰκίαν. Ἐπαιδεράστουν· καὶ παρ' αὐτοῖς φιλόσοφός τις ἐνομοθέτει, δούλῳ ἐξεῖναι μήτε παιδεραστεῖν, μήτε ξηραλοιφεῖν, ὡς ἐναρέτου τοῦ πράγματος ὄντος καὶ πολλὴν ἔχοντος τιμήν. Διὰ τοῦτο καὶ ἐπ' οἰκήματος εἱστήκεισαν φανερῶς τοῦτο ποιοῦντες. Καὶ εἰ πάντα τις ἐπέλθοι τὰ κατ' αὐτοὺς, εὑρήσει φανερῶς ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· ἀλλὰ τὰ δράματα αὐτοῖς πάντα τούτων γέμει, μοιχείας, ἀσελγείας, διαφθορᾶς. Παννυχίδες ἐγίνοντο μιαραὶ, καὶ γυναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν. Ὢ τῆς μιαρίας! ἐν νυκτὶ, ἐν θεάτρῳ παννυχὶς ἦν, καὶ παρθένος ἐκάθητο μεταξὺ νέων μεμηνότων καὶ μεθύοντος ὄχλου.. Τὸ σκότος ἦν ἡ πανήγυρις, καὶ τὰ μυσαρὰ ἔργα τὰ ὑπ' αὐτῶν τελούμενα. Διὰ τοῦτό φησιν· Ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις. Ὁ δεῖνα τῆς μητρυιᾶς ἠράσθη, φησὶ, καὶ ἡ δεῖνα τοῦ προγόνου, καὶ ἀπήγξατο. Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι. Ἀλλὰ τί; βούλει μητρογαμίας ἰδεῖν; Ἔστι καὶ τοῦτο παρ' αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι' ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο· τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι; τί ποικιλώτερον ταύτης τῆς ἡδονῆς; Ἠράσθη ἡ δεῖνα τοῦ δεῖνος· ἐπανελθόντα τὸν ἄνδρα ἔσφαξε διὰ τοῦ μοιχοῦ. Τάχα ἴστε τὸ διήγημα οἱ πολλοί. Τὸν μοιχὸν ἀνεῖλεν ὁ παῖς τοῦ φονευθέντος, κἀκείνην ἐπέθυσε· μετὰ ταῦτα ἐμάνη καὶ αὐτὸς, καὶ ταῖς ἐριννύσιν ἠλαύνετο· εἶτα αὐτὸς οὕτως ὁ μανεὶς ἀπελθὼν ἔσφαξεν ἕτερον, καὶ τὴν ἐκείνου γυναῖκα λαμβάνει. Τί τούτων χεῖρον τῶν συμφορῶν; Τούτου χάριν ταῦτα λέγω ἀπὸ τῶν ἔξωθεν, ἵνα τοὺς Ἕλληνας πείσω, πόσα κατεῖχε τὴν οἰκουμένην κακά. Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῶν ἡμετέρων δεικνύωμεν. Ἔθυσαν, φησὶ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ πάλιν οἱ τὰ Σόδομα οἰκοῦντες δι' οὐδὲν ἕτερον ἀπώλοντο, ἢ ὅτι παισὶν ἐπεμαίνοντο. Ἀλλὰ πάλιν ἐν προοιμίοις τῆς τοῦ Χριστοῦ παρουσίας οὐχὶ ἡ τοῦ βασιλέως θυγάτηρ ἐν μέσοις ὠρχεῖτο τοῖς συμποσίοις ἐν ἀνθρώποις μεθύουσιν; οὐχὶ φόνον ᾔτει, καὶ ὀρχήσεως τιμὴν τὴν κεφαλὴν τοῦ προφήτου; Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Στυγητοὶ, φησὶ, μισοῦντες ἀλλήλους. Ἀνάγκη γὰρ πάντως, ὅταν πάσας τῇ ψυχῇ ἐπαφῶμεν τὰς ἡδονὰς, πολὺ τὸ μῖσος γίνεσθαι. Διὰ τί; Ὅτι οὗ μετὰ ἀρετῆς ἡ ἀγάπη, οὐδεὶς οὐδένα πλεονεκτεῖ. Ὅρα καὶ ὁ Παῦλος τί φησι. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ λοίδοροι, οὐ μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε. Ὁρᾷς πῶς πᾶν κακίας εἶδος ἐπεπόλαζε, καὶ πολλή τις ἦν ἡ ἀχλὺς, καὶ τὸ δίκαιον διεφθείρετο; Εἰ γὰροἱ προφητείας ἀπολαύοντες, καὶ τοσαῦτα ὁρῶντες γινόμενα κακὰ καὶ ἐν τοῖς πολεμίοις καὶ ἐν ἑαυτοῖς, ὅμως οὐκ ἠνείχοντο, ἀλλὰ μυρία καινὰ εἰργάζοντο· τί ἂν οἱ ἄλλοι; Ἀλλά τις πάλιν παρ' αὐτοῖς παρθένους γυμνὰς ἐκέλευε παλαίειν ἐπ' ὄψεσιν ἀνθρώπων. Πολλὰ ὑμῖν γένοιτο ἀγαθὰ, ὅτι οὐδὲ τὸ ῥῆμα ἀκοῦσαι φέρετε· αὐτὸ δὲ τὸ πρᾶγμα οἱ φιλόσοφοι οὐκ ᾐσχύνοντο. Ἕτερος δέ τις φιλόσοφος, ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέμους αὐτὰς ἐξάγει, καὶ κοινὰς εἶναι κελεύει, ὡς μαστροπός τις ὢν καὶ προαγωγός. Ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, φησίν. Εἰ γὰρ οἱ φιλοσοφοῦντες παρ' αὐτοῖς τοιαῦτα ἐνομοθέτουν, τί ἂν εἴποιμεν περὶ τῶν μὴ φιλοσοφησάντων; εἰ οἱ τὸ γένειον ἔχοντες βαθὺ, καὶ τὸν τρίβωνα ἀναβεβλημένοι τοιαῦτα λέγουσι, τί ἂν εἴποιμεν περὶ ἑτέρων; Οὐ διὰ τοῦτο γέγονεν ἡ γυνὴ, ἄνθρωπε, ὥστε κοινῇ πᾶσι προκεῖσθαι. Ὦ πάντα ἀνατρέποντες ὑμεῖς· οἱ τοῖς μὲν ἄῤῥεσιν ὡς θηλείαις μιγνύμενοι, τὰς δὲ θηλείας ὡς ἄνδρας εἰς πόλεμον ἐξάγοντες· τοῦτο γὰρ ἔργον τοῦ διαβόλου, τὸ πάντα συγχέειν καὶ ἀνατρέπειν, καὶ τὰ ἐξ ἀρχῆς τεθέντα ὅρια διασαλεύειν καὶ μεταίρειν ἃ Θεὸς ἔθετο τῇ φύσει. Τῇ μὲν γὰρ γυναικὶ τὸ οἰκουρεῖν μόνον ἔδωκεν ὁ Θεὸς, τῷ δὲ ἀνδρὶ τὰ δημόσια πράττειν· σὺ δὲ τὴν κεφαλὴν εἰς τοὺς πόδας κατάγεις, καὶ τοὺς πόδας εἰς τὴν κεφαλὴν ἀνάγεις. Γυναῖκας ὁπλίζεις, καὶ οὐκ αἰσχύνῃ; Τί δὲ ταῦτα λέγω; εἰσάγουσί τινα παρ' αὐτοῖς γυναῖκα καὶ παῖδας ἀνελοῦσαν, καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέπονται τοιαῦτα μυσαρὰ διηγήματα εἰς τὰς τῶν ἀνθρώπων ἀκοὰς ἐμβάλλοντες. Ὅτε δὲ ἡ χρηστότης, φησὶ, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Τί ἔστι, Κατ' ἐλπίδα; Τουτέστι, Καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν· ἢ ὅτι Ἤδη καὶ κληρονόμοι ἐστέ. Πιστὸς ὁ λόγος. Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέχθη καὶ οὔπω παρόντων, ἐπήγαγε τὸ ἀξιόπιστον. Ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων. Ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει πάντως ἐπιμείνασι τῇ χάριτι· ἀπὸ γὰρ τῆς αὐτῆς κηδεμονίας ἅπαντα γίνεται.
5.5.1
Εὐχαριστῶμεν οὖν τῷ Θεῷ, καὶ μηδὲν τοῖς ἄλλοις ὀνειδίζωμεν, μηδὲν ἐγκαλῶμεν, ἀλλὰ παρακαλῶμεν μᾶλλον, εὐχώμεθα ὑπὲρ αὐτῶν, συμβουλεύωμεν, παραινῶμεν, κἂν ὑβρίζωσι, κἂν λακτίζωσι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦντες. Ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκείνων σπεύδοντες πάντα φέρουσι, πάντα πράττουσι, κἂν μηδὲν ἀνύωσιν, ἵνα μὴ ἑαυτοῖς ἐγκαλῶσιν ὥσπερ ἠμεληκόσιν. Ἢ οὐκ ἴστε ὅτι πολλάκις ἰατροῦ ἀπογνόντος τοῦ κάμνοντος, ἕτερός τίς φησι τῶν προσηκόντων πρὸς αὐτόν· Θεραπείαν πάλιν πρόσαγε, καὶ μηδὲν ἐλλίπῃς, ἵνα μηδὲν ἐμαυτῷ ἐγκαλῶ, ἵνα μηδὲν μέμφωμαι, ἵνα μὴ κατηγορεῖν ἔχω ἐμαυτοῦ; Οὐχ ὁρᾶτε πόσην οἱ προσήκοντες περὶ τοὺς ἐπιτηδείους ποιοῦνται τὴν πρόνοιαν; πόσα ὑπὲρ τούτου πράττουσι, καὶ ἰατροὺς παρακαλοῦντες, καὶ προσεδρεύοντες διαπαντός; Κἂν τούτους μιμώμεθα· καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡφροντίς. Νῦν δὲ τὸ μὲν σῶμα κάμνοντος τοῦ παιδὸς οὐκ ἂν παραιτήσαιτό τις καὶ μακρὰν ἀποδημίαν στείλασθαι, ὥστε λῦσαι τὴν νόσον· τῆς δὲ ψυχῆς κακῶς ἐχούσης, οὐδεὶς οὐδένα ποιεῖται λόγον· ἀλλὰ πάντες ἀναπεπτώκαμεν, πάντες ῥᾳθυμοῦμεν, πάντες ὀλιγωροῦμεν, καὶ παῖδας καὶ γυναῖκας καὶ ἡμᾶς αὐτοὺς περιορῶντες ἁλισκομένους ἀπὸ τῆς νόσου ταύτης τῆς χαλεπῆς. Ἀλλ' ὕστερον λαμβάνομεν τὴν αἴσθησιν. Ἐννοήσατε ὡς αἰσχρὸν καὶ σφόδρα καταγέλαστον ὕστερον λέγειν, Οὐ προσεδοκῶμεν, οὐκ ἠλπίζομεν τοῦτο ἔσεσθαι· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνον. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ τῶν ἀνοήτων ἐστὶ τὸ τὰ μέλλοντα μὴ προορᾷν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι, ὅτε καὶ ἀκούομεν νῦν πολλῶν συμβουλευόντων καὶ λεγόντων τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα. Ἀντεχώμεθα τοίνυν τῆς ἐλπίδοςἐκείνης, φροντίζωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, τὸν Θεὸν ἐπὶ πᾶσι παρακαλῶμεν, ὥστε χεῖρα ὀρέξαι. Μέχρι τίνος ῥᾴθυμοι; μέχρι τίνος ἀμελεῖς; μέχρι τίνος καταφρονοῦμεν ἑαυτῶν, καὶ τῶν ὁμοδούλων ἡμῶν; αὐτὸς πλουσίως ἐξέχεεν εἰς ἡμᾶς τὴν τοῦ Πνεύματος χάριν. Ἐννοήσωμεν τοίνυν ὅσην χάριν ἐπὶ ἡμᾶς ἐνεδείξατο, καὶ τοσαύτην καὶ ἡμεῖς σπουδὴν ἐπιδειξώμεθα· μᾶλλον δὲ τοσαύτην μὲν οὐ δυνατὸν, κἂν γοῦν ἐλάττονα. Ἂν γὰρ καὶ μετὰ τὴν χάριν ταύτην ὦμεν ἀναίσθητοι, μείζων ἡμῖν ἔσται ἡ κόλασις. Εἰ μὴ ἦλθον γὰρ, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν. Ἀλλὰ μὴ γένοιτο ταῦτα περὶ ἡμῶν εἰπεῖν, ἀλλὰ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note