Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 14 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
14.14
∆ ιὰ τοῦτο ἔπεµψα ὑµῖν Τιµόθεον, ὅς ἐστί µου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑµᾶς ἀναµνήσει τὰς ὁδούς µου τὰς ἐν Χριστῷ Ἰη σοῦ. αʹ. Σκόπει µοι κἀνταῦθα τὴν γενναίαν ψυχὴν, τὴν πυρὸς θερµοτέραν καὶ γοργοτέραν. Ἐβούλετο µὲν γὰρ αὐτὸς παραγενέσθαι µάλιστα νοσοῦσιν οὕτω καὶ στασιάζουσι Κορινθίοις. Καὶ γὰρ ᾔδει σαφῶς ἡλίκα τε ὠφέλει τοὺς µαθητὰς ἡ παρουσία αὐτοῦ, καὶ ἡλίκα ἔβλαπτεν ἡ ἀπουσία. Καὶ τὸ µὲν ἐδήλωσεν ἐν τῇ πρὸς Φιλιππησίους, εἰπών· Μὴ ὡς ἐν τῇ παρουσίᾳ µου µόνον, ἀλλὰ καὶ νῦν πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου, µετὰ φόβου καὶ τρόµου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· τὸ δὲ δείκνυσιν ἐν τῇ Ἐπιστολῇ ταύτῃ. λέγων· Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς ἐφυσιώθησάν τινες, ἐλεύσοµαι δέ. Ἠπείγετο µὲν οὖν καὶ ἐπεθύµει παραγενέσθαι αὐτός· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἐνῆν, τῇ ἐπαγγελίᾳ τῆς παρουσίας αὐτοὺς διορθοῦται· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τῇ τοῦ µαθητοῦ ἀποστολῇ.∆ ιὰ τοῦτο γὰρ, φησὶν, ἔπεµψα ὑµῖν Τιµόθεον.∆ ιὰ τοῦτο· ποῖον; Ἐπειδὴ ὡς παίδων κήδοµαι, καὶ ὡς γεγεννηκώς. Καὶ µετὰ τῆς συστάσεως τοῦ προσώπου, ἡ Ἐπιστολή· Ὅς ἐστί µου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Τοῦτο δὲ εἶπε, τήν τε αὐτοῦ ἀγάπην ἐµφαίνων, κἀκείνους παρασκευάζων αἰδεσίµως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς πιστὸν, ἀλλ' Ἐν Κυρίῳ, τουτέστιν, ἐν τοῖς κατὰ Κύριον πράγµασιν. Εἰ δὲ τὸ ἐν τοῖς βιωτικοῖς εἶναί τινα πιστὸν, ἐγκώµιον, πολλῷ µᾶλλον ἐν τοῖς πνευµατικοῖς. Εἰ τοίνυν ἀγαπητὸν αὐτοῦ τέκνον, ἐννόησον πόση τοῦ Παύλου ἡ ἀγάπη, ὅτι εἵλετο αὐτοῦ χωρισθῆναι διὰ Κορινθίους. Εἰ δὲ καὶ πιστὸν, ἀλήπτως διακονήσει τοῖς πράγµασιν. Ὃς ὑµᾶς ἀναµνήσει. Οὐκ εἶπε,∆ ιδάξει, ἵνα µὴ δυσανασχετῶσιν, ὡς παρ' αὐτοῦ µανθάνοντες.∆ ιὰ τοῦτο καὶ πρὸς τῷ τέλει φησί· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, καθὼς καὶ ἐγώ· µή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Οὐδεὶς γὰρ ἦν ἐν ἀποστόλοις φθόνος, ἀλλὰ πρὸς ἓν ἑώρων, τῆς Ἐκκλησίας τὴν οἰκοδοµήν· καὶ εἰ ἐλάττων ἦν ὁ ἐργαζόµενος, συνεκρότουν αὐτὸν µετὰ σπουδῆς ἁπάσης.∆ ιὰ τοῦτο οὐδὲ ἠρκέσθη τῷ εἰπεῖν, Ἀναµνήσει, ἀλλ' ἐπὶ πλέον ἄγει τὸν λόγον, ὑποτέµνεσθαι βουλόµενος αὐτῶν τὸν φθόνον( καὶ γὰρ ἦν νέος ὁ Τιµόθεος)· διὸ ἐπήγαγε· Τὰς ὁδούς µου. Οὐ τὰς αὐτοῦ, ἀλλὰ τὰς ἐµὰς, τουτέστι, τὰς οἰκονοµίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς νόµους, τοὺς θεσµοὺς, τοὺς κανόνας τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπε, Γυµνητεύοµεν καὶ κολαφιζόµεθα καὶ ἀστατοῦµεν, καὶ ταῦτα, φησὶ, πάντα ὑµᾶς ἀναµνήσει καὶ τοὺς νόµους τοὺς τοῦ Χριστοῦ, ὥστετὰς αἱρέσεις ἀνελεῖν. Εἶτα ἀνωτέρω τὸν λόγον ἀναγαγὼν ἐπήγαγε· Τὰ ἐν Χριστῷ· πάντα, ὡς εἴωθεν, ἀνατιθεὶς τῷ∆ εσπότῃ, καὶ τὸ ἀξιόπιστον τῶν ἑξῆς ἐντεῦθεν κατασκευάζων· διὸ καὶ ἐπάγει· Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Οὐδὲν πρὸς ὑµᾶς καινὸν εἶπον· ταῦτά µοι συνίσασι καὶ αἱ λοιπαὶ Ἐκκλησίαι πᾶσαι. Ὁδοὺς δὲ αὐτὰς ἐν Χριστῷ φησι, δεικνὺς ὅτι οὐδὲν ἔχουσιν ἀνθρώπινον, καὶ ὅτι µετὰ τῆς ἐκεῖθεν βοηθείας τὰ πάντα κατορθοῖ. Εἰπὼν δὲ ταῦτα καὶ θεραπεύσας ἐκείνους, καὶ µέλλων ἐµβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, πάλιν θυµοῦ γέµοντας λόγους ἀφίησιν, οὐκαὐτὸς ταῦτα πάσχων, ἀλλ' ἐκείνους διορθούµενος· καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν ἐκεῖνον οὔτε τῶν παρ' αὐτοῦ λόγων· ὅπερ ἐπὶ τῶν οἰκετῶν τῶν σφόδρα προσκεκρουκότων ποιοῦµεν. Καὶ ἐπειδὴ εἶπεν, ὅτι Τιµόθεον πέµπω, ἵνα µὴ τούτῳ ῥᾳθυµότεροι γένωνται, ὅρα τί φησιν· Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς, ἐφυσιώθησάν τινες. Ἐνταῦθα γὰρ καὶ ἐκείνων καθάπτεται καὶ ἑτέρων τινῶν, κατασείων αὐτῶν τὸ φρόνηµα. Φιλαρχίας γὰρ τὸ ἔγκληµα, τῇ ἐρηµίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρῆσθαι. Ὅταν µὲν οὖν πρὸς τοὺς πολλοὺς διαλέγηται, σκόπει πῶς ἐντρεπτικῶς αὐτὸ ποιεῖ· ὅταν δὲ πρὸς τοὺς αἰτίους, καταφορικώτερον. Ἐκείνοις µὲν γὰρ λέγει, Πάντων περίψηµα, καὶ θεραπεύων αὐτούς φησιν· Οὐκ ἐντρέπων ὑµᾶς, γράφω ταῦτα· τούτοις δὲ, Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς, ἐφυσιώθησάν τινες, δεικνὺς ὅτι παιδικῆς διανοίας ἡ ἀπόνοια· καὶ γὰρ οἱ παῖδες τῇ ἀπουσίᾳ τοῦ διδασκάλου ῥᾳθυµότεροι γίνονται. Τοῦτο δὲ οὖν ἐνδείκνυται, καὶ ὅτι ἀρκεῖ πρὸς διόρθωσιν ἡ παρουσία. βʹ. Καθάπερ γὰρ λέοντος παρουσία ἅπαντα ποιεῖ κατεπτηχέναι τὰ ζῶα· οὕτω καὶ ἡ Παύλου τοὺς δια φθείραντας τὴν Ἐκκλησίαν.∆ ιὸ καὶ ἐπάγει· Ἐλεύσοµαι δὲ ταχέως πρὸς ὑµᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἀλλὰ τὸ µὲν τοῦτο εἰπεῖν µόνον, ἐδόκει ἀπειλῆς εἶναι· τὸ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν καὶ αὐτὸν ἐπαγγείλασθαι, κἀκείνους ἀπαιτεῖν, τοῦτο ἦν µεγαλόφρονος διανοίας.∆ ιόπερ καὶ προσέθηκε τοῦτο, εἰπών· Καὶ γνώσοµαι οὐ τὸν λόγον τῶν πεφυσιωµένων, ἀλλὰ τὴν δύναµιν. Οὐδὲ γὰρ ἀπὸ κατορθωµάτων οἰκείων, ἀλλ' ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν· ὅπερ καὶ αὐτὸ γνώµης ἦν καταφρονητικῆς.∆ ιὰ τοῦτο εἰπὼν, Ἔπεµψα Τιµόθεον, οὐκ εὐθέως εἶπεν, Ἐλεύσοµαι, ἀλλὰ πρότερον αὐτῶν κατηγορήσας, ὅτι ἐφυσιώθησαν, τότε φησίν· Ἐλεύσοµαι. Εἰ µὲν γὰρ πρὸ τῆς κατηγορίας αὐτὸ τέθεικεν, ἀπολογία µᾶλλον ἐγένετο αὐτοῦ ὡς οὐκ ἀπολειφθέντος, καὶ οὐκ ἀπειλὴ, καὶ οὐδὲ οὗτος πιστὸς ὁ λόγος ἦν· νυνὶ δὲ µετὰ τὴν κατηγορίαν θεὶς, καὶ ἀξιόπιστον αὐτὸν καὶ φοβερὸν ἐποίησε. Καὶ ὅρα αὐτοῦ τὸ βέβαιον καὶ ἀσφαλές. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐλεύσοµαι, ἀλλ', Ἐὰν ὁ Κύριος θελήσῃ· καὶ οὐ τίθησι χρόνον ὡρισµένον. Ἐπειδὴ γὰρ συνέβαινεν αὐτὸν βραδέως παραγενέσθαι, τῇ ἀδηλίᾳ βούλεται αὐτοὺς ἐναγωνίους ποιῆσαι. Καὶ ἵνα µὴ διὰ τοῦτο πάλιν ἀναπέσωσι, προσέθηκε· Ταχέως. Καὶ γνώσοµαι, οὐ τὸν λόγον τῶν πεφυσιωµένων, ἀλλὰ τὴν δύναµιν. Οὐκ εἶπεν, ὅτι Γνώσοµαι τὴν σοφίαν, οὐδὲ τὰ σηµεῖα, ἀλλὰ τί; Οὐ τὸν λόγον· κἀκεῖνο τῷ ὀνόµατι καταφέρων, καὶ τοῦτο ἐπαίρων. Καὶ τέως πρὸς τοὺς ἄλλους ἀποτείνεται τοὺς συγκροτοῦντας τὸν πεπορνευκότα. Εἰ γὰρ πρὸς ἐκεῖνον ἔλεγεν, οὐκ ἂν εἶπε τὴν δύναµιν, ἀλλὰ τὰ ἔργα, ἅπερ ἦν αὐτῷ διεφθαρµένα. Καὶ διὰ τί οὐ ζητεῖς τὸν λόγον; Οὐκ ἐπειδὴ ἀπορῶ λόγου, ἀλλ' ἐπειδὴ ἐν δυνάµει τὰ ἡµέτερα. Καθάπερ οὖν ἐν πολέµῳ οὐ τῶν πολλὰ φθεγγοµένων τὸ κατορθοῦν, ἀλλὰ τῶν πολλὰ ἐργαζοµένων· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τῶν λαλούντων, ἀλλὰ τῶν ποιούντων ἡ νίκη. Μέγα φρονεῖς ἐπὶ εὐγλωττίᾳ, φησίν· ἀλλ' εἰ µὲν ῥητόρων ὁ ἀγὼν καὶ ὁ καιρὸς, καλῶς ἐντεῦθεν ἐφρόνεις· εἰ δὲ ἀποστόλων ἀλήθειαν καταγγελλόντων, καὶ σηµείοις ταύτην βεβαιούντων, τί πεφύσησαι ἐπὶ πράγµατι περιττῷ καὶ οὐδὲν ὄντι, οὐδὲ εἰς τὰ παρόντατι συντελέσαι δυναµένῳ; Τί γὰρ λόγων ἐπίδειξις δύναιτ' ἂν πρὸς τὸ νεκρὸν ἀναστῆσαι, ἢ δαίµονας ἐλάσαι, ἢ ἄλλην τινὰ τοιαύτην ἐργάσασθαι θαυµατουργίαν; Τούτων δὲ χρεία νῦν, καὶ διὰ τούτων τὰ ἡµέτερα συνίσταται.∆ ιὸ καὶ ἐπήγαγεν· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάµει.∆ ιὰ σηµείων, φησὶν, οὐ δι' εὐγλωττίας ἐκρατήσαµεν, καὶ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡµῶν, καὶ βασιλείαν καταγγέλλειν οὐρανῶν, µεγίστηνἀπόδειξιν παρεχόµενοι τὰ σηµεῖα, ἅπερ ποιοῦµεν τῇ δυνάµει τοῦ Πνεύµατος. Εἰ τοίνυν µεγάλοι τινὲς εἶναι βούλονται οἱ πεφυσιωµένοι νῦν, ἐπειδὰν παραγένωµαι, δειξάτωσαν, εἴ τινα δύναµιν τοιαύτην ἔχουσι· καὶ µή µοι ῥηµάτων προβαλλέσθωσαν κόµπους· οὐδὲν γὰρ ἐκείνη πρὸς ἡµᾶς ἡ τέχνη. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς, ἢ ἐν ἀγάπῃ πνεύµατί τε πραότητος; Πολὺ καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τὸ µὲν γὰρ εἰπεῖν, ὅτι Γνώσοµαι, ἔτι ὑπεσταλµένου ἦν· τὸ δὲ εἰπεῖν, Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς; ἐπὶ τὸν διδασκαλικὸν λοιπὸν ἀναβαίνοντος θρόνον κἀκεῖθεν αὐτοῖς διαλεγοµένου, καὶ τὴν ἐξουσίαν ἀναλαβόντος πᾶσαν. Τί ἐστιν, Ἐν ῥάβδῳ; Ἐν κολάσει, ἐν τιµωρίᾳ, τουτέστιν, Ἀνελῶ, πηρώσω· ὅπερ ἐπὶ τῆς Σαπφείρας ὁ Πέτρος ἐποίησεν ὅπερ αὐτὸς ἐπὶ Ἐλύµα τοῦ µάγου. Οὐκέτι γὰρ λοιπὸν ὡς παρεξετάζων ἐκείνοις ἑαυτὸν λέγει, ἀλλ' αὐθεντικῶς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τὸ αὐτὸ τοῦτο φαίνεται λέγων, ὅταν λέγῃ· Ἐπεὶ δοκιµὴν ζητεῖτε τοῦ ἐν ἐµοὶ λαλοῦντος Χριστοῦ. Ἐν ῥάβδῳ ἔλθω, ἢ ἐν ἀγάπῃ; τί γὰρ, ἐν ῥάβδῳ ἐλθεῖν, οὐκ ἦν ἀγάπης; Ἀγάπης µὲν ἦν· ἀλλ' ἐπειδὴ σφόδρα ἀγαπῶν ἀναδύεται πρὸς τιµωρίαν, διὰ τοῦτο οὕτω φησίν. Ὅτε µὲν οὖν περὶ τιµωρίας ἔλεγεν, οὐκ εἶπε, Πνεύµατί τε πραότητος, ἀλλὰ Ῥάβδῳ. Καίτοι κἀκεῖνο Πνεύµατι ἐγίνετο· ἔστι γὰρ πνεῦµα πραότητος, καὶ πνεῦµα αὐστηρότητος· ἀλλ' οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ' ἀπὸ τῶν χρηστοτέρων.∆ ιὰ τοῦτο καὶ ὁ Θεὸς καίτοι γε τιµωρούµενος, ὅτι µὲν ἐλεήµων ἐστὶ καὶ µακρόθυµος καὶ πλούσιος ἐν ἐλέει καὶ οἰκτιρµοῖς, πολλαχοῦ λέγεται· ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης. Καὶ σκόπει σοφίαν Παύλου. Τὴν ἐξουσίαν αὐτὸς ἔχων, καὶ τούτου κἀκείνου ἑτέρους ποιεῖ κυρίους λέγων, Τί θέλετε; ἐν ὑµῖν τὸ πρᾶγµα κεῖται. Καὶ γὰρ ἡµεῖς ἐσµεν καὶ τούτου κἀκείνου κύριοι, καὶ τοῦ εἰς γέενναν ἐµπεσεῖν, καὶ τοῦ βασιλείας ἐπιτυχεῖν· ἐπειδὴ ὁ Θεὸς οὕτως ἠθέλησεν. Ἰδοὺ γὰρ, φησὶ, πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου· καὶ, Ἐὰν θέλητε, καὶ εἰσακούσητέ µου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. γʹ. Ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι Θέλω. Καὶ οὐδεὶς οὕτως ἀνόητος, ὥστε µὴ θέλειν· ἀλλ' οὐκ ἀρκεῖ µοι τὸ θέλειν. Καὶ µὴν ἀρκεῖ, ἐὰν ὡς χρὴ θέλῃς, καὶ τὰ τοῦ θέλοντος ποιῇς· νυνὶ δὲ οὐ σφόδρα θέλεις. Καὶ τοῦτο ἐπὶ τῶν ἄλλων γυµνάσωµεν, εἰ δοκεῖ. Εἰπὲ γάρ µοι, ὁ βουλόµενος γυναῖκα ἀγαγέσθαι, ἀρκεῖται τῷ θέλειν; Οὐδαµῶς, ἀλλὰ καὶ προµνηστρίας ἐπιζητεῖ, καὶ φίλους ἀξιοῖ συναγρυπνῆσαι, καὶ χρήµατα συνάγει. Πάλιν ὁ ἔµπορος οὐκ οἴκοι καθήµενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον µισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιµάς. Πῶς οὖν οὐκ ἄτοπον εἰς µὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, τὸν δὲ οὐρανὸν ἐµπορεύεσθαι µέλλοντας τῷ θέλειν ἀρκεῖσθαι µόνον; µᾶλλον δὲ µηδὲ τοῦτο µετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς; Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγµάτων ἅπτετα ι τῶν ἐπὶ τοῦτο ἀγόντων ὃ θέλει Καὶ γὰρ ἐπειδὰν τὸ πεινῆσαι καταναγκάζῃ τραφῆναι, οὐ περιµένεις αὐτόµατα τὰ σιτία πρὸς σὲ ἐλθεῖν, ἀλλὰ πάνταποιεῖς ὑπὲρ τοῦ τὴν τροφὴν συναγαγεῖν· καὶ ἐπὶ τοῦ διψῇν καὶ ἐπὶ τοῦ ῥιγοῦν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁµοίως ἐνεργὸς εἶ καὶ παρατεταγµένος πρὸς τὴν τοῦ σώµατος ἐπιµέλειαν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς βασιλείας ποίει, καὶ πάντως αὐτῆς ἐπιτεύξῃ.∆ ιὰ τοῦτο γάρ σε αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς, ἵνα µὴ ὕστερον ἐγκαλῇς τῷ Θεῷ ὡς ἀνάγκῃ δεθείς. Σὺ δὲ ὑπὲρ ὧν τιµῆς ἀπέλαυσας, ὑπὲρ τούτων ἀγανακτεῖς; Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων·∆ ιὰ τί γάρ µε κύριον ἐποίησεν ἀρετῆς; Ἀλλὰ πῶς ἔδει κοιµώµενον καὶ νυστάζοντα καὶ τῆς κακίας ἐφιέµενον καὶ τρυφῶντα καὶ γαστριζόµενον ἐπὶ τὸν οὐρανὸν ἀναγαγεῖν; Ἀλλ' οὐκ ἂν ἀπέστης κακίας. Εἰ γὰρ νῦν, ἀπειλῆς κειµένης, οὐδὲ οὕτως ἀφίστασαι τῆς πονηρίας· εἰ καὶ τὸν οὐρανόν σοι προσέθηκεν ἔπαθλον, πότε ἂν ἐπαύσω γενόµενος ῥᾳθυµότερος καὶ χείρων πολλῷ; Οὐδὲ γὰρ ἐκεῖνο ἕξεις εἰπεῖν, ὅτι Ἔδειξε µὲν τὰ ἀγαθὰ, οὐκ ἐβοήθησε δέ· καὶ γὰρ πολλὴν ὑπισχνεῖταί σοι τὴν συµµαχίαν. Ἀλλ' ἡ µὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κακίᾳ ἡδονὴ συγκέκραται πολλή· καὶ ἡ µὲν ἔστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιµµένη. Ἆρα διόλου, εἰπέ µοι, ἢ ἀπὸ τῆς ἀρχῆς ἀµφότεραι τοιαῦται; Καὶ γὰρ καὶ ἄκων ὑπὲρ τῆς ἀρετῆς λέγεις ταῦτα ἃ λέγεις· οὕτως ἰσχυρὸν ἡ ἀλήθεια. Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ µὲν ἐπὶ κάµινον, ἡ δὲ ἐπὶ παράδεισον φέρουσα, καὶ ἡ µὲν ἦν πλατεῖα ἡ ἐπὶ τὴν κάµινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίανἂν εἵλου µᾶλλον ὁδόν; Κἂν γὰρ νῦν φιλονεικῶν ἀντείπῃς, ἀλλὰ τοῖς σφόδρα ὡµολογηµένοις, κἂν σφόδρα ἀναισχυντῇς, ἀντειπεῖν οὐ δυνήσῃ. Ὅτι µὲν γὰρ αὕτη µᾶλλόν ἐστιν αἱρετὴ ἡ τὴν ἀρχὴν ἔχουσα χαλεπὴν, ἀλλὰ µὴ τὸ τέλος, ἀπὸ τῶν ἐν χερσὶν ὑµᾶς διδάξαι πειράσοµαι. Καὶ, εἰ βούλεσθε, τὰς τέχνας µεταχειρίσωµεν πρῶτον· αὗται γὰρ τὴν µὲν ἀρχὴν πόνου γέµουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές. Ἀλλ' οὐδεὶς, φησὶν, ἥψατο τέχνης µὴ τὸν ἀναγκάζοντα ἔχων. Ἐπειδὰν γὰρ ᾖ κύριος ἑαυτοῦ, φησὶν, ὁ νέος, µᾶλλον αἱρήσεται τρυφᾷν ἐν ἀρχῇ, καὶ πρὸς τῷ τέλει µυρία παθεῖν τὰ κακὰ, ἢ ταλαιπωρεῖσθαι ἐν προοιµίοις, καὶ καρποῦσθαι µετὰ ταῦτα ἐκ τῶν πόνων ἐκείνων. Οὐκοῦν τὸ τοιαῦτα αἱρεῖσθαι, ὀρφανικῆς ἐστι διανοίας καὶ παιδικῆς ῥᾳθυµίας· τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας. Οὕτω τοίνυν καὶ ἡµεῖς, εἰ µὴ ἦµεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωµοιώθηµεν ἄν.∆ εῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ µὴ τὰ πράγµατα αἰτιᾶσθαι· καὶ τὸν ἡνίοχον ἐπιστῆσαι τῇ συνειδήσει, ὃς οὐκ ἐάσει γαστρίζεσθαι, ἀλλὰ τρέχειν καὶ ἀγωνίζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς µὲν παῖδας µετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγµατα προοίµια µὲν ἔχοντα ἐπίµοχθα, τὸ δὲ τέλος χρηστόν· ἡµᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευµατικῶν διακεῖσθαι πραγµάτων; καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος. Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ µεταβολὴ πραγµάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, µετὰ τοὺς πολλοὺς πόνους τῶνκαρπῶν ἀποστερηθῆναι ἐποίησε. Κἂν ἐπιτύχωσι δὲ οἱ µετιόντες, οὐδὲν µέγα καρπώσονται· τῷ γὰρ παρόντι βίῳ πάντα συγκαταλύεται ἐκεῖνα. Ἐνταῦθα δὲ οὐδὲ ὑπὲρ τοιούτων τρέχοµεν ψυχρῶν καὶ ἐπικήρων, οὔτε δεδοίκαµεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ µείζων καὶ ἀσφαλεστέρα ἡ ἐλπὶς µετὰτὴν ἐντεῦθεν ἀποδηµίαν. Τίς οὖν ἔσται συγγνώµη; τίς δὲ ἀπολογία µὴ βουλοµένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους; Ἀλλ' ἐρωτῶσιν ἔτι·∆ ιὰ τί στενὴ ἡ ὁδός; Καὶ εἰς µὲν βασίλεια τὰ ἐπίγεια τῶν πόρνων καὶ τῶν µεθυόντων καὶ τῶν λάγνων οὐκ ἀξιοῖς εἰσιέναι τινά· εἰς δὲ τὸν οὐρανὸν αὐτὸν µετὰ ἀδείας καὶ τρυφῆς καὶ µέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς; καὶ ποῦ ταῦτα συγγνώµης ἄξια; δʹ. Ἀλλ' οὐ τοῦτο, φησὶ, λέγω, ἀλλὰ διὰ τί µὴ εὐρύχωρος ἦν ἡ ἀρετή. Καὶ µὴν ἐὰν θέλωµεν, καὶ σφόδρα ἐστὶν εὔκολος· Τί γὰρ εὐκολώτερον, εἰπέ µοι, τὸ διορύξαι τοῖχον, καὶ λαβόντα τὰ ἑτέρων ὕστερον εἰς δεσµωτήριον ἐµπεσεῖν, ἢ τοῖς οὖσιν ἀρκούµενον παντὸςἀπηλλάχθαι φόβου; Καίτοι γε οὐ τὸ πᾶν εἶπον. Τί γὰρ εὐκολώτερον, εἰπέ µοι, τὰ πάντων ὑφελόµενον καὶ ὀλίγοις ἐντρυφήσαντα χρόνον βραχὺν, στρεβλοῦ σθαι καὶ µαστίζεσθαι ἀθάνατα, ἢ ἐνπενίᾳ ζήσαντα δικαίᾳ βραχὺν καιρὸν, διηνεκῶς τρυφᾷν ὕστερον; µήπω γὰρ τί λυσιτελέστερον ἐξετάσωµεν, ἀλλὰ τέως τί εὐκολώτερον. Τί δὲ ἥδιον, ὄναρ ἰδεῖν χρηστὸν καὶ ἐν ἀληθείᾳ κολάζεσθαι, ἢ χαλεπὸν ὄναρ ἰδόντα ἐν ἀληθείᾳ τρυφᾷν; οὐκ εὔδηλον ὅτι τοῦτο; Πῶς οὖν, εἰπέ µοι, τραχεῖαν καλεῖς τὴν ἀρετήν; Τραχεῖα γάρ ἐστι πρὸς τὴν ὀλιγωρίαν ἐξεταζοµένη τὴν ἡµετέραν· ἐπεὶ ὅτι γε ῥᾳδία καὶ εὔκολος, ἄκουσον τί φησιν ὁ Χριστός· Ὁ ζυγός µου χρηστὸς, καὶ τὸ φορτίον µου ἐλαφρόν. Εἰ δὲ οὐκ αἰσθάνῃ τῆς κουφότητος, δῆλον ὅτι προθυµίαν ἐῤῥωµένην οὐκ ἔχεις. Ὥσπερ γὰρ ταύτης οὔσης καὶ τὰ βαρέα κοῦφα, οὕτως οὐκ οὔσης καὶ τὰ κοῦφα βαρέα. Τί γὰρ, εἰπέ µοι, τῆς τοῦ µάννα τραπέζης ἥδιον καὶ ἀπονώτερον; Ἀλλ' ἐδυσχέραινον οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες τρυφῆς. Τί λιµοῦ πικρότερον, καὶ τῶν ἄλλων τῶν ἐπιµόχθων ὧν ὑπέµεινε Παῦλος; Ἀλλ' ἐσκίρτα καὶ ἔχαιρε καὶ ἔλεγε· Νῦν χαίρω ἐν τοῖς παθήµασί µου. Τί οὖν τὸ αἴτιον; Ἡ τῆς γνώµης διαφορά. Ἂν τοίνυν ταύτην, οἵαν εἶναι χρὴ, κατασκευάσῃς, ὄψει τὴν εὐκολίαν τῆς ἀρετῆς. Τί οὖν, ἀπὸ τῆς γνώµης τῶν µετιόντων τοιαύτη γίνεται, φησίν; Οὐκ ἀπὸ τῆς γνώµης µόνον, ἀλλὰ καὶ φύσει τοιαύτη τίς ἐστι. Καὶ γὰρ εἰ µὲν διόλου ἐπίπονος ἦν ἐκείνη, καὶ αὕτη διόλου τὸ ἐναντίον, εἰκότως ἄν τις τῶν ἀναπεπτωκότων εἶπε ταύτην εὐκολωτέραν ἐκείνης· εἰ δὲ ἀρχὴν ἔχουσιν ἡ µὲν χαλεπὴν, ἡ δὲ ἡδεῖαν, τὰ δὲ τέλη πάλιν ἀπεναντίας αὐταῖς, ἄπειρα δὲ τὰ τέλη, τῆς µὲν τὸ ἡδὺ, τῆς δὲ τὸ βαρὺ, ποίαν, εἰπέµοι, εὐκολώτερον ἑλέσθαι; Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον; Ὅτι οἱ µὲν ἀπιστοῦσιν, οἱ δὲ καὶ πιστεύοντες, διεφθαρµένην τὴν γνώµην ἔχουσι, καὶ ἕλοιντ' ἂν τὴν πρόσκαιρον ἡδονὴν ἀντὶ τῆς αἰωνίας. Οὐκοῦν τοῦτο εὔκολον; Οὐκ εὔκολον, ἀλλ' ἀσθενοῦς ψυχῆς τοῦτο. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπειδὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ' ἐπειδὴ κατασχεῖνοὐκ ἀνέχονται τῆς ἐπιθυµίας τῆς ἀτόπου· οὕτω καὶ οὗτοι· ὡς εἴ γε ἐπὶ τὴν κόλασίν τις αὐτοὺς ἔφερεν ὁµοῦ µετὰ τῆς ἡδονῆς, οὐκ ἄν ποτε ταύτην εἵλοντο. Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία; Εἰ δὲ βούλει, καὶ ἐπ' αὐτῶν τῶν πραγµάτων ἐξετάσωµεν τὸ αὐτὸ τοῦτο πάλιν. Τί γὰρ ἥδιον, εἰπέ µοι, καὶ εὐκολώτερον; Ἀλλὰ µὴ πάλιν ἀπὸ τῆς ἐπιθυµίας τῶν πολλῶν τὰ πράγµατα κρίνωµεν· οὐδὲ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων ψηφίζεσθαι χρή. Οὐδὲ γὰρ, ἂν µυρίους µοι δείξῃς πυρέττοντας καὶ τὰ ἐναντία τῇ ὑγείᾳ ζητοῦντας, καὶ αἱρουµένους µετὰ ταῦτα κολάζεσθαι, ἀποδέξοµαι τὴν αἵρεσιν ταύτην. Τί τοίνυν εὐκολώτερον, εἰπέ µοι, ἐφίεσθαι πολλῶν χρηµάτων, ἢ µείζονα εἶναι τῆς ἐπιθυµίας ταύτης; Ἐµοὶ µὲν γὰρ τοῦτο δοκεῖ· εἰ δὲ αὐτὸς ἀπιστεῖς, ἐπ' αὐτὰ τὰ πράγµατα τὸν λόγον ἀγάγωµεν. Καὶ ἔστω ὁ µὲν πολλῶν ἐφιέµενος, ὁ δὲ µηδενός· τί τοίνυν κρεῖττον, εἰπέ µοι, καὶ τί σεµνότερον; εʹ. Ἀλλὰ τοῦτο µὲν παρείσθω· τοῦτο γὰρ ὡµολόγηται, ὅτι οὗτος ἐκείνου σεµνότερος· καὶ οὐδὲν περὶ τούτου ζητοῦµεν νῦν, ἀλλὰ τίς εὐκολώτερον ζῇ βίον καὶ ἥδιον. Ὁ µὲν γὰρ φιλάργυρος οὐδὲ τῶν ὄντων ἀπολαύσεται· ὃ γὰρ φιλεῖ, οὐκ ἂν ἕλοιτο δαπανῆσαι, ἀλλ' ἡδέως ἑαυτὸν ἂν κατακόψειε καὶ τὰ σάρκας πρόοιτο, ἢ τὸ χρυσίον· ὁ δὲ καταφρονῶν χρηµάτων τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ µετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων. Τί οὖν ἥδιον, µετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, µηδενὸς τολµᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ; Ὅµοιον γὰρ εἶναί µοι δοκεῖ, ὥσπερ ἂν εἴ τινες ἄνδρες δύο γυναῖκας ἔχοντες, καὶ σφόδρα αὐτῶν ἐρῶντες, µὴ ὁµοίως αὐταῖς χρῷντο· ἀλλὰ τῷ µὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁµιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ µηδὲ ἐγγὺς γενέσθαι. Εἴπω καὶ ἕτερον, τοῦ µὲν τὴν ἡδονὴν, τοῦ δὲ ἀθυµίαν ἐνδεικνύµενος. Ὁ φιλάργυρος οὐδέποτε στήσεται τῆς ἐπιθυµίας ταύτης, οὐ τῷ µὴ δύνασθαι τὰ πάντων λαβεῖν µόνον, ἀλλὰ καὶ τῷ, ὅσα ἂν περιβάληται, µηδὲνἡγεῖσθαι ἔχειν· ὁ δὲ χρηµάτων καταφρονῶν, περιττὰ πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράντοις ἐπιθυµίαις. Οὐδὲν γὰρ οὕτως εἰς κολάσεως λόγον ἐστὶν, ὡς ἐπιθυµία ἀπολαύσεως ἐστερηµένη, ὃ µάλιστα καὶ τὴν διεστραµµένην δείκνυσι γνώµην. Σκόπει δέ· ὁ ἐπιθυµῶν χρηµάτων καὶ κτησάµενος πλείονα, ὡς οὐδὲν ἔχων διάκειται ὁ τοιοῦτος· ἆρα τῆς νόσου ταύτης πολυπλοκώτερόν τι γένοιτ' ἄν; Καὶ οὐ τοῦτο µόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἔχων, οὐκ ἔχειν δοκεῖ αὐτὰ ἃ κατέχει, καὶ ὡς οὐκ ἔχων κόπτεται· κἂν τὰ πάντων λάβῃ, µᾶλλον ἀνιᾶται· κἂν κτήσηται ἑκατὸν τάλαντα, ὅτι µὴ χίλια ἔλαβεν, ἀλγεῖ κἂν χίλια λάβῃ, ὅτι µὴ µύρια, δάκνεται· κἂν µύρια λάβῃ, ὅτι µὴ δεκάκις τοσαῦτα, κατακόπτεται· καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας· ὅσῳ γὰρ ἂν λάβῃ πλείονα, τοσούτῳ πλειόνων ἐπιθυµεῖ. Οὐκοῦν ὅσῳ ἂν πλείονα λάβῃ, τοσούτῳ µᾶλλον γίνεται πένης· ὁ γὰρ πλειόνων ἐπιθυµῶν, µᾶλλον πένης ἐστίν. Ὅταν µὲν οὖν ἑκατὸν ἔχῃ τάλαντα, οὐ σφόδρα πτωχεύει· χιλίων γὰρ ἐπιθυµεῖ· ὅταν χίλια λάβῃ, τότε µᾶλλον γίνεται πένης· οὐκέτι γὰρ χιλίων ὡς πρότερον, ἀλλὰ µυρίων αὐτὸν ἐν χρείᾳ φησὶν εἶναι. Εἰ δὲ τὸ ἐπιθυµεῖν, καὶ µὴ ἐπιτυγχάνειν, ἡδονὴν εἶναι λέγεις, ἀγνοεῖν µοι σφόδρα δοκεῖς τῆς ἡδονῆς τὴν φύσιν. Ὅτι γὰρ οὐχ ἡδονὴ, ἀλλὰ κόλασις τὸ τοιοῦτον, ἐφ' ἕτερον αὐτὸ πάλιν ἀγαγόντες, ἐξετάσωµεν. Ὅταν διψῶµεν, οὐ διὰ τοῦτο ἡδόµεθα πίνοντες, ὅτι τὸ δίψος παύοµεν, καὶ διὰ τοῦτο ἡδονὴ τὸ πίνειν, ὅτι µεγάλης ἡµᾶς ἀπαλλάττει βασάνου, τῆςἐπιθυµίας λέγω τοῦ πίνειν; παντί που δῆλον. Εἰ δὲ µέλλοιµεν ἐν ἐπιθυµίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξοµεν τοῦ πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον· ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυµοῦντα σφοδρῶς σταγόνος µικρᾶς, µὴ ἔχειν τὸν ταύτην παρέχοντα· ὅπερ καὶ οἱ φιλάργυροι πάσχειν µοι δοκοῦσι διηνεκῶς, καὶ κατ' ἐκεῖνον εἶναι τὸν ἀξιοῦντα ταύτης ἀπολαῦσαι, καὶ µὴ ἐπιτυγχάνοντα· µᾶλλον γὰρ αὐτῶν ἡ ψυχὴ τῆς ἐκείνου καίεται. Καὶ καλῶς τις εἶπεν ὑδερικούς τινας εἶναι τοὺς φιλαργύρους. Καθάπερ γὰρ ἐκεῖνοι πολὺ φέροντες ὕδωρ ἐν τῷ σώµατι µᾶλλον ἐκκαίονται· οὕτω καὶ οἱ φιλάργυροι πολλὰ περιφέροντες χρήµατα πλειόνων ἐπιθυµοῦσι. Τὸ δὲ αἴτιον, ὅτι οὔτε ἐκεῖνοι ἐν τοῖς προσήκουσι τόποις τὸ ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισµοῖς τὴν ἐπιθυµίαν. Φεύγωµεν οὖν τὴν ξένην ταύτην καὶ κενὴν νόσον, φεύγωµεν τὴν ῥίζαν τῶν κακῶν, φεύγωµεν τὴν παροῦσαν γέενναν· γέεννα γὰρ ἡ τούτων ἐπιθυµία. Ἀνάπτυξον γοῦν τὴν ψυχὴν ἑκάστου, καὶ τοῦ καταφρονοῦντος χρηµάτων καὶ τοῦ µὴ καταφρονοῦντος· καὶ ὄψει ὅτι ὁ µὲν τοῖς µαινοµένοις ἔοικεν, οὐδὲν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι βουλόµενος· ὁ δὲ λιµένι προσέοικε κυµάτων ἀπηλλαγµένῳ, καὶ πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός. Ἄν τε γὰρ λάβῃ τις, οὐκ ἐλύπησεν, ἄν τε δῷ πάλιν τις αὐτῷ, οὐκ ἐφύσησεν, ἀλλά τίς ἐστιν ἐλευθερία παρ' αὐτῷ πᾶσαν ἄδειαν ἔχουσα· καὶ ὁ µὲν πάντας καὶ κολακεύειν καὶ ὑποκρίνεσθαι ἀναγκάζεται, οὗτος δὲ οὐδένα. Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέµει καὶ τιµωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲκαταφρονῶν χρηµάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή; Καὶ τοῖς λοιποῖς δὲ ἂν ἐπεξήλθοµεν κακοῖς, δι' ὧν δείκνυται ὅτι οὐδέν ἐστι κακὸν ἡδονὴν ἔχον, εἰ µὴ πολλὰ ἡµῖν ἔµπροσθεν εἴρητο. Ταῦτ' οὖν εἰδότες, ἑλώµεθα τὴν ἀρετὴν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωµεν, καὶ τῶν µελλόντων ἀγαθῶν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶτὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note