In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.10
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, µωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσµου τού του µωρία παρὰ τῷ Θεῷ ἐστιν. αʹ. Ὅπερ ἔφθην εἰπὼν, καὶ πρὸ τοῦ προσήκοντος καιροῦ εἰς τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν ἐξενεχθεὶς, καὶ αἰνιγµατωδῶς αὐτὴν παρανοίξαςδιὰ βραχέων, καὶ κατασείσας αὐτοῦ τὸ συνειδὸς, ἐπείγεται πάλιν ἐπὶ τὴν µάχην τῆς σοφίας τῆς ἔξωθεν, καὶ τὰ ἐγκλήµατα τῶν ἐντεῦθεν πεφυσιωµένωνκαὶ διατεµνόντων τὴν Ἐκκλησίαν· ἵνα τὸ λεῖπον προσθεὶς, καὶ τὸ κεφάλαιον ἅπαν ἀπαρτίσας µετὰ ἀκριβείας, οὕτω λοιπὸν σφοδρᾷ τῇ ῥύµῃ κατὰ τοῦ πεπορνευκότος φέρεσθαι τὴνγλῶτταν ἀφῇ, πρότερον ἀκροβολισάµενος πρὸς αὐτὸν δι' ὧν ἔµπροσθεν εἴρηκε. Καὶ γὰρ τὸ, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, πρὸς ἐκεῖνον µάλιστά ἐστιν ἀποτεινοµένου, καὶ προκαταλεαίνοντος αὐτὸν τῷ φόβῳ· καὶ ὁ περὶ τῆς καλάµης λόγος αὐτὸν µάλιστά ἐστιν αἰνιττοµένου, καὶ τὸ λέγειν, ὅτι Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦµα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑµῖν;∆ ύο γὰρ ταῦτα µάλιστα ἀπάγειν ἡµᾶς ἁµαρτίας εἴωθεν, ὅταν τὴν κειµένην τῇ ἁµαρτίᾳ κόλασιν ἐννοήσωµεν, καὶ ὅταν τὴν ἡµετέραν ἀξίαν ἀναλογισώµεθα. Τῷ µὲν οὖν τὸν χόρτον εἰς µέσον παράγειν καὶ τὴν καλάµην, ἐφόβησε· τῷ δὲ τὸ ἀξίωµα τῆς οἰκείας εὐγενείας εἰπεῖν, ἐνέτρεψεν, ἐκείνῳ µὲν τοὺς ἀναισθητοτέρους, τούτῳ δὲ καὶ τοὺς ἐπιεικεστέρους βελτίους ποιῶν· Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, µωρὸς γενέσθω. Ὥσπερ νεκρὸν τῷ κόσµῳ κελεύει γενέσθαι, καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλά πτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γενοµένη· οὕτω καὶ µωρὸν κελεύει τῷ κόσµῳ τούτῳ γενέσθαι, σοφίαν ἐντεῦθεν ἡµῖν τὴν ἀληθῆ προξενῶν. Μωρὸς δὲ τῷ κόσµῳ γίνεται ὁ τὴν ἔξωθεν ἀτιµάζων σοφίαν, καὶ πεπεισµένος µηδὲν αὐτῷ συντελεῖν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ὥσπερ οὖν ἡ πενία ἡ κατὰ Θεὸν πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, καὶ τὸ δόξης ὑπερορᾷν δόξης αἴτιον γίνεται· οὕτω, καὶ τὸ µωρὸν γενέσθαι σοφώτερον πάντων ποιεῖ. Ἀπὸ γὰρ τῶν ἐναντίων τὰ παρ' ἡµῖν. Καὶ διὰ τί µὴ εἶπεν, Ἀποθέσθω τὴν σοφίαν, ἀλλὰ, Γενέσθω µωρός; Ἵνα µεθ' ὑπερβολῆς ἀτιµάσῃ τὴν ἔξωθεν παίδευσιν. Οὐδὲ γὰρ ἦν ἴσον εἰπεῖν, Ἀπόθου σου τὴν σοφίαν, καὶ, Γενοῦ µωρός· ἄλλως δὲ καὶ παιδεύει µὴ ἐπαισχύνεσθαι τῇ παρ' ἡµῖν ἰδιωτείᾳ· πάνυ γὰρ καταγελᾷ τῶν ἔξωθεν.∆ ιόπερ οὐδὲ τὰ ὀνόµατα δέδοικεν, ἐπειδὴ θαῤῥεῖ τῇ τῶν πραγµάτων δυνάµει. Ὥσπερ οὖν ὁ σταυρὸς, δοκῶν ἐπονείδιστος εἶναι, µυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα· οὕτω καὶ ἡ δοκοῦσα µωρία εἶναι, σοφίας ἡµῖν αἰτία κατέστη. Καθάπερ γὰρ ὁ κακῶς τι µεµαθηκὼς, ἂν µὴ τὸ πᾶν ἀπόθηται καὶ λεάνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ µέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφὲςτῶν ὑγιῶν· οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν σοφίας, ἂν µὴ τὸ πᾶν ἐξέλῃς, καὶ σαρώσῃς σου τὴν διάνοιαν, καὶ ἐξίσης τῷ ἰδιώτῃ παράσχῃς σαυτὸν τῇ πίστει, οὐδὲν εἴσῃγενναῖον ἀκριβῶς. Καὶ γὰρ οἱ παραβλέποντες, ἂν µὴ µύσαντες ἑαυτοὺς ἑτέροις παραδῶσιν, ἀλλὰ τῇ διεφθαρµένῃ τῶν ὀφθαλµῶν ὄψει τὰ καθ' ἑαυτοὺς ἐπιτρέψωσι, τῶνοὐχ ὁρώντων πολλῷ πλείονα ἁµαρτήσονται. Καὶ πῶς ἂν εἴη τὴν σοφίαν ταύτην ἀποθέσθαι, φησί; Μὴ κεχρηµένον αὐτῶν τοῖς δόγµασιν. Εἶτα ἐπειδὴ οὕτως αὐτῆς σφοδρῶς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἡ γὰρ σοφία τοῦ κόσµου τούτου µωρία παρὰ τῷ Θεῷ ἐστιν. Οὐ γὰρ µόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐµποδίζει.∆ εῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. Ὁρᾷς πῶς ἐκ περιουσίας ἤνεγκε τὰ νικητήρια, ἀποδείξας ὡς οὐ µόνον ἡµᾶς οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἐναντιοῦται; Καὶ οὐδὲ ταῖς οἰκείαις ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ µαρτυρίαν ἐπήγαγε πάλιν, λέγων· Γέγραπται γάρ· Ὁ δρασσόµενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Τῇ πανουργίᾳ, τουτέστιν, ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούµενος. Ἐπειδὴ γὰρ τῇ σοφίᾳ ἐχρήσαντο εἰς τὸ µὴ δεηθῆναι τοῦ Θεοῦ, δι' αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι µάλιστα δέονται τοῦ Θεοῦ. Πῶς, καὶ τίνι τρόπῳ; Ὅτι µωροὶ γενόµενοι δι' αὐτῆς, εἰκότως δι' αὐτῆς ἑάλωσαν. Οἱ γὰρ νοµίζοντες µὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραµµάτων ἐλάττους φανῆναι, καὶ αὐτῶν τούτων δεηθῆναι λοιπόν· διὰ τοῦτό φησιν· Ἐν τῇ πανουργίᾳ αὐτῶν εἷλεν αὐτούς. Τὸ µὲν γὰρ εἰπεῖν, Ἀπολῶ τὴν σοφίαν, πρὸς τὸ µηδὲν χρήσιµον εἰσαγαγεῖν εἴρηται· τὸ δὲ, Ὁ δρασσόµενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, πρὸς τὸ δεῖξαι τοῦ Θεοῦ τὴν δύναµιν. βʹ. Εἶτα καὶ τὸν τρόπον λέγει καθ' ὃν εἷλεν, ἑτέραν προσθεὶς µαρτυρίαν· Κύριος γὰρ, φησὶ, γινώσκει τοὺς διαλογισµοὺς τῶν σοφῶν, ὅτι εἰσὶ µάταιοι. Ὅταν δὲ ἡ σοφία ἡ ἄπειρος ταῦτα περὶ αὐτῶν ψηφίζηται, καὶ ἀποφαίνῃ τοιούτους, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν τῆς ἐσχάτης ἀνοίας αὐτῶν; Αἱ µὲν γὰρ τῶν ἀνθρώπων κρίσεις πολλαχοῦ διαπίπτουσιν, ἡ δὲ τοῦ Θεοῦ ψῆφος ἄληπτος καὶ ἀδέκαστος πανταχοῦ. Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαµπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχοµένους ἀποστρέψας αὐτὸν, καὶλέγων οὕτως· Ὥστε µηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑµῶν ἐστι. Πάλιν ἐπὶ τὸ πρότερον ἔρχεται, δεικνὺς ὅτι οὐδὲ ἐπὶ τοῖς πνευµατικοῖς ὀφείλουσι µέγα φρονεῖν, ἅτε οὐδὲν παρ' ἑαυτῶν ἔχοντες. Ὅταν οὖν ἡ µὲν ἔξωθεν σοφία βλαβερὰ ᾖ, τὰ δὲ πνευµατικὰ µὴ παρ' ὑµῶν ᾖ δεδοµένα, πόθεν ἔχεις καυχᾶσθαι; Καὶ ἐπὶ µὲν τῆς ἔξωθεν σοφίας, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, φησὶν, ἐπειδὴ ἐπὶ πράγµατι ἐφρόνουν βλαβερῷ· ἐνταῦθα δὲ, ἐπειδὴ τὸ πρᾶγµα ὠφέλειαν ἔχει, µηδεὶς καυχάσθω. Καὶ ἡµερώτερον κέχρηται τῷ λόγῳ. Πάντα γὰρ ὑµῶν ἐστιν· εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε κόσµος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε µέλλοντα, πάντα ὑµῶν ἐστιν, ὑµεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν καθήψατο, πάλιν αὐτοὺς ἀνακτᾶται. Καὶ ἀνωτέρω µὲν ἔλεγε, Συνεργοί ἐσµεν τοῦ Θεοῦ, καὶ δι' ἑτέρων δὲ πλειόνων αὐτοὺς παρεµυθήσατο· καὶ ἐνταῦθα δέ φησι, Πάντα ὑµῶν ἐστι, καθαιρῶν τὸν τῦφον τῶν διδασκάλων, καὶ δεικνὺς ὅτι οὐ µόνον οὐδὲν αὐτοῖς χαρίζονται, ἀλλ' ὅτι καὶ οὗτοιἐκείνοις χάριν ἔχειν ὀφείλουσι· διὰ γὰρ αὐτοὺς τοιοῦτοι γεγόνασιν, ἀλλὰ καὶ χάριν ἔλαβον. Ἀλλ' ἐπειδὴ ἔµελλον καὶ αὐτοὶ καυχᾶσθαι, διὰ τοῦτο προεξέκοψε καὶ τοῦτο τὸ νόσηµα, εἰπών· Ἑκάστῳ ὡς ὁ Θεὸς ἔδωκε· καὶ, ὅτι Ὁ Θεὸς ηὔξανεν· ἵνα µήτε ἐκεῖνοι ὡς παρέχοντες µέγα φρονῶσι, µήτε οὗτοι διὰ τὸ ἀκοῦσαι, ὅτι Πάντα ὑµῶν ἐστι, πάλιν ἐπαίρωνται. Καὶ γὰρ εἰ καὶ δι' ὑµᾶς, ἀλλ' ὑπὸ τοῦ Θεοῦ τὸ πᾶν γεγένηται. Σὺ δέ µοι σκόπει, πῶς µέχρι τέλους παρέµενε τὸ ἑαυτοῦ ὄνοµα καὶ τὸ Πέτρου ὑποτιθείς. Τί δέ ἐστιν, Εἴτε θάνατος; Ὅτι κἂν ἀποθνήσκωσι, δι' ὑµᾶς ἀποθνήσκουσι, κινδυνεύοντες ὑπὲρ τῆς ὑµετέρας σωτηρίας. Ὁρᾷς πῶς πάλιν τῶν µὲν µαθητῶν καθεῖλε τὸ φρόνηµα, τῶν δὲ διδασκάλων ἐπῆρεν; Ὡς γὰρ παισὶν εὐγενέσι παιδαγωγοὺς ἔχουσι καὶ µέλλουσι πάντα κληρονοµεῖν, οὕτω διαλέγεται. Ἔστι καὶ ἑτέρως εἰπεῖν, ὅτι καὶ ὁ τοῦ Ἀδὰµ θάνατος δι' ἡµᾶς. ἵνα σωφρονισθῶµεν, καὶ ὁ τοῦ Χριστοῦ, ἵνα σωθῶµεν. Ὑµεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἑτέρως ἡµεῖς τοῦ Χριστοῦ, καὶ ἑτέρως ὁ Χριστὸς τοῦ Θεοῦ, καὶ ἑτέρως ἡµῶν ὁ κόσµος. Ἡµεῖς µὲν γὰρ τοῦ Χριστοῦ, ὡς ἔργον· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς γέννηµα γνήσιον, οὐχ ὡς ἔργον, ὥσπερ οὐδὲ ὁ κόσµος ἡµῶν. Ὥστε εἰ καὶ µία ἡ λέξις, ἀλλὰ διάφορος ἡ ἔννοια. Ἡµῶν µὲν γὰρ ὁ κόσµος, ὡς δι' ἡµᾶς γεγονός· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς αὐτὸν αἴτιον ἔχων κατὰ τὸ Πατέρα εἶναι· ἡµεῖς δὲ τοῦ Χριστοῦ, ὡς ὑπὸ αὐτοῦ κατασκευασθέντες. Εἰ δὲ ἐκεῖνοι ὑµῶν, φησὶ, τί τοὐναντίον ἐποιήσατε, αὐτοῖς ἐπονοµαζόµενοι, ἀλλ' οὐχὶ τῷ Χριστῷ καὶ τῷ Θεῷ; Οὕτως ἡµᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόµους µυστηρίων Θεοῦ. Ἐπειδὴ κατέβαλεν αὐτῶν τὸ φρόνηµα, ὅρα πῶς πάλιν αὐτὸ ἀνακτᾶται λέγων· Ὡς ὑπηρέτας Χριστοῦ. Μὴ τοίνυν τὸν∆ εσπότην ἀφεὶς, ἀπὸ τῶν ὑπηρετῶν καλοῦ καὶ τῶν διακονουµένων. Οἰκονόµους δὲ εἶπε, δεικνὺς ὡς οὐχ ἅπασιν αὐτὰ χρὴ διδόναι, ἀλλ' οἷς δεῖ, καὶ οἷς ἄξιον οἰκονοµεῖν. Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόµοις, ἵνα πιστός τις εὑρεθῇ. Τουτέστιν, ἵνα µὴ τὰ δεσποτικὰ σφετερίσηται, ἵνα µὴ ὡς δεσπότης ἑαυτῷ ἐκδικῇ, ἀλλ' ὡς οἰκονόµος διοικῇ. Οἰκονόµου γὰρ τὸ διοικεῖν τὰ ἐγχειρισθέντα καλῶς· οὐχ αὑτοῦ λέγειν εἶναι τὰ δεσποτικὰ, ἀλλὰ τοὐναντίον τοῦ δεσπότου τὰ ἑαυτοῦ. Ἕκαστος ταῦτα ἐννοῶν, καὶ ὁ λόγον ἔχων καὶ ὁ χρήµατα κεκτηµένος, οἷον ὅτι ἐπιστεύθη δεσποτικὰ, καὶ οὐκ ἔστιν αὐτοῦ, µὴ κατεχέτω αὐτὰ παρ' ἑαυτῷ, µήτε ἑαυτοῦ ἐπιψηφιζέτω, ἀλλὰ τῷ Θεῷ λογιζέσθω τῷ πάντα δεδωκότι. Θέλεις ἰδεῖν οἰκονόµους πιστούς; Ἄκουσον τί φησιν ὁ Πέτρος· Τί ἡµῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ τῷ Κορνηλίῳ δὲ ἔλεγε· Καὶ ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι· καὶ πρὸς τὸν Χριστὸν δέ· Ἰδοὺ ἀφήκαµεν πάντα καὶ ἠκολουθήσαµέν σοι. Καὶ ὁ Παῦλος δὲ εἰπὼν, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, ἐπήγαγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐµοί. Καὶ ἀλλαχοῦ δὲ πρὸς τοὺς αὐτοὺς ἀποτεινόµενος ἔλεγε· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Οὐδὲν γὰρ ἔχεις σὸν, οὐ χρήµατα, οὐ λόγον, οὐ ψυχὴν αὐτήν· καὶ γὰρ καὶ αὕτη τοῦ∆ εσπότου. γʹ. Ὅταν οὖν χρεία καλῇ, καὶ ταύτην κατάθου. Εἰ δὲ φιλοζωεῖς, καὶ κελευόµενος καταθεῖναι ἀντιλέγεις, οὐκέτι πιστὸς οἰκονόµος εἶ. Καὶ πῶς ἔνι Θεοῦ καλοῦντος ἀντιστῆναι; Τοῦτο γὰρ κἀγώ φηµι, καὶ διὰ τοῦτο αὐτὸ µάλιστα θαυµάζω τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ἃ δύναται καὶ ἄκοντός σου παρὰ σοῦ λαβεῖν, ταῦτα οὐβούλεται ἄκοντος εἰσενεχθῆναι, ἵνα καὶ µισθὸν ἔχῃς. Οἷον δύναται τὴν ψυχὴν λαβεῖν ἄκοντος, ἀλλὰ παρ' ἑκόντος βούλεται, ἵνα λέγῃς κατὰ Παῦλον· Καθ' ἡµέραν ἀποθνήσκω.∆ ύναταί σου τὴν δόξαν λαβεῖν ἄκοντος καὶ ποιῆσαι ταπεινὸν, ἀλλὰ παρ' ἑκόντος θέλει, ἵνα ἀµοιβὴν ἔχῃς.∆ ύναταί σε ποιῆσαι πένητα, καὶ µὴ βουλόµενον, ἀλλ' ἑκόντα σε βούλεται γενέσθαι τοιοῦτον, ἵνα σοι πλέξῃ στεφάνους. Εἶδες Θεοῦ φιλανθρωπίαν; εἶδες νωθείαν ἡµετέραν; Ἐπ' ἀξιώµατος ἐγένου µεγάλου, καὶ ἀρχῆς ἐπελάβου ποτὲ ἐκκλησιαστικῆς; Μὴ µέγα φρόνει· οὐ σὺ τὴν δόξαν ἐκτήσω, ἀλλ' ὁ Θεός σε ἐνέδυσεν. Ὡς ἀλλοτρίας τοίνυν φείδου, µὴ καταχρώµενος αὐτῇ, µηδὲ ἀποχρώµενος εἰς τὰ µὴ προσήκοντα, µηδὲ φυσώµενος, µηδὲ σφετεριζόµενος, ἀλλὰ πένητασαυτὸν εἶναι νόµιζε καὶ ἄδοξον. Οὐ γὰρ, εἰ πορφύραν βασιλικὴν ἐνεχειρίσθης φυλάττειν, ἔδει καταχρήσασθαι τῇ στολῇ καὶ λυµήνασθαι, ἀλλὰ µετὰ πλείονος αὐτὴν τῆς ἀκριβείας τηρεῖντῷ δεδωκότι. Λόγον ἔλαβες; Μὴ φυσῶ, µηδὲ ἀλαζονεύου· οὐ γάρ ἐστι σὸν τὸ χάρισµα. Μὴ ἀγνώµων ἔσο περὶ τὰ δεσποτικὰ, ἀλλὰ διάνεµε τοῖς συνδούλοις, καὶ µήτε ὡς ἐπὶ ἰδίοις ἐπαίρου τούτοις, µήτε φείδου ὥστε διανέµειν. Κἂν παῖδας ἔχῃς, τοῦ Θεοῦ ἔχεις· ἂν οὕτω νοµίζῃς, καὶ ἔχων εὐχαριστήσεις, καὶ ἀφαιρεθεὶς οὐκ ἀλγήσεις· οἷος ἦν ὁ Ἰὼβ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Πάντα γὰρ παρὰ τοῦ Χριστοῦ ἔχοµεν· καὶ αὐτὸ τὸ εἶναι δι' αὐτοῦ ἔχοµεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν· κἂν ἀποκλείσῃ τι τούτων, ἀπωλόµεθα καὶ διεφθάρηµεν· πάροικοι γάρ ἐσµεν καὶ παρεπίδηµοι. Τὸ δὲ ἐµὸν καὶ τὸ σὸν τοῦτο ῥήµατά ἐστι ψιλὰ µόνον· ἐπὶ δὲ πραγµάτων οὐχ ἕστηκε. Καὶ γὰρ εἰ τὴν οἰκίαν σὴν εἶναι φὴς, ῥῆµά ἐστι πράγµατος ἔρηµον. Καὶ γὰρ καὶ ὁ ἀὴρ καὶ γῆ καὶ ὕλη τοῦ∆ ηµιουργοῦ, καὶ σὺ δὲ αὐτὸς ὁ κατασκευάσας αὐτὴν, καὶ τὰ ἄλλα δὲ πάντα. Εἰ δὲ ἡ χρῆσις σὴ, ἀλλὰ καὶ αὐτὴ ἄδηλος, οὐ διὰ τὸν θάνατον µόνον, ἀλλὰ καὶ πρὸ τοῦ θανάτου διὰ τὸ τῶν πραγµάτων εὐρίπιστον. Ταῦτ' οὖν συνεχῶς παρ' ἑαυτοῖς γράφοντες, φιλοσοφήσωµεν, καὶ δύο τὰ µέγιστα κερδανοῦµεν· εὐχάριστοί τε γὰρ ἐσόµεθα καὶ ἔχοντες καὶ ἀφαιρούµενοι, καὶ οὐ µὴ δουλεύσωµεν τοῖς παρατρέχουσι καὶ τοῖς οὐχ ἡµῶν. Κἂν γὰρ χρήµατα λάβῃ, τὰ αὑτοῦ ἔλαβε, κἂν τιµὴν, κἂν δόξαν, κἂν τὸ σῶµα, κἂν αὐτὴν τὴν ψυχήν· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Οὐ γὰρ σὺ αὐτὸν ἔπλασας, ἀλλ' ἐκεῖνος ἐποίησε· σὺ δὲ ὑπηρέτησας µόνον τῇ παρόδῳ, τὸ δὲ πᾶν αὐτὸς εἰργάσατο. Εὐχαριστήσωµεν τοίνυν ὅτι κατηξιώθηµεν ὑπηρετῆσαι τῷ πράγµατι. Ἀλλὰ τί; ἐβούλου διαπαντὸς ἔχειν; Τοῦτο ἀγνώµονος πάλιν, καὶ οὐκ εἰδότος, ὅτι ἀλλότριον εἶχες, καὶ οὐκ ἴδιον. Ὥσπερ οὖν οἱ ἑτοίµως ἀφιστάµενοι ἴσασιν, ὅτι οὐ τὰ αὑτῶν ἔχουσιν, οὕτως οἱ ἀλγοῦντες τὰ βασιλικὰ σφετερίζονται. Εἰ γὰρ ἡµεῖς οὐκ ἐσµὲν ἑαυτῶν, πῶς ἐκεῖνοι ἡµῶν;∆ ιπλῇ γάρ ἐσµεν αὐτοῦ, καὶ τῷ τῆς κτίσεως καὶ τῷ τῆς πίστεως λόγῳ.∆ ιὰ τοῦτό φησιν ὁ∆ αυΐδ· Ἡ ὑπόστασίς µου παρὰ σοί ἐστι· καὶ ὁ Παῦλος δὲ, ὅτι Ἐν αὐτῷ ζῶµεν καὶ κινούµεθα καὶ ἐσµέν. Καὶ τὸν περὶ τῆς πίστεως γυµνάζων λόγον φησίν· Οὐκ ἐστὲ ἑαυτῶν, καὶ τιµῆς ἠγοράσθητε. Τὰ πάντα γὰρ τοῦ Θεοῦ. Ὅταν οὖν καλῇ καὶ βούληται λαβεῖν, µὴ κατὰ τοὺς ἀγνώµονας τῶν οἰκετῶν φύρωµεν τὸν λόγον, µηδὲ νοσφιζώµεθα τὰ δεσποτικά. Ἡ ψυχή σου οὐκ ἔστι σὴ, καὶ πῶς τὰ χρήµατά ἐστι σά; Πῶς οὖν ἀναλίσκεις εἰς οὐδὲν δέον τὰ µὴ σά; οὐκ οἶδας ὅτι διὰ τοῦτο µέλλοµεν ἐγκαλεῖσθαι, κακῶς αὐτοῖς χρησάµενοι; Ἐπειδὴ δὲ οὐκ ἔστιν ἡµέτερα, ἀλλὰ τοῦ∆ εσπότου, εἰς τοὺς ὁµοδούλους ἐχρῆν δαπανᾷν. Τοῦτο γοῦν καὶ ὁ πλούσιος ἐκεῖνος ἐνεκαλεῖτο, ὅτι µὴ ἐποίησε, καὶ οἱ µὴ θρέψαντες τὸν Κύριον. Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐµαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐµαυτοῦ τρυφῶ. Οὐκ ἀπὸ τῶν σεαυτοῦ, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται εἶναι ὁ Θεὸς τὰ ὑπὲρ τῶν ἀδελφῶν ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἂν εἰς ἑτέρους ἀναλώσῃς· ἂν δὲ εἰς σαυτὸν ἀναλώσῃς ἀφειδῶς, ἀλλότρια γέγονε τὰ σά. Ἐπειδὴ γὰρ ὠµῶς αὐτοῖς κέχρησαι, καὶ λέγεις, ὅτι Τὰ ἐµὰ εἰς ἐµὴν ἀπόλαυσιν µόνον ἀναλωθῆναι δίκαιον, διὰ τοῦτο ἀλλότρια αὐτὰ λέγω. Κοινὰ γάρ ἐστι σὰ καὶ τοῦ συνδούλου, ὥσπερ ἥλιος κοινὸς καὶ ἀὴρ καὶ γῆ καὶ τὰ ἄλλα πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώµατος, καὶ παντός ἐστι τοῦ σώµατος καὶ ἑνὸς ἑκάστου µέλους ἡ διακονία· ὅταν δὲ ἑνὸς µόνου γίνεται µέλους, καὶ τὴν ἰδίαν ἀπόλλυσιν ἐνέργειαν· οὕτω καὶ ἐπὶ τῶν χρηµάτων συµβαίνει. δʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἡ τροφὴ τοῦ σώµατος ἡ κοινὴ δεδοµένη τοῖς µέλεσιν, ἐὰν εἰς ἓν ἔλθῃ µέλος, κἀκείνου λοιπὸν ἀλλοτρία γίνεται. Ὅταν γὰρ µὴ δυνηθῇ πεφθῆναι µηδὲ θρέψαι, ἀλλοτρία κἀκείνου γέγονεν. Ἂν δὲ κοινὴ γένηται, κἀκείνου καὶ πάντων ἐστὶν ἰδία. Οὕτω καὶ ἐπὶ τῶν χρηµάτων, ἂν σὺ µόνος ἀπολαύσῃς, καὶ σὺ ἀπώλεσας. Οὐ γὰρ αὐτῶν καρπώσ ῃ τὸν µισθὸν, ἂν δὲ µετὰ τῶν ἄλλων κτήσῃ, τότε µᾶλλον ἔσται σὰ, καὶ τότε καρπώσῃ τὴν ὠφέλειαν. Οὐχ ὁρᾷς ὅτι χεῖρες διακονοῦνται, καὶ στόµα λεαίνει, καὶ γαστὴρ δέχεται; µὴ λέγει ἡ γαστὴρ, Ἐπειδὴ ἐδεξάµην, ὀφείλω τὸ πᾶν κατέχειν; Μὴ τοίνυν, µηδὲ ἐπὶ τῶν χρηµάτων τοῦτο σὺ λέγε· τοῦ γὰρ δεχοµένου, τὸ µεταδιδόναι. Ὥσπερ οὖν κακία γαστρὸς, τὸ κατέχειν τὰ βρώµατα, καὶ µὴ διανέµειν· παντὶ γὰρ τῷ σώµατι λυµαίνεται· οὕτω κακία τῶν πλουτούντων, τὸ κατέχειν ὅπερ ἔχουσι παρ' ἑαυτοῖς· τοῦτο γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους ἀπόλλυσιν. Ὁ ὀφθαλµὸς πάλιν τὸ πᾶν δέχεται φῶς· ἀλλ' οὐ τοῦτο αὐτὸς κατέχει µόνος, ἀλλ' ὁλόκληρον φωτίζει τὸ σῶµα. Οὐδὲ γὰρ ἔχει φύσιν παρ' ἑαυτῷ κατέχειν, ἕως ἂν ὀφθαλµὸς ᾖ. Αἱ ῥῖνες πάλιν αἰσθάνονται εὐωδίας· ἀλλ' οὐ κατέχουσιν αὐτὴν µόναι, ἀλλ' ἐγκεφάλῳ παραπέµπουσι, καὶ στόµαχον ἐν εὐωδίᾳ τιθέασι, καὶ ὁλόκληρον δι' αὐτῶν ἀνακτῶνται τὸν ἄνθρωπον. Οἱ πόδες µόνοι βαδίζουσιν· ἀλλ' οὐχ ἑαυτοὺς µεταφέρουσι µόνον, ἀλλὰ καὶ ὅλον µετατιθέασι τὸ σῶµα. Οὕτω καὶ σὺ, ὅπερ ἂν ἐγχειρισθῇς, µὴ κάτεχε µόνος, ἐπεὶ τῷ παντὶ λυµαίνῃ, καὶ σαυτῷ πρὸ τῶν ἄλλων. Οὐκ ἐπὶ τῶν µελῶν δὲ µόνον ἴδοι τις ἂν τοῦτο γινόµενον. Καὶ γὰρ ὁ σιδηροκόπος, εἰ βουλη θείη µηδενὶ µεταδοῦναι τῆς τέχνης, καὶ ἑαυτὸν καὶ τὰς λοιπὰς ἀνατρέπει τέχνας. Ὁ σκυτοτόµος ὁµοίως, ὁ γεωργὸς, ὁ σιτοποιὸς, καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευµα µετιόντων, εἰ βουληθείη µὴ µεταδοῦναι ἑτέρῳ τῶν ἀπὸ τῆςτέχνης, οὐχὶ τοὺς ἄλλους µόνον, ἀλλὰ καὶ ἑαυτὸν τοῖς ἄλλοις προσαπολεῖ. Καὶ τί λέγω τοὺς πλουτοῦντας; Καὶ γὰρ οἱ πένητες, εἰ τὴν ὑµετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν µετῆλθον, µέγιστα ἂν ὑµᾶς ἔβλαψαν, καὶ ταχέως ἂν ὑµᾶςἐποίησαν πένητας, µᾶλλον δὲ καὶ ἀπώλεσαν, εἰ µὴ δεοµένοις τῶν ἑαυτῶν µεταδοῦναι ἠβουλήθησαν· οἷον, ὁ γηπόνος τῆς ἀπὸ τῶν χειρῶν ἐργασίας, ὁ ναύτης τῆς ἀπὸ τοῦ πλεῖν ἐµπορίας, ὁ στρατιώτης τῆς ἀριστείας τῆς ἀπὸ τῶν πολέµων. Ὥστε εἰ καὶ µηδὲν ἕτερον, τοῦτο γοῦν αἰδέσθητε, καὶ τὴν ἐκείνων µιµήσασθε φιλοφροσύνην. Οὐ µεταδίδως τοῦ πλούτου οὐδενί; Οὐκοῦν µὴ µεταλάβῃς παρ' ἑτέρου µηδενός· εἰ δὲ τοῦτο ἔσται, τὰ πάντα ἀνατραπήσεται. Πανταχοῦ γὰρ τὸ διδόναι καὶ µεταλαµβάνειν ἀρχὴ πολλῶν ἐστιν ἀγαθῶν, ἐπὶ σπερµάτων, ἐπὶ µαθητῶν, ἐπὶ τεχνῶν. Ἂν γὰρ βουληθῇ τις παρ' ἑαυτῷ κατέχειν τὴν τέχνην, καὶ ἑαυτὸν καὶ τὸν βίον ἀνέτρεψεν ἅπαντα. Καὶ ὁ γεωργὸς τὰ σπέρµατα ἂν οἴκοι κατορύξας φυλάττοι, λιµὸν ἐργάσεται χαλεπόν· οὕτω καὶ ὁ πλούσιος ἐὰν ἐπὶ τῶν χρηµάτων τοῦτο ποιῇ, πρὸ τῶν πενήτων ἑαυτὸν ἀναιρήσει, τὴν φλόγα τῆς γεέννης χαλεπωτέραν κατὰ τῆς ἑαυτοῦσωρεύων κεφαλῆς. Ὥσπερ οὖν οἱ διδάσκαλοι, κἂν πολλοὺς ἔχωσι τοὺς µαθητὰς, ἑκάστῳ µεταδιδόασι τῆς τέχνης· οὕτω καὶ σὺ πολλοὺς κτῆσαι τοὺς εὐεργετουµένους· καὶ λεγέτωσαν ἅπαντες, ὅτι Τὸν δεῖνα ἀπήλλαξε πενίας, καὶ τὸν δεῖνα κινδύνων· καὶ, Ὁ δεῖνα ἂν ἀπώλετο, εἰ µὴ µετὰ τὴν χάριν τοῦ Θεοῦ τῆς σῆς ἀπέλαυσε προστασίας· καὶ ὅτι τῷ δεῖνι τὴν νόσον ἔλυσας, ἕτερον συκοφαντίας ἀπήλλαξας, ἄλλον ξένον ὄντα συνήγαγες, ἄλλον γυµνὸν ὄντα περιέβαλες. Μυρίου πλούτου καὶ πολλῶν θησαυρῶν βελτίω τὰ ῥήµατα ταῦτα ἐπιστρέφει πάντας µᾶλλον τῶν ἱµατίων τῶν χρυσῶν καὶ τῶν ἵππων καὶ τῶν ἀνδραπόδων. Ἐκεῖνα µὲν γὰρ καὶ φορτικὰ ποιεῖ φαίνεσθαι, καὶ ὡς κοινὸν ἐχθρὸν µισεῖσθαι· ταῦτα δὲ ὡς πατέρα κοινὸν καὶ εὐεργέτην ἀνακηρύττει· καὶ ὃ πάντων µέγιστόν ἐστιν, ἡ παρὰ τοῦ Θεοῦ εὔνοια ἁπανταχοῦ σοι τῶν πράξεων ἕπεται. Λεγέτω τοίνυν ὁ δεῖνα, ὅτι Ἐµοῦ τὴν θυγατέρα συνεξέδωκεν· ἕτερος, Ἐµοὶ δὲ τὸν υἱὸν εἰς ἄνδρας ἐµφανῆναι παρεσκεύασε· καὶ ἄλλος, ὅτι Τὴν συµφορὰν ἔλυσε· καὶ ἕτερος, ὅτι Τῶν κινδύνων ἀπήλλαξε. Ταῦτα στεφάνων χρυσῶν βελτίω τὰ ῥήµατα, µυρίους κήρυκας ἐν τῇ πόλει τῆς οἰκείας φιλανθρωπίας ἔχειν· αὗται αἱ φωναὶ τῆς φωνῆς τῶν κηρύκων τῶν πρὸ τῶν ἀρχόντων βαδιζόντων ἡδίους πολλῷ καὶ γλυκύτεραι, τὸν σωτῆρα, τὸν εὐεργέτην, τὸν προστάτην, τὰτοῦ Θεοῦ καλεῖσθαι ὀνόµατα, ἀλλὰ µὴ πλεονέκτην καὶ ἀλαζόνα καὶ ἀκόρεστον καὶ σµικρολόγον. Μὴ, παρακαλῶ, µηδενὸς τούτων ἐπιθυµήσωµεν τῶν ῥηµάτων, ἀλλὰ τῶν ἐναντίων. Εἰ γὰρ ἐπὶ γῆς ταῦτα λεγόµενα λαµπρὸν οὕτω ποιεῖ καὶ περιφανῆ, ὅταν ἐν οὐρανῷ ταῦτα γράφηται, καὶ ὁ Θεὸς ταῦτα κατὰ τὴν ἡµέραν ἀνακηρύττῃτὴν µέλλουσαν, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς περιφανείας, ὅσης τῆς λαµπρότητος· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.