In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
17.17
Πάντα µοι ἔξεστιν, ἀλλ' οὐ πάντα συµφέρει· πάντα µοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθή σοµαι ὑπό τινος. αʹ. Τοὺς λαιµάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ µέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀµετρίας, σφοδρῶς τὸ πάθος κολάζει. Οὐδὲ γὰρ περὶ τῶν ἀπηγορευµένων λέγει τοῦτο· ἐκεῖνα γὰρ οὐκ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἀδιαφόρων εἶναι δοκούντων. Οἷόν τι λέγω· Ἔξεστι, φησὶ, φαγεῖν, καὶ πιεῖν, ἀλλ' οὐ συµφέρει µετὰ ἀσωτίας. Καὶ τὸ δὴ θαυµαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ µόνον οὐ συµφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον µὲν ἀπὸ τοῦ ἀσυµφόρου ἀποτρέπει λέγων· Οὐ συµφέρει· δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου, λέγων, ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσοµαι ὑπό τινος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κύριος εἶ τοῦ φαγεῖν, φησίν· οὐκοῦν µένε κύριος ὢν, καὶ σκόπει µὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ µὲν γὰρ εἰς δέον αὐτῷ κεχρηµένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν· ὁ δὲ εἰς ἀµετρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νοµίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν, ὅπερ ἔφθην εἰπὼν, εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ· Ἐκείνων ἕκαστος ἔλεγεν· Ἔξεστί µοι τρυφᾷν· αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ' ὡς αὐτὸς ὑποκείµενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ' αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρηµάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώµατα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριµαργίαν λέγει· ὡς ὅταν λέγῃ· Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ µέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Καὶ ἡ κοιλία τοῖς βρώµασι· τὸ δὲ σῶµα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ µὴν καὶ ἡ κοιλία, σῶµα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώµατα καὶ τὴν γαστριµαργίαν, ὅπερ κοιλίαν ἐκάλεσε, τὸν Χριστὸν καὶ τὸ σῶµα. Τί δέ ἐστι, Τὰ βρώµατα τῇ κοιλίᾳ; Τὰ βρώµατα, φησὶ, πρὸς τὴν γαστριµαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡµᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοί νυν περὶ τροφὴν ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε; Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον οὐδὲν ἐπιδείξεται· ἀλλ' ὥσπερ δεσποίνῃ τινὶ διακονουµένη µένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ' αὐτὸ τοῦτοτὸ µάταιον. Καὶ ἀµφότερα ἀλλήλοις συµπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώµασι, καὶ τὰ βρώµατα τῇ κοιλίᾳ, δρόµον τινὰ ἀνήνυτον ἀνελίττουσα· ὡς ἂν εἰ ἀπὸ σώµατος διεφθαρµένου σκώληκες τίκτοιντο, καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶµα· ἢ ὥσπερ ἂν εἰ κῦµα κορυφούµενον καὶ διαλυόµενον µηδὲν περαίνοι πλέον. Ταῦτα δὲ οὐ περὶ τροφῆς καὶ σώµατος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριµαργίας καὶ τὴν ἀµετρίαν τῶν ἐδεσµάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄµετρον ἐπιθυµίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ καὶ νοµοθετεῖ περὶ αὐτῶν οὕτω λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα· ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγµα, καὶ τὴν διόρθωσιν αὐτοῦ µετὰ συµβουλὴν ἐπιτρέψας εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρηµένον ἐστὶ, τὴν ἐν τῷ µέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύµµετρον ἕξει τέλος, πολλῷ µᾶλλον τῆς ἀµετρίας ἀπέχεσθαι δεῖ. Εἶτα ἵνα µὴ νοµίσῃ τις ὅτι τοῦ σώµατός ἐστιν ἡ διαβολὴ, µηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ µέρους τὸ ὅλον διέβαλε, µηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώµατος αἰτία ἦντῆς πορνείας, ἄκουσον τῶν ἑξῆς. Οὐ γὰρ τὴν φύσιν αἰτιῶµαι, φησὶ, τοῦ σώµατος, ἀλλὰ τὴν ἄµετρον τῆς ψυχῆς ἀσωτίαν· διὸ καὶ ἐπάγει· Τὸ δὲ σῶµα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριµαργῇ, ἀλλ' ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώµατι ἐπικέηται. Αἰδεσθῶµεν, φρίξωµεν ὅτι τοσαύτης ἀξιωθέντες τιµῆς, ὡς ἐκείνου τοῦ ἄνω καθηµένου γενέσθαι µέλη, τοσούτοις κακοῖς καταισχύνοµεν ἑαυτούς. Κατηγορήσας τοίνυν ἱκανῶς τῶν γαστριµάργων, καὶ τῇ τῶν µελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων· Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡµᾶς ἐξεγερεῖ διὰ τῆς δυνάµεως αὐτοῦ. βʹ. Εἶδες πάλιν σοφίαν ἀποστολικήν; τὸ γὰρ ἀξιόπιστον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατα σκευάζει, καὶ µάλιστα νῦν. Εἰ γὰρ τὸ σῶµα ἡµῶν µέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶµα πάντως ἕψεται τῇ κεφαλῇ.∆ ιὰ τῆς δυνάµεως αὐτοῦ. Ἐπειδὴ γὰρ εἶπε πρᾶγµα ἀπιστούµενον καὶ λογισµοῖς οὐ δυνάµενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάµεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεωςτοῦ Χριστοῦ, οὐ µικρὰν κατ' αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόµενος. Καὶ ἐπὶ µὲν τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὐ τέθεικεν αὐτό· οὐδὲ γὰρ εἶπεν, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ· ἐξέβη γὰρ τὸ πρᾶγµα· ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε· καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡµετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡµᾶς ἐξεγερεῖ διὰ τῆς δυνάµεως αὐτοῦ· τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστοµίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, µηδέν σε θορυβείτω τοῦτο. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Χριστοῦ, τοῦτο τέθεικεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡµέραις ἐγερῶ αὐτόν· καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν µου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁµοίως ποιεῖ. Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέµνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ µονονουχὶ λέγων· Ἔφαγες· ἔπιες ἀσώτως, καὶ τί τὸ πέρας; οὐδὲν, ἀλλ' ἢ φθορὰ µόνον. Συνεζεύχθης τῷ Χριστῷ, καὶ τί τὸ πέρας; Μέγα καὶ θαυµαστὸν ἡ µέλλουσα ἀνάστασις, ἡ ἔνδοξος ἐκείνη καὶ πάντα ὑπερβαίνουσα λόγον. Μηδεὶς τοίνυν διαπιστείτω τῇ ἀναστάσει· εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Τὰ γὰρ ἤδη γενόµενα παραδοξότερα πολλῷ, καὶ θαῦµα ἀµήχανον ἔχοντα. Σκόπει δέ· Γῆν λαβὼν ἔφυρε, καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερµάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων ἐπ' ἐκείνων ἡγησαµένων, οὐχ ὑετῶνκατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων;∆ ιὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆςἀναστάσεως λόγον. Τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον. Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ µηδαµῶς φαινόµενον δεῖξαι πῦρ· οὐκ ἔστιν ἴσον κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ µηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα µὲν γὰρ, εἰ καὶ µηδὲν ἄλλο, ἀλλ' ἡ ὕλη ὑπέκειτο· ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο.∆ ιὰ τοῦτο τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ.∆ υσκολώτερον δὲ εἶπον, οὐχὶ τῷ Θεῷ, ἀλλὰ κατὰ τὴν τῶν ἡµετέρων λογισµῶν ἀκολουθίαν· Θεῷ γὰρ δύσκολον οὐδέν· ἀλλ' ὥσπερ ζωγράφος ὁ µίαν ποιῶν εἰκόνα, µυρίας εὐκόλως ποιήσει, οὕτω καὶ Θεῷ ῥᾴδιον µυρίους ποιῆσαι κόσµους καὶ ἀπεί ρους· µᾶλλον δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν καὶ κόσµους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, µᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον. Σὺ µὲν γὰρ κἂν βραχὺν χρόνον ἀναλίσκεις ἐν τῇ ἐννοίᾳ· ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ' ὅσῳ τῶν κουφοτάτων τινὸς, µᾶλλον δὲ καὶ τοῦ νοῦ τοῦ ἡµετέρου οἱ λίθοι βαρύτεροι, τοσούτῳ ὁ νοῦς ἡµῶν τῆς ταχύτητος τῆς ἐντῷ ποιεῖν ἀπολιµπάνεται τοῦ Θεοῦ. Ἐθαύµασας αὐτοῦ τὴν δύναµιν ἐπὶ τῆς γῆς; Ἐννόησον πάλιν πῶς ὁ οὐρανὸς γέγονεν οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη· καὶ ταῦτα πάντα οὐκ ὄντα. Πάλιν, εἰπέ µοι, πῶς µετὰ τὸ γενέσθαι ἕστηκε, καὶ ἐπὶ τίνος; ποίαν ὑποβάθραν ἔχει, ἡ γῆ δὲ ποίαν; καὶ τί µετὰ τὴν γῆν; καὶ µετ' ἐκεῖνο πάλιν τὸ µετὰ τὴν γῆν, τί; Ὁρᾷς εἰς πόσον ἴλιγγον ἐκπίπτει σου τὸ τῆς διανοίας ὄµµα, ἂν µὴ ταχέως ἐπὶ τὴν πίστιν καταδράµῃς καὶ τὴν ἀκατάληπτον δύναµιν τοῦ ποιήσαντος; Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἀνθρωπίνων στοχάζεσθαι, δυνήσῃ κατὰ µικρὸν πτερῶσαί σου τὴν διάνοιαν. Ποίων ἀνθρωπίνων; φησίν. Οὐχ ὁρᾷς τοὺς κεραµέας, πῶς τὸ διακλασθὲν καὶ γενόµενον ἄµορφον διαπλάττουσι σκεῦος; τοὺς τὴν µεταλλικὴν χωνεύοντας γῆν, πῶς τὴν γῆν χρυσίον ἀποφαίνουσι, καὶ σίδηρον καὶ χαλκόν; πάλιν ἑτέρους τοὺς τὴν ὕελον ἐργαζοµένους, πῶς τὴν ἄµµον εἰς ἓν σῶµα συνεχὲς καὶ διαυγὲς µετασκευάζουσι; Εἴπω τοὺς σκυτοδέψας, τοὺς τὰ ἁλουργὰ ἐσθήµατα βάπτοντας, πῶς ἕτερον ἀνθ' ἑτέρου τὸ δεξάµενον τὴν βαφὴν ἀποφαίνουσιν; εἴπω τὴν γέννησιν τὴν ἡµετέραν; οὐ σπέρµα βραχὺ πρῶτον ἄµορφον καὶ ἀτύπωτον ἐνίεται εἰς τὴν ὑποδεχοµένην µήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυµνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ µετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάµη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου µικρὰ πολλάκις ἐµπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρπὸν ἤνεγκεν; Εἶτα τούτων µὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν µόνον ἀπαιτεῖς εὐθύνας µετασκευάζοντα ἡµῶν τὸ σῶµα; καὶ ποῦ ταῦτα ἄξια συγγνώµης; γʹ. Ταῦτα πρὸς Ἕλληνας λέγωµεν καὶ τὰ τοιαῦτα· πρὸς γὰρ τοὺς ταῖς Γραφαῖς πειθοµένους οὐδὲ λόγου µοι δεῖ. Εἰ γὰρ µέλλοις περιεργάζεσθαι πάντα τὰ ἐκείνου, τί πλέον ἕξει τῶν ἀνθρώπων ὁ Θεός; καίτοι γε καὶ ἀνθρώπους πολλοὺς οὐ περιεργαζόµεθα. Εἰδὲ ἐπ' ἀνθρώπων τοῦτο ποιοῦµεν, καὶ οὐ περιεργαζόµεθα, πολλῷ οὖν µᾶλλον τὴν τοῦ Θεοῦ σοφίαν πολυπραγµονεῖν οὐ χρὴ οὐδὲ λογισµοὺς ἀπαιτεῖν· πρῶτον µὲν, ὅτι ἀξιόπιστος ὁ ἀποφαινόµενος, δεύτερον δὲ, ὅτι οὐ δέχεται λογισµῶν ἔρευναν τὰ πράγµατα. Οὐ γὰρ οὕτω πτωχὸς ὁ Θεὸς, ὡς τοιαῦτα ἐργάζεσθαι µόνα, ἃ τῇ τῶν λογισµῶν ἀσθενείᾳ περιληφθῆναι δύναται τῶν σῶν. Εἰ γὰρ τέκτονος ἔργον οὐ καταλαµβάνεις, πολλῷ µᾶλλον τοῦ ἀριστοτέχνου Θεοῦ. Μὴ ἀπιστεῖτε τοίνυν τῇ ἀναστάσει· ἐπεὶ πολλῷ µακρὰν τῆς ἐλπίδος ἔσεσθε τῆς µελλούσης. Ἀλλὰ τί τὸ σοφὸν τῶν ἀντιλεγόντων, µᾶλλον δὲ τὸ σφόδρα ἀνόητον; Καὶ πῶς, ὅταν ἀναµιχθῇ τὸ σῶµα τῇ γῇ καὶ γένηται γῆ, καὶ αὕτη πάλιν ἑτέρως µετενεχθῇ, ἀναστήσεται, φησί; Σοὶ τοῦτο ἄπορον εἶναι δοκεῖ, ἀλλ' οὐ τῷ ἀκοιµήτῳ ὀφθαλµῷ· ἐκείνῳ γὰρ ἅπαντα δῆλα. Καὶ σὺ µὲν οὐχ ὁρᾷς τὴν ἐν τῇ συγχύσει διαίρεσιν, ἐκεῖνος δὲ πάντα οἶδεν· ἐπεὶ καὶ τὰ ἐν τῇ καρδίᾳ σὺ µὲν ἀγνοεῖς τοῦ πλησίον, ἐκεῖνος δὲ πάντα ἐπίσταται. Εἰ τοίνυν ἐπειδὴ ἀγνοεῖς πῶς ἀνίστησιν ὁ Θεὸς, ἀπιστεῖς ὅτι ἀνίστησιν, ἀπιστήσεις ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ οἶδεν; οὐ φαίνεται γὰρ οὐδὲ ταῦτα. Καίτοι ἐπὶ τοῦ σώµατος µὲν ὕλη ἐστὶν ὁρατὴ, κἂν διαλυθῇ· ἐκεῖναι δὲ αἱ ἔννοιαι ἀόρατοι. Ὁ τὰ ἀόρατα τοίνυν εἰδὼς µετὰ ἀκριβείας ἁπάσης, τὰ ὁρατὰ οὐκ ὄψεται, καὶ διαιρήσει ῥᾳδίως τὸ σῶµα; Παντί που δῆλον. Μὴ τοίνυν ἀπίστει τῇ ἀναστάσει· διαβολικὸν γὰρ τὸ δόγµα· καὶ σπουδάζει τοῦτο ὁ διάβολος, οὐχ ἵνα ἀνάστασις ἀπιστηθῇ µόνον, ἀλλ' ἵνα καὶ τὰ τῆς ἀρετῆς ἔργα καταλυθῇ καὶ ἀπόληται. Ἄνθρωπος γὰρ µὴ προσδοκῶν ἀναστήσεσθαι καὶ δώσειν λόγον τῶν πεπραγµένων, οὐχ ἅψεται ταχέως ἀρετῆς· οὐχ ἁπτόµενος δὲ ἀρετῆς, διαπιστήσει τῇ ἀναστάσει πάλιν· ἀµφότερα γὰρ ὑπ' ἀλλήλων κατασκευάζεται, ἡ κακία ὑπὸ τῆς ἀπιστίας, καὶ ἡ ἀπιστία ὑπὸ τῆς κακίας. Πολλῶν γὰρ πεπληρωµένον τὸ συνειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέµον τὴν µέλλουσαν ἀντίδοσιν, ἐπειδὴ µὴ βούλεται ἀπὸ τῆς µεταβολῆς τῆς ἐπὶτὰ κάλλιστα τὴν παραµυθίαν πορίζεσθαι, ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται. Οὐ λέγοντος γὰρ σοῦ ἀνάστασι ν οὐδὲ κρίσιν, κἀκεῖνος ἐρεῖ· Οὐκοῦν οὐδὲ ἐγὼ δώσω λόγον τῶν τετολµηµένων. Ἀλλὰ τί φησιν ὁ Χριστός; Πλανᾶσθε, µὴ εἰδότες τὰς Γραφὰς, µηδὲ τὴν δύναµιν τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἂν τοσαῦτα ἐπραγµατεύσατο ὁ Θεὸς, εἴ γε µὴ ἔµελλεν ἀναστήσειν ἡµᾶς, ἀλλὰ διαλύειν καὶ ἀφανίζειν εἰς τὸ µηδέν· οὐκ ἂν τὸν οὐρανὸν ἐξέτεινε τοῦτον, οὐκ ἂν τὴν γῆν ὑπεστόρεσεν, οὐκ ἂν τὰ ἄλλα ἅπαντα ὑπὲρ τῆς βραχείας ζωῆς µόνον ταύτης ἐποίησεν. Εἰ δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς µελλούσης; Εἰ δὲ µὴ ἔσται µέλλουσα, πολὺ ἡµεῖς τῶν δι' ἡµᾶς γενοµένων ἀτιµότεροι κατὰ τοῦτο. Καὶ γὰρ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ποταµοὶ µονιµώτερα ἡµῶν, καὶ τῶν ἀλόγων δὲ ἔνια· καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς. Ἡµῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ καὶ µακρὸς, καὶ µᾶλλον ἀθυµίας καὶ φροντίδων ἀπηλλαγµένος. Τί οὖν, εἰπέ µοι, τοὺς δούλους βελτίους ἐποίησε τῶν δεσποτῶν; Μὴ, παρακαλῶ, µὴ ταῦτα λογίζου, µηδὲ πτώχευε τὴν διάνοιαν, ἄνθρωπε, µηδὲ ἀγνόει τὸν πλοῦτον τοῦ Θεοῦ, τοιοῦτον ἔχων∆ εσπότην. Καὶ γὰρ ἐξ ἀρχῆς σε ἐβούλετο ἀθάνατον ὁ Θεὸς ποιῆσαι, ἀλλ' οὐκ ἠθέλησας σύ. Καὶ γὰρ ἀθανασίας αἰνίγµατα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁµιλία, τὸ ἀταλαίπωρον τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων ἀπηλλάχθαι καὶ πόνων, καὶ τῶνἄλλων τῶν ἐπικαίρων. Οὔτε γὰρ ἱµατίου ἐδεῖτο ὁ Ἀδὰµ, οὐκ ὀρόφου, οὐκ ἄλλης τινὸς τοιαύτης κατασκευῆς, ἀλλ' ἀγγέλοις µᾶλλον ἐῴκει, καὶ πολλὰ τῶν µελλόντων προῄδει, καὶ σοφίας ἐπεπλήρωτο πολλῆς. Καὶ ὃ λάθρα ἐποίησεν ὁ Θεὸς, τοῦτο ἐκεῖνος ἔγνω, τὸ περὶ τῆς γυναικός· διὸ καὶ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν µου, καὶ σὰρξ ἐκ τῆς σαρκός µου. Ὁ δὲ πόνος ὕστερον γέγονεν, ὕστερον ἱδρὼς, ὕστερον αἰσχύνη καὶ ἡ δειλία καὶ τὸ ἀπαῤῥησίαστον· τότε δὲ οὐ λύπη, οὐκ ὀδύνη, οὐ στεναγµός. Ἀλλ' οὐκ ἔµεινεν ἐπὶ τῆς ἀξίας ἐκείνης. δʹ. Τί οὖν ἐγὼ πάθω, φησί; δι' ἐκεῖνον ἀπόλλυµαι; Μάλιστα µὲν οὐ δι' ἐκεῖνον· οὐδὲ γὰρ σὺ ἀναµάρτητος ἔµεινας, ἀλλ' εἰ καὶ µὴ τὴν αὐτὴν ἁµαρτίαν, ἑτέραν γοῦν ἥµαρτες. Ἄλλως δὲ οὐδὲ ἀπὸ τῆς τιµωρίας ἐβλάβης, ἀλλὰ καὶ ἐκέρδανας. Εἰ µὲν γὰρ ἔµελλες διόλου µένειν θνητὸς, ἴσως εἶχέ τινα λόγον τὸ εἰρηµένον· νῦν δὲ καὶ ἀθάνατος εἶ, κἂν ἐθέλῃς, ὑπὲρ τὸν ἥλιον αὐτὸν λάµψαι δυνήσῃ. Ἀλλ' εἰ µὴ θνητὸν ἔλαβον σῶµα, φησὶν, οὐκ ἂν ἥµαρτον. Τί οὖν, εἰπέ µοι; ἐκεῖνος, θνητὸν ἔχων σῶµα, ἥµαρτεν; Οὐδαµῶς· οὐ γὰρ ἂν, εἴ γε θνητὸν ἦν, ὕστερον ἐν κολάσεως τάξει τὸν θάνατον ὑπέµεινεν. Ὅτι δὲ οὔτε θνητὸν σῶµα ἐµποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ µέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν. Εἰ γὰρ προσδοκία ἀθανασίας µόνον οὕτως ἐπῆρε τὸν Ἀδὰµ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπονοίας ἐξέβη; Καὶ νῦν µὲν ἁµαρτὼν δύνασαι λῦσαι τὰ ἁµαρτήµατα, τοῦ σώµατος ταπεινοῦ ὄντος καὶ καταπίπτοντος καὶ διαλυοµένου· καὶ γὰρ αὗται αἱ ἔννοιαι ἱκαναὶ σωφρονίσαι· εἰ δὲ ἐν ἀθανάτῳ ἐπληµµέλησας, µονιµώτερα ἴσως ἔµελλεν εἶναι τὰ ἁµαρτήµατα. Οὐ τοίνυν ἡ θνητότης αἰτία τῆς ἁµαρτίας, µὴ κατηγόρει, ἀλλ' ἡ πονηρὰ προαίρεσίς ἐστιν ἡ ῥίζα τῶν κακῶν.∆ ιὰ τί γὰρ µηδὲν τὸν Ἄβελ τὸ σῶµα ἠδίκησε; διὰ τί µηδὲν τοὺς δαίµονας τὸ ἀσώµατον ὤνησε; Βούλει µαθεῖν, ὅτι οὐ µόνον οὐκ ἔβλαψε τὸ σῶµα θνητὸν γενόµενον, ἀλλὰ καὶ ὠφέλησεν; ἄκουσον ὅσα κερδαίνεις, ἐὰν νήφῃς, ἐκ τούτου. Ἀνθέλκει σε καὶ περισπᾷ ἀπὸ τῆς κακίας ὀδύναις καὶ λύπαις καὶ πόνοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. Ἀλλὰ καὶ εἰς πορνείαν ἐξάγει, φησίν; Οὐ τὸ σῶµα, ἀλλ' ἡ ἀκολασία· ταῦτα µὲν γὰρ, ἅπερ εἶπον, πάντως τοῦ σώµατός ἐστι.∆ ιόπερ οὐκ ἔστιν ἄνθρωπον εἰς τὸν βίον ἐλθόντα τοῦτον µὴ καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ ἀθυµεῖν· µὴ πορνεύειν δὲ ἔνι. Ὥστε εἰ τῆς τοῦ σώµατος ἦν φύσεως καὶ τὰ τῆς κακίας, καθολικὰ ἂν ἦν· τὰ γὰρ φυσικὰ τοιαῦτα, τὸ δὲ πορνεύειν οὐ τοιοῦτον· ἀλλὰ τὸ µὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως. Μὴ τοίνυν κατηγόρει τοῦ σώµατος, µή σου τὴν τιµὴν ἀφαιρείσθω ὁ διάβολος, ἥν σοι ἔδωκεν ὁ Θεός. Ἂν γὰρ θέλωµεν, χαλινός ἐστιν ἄριστος τὸ σῶµα, τὰ σκιρτήµατα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν, ἀλαζονείαν κωλύον, ἐν τοῖςµεγίστοις κατορθώµασιν ἡµῖν διακονούµενον. Μὴ γάρ µοι τοὺς µαινοµένους εἴπῃς· ἐπεὶ καὶ τῶν ἵππων πολλοὺς ὁρῶµεν κατὰ κρηµνῶν φεροµένους, τὸν ἡνίοχον ῥίψαντας µετὰ τοῦ χαλινοῦ· ἀλλ' οὐ µεµφόµεθα τὸν χαλινόν· οὐ γὰρ ἐκεῖνος διασπασθεὶς τοῦτο εἰργάσατο, ἀλλ' ὁ ἡνίοχος ὁ µὴ κατασχὼν, πάντα ἀπώλεσεν. Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου· ἂν ἴδῃς νέον ἐν ὀρφανίᾳ ζῶντα καὶ µυρία ἐργαζόµενον κακὰ, µὴ τὸ σῶµα αἰτιῶ, ἀλλὰ τὸν ἡνίοχον τὸν συρόµενον, τὸν λογισµὸν λέγω. Ὥσπερ γὰρ αἱ ἡνίαι οὐ παρέχουσι πράγµατα τῷ ἡνιόχῳ, ἀλλ' ὁ ἡνίοχος πάντων αἴτιος οὐ καλῶς αὐτὰς κατέχων· διὸ καὶ δίκην αὐτὸν ἀπαιτοῦσι, συµπλεκόµεναι αὐτῷ καὶ παρασύρουσαι πολλάκις καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοινωνεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐγὼ µὲν γὰρ, φησὶν, ἵµασσον τὸ στόµα τοῦ ἵππου, ἕως κατεῖχες· ἐπειδὴ δὲ ἔῤῥιψας, ἀπαιτῶ σε τῆς καταφρονήσεως δίκην, καὶ περιπλέκοµαι καὶ παρασύρω, ὥστε µηκέτι τὸ αὐτὸ παθεῖν. Μηδεὶς τοίνυν αἰτιάσθω τὰς ἡνίας, ἀλλ' ἑαυτὸν καὶ τὴν διεφθαρµένην γνώµην. Καὶ γὰρ ἐφ' ἡµῶν ἡνίοχός ἐστιν ὁ λογισµός· ἡνίαι δὲ τὸ σῶµα, συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον. Ἂν µὲν οὖν καλῶς αὗται διακέωνται, οὐδὲν πείσῃ δεινόν· ἂν δὲ ἀφῇς αὐτὰς, ἠφάνισας καὶ ἀπώλεσας ἅπαντα. Σωφρονῶµεν τοίνυν, καὶ µὴ κατηγορῶµεν τοῦ σώµατος, ἀλλὰ τῆς πονηρᾶς διανοίας. Καὶ γὰρ τοῦ διαβόλου ἔργον τοῦτο, πάντων µᾶλλον ποιεῖν τοὺς ἀνοήτους κατηγορεῖν, καὶ σώµατος καὶ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, ἢ τῆςδιεφθαρµένης γνώµης· ἵνα µὴ τὴν αἰτίαν εὑρόντες ἀπαλλαγῶσι τῆς ῥίζης τῶν κακῶν. Ἀλλ' ὑµεῖς τὴν ἐπιβουλὴν συνειδότες, τὸν θυµὸν κατ' αὐτοῦ στρέψατε, καὶ τὸν ἡνίοχον ἐπιστήσαντες τῷ ζεύγει, πρὸς τὸν Θεὸν τὸ ὄµµα τῆς διανοίας τείνατε. Ἐν µὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν ἀγῶνα θεὶς εἰσφέρει, ἀλλ' ἀναµένει τὸ τέλος· ἐνταῦθα δὲ τὸ πᾶν ὁ ἀγωνοθέτης ἐστὶ Θεός. Τοῦτον τοίνυν ἔχωµεν ἵλεων, καὶ πάντως ἐπιτευξόµεθα τῶν µελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷΠατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.