In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
12.12
Ταῦτα δὲ, ἀδελφοὶ, µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλὼ δι' ὑµᾶς, ἵνα ἐν ἡµῖν µάθητε, τὸ µὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως µὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥηµάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωµα τῶνἐγκαλουµένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκληµάτων εἰς ὀργὴν ἐξενεχθῆναι µὴ συγχωρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαµφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόµενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶἈπολλὼ προσηγορίᾳ.∆ ιὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλώ. Καὶ καθάπερ ἐπὶ τῶν καµνόντων, ὅταν λακτίζῃ τὸ παιδίον τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόµενα σιτία παρὰ τῶν ἰατρῶν, τὸν πατέρα ἢτὸν παιδαγωγὸν καλέσαντες οἱ προσεδρεύοντες, παρὰ τῶν τοῦ ἰατροῦ χειρῶν λαβόντας τὰ σιτία προσάγειν κελεύουσιν, ὥστε ἐκ τοῦ φόβου τοῦ πρὸςἐκείνους δέξασθαι καὶ ἡσυχάσαι· οὕτω καὶ Παῦλος µέλλων ὑπὲρ ἑτέρων ἐγκαλεῖν, τῶν µὲν ὡς ἀδικουµένων, τῶν δὲ ὡς πέρα τοῦ µέτρου τιµωµένων, αὐτὰ µὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶδὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούµενοι τούτους δέξωνται τὴν θεραπείαν· ἐπειδὴ δὲ ἐδέξαντο, τότε λοιπὸν ἀπεκάλυψεν ὑπὲρ ὧν ταῦτα ἔλεγεν. Ἦν δὲ ταῦτα οὐχ ὑπόκρισις, ἀλλὰ συγκατάβασις καὶ οἰκονοµία. Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑµεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυµαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν· νῦν δὲ εἰπών· Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ· καὶ πάλιν, Τίς δέ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; εὐπαράδεκτον τὸν λόγον ἐποίησε.∆ ιά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐµαυτὸν µετεσχηµάτισα δι' ὑµᾶς, ἵνα ἐν ἡµῖν µάθητε τὸ µὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ' ἐκείνων τὸνλόγον προσήγαγεν, οὐκ ἂν ἔµαθον ὅσα µαθεῖν ἔδει, οὐδ' ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόµενα. Νυνὶ δὲ αἰδούµενοι τοὺς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίµησιν. Τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλµῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλµῷ δοκὸν οὐ κατανοεῖς; καὶ, Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε. Εἰ γάρ ἐσµεν ἓν καὶ συνδεδέµεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, φησί· καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. Ταῦτά ἐστιν ἃ γέγραπται. Ἵνα µὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πάλιν τοὺς διδασκάλους ἀφεὶς, τοῖς µαθηταῖς ἐπιτιµᾷ· ἐκεῖνοι γὰρ ἦσαν οἱ τούτους ἐπαίροντες. Καὶ ἄλλως δὲ οἱ ἄρχοντες οὐκ ἂν εὐκόλως ἐδέξαντο τὸν τοιοῦτον λόγον, διὰ τὸ τῆς δόξης ἐπιθυµεῖν τῆς ἔξωθεν· καὶ γὰρ ἦσαν πεπηρωµένοι τῷ πάθει· οἱ δὲ αὐτοὶ µὴ καρπούµενοι τὴν δόξαν, ἀλλ' ἑτέροις αὐτὴν παρέχοντες, καὶ εὐκολώτερον ἂν ἤνεγκαν τὴν νουθεσίαν, καὶ κυριώτεροι τῶν ἀρχόντων ἦσανπρὸς τὸ λῦσαι τὸ νόσηµα. Ἄρα καὶ τοῦτο φυσιώσεως, τὸ ὑπὲρ ἑτέρου ἐπαίρεσθαι, κἂν µὴ ἐπὶ τοῖς αὑτοῦ τις τοῦτο πάσχῃ. Ὥσπερ γὰρ ὁ ἐπὶ πλούτῳ µέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ· οὕτω καὶ ὁ ἐπὶ τῇ δόξῃ τοῦ ἑτέρου. Καὶ καλῶς φυσίωσιν ἐκάλεσεν. Ὅταν γὰρ ἐπαναστῇ τὸ µέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγµονὴ καὶ νόσηµα· ἄλλως γὰρ οὐ γίνεται ὑψηλότερον ἕτερον ἑτέρου µέλος, ἀλλ' ἢ ὅταν οἴδηµα γένηται. Οὕτω τοίνυν καὶ ἐν τῷ σώµατι τῆς Ἐκκλησίας ὁ φλεγµαίνων καὶ φυσιούµενος, αὐτὸς ἂν εἴη ὁ νοσῶν· οἰδεῖ γὰρ ὑπὲρ τὴν κοινὴν συµµετρίαν. Τοῦτο γάρ ἐστιν οἴδηµα. Οὕτω καὶ ἐν τῷ σώµατι γίνεται, ὅταν νόθος τις καὶ πονηρὸς ἐπιῤῥεύσῃ χυµὸς, ἀλλὰ µὴ ἡ εἰωθυῖα τροφή. Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡµῖν ἐπεισερχοµένων λογισµῶν. Καὶ ὅρα πῶς κυρίως εἶπε· Μὴ φυσιοῦσθε. Τὸ γὰρ πεφυσηµένον ὄγκον ἔχει πνεύµατος ἐµπεπλησµένον χυµοῦ διεφθορότος. Ταῦτα δὲ λέγει, οὐ τὴν θεραπείαν ἐκκόπτων, ἀλλὰ τὴν ἐπὶ κακῷ θεραπείαν. Βούλει θεραπεύειν τὸν δεῖνα; Οὐ κωλύω· ἀλλὰ µὴ εἰς ἑτέρου λύµην. Οὐ γὰρ ἵνα κατ' ἀλλήλων συνταττώµεθα, διδάσκαλοι ἡµῖν ἐδόθησαν, ἀλλ' ἵνα πάντες ἀλλήλοις συναπτώµεθα. Καὶ γὰρ ὁ στρατηγὸς διὰ τοῦτο ἐπίκειται τῷ στρατοπέδῳ, ἵνα τοὺς κεχωρισµένους ἓν σῶµα ἐργάσηται· εἰ δὲ µέλλοι διασπᾷν τὸ στρατόπεδον, πολεµίου µᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλήρωσε. Τίς γάρ σε διακρίνει; τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Λοιπὸν ἀφεὶς τοὺς ἀρχοµένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν; ἐξέτασις προεχώρησε; δοκιµασία, βάσανος ἀκριβής; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ δὲ ἄνθρωποι ψηφίζονται, ἀλλ' οὐκ ὀρθὴ τούτων ἡ κρίσις. Θῶµεν δὲ, ὅτι καὶ ἄξιος ἐπαίνων εἶ, καὶ ἔχεις ὄντως τὸ χάρισµα, καὶ οὐ διέφθαρται τῶν ἀνθρώπων ἡ κρίσις· οὐδέ γε οὕτως ἐχρῆν µέγα φρονεῖν. Οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Τί τοίνυν ἔχειν προσποιῇ, ὅπερ οὐκ ἔχεις; Ἀλλ' ἔχεις τοῦτο σὺ, καὶ ἕτεροι µετὰ σοῦ. Οὐκοῦν λαβὼν ἔχεις, οὐχὶ τόδε καὶ τόδε, ἀλλὰ πάντα ὅσα ἔχεις. βʹ. Οὐ γὰρ σὰ κατορθώµατα ταῦτα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλήσεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁµαρτηµάτων, κἂν τὰ χαρίσµατα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάµεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ' αὐτὸς ἀπὸ σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ' ἔλαβες, καὶ διὰ τοῦτο µέγα φρονεῖς;∆ ιὰ τοῦτο µὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ' ἐκείνου ἔλαβες· εἰ δὲ παρ' ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ δὲ οὐ σὸν ἔλαβες, τί µέγα φρονεῖς, ὡς σὸν ἔχων;∆ ιὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς µὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδροµὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα µὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑµέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρηµοι. Καὶ ἐν ἀρχῇ µὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑµῖν λαλῆσαι ὡς πνευµατικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑµῖν, εἰ µὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωµένον· ἐνταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκορεσµένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐδενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νοµίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη κεκορεσµένοι ἐστέ. Καὶ καλῶς τῷ Ἤδη ἐχρήσατο, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον οἴησιν.∆ ιὸ καὶ κωµῳδῶν αὐτοὺς, ἔλεγεν· Οὕτω ταχέως πρὸς τὸ τέλος ἐφθάσατε, ὅπερ ἀδύνατον ἦν γενέσθαι διὰ τὸν καιρόν. Τὰ γὰρ τελειότερα ἐν τῷ µέλλοντι µένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ ἀπὸ ὀλίγων νοµίζειν πλουτεῖν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια· καὶ παιδικῆς διανοίας ἐστὶν ἀπὸ τῶν πρώτων νοµίζειν τὸ πᾶν εἰληφέναι, καὶ οὐδέπω οὐδὲ ἐν προοιµίοις ὄντας ὡς τοῦ τέλους ἐπειληµµένους µέγα φρονεῖν. Εἶτα καὶ διὰ τῶν ἑξῆς ἐντρέπει µᾶλλον. Εἰπὼ γὰρ, Ἤδη κεκορεσµένοι ἐστὲ, ἐπήγαγεν· Ἤδη ἐπλουτήσατε, χωρὶς ἡµῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡµεῖς ὑµῖν συµβασιλεύσωµεν. Πολλῆς γέµει τῆς βαρύτητος ὁ λόγος.∆ ιὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε µετὰ πολλὴν τὴν ἐπίπληξιν. Οὕτω γὰρ σεµνὴ γίνεται ἡ παραίνεσις καὶ εὐπαράδεκτος, ὅταν µετὰ τὰς κατηγορίας ἐπιφέρηται τὰ ἐντρεπτικὰ ῥήµατα. Καὶ γὰρ τὴν ἀναίσχυντον ἱκανὸν τοῦτο ψυχὴν κατασχεῖν, καὶ πλῆξαι µειζόνως τῆς φανερᾶς κατηγορίας, καὶ διορθῶσαι τὴν ἀπὸ τῆς κατηγορίαςµέλλουσαν γίνεσθαι ἀλγηδόνα τε καὶ ἀναισχυντίαν. Τὸ γὰρ δὴ θαυµαστὸν τῶν ἐντρεπτικῶν λόγων τοῦτο µάλιστά ἐστιν, ὅτι δύο κέκτηνται τἀναντία· καὶ τοµὴν βαθυτέραν δίδωσι τῆς προφανοῦς διαβολῆς, καὶ τὸν ἐλεγχόµενον παρασκευάζει χαλεπώτερον τεµνόµενον καρτερῆσαι µειζόνως. Χωρὶς ἡµῶν ἐβασιλεύσατε. Πολλὴ ἔµφασις ἐνταῦθα καὶ πρὸς τοὺς διδασκάλους καὶ πρὸς τοὺς µαθητάς. Καὶ τὸ ἀσυνείδητον δὲ αὐτῶν δείκνυται καὶ τὸ σφόδρα ἀνόητον. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἐν µὲν τοῖς πόνοις φησὶν εἶναι πάντα κοινὰ καὶ ἡµῖν καὶ ὑµῖν, ἐν δὲ τοῖς ἐπάθλοις καὶ τοῖς στεφάνοις ὑµεῖς πρῶτοι. Ἀλλ' οὐκ ἀλγῶ ταῦτα λέγων· διὸ καὶ ἐπήγαγε· Καὶ ὄφελόν γε ἐβασιλεύσατε. Εἶτα, ἵνα µὴ δόξῃ εἰρωνεία τις εἶναι, ἐπήγαγεν· Ἵνα καὶ ἡµεῖς ὑµῖν συµβασιλεύσωµεν. Καὶ γὰρ ἂν, φησὶ, καὶ ἡµεῖς τούτων ἐπετύχοµεν τῶν ἀγαθῶν. Εἶδες πῶς ὁµοῦ καὶ τὴν βαρύτητα καὶ τὴν κηδεµονίαν ἐνδείκνυται καὶ τὴν φιλόσοφον γνώµην; Ὅρα πῶς καθαιρεῖ καὶ τὸν τῦφον δι' ὧν ἐπάγει λέγων·∆ οκῶ γὰρ ὅτι ὁ Θεὸς ἡµᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Πολλὴν τὴν ἔµφασιν καὶ τὴν βαρύτητα ἐνδείκνυται πάλιν τῷ εἰπεῖν, Ἡµᾶς. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωµα ἐπήγαγε, σφόδρα αὐτῶν καθικνούµενος· Ἡµᾶς, φησὶ, τοὺς ἀποστόλους· τοὺς τὰ µυρία ὑποµένοντας κακὰ, τοὺς σπείροντας τὸ κήρυγµα τῆς εὐσεβείας, τοὺς ἐπὶ τὴν φιλοσοφίαν ταύτην ὑµᾶς ἄγοντας· τούτους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, τουτέστιν, ὡς καταδίκους. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα καὶ ἡµεῖς ὑµῖν συµβασιλεύσωµεν, καὶ ἐχάλασε τῷ λόγῳ τὸ σφοδρόν· ἵνα µὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαµβάνει πάλιν αὐτὸ µετὰ πλείονος βαρυθυµίας, καί φησι·∆ οκῶ γὰρ, ὅτι ὁ Θεὸς ἡµᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑµεῖς φατε, οἱ πάντων ἀτιµότεροι καὶ οἱ κατάδικοι ἡµεῖς ἐσµεν, οἳ εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήµεθα· ὑµεῖς δὲ ἤδη βασιλείαν καὶ τιµὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. Βουλόµενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον µεθ' ὑπερβολῆς, οὐκ εἶπεν, ὅτι Ἁπλῶς ἡµεῖς ἐσµεν ἔσχατοι, ἀλλ', Ὁ Θεὸς ἡµᾶς ἐσχάτους ἐποίησε. Καὶ οὐκ ἠρκέσθη τῷ εἰπεῖν Ἐσχάτους, ἀλλὰ προσέθηκε καὶ Ἐπιθανατίους· ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνειδῇ τῶν εἰρηµένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόµενα καὶ σφόδρα αὐτοὺς ἐντρέποντος. γʹ. Καὶ ὅρα Παύλου σύνεσιν. Ἀφ' ὧν ἑαυτὸν, ἡνίκα ἂν ᾖ καιρὸς, ἐπαίρει καὶ σεµνὸν δείκνυσι καὶ µέγαν ποιεῖ, ἀπὸ τούτων ἐκείνους ἐντρέπει νῦν, κατάδικον ἑαυτὸν καλῶν. Τοσοῦτόν ἐστι µετὰ τοῦ προσήκοντος καιροῦ πάντα ποιεῖν. Ἐπιθανατίους δὲ ἐνταῦθα τοὺς καταδίκους λέγει, καὶ µυρίων θανάτων ἀξίους. Ὅτι θέατρον ἐγενήθηµεν τῷ κόσµῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Τί ἐστι, Θέατρον ἐγενήθηµεν τῷ κόσµῳ; Οὐκ ἐν γωνίᾳ µιᾷ οὐδὲ ἐν µικρῷ τῆς οἰκουµένης µέρει ταῦτα πάσχοµεν, φησὶν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων. Τί δέ ἐστι, Καὶ ἀγγέλοις; Ἀντὶ τοῦ, Ἔστι µὲν ἀνθρώποις εἶναι θέατρον, µηκέτι δὲ ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γινόµενα ᾖ· τὰ δὲ ἡµῶν παλαίσµατα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. Ὅρα ἀφ' ὧν ἑαυτὸν ἐξευτελίζει, πῶς πάλιν µέγαν δείκνυσιν· ἀφ' ὧν δὲ ἐκεῖνοι µέγα φρονοῦσι, πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ γὰρ τὸ µωροὺς εἶναι τοῦ φρονίµους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίµους εἶναι τοῦ ἐνδόξους καὶπεριφανεῖς εὐτελέστερον εἶναι ἐδόκει, καὶ τὰ µὲν ἐκείνοις µέλλει προσρίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀµείνω, εἴ γε διὰ ταῦτα µὴ µόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγγέλων τὸν δῆµον πρὸς τὴν θεωρίαν ἐπέστρεψε τὴν ἑαυτῶν. Οὐ γὰρ πρὸς ἀνθρώπους ἡµῖν ἡ πάλη µόνον, ἀλλὰ καὶ πρὸς τὰς ἀσωµάτους δυνάµεις.∆ ιὰ τοῦτο καὶ µέγα θέατρον κάθηται. Ἡµεῖς µωροὶ διὰ Χριστὸν, ὑµεῖς δὲ φρόνιµοι ἐν Χριστῷ. Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε, δεικνὺς ὅτι πρᾶγµά ἐστιν ἀδύνατον ταῦτα συµβῆναι τὰ ἐναντία, καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτονἀλλήλων ἀπέχοντα συνελθεῖν. Πῶς γὰρ ἔνι, φησὶν, ὑµᾶς µὲν φρονίµους εἶναι, ἡµᾶς δὲ µωροὺς ἐν τοῖς κατὰ Χριστὸν πράγµασιν; Ἐπειδὴ γὰρ αὐτοὶ µὲν ἐτύπτοντο καὶ κατεφρονοῦντο καὶ ἠτιµάζοντο καὶ οὐδὲν εἶναι ἐνοµίζοντο, ἐκεῖνοι δὲ τιµῆς ἀπέλαυον, καὶ σοφοί τινες καὶ συνετοὶπαρὰ πολλοῖς ὑπωπτεύοντο, διὰ τοῦτο ταῦτά φησιν, ὅτι Πῶς ἔνι τοὺς τὰ τοιαῦτα κηρύττοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι; Ἡµεῖς ἀσθενεῖς, ὑµεῖς δὲ ἰσχυροί. Τουτέστιν, Ἡµεῖς ἐλαυνόµεθα, διωκόµεθα· ὑµεῖς δὲ ἀδείας ἀπολαύετε καὶ θεραπείας πολλῆς. Ἀλλ' οὐκ ἀνέχεται τοῦ κηρύγµατος ἡ φύσις. Ἡµεῖς ἄτιµοι, ὑµεῖς δὲ ἔνδοξοι. Ἐνταῦθα πρὸς τοὺς εὐγενεῖς ἀποτείνεται καὶ µέγα φρονοῦντας ἐπὶ τοῖς ἔξωθεν. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶµεν καὶ διψῶµεν, καὶ γυµνητεύοµεν, καὶ κολαφιζόµεθα, καὶ ἀστατοῦµεν, καὶ κοπιῶµεν ἐργαζόµενοι ταῖς ἰδίαις χερσί. Τουτέστιν, Οὐ παλαιὰ διηγοῦµαι πράγµατα, ἀλλ' ἅπερ καὶ ὁ παρών µοι καιρὸς µαρτυρεῖ. Τῶν γὰρ ἀνθρωπίνων ἡµῖν λόγος οὐδεὶς οὐδὲ τῆς ἔξωθεν περιφανείας, ἀλλὰ πρὸς τὸν Θεὸν ἀφορῶµεν µόνον· ὃ δὴ καὶ ἡµᾶς πράττειν πανταχοῦ ἀναγκαῖον. Οὐ γὰρ δὴ ἄγγελοι θεωροῦσι µόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων ὁ ἀγωνοθέτης. Μὴ τοίνυν ἑτέρων δεόµεθα ἐπαινετῶν. Τοῦτο γὰρ ἐκεῖνόν ἐστιν ὑβρίσαι, ὅταν ὡς οὐκ ἀρκοῦντα πρὸς τὸ θαυµάσαι παρατρέχοντες, ἐπὶ τοὺς συνδούλους σπεύδωµεν. Καθάπερ γὰρ οἱ ἐν µικρῷ θεάτρῳ ἀγωνιζόµενοι µέγα ζητοῦσιν, ὡς οὐκ ἀρκοῦντος αὐτοῖς πρὸς ἐπίδειξιν ἐκείνου· οὕτω καὶ οἱ ἐν ὀφθαλµοῖς τοῦ Θεοῦ ἀγωνιζόµενοι, εἶτα τὴν παρὰ ἀνθρώποις ζητοῦντες εὐφηµίαν, τὴν µείζονα ἀφέντες καὶ τῆς ἐλάττονος ἐφιέµενοι, µεγάλην ἑαυτοῖς ἐπισπῶνται κόλασιν. Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουµένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττοµεν, κἀν τοῖςἀγαθοῖς οὐδὲν ἡγούµεθα τὸ τὸν Θεὸν ἔχειν θαυµαστὴν, ἀλλ' ἐπιζητοῦµεν τὴν παρὰ τοῖς ὁµοδούλοις εὐδοκίµησιν· κἀν τοῖς ἐναντίοις πάλιν αὐτοῦ καταφρονήσαντες, ἀνθρώπους δεδοίκαµεν. Καίτοι γε αὐτοὶ µεθ' ἡµῶν στήσονται ἐπὶ τοῦ βήµατος ἐκείνου, οὐδὲν ἡµᾶς ὠφελοῦντες· ὁ δὲ Θεὸς, οὗ καταφρονοῦµεν νῦν, αὐτὸς οἴσει τὴν ψῆφον ἡµῖν. Ἀλλ' ὅµως, καὶ ταῦτα εἰδότες, πρὸς ἀνθρώπους ἔτι κεχήναµεν, ὅπερ ἐστὶν ἁµάρτηµα πρῶτον. Καὶ ἀνθρώπου µὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν µυριάκις φλέγηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶνἀνθρώπων αἰδοῦς· τοῦ Θεοῦ δὲ ὁρῶντος, οὐχὶ µοιχεύουσιν οὐδὲ πορνεύουσι µόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ χαλεπώτερα πολλοὶ τετολµήκασι καὶ τολµῶσι. Τοῦτο οὖν µόνον οὐχ ἱκανὸν µυρίους ἄνωθεν σκηπτοὺς κατενεγκεῖν; Καὶ τί λέγω µοιχείας καὶ πορνείας; Τὰ γὰρ πολλῷ τούτων ἐλάττω ἐπὶ µὲν ἀνθρώπων δεδοίκαµεν πράττοντες· Θεοῦ δὲ ὁρῶντος, οὐκέτι.∆ ιὰ δὴ τοῦτο πάντα ἐτέχθη τὰ κακὰ, ὅτι ἐν τοῖς ὄντως κακοῖς οὐ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους αἰδούµεθα.∆ ιά τοι τοῦτο καὶ τὰ ὄντως ἀγαθὰ, οὐ δοκοῦντα εἶναι τοιαῦτα τοῖς πολλοῖς, φεύγοµεν, οὐ τὴν τῶν πραγµάτων ἐξετάζοντες φύσιν, ἀλλὰ πρὸς τὴν δόξαντῶν πολλῶν ἀποβλέποντες. δʹ. Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πά λιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆςαὐτῆς συνηθείας διώκοµεν· ὥστε ἑκατέρωθεν φθείρεσθαι. Τάχα πολλοῖς ἀσαφέστερον εἶναι δοκεῖ τὸ λεχθέν· οὐκοῦν ἀνάγκη αὐτὸ σαφέστερον εἰπεῖν. Ὅταν πορνεύωµεν( δεῖ γὰρ ἀπὸ τῶν εἰρηµένων ἄρξασθαι), ἀνθρώπους φοβούµεθα µᾶλλον, ἢ τὸν Θεόν. Ἐπεὶ οὖν οὕτως ἑαυτοὺς ὑπεθήκαµεν ἐκείνοις, καὶ δεσπότας ἡµῶν αὐτοὺς ἐποιήσαµεν, πολλὰ δὲ τοῖς δεσπόταις τούτοις καὶ ἄλλα δοκεῖ εἶναι κακὰ οὐκὄντα κακὰ, κἀκεῖνα φεύγοµεν πάλιν ὁµοίως. Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν· καὶ φεύγοµεν τὴν πενίαν, οὐκ ἐπειδή ἐστιν αἰσχρὸν, οὐδὲ ἐπειδὴ τοῦτο πεπείσµεθα, ἀλλ' ἐπειδὴ τοῖς δεσπόταις ἡµῶν εἶναι δοκεῖ τοῦτο αἰσχρὸν, κἀκείνους δεδοίκαµεν. Πάλιν τὸ ἀτιµάζεσθαι καὶ εὐκαταφρόνητον εἶναι καὶ πάσης ἐκτὸς δυναστείας, δοκεῖ τοῖς πολλοῖς ὁµοίως εἶναι αἰσχύνης πολλῆς καὶ εὐτελείας. Τοῦτο πάλιν φεύγοµεν, οὐδὲ αὐτοῦ καταγινώσκοντες, ἀλλὰ διὰ τὴν τῶν δεσποτῶν ἡµῶν ψῆφον. Πάλιν καὶ ἐκ τοῦ ἐναντίου τὴν αὐτὴν ὑποµένοµεν λύµην· τὸ γὰρ πλουτεῖν ἀγαθὸν εἶναι δοκεῖ, καὶ ὁ τῦφος καὶ αἱ δόξαι καὶ τὸ περίβλεπτον εἶναι· καὶ τοῦτο πάλιν διώκοµεν, οὐδὲ ἐνταῦθα τὴν τῶν πραγµάτων ἐπισκεψάµενοι φύσιν ὅτι καλὴ, ἀλλ' ἀπὸ τῆς δόξης τῶν δεσποτῶν ἡµῶν πεπεισµένοι.∆ εσπότης γὰρ ἡµῶν ὁ δῆµός ἐστι· καὶ ὁ πολὺς ὄχλος δεσπότης ὠµὸς καὶ τύραννος χαλεπός. Οὐδὲ γὰρ ἐπιταγῆς αὐτῷ δεῖ πρὸς τὸ ἀκουσθῆναι παρ' ἡµῶν, ἀλλ' ἀρκεῖ µόνον ἡµᾶς εἰδέναι τί βούλεται, καὶ χωρὶς ἐπιτάγµατος εἴκοµεν· τοσαύτῃ εὐνοίᾳ περὶ αὐτὸν κεχρήµεθα. Καὶ ὁ µὲν Θεὸς καθ' ἑκάστην ἀπειλῶν καὶ νουθετῶν τὴν ἡµέραν, οὐκ ἀκούεται· ὁ δὲ πολὺς ὄχλος καὶ ἄτακτος καὶ συρφετώδης οὐδὲ ἐπιταγῆς χρείαν ἔχει, ἀλλ' ἀρκεῖ µόνον δεῖξαι τίσιν ἀρέσκεται, καὶ πάντα ὑπακούοµεν εὐθέως. Καὶ πῶς ἄν τις τούτους, φησὶν, ἀποφύγῃ τοὺς δεσπότας; Εἰ µεῖζον αὐτῶν φρόνηµα λάβοι, εἰ τὴν τῶν πραγµάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖςὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν µὴ ἀνθρώπους, ἀλλὰ τὸν ἀκοίµητον ὀφθαλµὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ' ἐκείνου στεφάνους ζητεῖν. Οὕτω γὰρ οὐδὲ ἐν τοῖς ἄλλοις αὐτῶν ἀνεξόµεθα. Ὁ γὰρ, ἡνίκα ἂν κατορθοῖ, µὴ ἀξίους κρίνας ἐκείνους εἰδέναι αὐτοῦ τὰ κατορθώµατα, ἀλλ' ἀρκούµενος τῇ τοῦ Θεοῦ ψήφῳ, οὐδὲ ἐν τοῖς ἐναντίοιςλόγον αὐτῶν ἕξει τινά. Καὶ πῶς αὐτὸ τοῦτο ἔσται, φησίν; Ἐννόησον τί µὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν. Ἄνθρωπος ὑπὸ τὴν αὐτὴν ἁµαρτίαν σοὶ κεῖται καὶ τὴν κρίσιν καὶ τὴν κόλασιν· ἄνθρωπος µαταιότητι ὡµοιώθη, καὶ κρίσιν ὀρθὴν οὐκ ἔχει, καὶ δεῖται τῆς ἄνωθεν διορθώσεως· ἄνθρωπος, γῆ καὶ σποδὸς, κἂν ἐπαινέσῃ, πολλάκις ἁπλῶς ἐπαινέσεται, ἢ πρὸς χάριν, ἢ πρὸς ἀπέχθειαν· κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώµης. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ἄληπτος ἡ ψῆφος αὐτοῦ, καὶ καθαρὰ ἡ κρίσις αὐτοῦ. Καὶ χρὴ διὰ ταῦτα ἀεὶ πρὸς αὐτὸν καταφεύγειν· οὐ διὰ ταῦτα δὲ µόνον, ἀλλ' ὅτι καὶ αὐτὸς ἐποίησε, καὶ φείδεταί σου µάλιστα πάντων, καὶ αὐτοῦ σοῦ µᾶλλόν σε ἀγαπᾷ. Τί τοίνυν ἀφέντες ἔχειν θαυµαστὸν ἐπαινέτην, πρὸς ἄνθρωπον καταφεύγοµεν, τὸν οὐδὲν, τὸν εἰκῆ, τὸν ἁπλῶς; Πονηρόν σε λέγει καὶ µιαρὸν οὐκ ὄντα τοιοῦτον; Ταύτῃ µᾶλλον αὐτὸν ἐλέησον, καὶ δάκρυσον ὅτι διέφθαρται, καὶ καταφρόνησον αὐτοῦ τῆς δόξης, ὅτι πεπήρωται αὐτοῦ τὰ τῆς διανοίας ὄµµατα· ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκου σαν, καὶ κατεγέλων τῶν διαβαλλόντων. Ἀλλ' ἀγαθόν σε λέγει καὶ χρηστόν; Ἂν µὲν τοιοῦτος ᾖς, µηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης· ἂν δὲ µὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγµα εἶναι νόµιζε. Βούλει µαθεῖν τῶν πολλῶν τὰς κρίσεις, πῶς εἰσὶ διεφθαρµέναι καὶ ἄχρηστοι καὶ γέλωτος ἄξιαι, καὶ αἱ µὲν µεµηνότων καὶ ἐξεστηκότων, αἱ δὲπαίδων ὑποτιτθίων; Ἄκουσον ἄνωθεν. Ἐρῶ δέ σοι κρίσεις οὐχὶ τὰς τοῦ δήµου µόνον, ἀλλὰ καὶ τὰς τῶν δοκούντων εἶναι σοφωτάτων, τῶν ἐξ ἀρχῆς νοµοθετῶν. Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νοµισθέντος ἀξίου πόλεσι καὶ δήµοις νοµοθετεῖν; Ἀλλ' ὅµως τοῖς σοφοῖς τούτοις τὸ πορνεύειν οὐδὲν εἶναι δοκεῖ πονηρὸν οὐδὲ κολάσεως ἄξιον. Οὐδεὶς γοῦν τῶν νόµων τῶν ἔξωθεν αὐτὸ ἐκόλασεν, οὐδὲ εἰς δικαστήριον εἵλκυσεν ἐντεῦθεν· ἀλλὰ κἂν ἑλκύσῃ τις ὑπὲρ τούτων, καταγελῶσιν οἱ πολλοὶ, καὶ οὐκ ἀνέξεται ὁ δικάζων. Τὸ κυβεύειν πάλιν τῆς παρ' αὐτῶν τιµωρίας ἐστὶν ἐλεύθερον, καὶ οὐδεὶς ὑπὲρ τούτων δίκην ἔδωκέ ποτε παρ' ἐκείνοις. Τὸ µεθύειν καὶ γαστρίζεσθαι οὐ µόνον οὐκ ἔστιν ἔγκληµα, ἀλλὰ καὶ κατόρθωµα παρὰ πολλοῖς εἶναι νενόµισται· καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγµατος ἅµιλλα, καὶ οἱ µάλιστα σωφρονούσης διανοίας καὶ σώµατος ἐῤῥωµένου δεόµενοι, οὗτοι µάλιστατῇ τυραννίδι παραδέδονται τῆς µέθης, καὶ τὸ σῶµα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νοµοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁµάρτηµα. εʹ. Τί ταύτης τῆς µανίας χεῖρον; Τῆς οὖν εὐφηµίας τῶν οὕτω διακειµένων ἀνθρώπων ἐπιθυµεῖς, καὶ οὐ κατορύττεις σαυτόν; Εἰ γὰρ καὶ πάντες σε ἐθαύµαζον οἱ τοιοῦτοι, οὐκ ἐχρῆν αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι, παρ' ἀνθρώπων οὕτω διεφθαρµένων τὰς κρίσεις κροτούµενον; Πάλιν βλασφηµία τοῖς νοµοθέταις οὐδὲν εἶναι δοκεῖ φοβερόν· οὐδεὶς γοῦν τὸν Θεὸν βλασφηµήσας, εἰς τὸ δικαστήριον εἱλκύσθη καὶ δίκην δέδωκεν. Ἀλλ' ἐὰν µὲν τὸ ἱµάτιόν τις κλέψῃ, ἢ βαλάντιον διατέµῃ, καὶ τὰς πλευρὰς διορύττεται καὶ θανάτῳ παραδίδοται πολλάκις· τὸν δὲ Θεὸν βλασφηµῶν, οὐκ ἐγκαλεῖται παρὰ τῶν ἔξω νοµοθετῶν. Κἂν δούλην προσφθείρῃ τις γυναῖκα ἔχων, οὐδὲν εἶναι δοκεῖ τοῖς νόµοις τοῖς ἔξωθεν οὐδὲ τοῖς πολλοῖς. Βούλει καὶ ἕτερα πάλιν ἀκοῦσαι δεικνύντα αὐτῶν τὴν ἄνοιαν; ταῦτα µὲν γὰρ οὐ κολάζουσιν, ἕτερα δὲ καὶ νοµοθετοῦσιν αὐτοί. Τίνα οὖν εἰσιν ἐκεῖνα; Θέατρα συνάγουσι, καὶ πορνῶν ἐκεῖ γυναικῶν χοροὺς εἰσάγοντες καὶ παῖδας πεπορνευµένους καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνυβρίζοντας, καθίζουσι τὸνδῆµον ἄνω πάντα, οὕτω τὴν πόλιν ψυχαγωγοῦντες, οὕτω τοὺς µεγάλους ἐκείνους βασιλέας, οὓς ἀεὶ θαυµάζουσιν ἐπὶ τροπαίοις καὶ νίκαις, στεφανοῦντες. Καίτοι γε τί τῆς τιµῆς ταύτης ψυχρότερον; τί τῆς ἡδονῆς ἐκείνης ἀηδέστερον; ἐκ τούτων οὖν ἐπαινέτας ζητεῖς τῶν ἔργων τῶν σῶν; καὶ µετὰ ὀρχηστῶν καὶ µαλακῶν καὶ µίµων καὶ πορνῶν γυναικῶν εὐφηµίας ἀπολαύειν θέλεις, εἰπέ µοι; καὶ πῶς οὐκ ἂν εἴη ταῦτα παρανοίας ἐσχάτης; Ἡδέως γὰρ ἂν αὐτοὺς ἐροίµην·∆ εινὸν τοὺς τῆς φύσεως ἀνατρέπεσθαι νόµους, καὶ παρανόµους εἰσάγεσθαι µίξεις; πάντως ἐροῦσιν, ὅτι δεινόν· δοκοῦσι γοῦν καὶ κολάζειν τὸ ἀνόµηµα τοῦτο. Τί οὖν τοὺς ἡταιρηκότας ἐκείνους εἰσάγεις; καὶ οὐκ εἰσάγεις µόνον, ἀλλὰ καὶ τιµᾷς µυρίαις καὶ ἀφάτοις δωρεαῖς; Ἀλλαχοῦ τοὺς τὰ τοιαῦτα τολµῶντας κολάζων, ἐνταῦθα δὲ καὶ ὡς εὐεργέταις κοινοῖς τῆς πόλεως, καὶ χρήµατα ἀναλίσκεις, καὶ ἐκ τῶνδηµοσίων αὐτοὺς τρέφεις δαπανηµάτων. Ἀλλ' ἄτιµοι, φησὶν, εἰσί. Τί οὖν αὐτοὺς παιδοτριβεῖς; τί οὖν διὰ τῶν ἀτίµων τοὺς βασιλέας τιµᾷς; τί δὲ τὰς πόλεις ἐκτραχηλίζεις; τί δὲ εἰς αὐτοὺς τοσαῦτα δαπανᾷς; εἰ γὰρ ἄτιµοί εἰσιν, ἀπελαύνεσθαι ἐχρῆν τοὺς ἀτίµους. Τίνος δὲ ἕνεκεν ἀτίµους εἰργάσω; ὡς ἐπαινῶν, ἢ ὡς κατεγνωκώς;∆ ηλονότι ὡς κατεγνωκώς. Εἶτα ὡς µὲν κατεγνωκὼς ἀτίµους ποιεῖς, ὡς δὲ ἐντίµους τρέχεις ὀψόµενος, καὶ θαυµάζεις καὶ ἐπαινεῖς, καὶ κροτεῖς; Καὶ τί δεῖ λέγειν τὰς µαγγανείας τὰς ἐν ταῖς ἱπποδροµίαις, τὰς ἐν ταῖς τῶν θηρίων ἁµίλλαις; Πάσης γὰρ καὶ ἐκεῖνα παραπληξίας µεστὰ, παιδεύει τὸν δῆµον συνεχῶς ἀνηλεῆ τινα ἔχειν καὶ ὠµὸν καὶ ἀπάνθρωπον τρόπον, καὶ γυµνάζει ὁρᾷνἀνθρώπους σπαραττοµένους καὶ αἷµα καταῤῥέον καὶ θηρίων ὠµότητα πάντα συγχέουσαν. Καὶ ταῦτα πάντα οἱ σοφοὶ νοµοθέται ἐξ ἀρχῆς ἐπεισήγαγον τὰ νοσήµατα, καὶ κροτοῦσιν αἱ πόλεις καὶ θαυµάζουσι. Ἀλλ', εἰ βούλει, ταῦτα ἀφέντες, ἃ φανερῶς µὲν καὶ ὁµολογουµένως ἐστὶν ἄτοπα, τοῖς δὲ ἔξωθεν νοµοθέταις οὐκ ἔδοξεν, ἐπὶ τὰ σεµνὰ προστάγµαταἔλθωµεν, καὶ ὄψει καὶ ταῦτα ἀπὸ τῆς τῶν πολλῶν δόξης διεφθαρµένα. Ὁ γὰρ γάµος πρᾶγµα τίµιον εἶναι δοκεῖ καὶ ἡµῖν καὶ τοῖς ἔξωθεν· καὶ ἔστι τίµιον· ἀλλὰ γάµων τελουµένων, τοσαῦτα καταγέλαστα γίνεται πράγµατα, ὅσα αὐτίκα ἀκούσεσθε. Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόµενοι καὶ παραλογιζόµενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ' ἑτέρων δέονται τῶν διδασκόντων. Καὶ γὰρ χορεῖαι καὶ κύµβαλα καὶ αὐλοὶ καὶ ῥήµατα καὶ ᾄσµατα αἰσχρὰ καὶ µέθαι καὶ κῶµοι καὶ πολὺς ὁ τοῦ διαβόλου τότε ἐπεισάγεται φορυτός. Καὶ οἶδα µὲν ὅτι δόξω καταγέλαστος εἶναι τούτων ἐπιλαµβανόµενος, καὶ πολλὴν ὀφλήσω παρὰ τοῖς πολλοῖς ἄνοιαν, τοὺς παλαιοὺς νόµους µετακινῶν· ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ παραλογισµός· ἀλλ' ὅµως οὐ παύσοµαι ταῦτα λέγων. Ἴσως γὰρ, ἴσως, κἂν µὴ πάντες, ἀλλ' ὀλίγοι τινὲς ἡµᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι µεθ' ἡµῶν, ἢ γελᾷν ἡµᾶς µετ' ἐκείνων γέλωταδακρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιµωρίας. Πῶς γὰρ οὐκ ἂν εἴη τῆς ἐσχάτης καταγνώσεως ἄξιον, παρθένον θαλαµευθεῖσαν διόλου, καὶ µαθοῦσαν αἰδεῖσθαι ἀπὸ τῆς πρώτης ἡλικίας, ἀθρόον ἀναγκάζειν ἅπασαν ἐκχεῖν τὴν αἰδὼ, καὶ ἐκ προοιµίων τοῦ γάµου τὴν ἀναισχυντίαν παιδεύειν, καὶ ἀσελγέσι καὶ ἀσέµνοις ἀνδράσι καὶ πόρνοις καὶµαλακοῖς εἰς µέσον αὐτὴν προτιθέναι; ποῖον γὰρ οὐ φυτευθήσεται τῇ νύµφῃ κακὸν ἀπὸ τῆς ἡµέρας ἐκείνης; Ἀναισχυντία, ἰταµότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου· καὶ γὰρ ἐθελήσουσι τὰς ἡµέρας δὴ πάσας τοιαύτας ἔχειν. Ἐντεῦθεν πολυτελεῖς αἱ γυναῖκες γίνονται καὶ δαπανηραὶ, ἐντεῦθεν ἀναιδεῖς, ἐντεῦθεν αὐταῖς τὰ µυρία κακά. Καὶ µή µοι λέγε τὴν συνήθειαν. Εἰ µὲν γὰρ πονηρὸν, µηδὲ ἅπαξ γινέσθω· εἰ δὲ ἀγαθὸν, ἀεὶ γινέσθω. Εἰπὲ γάρ µοι, τὸ πορνεύειν οὐ πονηρόν; ἆρα οὖν συγχωρήσοµεν κἂν ἅπαξ τοῦτο γενέσθαι; Οὐδαµῶς.∆ ιὰ τί; Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁµοίως. Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύµφην οὕτως, εἰ µὲν ἔστι πονηρὸν, µηδὲ ἅπαξ γινέσθω· εἰ δὲ οὐ πονηρὸν, καὶ ἀεὶ γινέσθω. Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάµον, εἰπέ µοι; Μὴ γένοιτο· οὐχ οὕτω µαίνοµαι, ἀλλὰ τὰ κακῶς ἐπισυρόµενα τῷ γάµῳ, τὰ ἐπιτρίµµατα, τὰς ὑπογραφὰς, τὴν ἄλλην περιεργίαν ἅπασαν. Καὶ γὰρ πολλοὺς ἀπὸ τῆς ἡµέρας ἐκείνης λήψεται τοὺς ἐραστὰς καὶ πρὸ τοῦ µέλλοντος αὐτῇ συνοικεῖν. Ἀλλὰ πολλοὶ θαυµάσονται τὴν γυναῖκα τῆς ὥρας. Καὶ τί τοῦτο; Ἂν µὲν γὰρ σώφρων ᾖ, µόλις διαφεύξεται τὴν πονηρὰν ὑποψίαν· εἰ δὲ ἠµεληµένη, ταχέως καὶ ἁλώσεται, ἀφορµὴν ἀσελγείας λαβοῦσα τὴν ἡµέραν ἐκείνην. Ἀλλ' ὅµως τοσούτων ὄντων κακῶν, ὅταν µὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγµα καλοῦσιν οἱ βοσκηµάτων οὐδὲν ἀµείνους, καὶ δεινὸν ποιοῦνται τὸ µὴπολλοῖς φαίνεσθαι τὴν γυναῖκα, µηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι. Καίτοι γε ὕβριν ἐχρῆν νοµίζειν τὰ γινόµενα καὶ γέλωτα καὶ κωµῳδίαν· ἐπεὶ καὶ νῦν οἶδα, ὅτι πολλὴν ἄνοιαν καὶ γέλωτα ἡµῶν καταγνώσονται· ἀλλ' οἴσω τὸν γέλωτα, ὅταν τι γένηται κέρδος. Καὶ γὰρ ἂν εἴην καταγέλαστος, εἰ παραινῶν τῆς τῶν πολλῶν δόξης καταφρονεῖν, αὐτὸς πρὸ τῶν ἄλλων χειρωθείην τῷ πάθει. Ἰδὲ τὰ ἐντεῦθεν λοιπόν· οὐκ ἐν ἡµέρᾳ µόνον, ἀλλὰ καὶ ἐν ἑσπέρᾳ µεθύοντας ἄνδρας καὶ κεκαρωµένους καὶ πεπυρωµένους ὑπὸ τῆς τρυφῆς, οἳ κάλλος ὄψεως ὁρᾷνπαρασκευάζουσι παρθενικῆς. Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκποµπεύουσι, µετὰ λαµπάδων αὐτὴν παραπέµποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιναὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ. Καὶ οὐδὲ µέχρι τούτων ἵστανται, ἀλλὰ µετὰ αἰσχρῶν ῥηµάτων αὐτὴν ἄγουσι· καὶ τοῦτο νόµος ἐστὶ παρὰ τοῖς πολλοῖς. Καὶ δραπέται καὶ µαστιγίαι µυρίοι τινὲς καὶ ὀλέθριοι µετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃσυνοικεῖν µέλλοντα· καὶ σεµνὸν µὲν οὐδὲν, πάντα δὲ ἀσχηµοσύνης γέµοντα. Καλὴν δὲ οὐχ ἕξει διδασκαλίαν σωφροσύνης ἡ νύµφη, τοιαῦτα µὲν ὁρῶσα, τοιαῦτα δὲ ἀκούουσα; Καὶ ἅµιλλά τίς ἐστι διαβολικὴ τῶν τὰ τοιαῦτα παραινούντων, ὑπερβάλλεσθαι θατέρους τῇ τῶν ὀνειδῶν καὶ τῇ τῶν αἰσχρῶν ῥηµάτων φιλοτιµίᾳ, δι' ὧν καταισχύνουσι τοὺς συνιόντας, κἀκεῖνοι νικήσαντες ἀπῆλθον, ὅσοι πλείονα τὰ ὀνείδη καὶ µείζονα τὰ αἰσχρὰ προσέῤῥιψαν. Καὶ οἶδα µὲν ὅτι φορτικός τίς εἰµι καὶ ἐπαχθὴς καὶ δύσκολος, ὡς ἡδονήν τινα περικόπτων τοῦ βίου.∆ ιὰ γὰρ τοῦτο πενθῶ, ὅτι τὰ ἀηδῆ ἡδονή τις εἶναι νενόµισται. Πῶς γὰρ οὐκ ἀηδὲς, εἰπέ µοι, τὸ ὑβρίζεσθαι καὶ λοιδορεῖσθαι, τὸ παρὰ πάντων ἀτιµάζεσθαι µετὰ τῆς νύµφης; Κἂν µὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, µυρία κινεῖς πράγµατα, καὶ ἀβίωτον εἶναι τὸν βίον νοµίζεις· τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχηµονῶν µετὰ τῆς συνοικεῖν µελλούσης, χαίρεις καὶ καλλωπίζῃ; καὶ πόσης ταῦτα µανίας; Ἀλλὰ συνήθεια τὸ πρᾶγµά ἐστι, φησί.∆ ιὰ γὰρ τοῦτο θρηνεῖν µάλιστα ἄξιον, ὅτι ἐν συνηθεία τὸ πρᾶγµα κατέκλεισεν ὁ διάβολος. Ἐπειδὴ γὰρ ὁ γάµος πρᾶγµά ἐστι σεµνὸν, καὶ τὸ γένος ἡµῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον ἀγαθῶν, δακνόµενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰτῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορνείαν ἐπεισάγει πᾶσαν. Πολλαὶ γοῦν ἐν ταῖς τοιαύταις συνόδοις καὶ κατῃσχύνθησαν παρθένοι· εἰ δὲ µὴ πανταχοῦ, ἀλλ' ἀρκεῖ τῷ δαίµονι τέως ἐκεῖνα τὰ ῥήµατα καὶ τὰ ᾄσµατα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγµατίσαι τὴν νύµφην, καὶ ἐκποµπεῦσαιτὸν νυµφίον διὰ τῆς ἀγορᾶς. Εἶτ' ἐπειδήπερ ἐν ἑσπέρᾳ ταῦτα γίνεται, ἵνα µηδὲ τὸ σκότος παραπέτασµα ᾖ τῶν κακῶν τούτων, ἐπεισάγονται λαµπάδες πολλαὶ οὐκ ἐῶσαι λαν θάνειν τὴν ἀσχηµοσύνην. Τί γὰρ ὁ πολὺς ὄχλος βούλεται; τί δὲ ἡ µέθη; τί δὲ αἱ σύριγγες; οὐκ εὔδηλον ὅτι ἵνα µηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζόµενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ' ὑπὸ τῆς σύριγγος διεγειρόµενοι, καὶ ἄνωθεν ἀπὸτῶν δρυφάκτων κατακύπτοντες, µάρτυρες γένωνται τῆς κωµῳδίας ἐκείνης; Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέµουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ µίξεις παρανόµους καὶ οἰκιῶν ἀνατροπὰς καὶ µυρίαςἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνοµα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρωµένης; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάµεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυµφευοµένης τιµὴν, µᾶλλον δὲ ὕβριν, καὶτὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ µεταξὺ νέων ἀκολάστων ἀσχηµονοῦσαι τοῖς ἀτάκτοις ᾄσµασι, τοῖς αἰσχροῖς ῥήµασι, τῇ σατανικῇ συµφωνίᾳ. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ µοι, πόθεν µοιχεῖαι; πόθεν πορνεῖαι; πόθεν διαφθοραὶ γάµων; Ἀλλ' οὐκ εὐγενεῖς οὐδὲ εὐσχήµονες ταῦτα πράττουσι, φησί. Πῶς οὖν ἐµοῦ καταγελᾷς, αὐτὸς πρὸ ἐµοῦ τὸν νόµον τοῦτον εἰδώς; Εἰ γὰρ καλὰ τὰ γινόµενα, ἔασον κἀκείνας ταῦτα ποιεῖν. Μὴ γὰρ, ἐπειδὴ πενίᾳ συζῶσιν αὗται, οὐχὶ καὶ αὐταὶ παρθένοι εἰσὶ, καὶ σωφροσύνης ἐπιµελεῖσθαι καὶ αὐτὰς χρή; Νῦν δὲ ὀρχεῖται παρθένος ἐν κοινῷ θεάτρῳ νέων ἀκολάστων, εἰπέ µοι, καὶ οὐ δοκεῖ σοι τῆς πόρνης εἶναι ἀτιµοτέρα; Εἰ δὲ λέγεις, ὅτι θεραπαινίδες ταῦτα ἐργάζονται, οὐδὲ οὕτως ἀφίηµί σε τῆς κατηγορίας· οὐδὲ γὰρ ταύταις ἐπιτετράφθαι ἐχρῆν. ηʹ. Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούµεθα λόγον· ἀλλ' ἀρκεῖ εἰς καταφρόνησιν τὸ εἰπεῖν, ὅτι∆ οῦλός ἐστι καὶ εἰσὶ θεραπαινίδες· καίτοι γε καθ' ἑκάστην ἡµέραν ἀκούοντες, ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος. Σὺ δὲ ἵππου µὲν οὐ καταφρονεῖς οὐδὲ ὄνου, ἀλλὰ πάντα ποιεῖς ὥστε µὴ γενέσθαι φαύλους· δούλων δὲ τῶν ὁµοψύχων ὑπερορᾷς; Καὶ τί λέγω δούλων, ὅπου γε καὶ παίδων καὶ θυγατέρων; Τί δὴ µετὰ ταῦτα; Ἀνάγκη λύπην εὐθέως ἐπεισιέναι, πάντων ἐκείνων καθαιρουµένων· πολλάκις δὲ καὶ ζηµίαν τίκτεσθαι µεγίστην, ἐν τῷ πλήθει καὶ τῷ θορύβῳ πολυτίµων τινῶν ἀπολλυµένων χρυσίων. Εἶτα µετὰ τὸν γάµον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόµεθα, καὶ πολλὰ σύµβολα γέλωτος γέµοντα. Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόµατααὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι µέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁµώνυµον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόµενοι βιώσεσθαι χρόνον. Εἶτα ἐπειδὰν συµβῇ πολλάκις αὐτὸ ἄωρον ὑποστῆναι θάνατον( συµβαίνει δὲ πολλάκις), πολὺς ἕψεται παρὰ τοῦ διαβόλου γέλως, ὅτι ὡσεὶ παῖδαςἀνοήτους διέπαιξε. Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτηµένους καὶ τὸν κόκκινον στήµονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέµοντα, δέονµηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ' ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν; Νῦν δὲ οὗτος µὲν καταπεφρόνηται ὁ τὴν οἰκουµένην ἐπιστρέψας ἅπασαν, καὶ χαλεπὴν δοὺς τῷ διαβόλῳ πληγὴν, καὶ πᾶσαν αὐτοῦ καταστρέψας τὴν δύναµιν· κρόκη δὲ καὶ στήµων καὶ τὰ ἄλλα περιάµµατα τὰ τοιαῦτα τοῦ παιδίου ἐµπιστεύονται τὴν ἀσφάλειαν. Εἴπω τι τούτου καταγελαστότερον ἕτερον; Ἀλλὰ µηδεὶς ἀκαιρίαν ἡµῶν καταγινωσκέτω, εἰ καὶ µέχρι τούτων πρόεισιν ὁ λόγος. Ὁ γὰρ τὴν σηπεδόνα καθᾶραι βουλόµενος, οὐ παραιτήσεται προτέρας τὰς ἑαυτοῦ µολῦναι χεῖρας. Τί δήποτ' οὖν τοῦτό ἐστι τὸ καταγέλαστον; Ὃ µηδὲν µὲν εἶναι δοκεῖ( διὰ γὰρ τοῦτο στένω), ἀρχὴ δέ ἐστι παραφροσύνης καὶ παρανοίας ἐσχάτης. Βόρβορον αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαµβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ µετώπου τυποῦσι τοῦ παιδίου· κἂν ἔρηταί τις, Τί βούλεται ὁ βόρβορος, τί δὲ ὁ πηλός; Ὀφθαλµὸν πονηρὸν ἀποστρέφει, φησὶ, καὶ βασκανίαν καὶ φθόνον. Βαβαὶ τῆς ἰσχύος τοῦ βορβόρου καὶ τῆς τοῦ πηλοῦ δυνάµεως, ἡλίκην ἔχει τὴν ἰσχύν! Ὁλόκληρον τοῦ διαβόλου παράταξιν ἀποστρέφει. Οὐκ ἐγκαλύψεσθε, εἰπέ µοι; οὐ συνήσετε ὀψέ ποτε τὰς παγίδας τὰς διαβολικὰς, πῶς ἐκ πρώτης ἡλικίας κατὰ µικρὸν ἐπεισάγει τὰς παρ' ἑαυτοῦ µηχανὰς ὁ διάβολος; Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί µὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ µετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ µᾶλλον τοῦ παιδίου τοὺςφθονοῦντας ἔχων; διὰ τί µὴ καὶ ὅλον βορβοροῖς τὸ σῶµα; εἰ γὰρ ἐπὶ τοῦ µετώπου τοσαύτην ἔχει τὴν ἰσχὺν, τίνος ἕνεκεν οὐχ ὅλον σεαυτὸν βορβόρῳ καταχρίεις; Γέλως ταῦτα καὶ κωµῳδία σατανικὴ, οὐκ εἰς χλευασίαν µόνον, ἀλλὰ καὶ εἰς γέενναν καταστρέφουσα τοὺς ἀπατωµένους. Καὶ τὸ µὲν παρ' Ἕλλησι ταῦτα γίνεσθαι, θαυµαστὸν οὐδέν· τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ µυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχηµοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον. Ὁ Θεός σε µύρῳ ἐτίµησε πνευµατικῷ, καὶ σὺ βορβόρῳ µολύνεις τὸ παιδίον; ὁ Θεός σε ἐτίµησε, σὺ δὲ σαυτὸν ἀτιµάζεις; καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ µετώπῳ, τὴν ἀσφάλειαν ἄµαχον παρέχοντα· σὺ δὲ ταῦτα ἀφεὶς, ἐπὶ τὴν σατανικὴν ἄνοιαν καταπίπτεις; Εἰ δέ τισι ταῦτα µικρὰ εἶναι δοκεῖ, µανθανέτωσαν, ὅτι µεγάλων ἐστὶν αἴτια κακῶν, καὶ ὅτι οὐδὲ τῷ Παύλῳ τὰ µικρὰ παρορᾷν ἔδοξε. Τί γὰρ, εἰπέ µοι, τοῦ καλύπτεσθαι ἄνθρωπον τὴν κεφαλὴν µικρότερον, Ἀλλ' ὅρα πόσην ὑπὲρ τούτου ποιεῖται σπουδὴν, καὶ µεθ' ὅσηςἀπαγορεύει σφοδρότητος, ἄλλα τε πολλὰ λέγων, καὶ ὅτι καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Εἰ δὲ ὁ κατακαλυπτόµενος καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὁ βορβόρῳ χρίων, πῶς οὐχὶ καὶ βδελυκτὸν ποιεῖ τὸ παιδίον; πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ µοι; πῶς ἀξιοῖς ἐπὶ τοῦ µετώπου σφραγῖδα ἐπιτεθῆναι παρὰ τῆς τοῦ πρεσβυτέρου χειρὸς, ἔνθα τὸν βόρβορον ἐπέχρισας; Μὴ ταῦτα, µὴ, ἀδελφοὶ, ἀλλ' ἐκ πρώτης ἡλικίας πνευµατικοῖς αὐτὰ περιφράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ µέτωπον· καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν. Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατανικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ µαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς; τὰς ἐπὶ τοῦ θανάτου καὶ τῆς καθ' ἕκαστον ἐκφορᾶς τὰς οἰµωγὰς, τοὺς κωκυτοὺς τοὺς ἀλόγους, τὴν ἐν τοῖς τάφοις ἄνοιαν, τὴν περὶ τὰ µνήµατα σπουδὴν, τὸν ἄκαιρον καὶ καταγέλαστον τῶν θρηνῳδῶν γυναικῶν ἐσµὸν, τὰς τῶν ἡµερῶν παρατηρήσεις, τῶν εἰσόδων καὶ τῶν ἐξόδων; Τούτων οὖν, εἰπέ µοι, τὴν δόξαν θη ρᾷς; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρµένων τὰς γνώµας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν, δέον ἐπὶ τὸνἀκοίµητον ἀεὶ καταφεύγειν ὀφθαλµὸν, καὶ πρὸς τὴν ἐκείνου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν; Οὗτοι µὲν γὰρ κἂν ἐπαινέσωσι, οὐδὲν ἡµᾶς ὠφελῆσαι δυνήσονται· ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόµενα, καὶ ἐνταῦθα ποιήσει λαµπροὺς, καὶ κατὰ τὴν µέλλουσαν ἡµέραν µεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.