In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
18.18
Οὐκ οἴδατε ὅτι τὰ σώµατα ὑµῶν µέλη τοῦ Χρι στοῦ εἰσιν; ἄρας οὖν τὰ µέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης µέλη; Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην µεταβὰς, πάλιν ἀπὸ τούτου πρὸς ἐκεῖνον ἔρχεται, οὐκέτι λοιπὸν πρὸς αὐτὸν διαλεγόµενος, ἀλλὰ τοῖς ἄλλοιςτοῖς µὴ πεπορνευκόσι· καὶ τούτους ἀσφαλιζόµενος µήποτε περιπέσωσι τοῖς αὐτοῖς, ἐκείνου καθάπτεται πάλιν. Ὁ γὰρ ἡµαρτηκὼς, κἂν πρὸς ἕτερον ἀποτείνῃς τὸν λόγον, κεντεῖται καὶ οὕτω, τοῦ συνειδότος διεγειροµένου καὶ µαστιγοῦντος αὐτόν. Ἱκανὸς µὲν οὖν καὶ ἀπὸ τῆς τιµωρίας φόβος ἦν αὐτοὺς κατασχεῖν ἐπὶ τῆς σωφροσύνης· ἐπειδὴ δὲ οὐ βούλεται φόβῳ µόνον τὰ τοιαῦτα κατορθοῦν, καὶ ἀπειλὰς καὶ λογισµοὺς τίθησιν. Ἐκεῖ µὲν οὖν τὸ ἁµάρτηµα εἰπὼν, καὶ τὴν τιµωρίαν ὁρίσας, καὶ τὴν βλάβην δείξας τὴν ἐκ τῆς συνουσίας τοῦ πεπορνευκότος ἐγγενοµένην ἅπασιν, ἀπηλλάγη, καὶ πρὸς τὴν πλεονεξίαν µετέστη, καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας ἀπειλήσας τούτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, οἷς κατέλεξεν, οὕτω τὸν λόγον ἀπήρτισεν· ἐνταῦθα δὲ καὶ φρικωδέστερον µεταχειρίζει τὴν παραίνεσιν. Ὅ τε γὰρ τὸ ἁµάρτηµα κολάζων µόνον, καὶ µὴ δεικνὺς σφόδρα παρανοµώτατον ὂν, οὐδὲν τοσοῦτον ἀπὸ τῆς τιµωρίας εἰργάσατο· ὅ τε πάλιν ἐντρέπων µόνον, καὶ µὴ φοβῶν διὰ τῆς κολάσεως, οὐ σφόδρα καθάπτεται τῶν ἀναισθήτως διακειµένων.∆ ιόπερ ἀµφότερα ποιεῖ Παῦλος, καὶ ἐντρέπει λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦµεν; καὶ φοβεῖ λέγων· Οὐκ οἴδατε ὅτι πλεονέκται βασιλείαν Θεοῦ οὐ κληρονοµήσουσι; Καὶ ἐπὶ τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ· καὶ γὰρ φοβήσας δι' ὧν ἔµπροσθεν εἶπεν, ἐκτεµών τε αὐτὸν καὶ τῷ Σατανᾷ παραδοὺς, καὶ τῆς µελλούσης ἀναµνήσας ἡµέρας, ἐντρέπει πάλιν λέγων· Οὐκ οἴδατε ὅτι τὰ σώµατα ὑµῶν µέλη τοῦ Χριστοῦ ἐστιν; ὡς πρὸς παῖδας λοιπὸν εὐγενεῖς διαλεγόµενος. Ἐπειδὴ γὰρ εἶπε, Τὸ δὲ σῶµα τῷ Κυρίῳ, σαφέστερον αὐτὸ δείκνυσι νῦν· καὶ ἀλλαχοῦ δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Ὑµεῖς δέ ἐστε σῶµα Χριστοῦ, καὶ µέλη ἐκ µέρους. Καὶ τὸ αὐτὸ ὑπόδειγµα πολλαχοῦ τίθησιν, οὐκ ἐπὶ τῶν αὐτῶν, ἀλλὰ ποτὲ µὲν ὥστε τὴν ἀγάπην δεῖξαι, ποτὲ δὲ ὥστε τὸν φόβον αὐξῆσαι· ἐνταῦθα δὲ δεδιττόµενος αὐτὸ τέθεικε, καὶ φοβῶν· Ἄρας οὖν τὰ µέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης µέλη; Μὴ γένοιτο. Οὐδὲν φρικωδέστερον τῆς λέξεως ταύτης. Καὶ οὐκ εἶπεν, Ἄρας οὖν τὰ µέλη τοῦ Χριστοῦ, συνάψω τῇ πόρνῃ· ἀλλὰ τί; Ποιήσω µέλη πόρνης; ὅπερ ἦν πληκτικώτερον. Εἶτα κατασκευάζει πῶς τοῦτο γίνεται ὁ πορνεύων, οὕτω λέγων· Ἦ οὐκ οἴδατε ὅτι ὁ κολλώµενος τῇ πόρνη, ἓν σῶµά ἐστι; Πόθεν δῆλον; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα µίαν. Ὁ δὲ κολλώµενος τῷ Κυρίῳ, ἓν πνεῦµά ἐστιν. Οὐκέτι γὰρ ἀφίησιν ἡ συνουσία τοὺς δύο εἶναι δύο, ἀλλ' ἓν ἀµφοτέρους ἐργάζεται. Καὶ ὅρα πάλιν πῶς διὰ τῶν ὀνοµάτων γυµνῶν πρόεισι, διὰ τῆς πόρνης καὶ διὰ τοῦ Χριστοῦ προάγων τὴν κατηγορίαν. Φεύγετε τὴν πορνείαν. Οὐκ εἶπεν, Ἀπέχεσθε τῆς πορνείας, ἀλλὰ, Φεύγετε, τουτέστι, Μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ. Πᾶν ἁµάρτηµα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώµατός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶµα ἁµαρτάνει. Τοῦτο τοῦ προτέρου ἔλαττον· πλὴν ἀλλ' ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάντοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν µειζόνων καὶ ἀπὸ τῶν ἐλαττόνων αὔξων τὸ ἔγκληµα. Ἐκεῖνο µὲν οὖν τοῖς εὐλαβεστέροις εἴρηται τὸ πρότερον, τοῦτο δὲ τοῖς ἀσθενεστέροις. Καὶ γὰρ καὶ τοῦτο τῆς Παύλου σοφίας, µὴ ἀπὸ τῶν µεγάλων ἐντρέπειν µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν µικροτέρων, καὶ ἀπὸ τοῦ αἰσχροῦ καὶ ἀπρεποῦς. Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα µολύνει; τί δὲ ὁ πλεονέκτης, καὶ ὁ ἅρπαξ; Παντί που δῆλον· ἀλλ' ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν τοῦ πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶµα γίνεται µιαρόν. Ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐµπῖπτον καὶ τῷ µολυσµῷ βαπτόµενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡµῖν ἔθος. Ἀπὸ µὲν γὰρ τῆς πλεονεξίας καὶ ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλανεῖον ἐλθεῖν, ἀλλ' ἀδιαφόρως ἐπὶ τὴν οἰκίαν ἄνεισιν· ἀπὸ δὲ µίξεως πόρνης, καθάπερ ὅλος γενόµενος ἀκάθαρτος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁµαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν. Ἀµφότερα µὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐµβάλλει· ἀλλ' ἐπειδὴ οἰκονοµικῶς ὁ Παῦλος πάντα ποιεῖ, οἷς εἶχε, τούτοις ηὔξησε τὸ τῆς πορνείας ἔγκληµα. Ἦ οὐκ οἴδατε ὅτι τὸ σῶµα ὑµῶν ναὸς τοῦ ἐν ὑµῖν ἁγίου Πνεύµατός ἐστιν; βʹ. Οὐχ ἁπλῶς εἶπε, Τοῦ Πνεύµατος, ἀλλὰ, Τοῦ ἐν ὑµῖν, ὅπερ ἦν καὶ παραµυθουµένου· καὶ πάλιν ἐπεξηγούµενος ἐπήγαγεν· Οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ. Καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁµοῦ ποιῶν τὸν ἀκροατὴν, καὶ φοβῶν καὶ τῷ µεγέθει τῆς παρακαταθήκης καὶ τῇ φιλοτιµίᾳ τοῦ παρακαταθεµένου. Καὶ οὐκ ἐστὲ ἑαυτῶν. Τοῦτο οὐκ ἐντρέποντος µόνον ἐστὶν, ἀλλὰ καὶ βιαζοµένου πρὸς ἀρετήν. Τί γάρ; πράττεις ἃ θέλεις, φησίν· οὐκ εἶ ἑαυτοῦ κύριος. Ταῦτα δὲ ἔλεγεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν· καὶ γὰρ εἰπὼν, Πάντα µοι ἔξεστιν, ἀλλ' οὐ πάντα συµφέρει, οὐχὶ τὴν ἐλευθερίαν ἡµῶν ἀνεῖλε· καὶ ἐνταῦθα πάλιν γράφων, ὅτι Οὐκ ἐστὲ ἑαυτῶν, οὐ τῇ προαιρέσει λυµαίνεται, ἀλλὰ τῆς κακίας ἀπάγει, καὶ τοῦ∆ εσπότου τὴνκηδεµονίαν ἐνδείκνυται.∆ ιὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε γὰρ τιµῆς. Εἰ δὲ οὐκ εἰµὶ ἐµαυτοῦ, πῶς µε ἀπαιτεῖς τὰ πρακτέα; πῶς δὲ προϊὼν λέγεις πάλιν,∆ οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώµατι ὑµῶν καὶ ἐν τῷ πνεύµατι ὑµῶν, ἅτινά ἐστι τοῦ Θεοῦ; Τί οὖν ἐστι τὸ, Οὐκ ἐστὲ ἑαυτῶν; καὶ τί δι' αὐτοῦ κατασκευάσαι βούλεται; Ἐν ἀσφαλείᾳ καταστῆσαι τοῦ µὴ ἁµαρτάνειν µηδὲ ταῖς ἐπιθυµίαις τῆς ψυχῆς ἀκολουθεῖν ταῖς ἀτόποις. Καὶ γὰρ πολλὰ βουλόµεθα ἄτοπα, ἀλλὰ κατέχειν δεῖ· δυνάµεθα γάρ· εἰ δὲ µὴ δυνάµεθα, περιττὴ ἡ παραίνεσις. Ὅρα γοῦν πῶς ἠσφαλίσατο. Εἰπὼν γὰρ, Οὐκ ἐστὲ ἑαυτῶν, οὐκ ἐπήγαγεν, Ἀλλ' ὑπ' ἀνάγκην ἐστὲ, ἀλλ', Ἠγοράσθητε τιµῆς.∆ ιὰ τί τοῦτο λέγεις; καὶ µὴν ἑτέρωθεν, εἴποι τις ἂν ἴσως, ἔδει προτρέψαι, δεικνύντα ὅτι∆ εσπότην ἔχοµεν. Ἀλλὰ τοῦτο µὲν καὶ πρὸς Ἕλληνας ἡµῖν κοινὸν, τὸ δὲ, Ἠγοράσθητε τιµῆς, ἡµῶν ἐξαίρετον. Ἀναµιµνήσκει γὰρ τοῦ µεγέθους τῆς εὐεργεσίας καὶ τοῦ τρόπου τῆς σωτηρίας, δεικνὺς ὅτι ἀλλοτριωθέντες ἠγοράσθηµεν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ τιµῆς.∆ οξάσατε δὴ, ἄρατε τὸν Θεὸν ἐν τῷ σώµατι ὑµῶν καὶ ἐν τῷ πνεύµατι. Ταῦτα δὲ λέγει, ὥστε µὴ τῷ σώµατι µόνον φεύγειν τὴν πορνείαν, ἀλλὰ καὶ ἐν τῷ πνεύµατι τῆς ψυχῆς µηδὲν πονηρὸν λογίζεσθαι καὶ ἐλαύνειν τὴν χάριν. Ἅτινά ἐστι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ εἶπεν, Ὑµῶν, διὰ τοῦτο ἐπήγαγεν, Ἅτινά ἐστι τοῦ Θεοῦ, συνεχῶς ἀναµιµνήσκων ἡµᾶς, ὅτι πάντα∆ εσποτικὰ, καὶ σῶµα καὶ ψυχὴ καὶ πνεῦµα. Καὶ γάρ τινές φασι, Τῷ πνεύµατι, τῷ χαρίσµατι λέγειν. Ἂν γὰρ ἐκεῖνο ᾖ παρ' ἡµῖν, δοξάζεται ὁ Θεός· ἔσται δὲ, ἂν καθαρὰν καρδίαν ἔχωµεν. Τοῦ Θεοῦ δὲ αὐτὰ ἔφησεν, οὐκ ἐπειδὴ παρήγαγεν αὐτὰ µόνον, ἀλλ' ἐπειδὴ καὶ ἀλλοτριωθέντα, ἐκ δευτέρου πάλιν ἐκτήσατο, τιµὴν τὸ αἷµα τοῦΠαιδὸς καταθείς. Ὅρα πῶς εἰς τὸν Χριστὸν τὸ πᾶν ἀπήρτισε· πῶς ἡµᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγε. Μέλη τοῦ Χριστοῦ ἐστε, φησὶ, ναός ἐστε τοῦ Πνεύµατος· µὴ τοίνυν γίνεσθε πόρνης µέλη· οὐ γὰρ τὸ σῶµα τὸ ὑµῶν ὑβρίζεται· οὐ γὰρ τὸ σῶµα ὑµῶν ἐστιν, ἀλλὰ τοῦ Χριστοῦ. Ταῦτα δὲ ἔλεγεν, ὁµοῦ καὶ τὴν φιλανθρωπίαν ἐνδεικνύµενος, ὅτι αὐτοῦ τὸ σῶµα τὸ ἡµέτερον, καὶ τῆς ἐξουσίας τῆς πονηρᾶς ἡµᾶς ἀφαιρούµενος. Εἰ γὰρ ἀλλότριόν ἐστι τὸ σῶµα, οὐκ ἔχετε ἐξουσίαν ἀλλότριον σῶµα ὑβρίζειν, φησὶ, καὶ µάλιστα ὅταν ᾖ∆ εσποτικὸν, οὐδὲ ναὸν µολύνειν τοῦ Πνεύµατος. Εἰ γὰρ ἰδιωτικῇ τις ἐπελθὼν οἰκίᾳ, καὶ κωµάσας εἰς ἐκείνην, τὴν ἐσχάτην δώσει δίκην· ὁ βασιλέως ναὸν λῃστοῦ ποιῶν καταγώγιον, ἐννόησον πόσα πείσεται κακά. Ταῦτα οὖν ἐννοήσας, αἰδέσθητι τὸν ἐνοικοῦντα· ὁ γὰρ Παράκλητός ἐστιν οὗτος· φρῖξον τὸν συµπεπλεγµένον σοι καὶ κεκολληµένον· ὁ γὰρ Χριστός ἐστι. Μὴ γὰρ σὺ µέλη Χριστοῦ ἑαυτὸν ἐποίησας; Ἐννόησον οὕτω, καὶ µένε σωφρονῶν, τίνος ἦν µέλη, καὶ τίνος γέγονε. Πόρνης ἦν µέλη πρὸ τούτου, καὶ ὁ Χριστὸς ἐποίησεν αὐτὰ µέλη τοῦ ἰδίου σώµατος. Οὐκ ἄρα αὐτῶν ἐξουσίαν ἔχεις λοιπόν· ἐκείνῳ δούλευε τῷ ἐλευθερώσαντι. Οὐδὲ γὰρ, εἰ θυγατέρα ἔχων, ἐκ πολλῆς τῆς ἀνοίας ἐξεµίσθωσας αὐτὴν πορνοβοσκῷ, πορνεύεσθαι ἐποίησας, εἶτα βασιλέως υἱὸς παριὼν ἠλευθέρωσέτε αὐτὴν τῆς δουλείας ἐκείνης καὶ συνῆψεν ἑαυτῷ, κύριος εἶ λοι πὸν ἄγειν αὐτὴν ἐπὶ τὸ πορνεῖον· ἅπαξ γὰρ ἔδωκας καὶ ἐπώλησας. Τοιοῦτόν ἐστι καὶ τὸ ἡµέτερον· ἐξεµισθώσαµεν τὴν σάρκα τὴν ἑαυτῶν τῷ διαβόλῳ, τῷ χαλεπῷ πορνοβοσκῷ· ἰδὼν ὁ Χριστὸς, ἐῤῥύσατο αὐτὴν καὶ ἀπήλλαξε τῆς πονηρᾶς τυραννίδος ἐκείνης· οὐ τοίνυν ἐστὶν ἡµετέρα λοιπὸν, ἀλλὰ τοῦ ῥυσαµένου. Ἐὰν ἐθέλῃς ὡς νύµφῃ βασιλέως κεχρῆσθαι, οὐδεὶς ὁ κωλύων· ἐὰν δὲ ἐπὶ τὰ πρότερα ἀγάγῃς, πείσῃ τὰ αὐτὰ, ἃ τοὺς τοιαῦτα ὑβρίζοντας εἰκός.∆ ιὸ µᾶλλον αὐτὴν κατακοσµεῖν χρὴ, οὐχὶ καταισχύνειν. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς σαρκὸς ἐν ταῖς πονηραῖς ἐπιθυµίαις, ἀλλ' ἐν οἷς ἂν ὁ Θεὸς ἐπιτάξῃ µόνοις. Ἐννόησον γοῦν ἡλίκης αὐτὴν ὕβρεως ἀπήλλαξεν ὁ Θεός· καὶ γὰρ πάσης πόρνης αἰσχρότερον προειστήκει ἡ φύσις ἡ ἡµετέρα πρὸ τούτου. Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνοµος λογισµὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ µισθώµατος ὀλίγου καὶ τοῦτυχόντος, τῆς παρούσης ἡδονῆς. Ἡ γὰρ ψυχὴ φυροµένη µετὰ τῶν πονηρῶν ἐννοιῶν καὶ πράξεων, τοῦτον ἐκαρποῦτο µόνον τὸν µισθόν. γʹ. Ἀλλὰ τὸ µὲν πρὸ τούτου ταῦτα γίνεσθαι καίτοι δεινὸν ὃν, οὐχ οὕτω δεινὸν ἦν· τὸ δὲ µετὰ τὸν οὐρανὸν, µετὰ τὰ βασίλεια, µετὰ τὸ τῶν µυστηρίων ἀπολαῦσαι τῶν φρικτῶν πάλιν µολύνεσθαι, ποίαν ἕξει συγγνώµην; Ἦ οὐκ οἴει καὶ τοῖς πλεονέκταις καὶ πᾶσιν, οἷς ἔµπροσθεν ἀπηρίθµησεν, αὐτὸν τὸν διάβολον συγκατακλίνεσθαι; τὰς δὲ καλλωπιζοµένας πρὸς ἀσέλγειαν γυναῖκας οὐχ ἡγῇ µετ' ἐκείνου µίγνυσθαι; καὶ τίς ἀντερεῖ τούτῳ τῷ λόγῳ; Εἰ δὲ ἔστι τις φιλονεικῶν, ἀποδυέτω τὴν ψυχὴν τῶν τὰ τοιαῦτα ἀσχηµονουσῶν γυναικῶν, καὶ ὄψεται πάντως τὸν πονηρὸν δαίµονα ἐκεῖνονσφοδρῶς συµπεπλεγµένον αὐταῖς.∆ ύσκολον γὰρ, ἀγαπητοὶ, δύσκολον, τάχα δὲ καὶ ἀµήχανον, τοῦ σώµατος καλλωπιζοµένου οὕτω, καὶ τὴν ψυχὴν ὁµοῦ καλλωπίζεσθαι· ἀλλ' ἀνάγκη θάτερον ἀµελεῖσθαι, ἐπιµελουµένου θατέρου· οὐ γὰρ ἔχει φύσιν ὁµοῦ ταῦτα γίνεσθαι.∆ ιό φησιν· Ὁ κολλώµενος τῇ πόρνῃ, ἓν σῶµά ἐστιν· ὁ δὲ κολλώµενος τῷ Κυρίῳ, ἓν πνεῦµά ἐστι. Πνεῦµα γὰρ γίνεται λοιπὸν ὁ τοιοῦτος, κἂν σῶµα περίκειται. Ὅταν γὰρ µηδὲν σωµατικὸν µηδὲ παχὺ µηδὲ γήϊνον περὶ αὐτὸν ᾖ, ἁπλῶς τὸ σῶµα περίκειται· ὅταν ἡ πᾶσα ἀρχὴ τῆς ψυχῆς ᾖ καὶ τοῦ πνεύµατος, οὕτω δοξάζεται ὁ Θεός.∆ ιὸ καὶ ἐν τῇ εὐχῇ κελευόµεθα λέγειν· Ἁγιασθήτω τὸ ὄνοµά σου· καὶ ὁ Χριστός φησι· Λαµψάτω τὸ φῶς ὑµῶν ἔµπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑµῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω δοξάζουσιν αὐτὸν καὶ οἱ οὐρανοὶ, οὐ φωνὴν ἀφιέντες, ἀλλὰ διὰ τῆς ὄψεως θαυµαζόµενοι, καὶ τὴν δόξαν εἰς τὸν∆ ηµιουργὸν ἀναφέροντες. Οὕτω δοξάσωµεν αὐτὸν καὶ ἡµεῖς, µᾶλλον δὲ καὶ πλέον ἐκείνων· δυνάµεθα γὰρ, ἂν ἐθέλωµεν. Οὐ γὰρ οὕτως οὐρανὸς καὶ ἡµέρα καὶ νὺξ, ὡς ἁγία ψυχὴ δοξάζει Θεόν. Ὥσπερ γὰρ εἰς τὸ κάλλος τοῦ οὐρανοῦ τις ἀφορῶν, λέγει·∆ όξα σοι, ὁ Θεὸς, οἷον ἔργον ἔκτισας· οὕτω δὴ καὶ εἰς ἀνδρὸς ἀρετὴν βλέπων, καὶ πολλῷ πλέον ἐνταῦθα. Ἀπ' ἐκείνων µὲν γὰρ τῶν κτισµάτων οὐ πάντες δοξάζουσιν, ἀλλὰ πολλοὶ καὶ αὐτόµατα εἶναι λέγουσι τὰ ὄντα· ἄλλοι δὲ καὶ δαίµοσιν ἀνατιθέασι τοῦ κόσµου τὴν δηµιουργίαν καὶ τὴν πρόνοιαν, οἳ καὶ σφόδρα ἀσύγγνωστα ἁµαρτάνουσιν· ἐπὶ δὲ ἀνθρώπου ἀρετῆς οὐδεὶς τοιαῦτα ἀναισχυντῆσαι δυνήσεται, ἀλλὰ πάντως δοξάσει τὸν Θεὸν, τὸν δουλεύοντα αὐτῷ µετὰ ἀρετῆς ζῶντα ὁρῶν. Τίς γὰρ οὐκ ἐκπλαγήσεται, ὅταν ἄνθρωπός τις ὢν, καὶ τῆς κοινῆς µετέχων φύσεως, καὶ ἐν µέσοις στρεφόµενος ἀνθρώποις, καθάπερ ἀδάµας, µὴ ἐπικάµπτηται πρὸς τὸν τῶν παθῶν ἐσµόν; ὅταν µεταξὺ πυρὸς καὶ σιδήρου καὶ θηρίων ὢν, ἀδάµαντος ἰσχυρότερος ᾖ, καὶ περιγένηται πάντων διὰ τὸν τῆς εὐσεβείας λόγον; ὅταν ὑβρίζηται, καὶ εὐλογῇ; ὅταν κακῶς ἀκούῃ, καὶ ἐγκωµιάζῃ; ὅταν ἐπηρεάζηται, καὶ εὔχηται ὑπὲρ τῶν ἀδικούντων; ὅταν ἐπιβουλεύηται, καὶ εὐεργετῇ τοὺς πολεµοῦντας αὐτῷ καὶ ἐπιβουλεύοντας; Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῶν οὐρανῶν πολλῷ µᾶλλον δοξάσει τὸν Θεόν. Τὸν µὲν γὰρ οὐρανὸν ὁρῶντες Ἕλληνες, οὐκ αἰσχύνονται· ἅγιον δὲ ἄνδρα ἰδόντες µετὰ ἀκριβείας φιλοσοφίαν ἐπιδεικνύµενον, καταδύονται καὶ ἑαυτῶν καταγινώσκουσιν. Ὅταν γὰρ ὁ τῆς αὐτῆς αὐτοῖς φύσεως µετέχων, τοσοῦτον ἀνώτερος ᾖ[, ἢ] πολλῷ µᾶλλον, ἢ ὅσον ὁ οὐρανὸς τῆς γῆς, καὶ ἄκοντες ἐννοοῦσιν, ὅτι θείαδύναµις ταῦτα ἐργάζεται· διό φησι· Καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. Βούλει µαθεῖν καὶ ἑτέρωθεν, πῶς µὲν ἀπὸ τοῦ βίου τῶν δούλων αὐτοῦ δοξάζεται ὁ Θεὸς, πῶς δὲ ἀπὸ τῶν θαυµάτων; Ἐνέβαλέ ποτε ὁ Ναβουχοδονόσορ τοὺς τρεῖς παῖδας εἰς τὴν κάµινον. Εἶτα ἐπειδὴ εἶδε τὸ πῦρ οὐ περιγενόµενον αὐτῶν, φησίν· Εὐλογητὸς ὁ Θεὸς, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ ἐκ τῆς καµίνου, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτὸν, καὶ ἠλλοίωσαν τὸ ῥῆµατοῦ βασιλέως. Τί λέγεις; κατεφρονήθης, καὶ θαυµάζεις τοὺς διαπτύσαντας; Ναὶ, φησὶ,[ καὶ] δι' αὐτὸ τοῦτο, ὅτι κατεφρονήθην· καὶ τοῦ θαύµατος ταύτην τὴν αἰτίαν τίθησι. Ὥστε οὐ διὰ τὸ σηµεῖον ἡ δόξα τῷ Θεῷ τότε γέγονε µόνον, ἀλλὰ καὶ διὰ τὴν προαίρεσιν τῶν ἐµβληθέντων. Εἰ δὲ καὶ καθ' ἑαυτὸ ἐξετάσειέ τις τοῦτο κἀκεῖνο, οὐκ ἔλαττον τοῦτο ἐκείνου. Τοῦ γὰρ ῥύσασθαι καµίνου τὸ πεῖσαι ψυχὰς κατατολµῆσαι καµίνου, οὐκ ἔλαττον εἰς θαύµατος λόγον. Πῶς γὰρ οὐκ ἐκπλήξεως ἄξιον, ὅταν ὁ τῆς οἰκουµένης βασιλεὺς, καὶ τοσαῦτα περὶ ἑαυτὸν ὅπλα ἔχων καὶ στρατόπεδα καὶ στρατηγοὺς καὶ τοπάρχαςκαὶ ὑπάτους, καὶ γῆν καὶ θάλατταν ὑποκειµένην, ὑπὸ παίδων αἰχµαλώτων καταφρονῆται, καὶ οἱ δεδεµένοι τοῦ δήσαντος περιγίνωνται καὶ πᾶσαν νικῶσι τὴνστρατιὰν ἐκείνην; οὐ γὰρ ἴσχυσαν, ὅπερ ἤθελον, οἱ περὶ τὸν βασιλέα, καὶ ταῦτα καὶ τὴν ἀπὸ τῆς καµίνου συµµαχίαν ἔχοντες· ἀλλ' οἱ γυµνοὶ καὶ δοῦλοι καὶ ξένοι καὶ ὀλίγοι( τί γὰρ τριῶν ὀλιγώτερον;) ἄπειρον στρατιὰν δεδεµένοι κατηγωνίσαντο. Ἤδη γὰρ θάνατος κατεφρονεῖτο, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἔµελλεν ἐπιδηµεῖν· καὶ καθάπερ ἀνατέλλειν µέλλοντος τοῦ ἡλίου, καὶ πρὶν ἢ τὰς ἀκτῖνας φανῆναι, λαµπρὸν γίνεται τὸ φῶς τῆς ἡµέρας· οὕτω καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου µέλλοντος ἔρχεσθαι, ὁ θάνατος λοιπὸν ὑπεξίστατο. Τί τοῦ θεάτρου γένοιτ' ἂν λαµπρότερον ἐκείνου; τί τῆς νίκης περιφανέστερον· τί τῶν καινῶν τροπαίων ἐπισηµότερον; δʹ. Τοῦτο καὶ ἐφ' ἡµῶν γίνεται. Καὶ νῦν ἐστιν ὁ τῆς Βαβυλωνίας καµίνου βασιλεὺς, καὶ νῦν φλόγα ἀνάπτει χαλεπωτέραν ἐκείνης· ἔστι καὶ νῦν ὁ τοιαύτην εἰκόνα κελεύων θαυµάζειν· πάρεισιν αὐτῷ καὶ σατράπαι καὶ στρατιῶται καὶ γοητεύουσα µουσική· καὶ πολλοὶ θαυµάζουσι ταύτην τὴν εἰκόνα, τὴν ποικίλην, τὴν µεγάλην. Τοιοῦτον γάρ τί ἐστιν ἡ πλεονεξία, οἷον ἡ εἰκὼν ἐκείνη, οὐδὲ σιδήρου καταφρονοῦσα, ἀλλ' ἐξ ἀνοµοίων µὲν συγκειµένη πραγµάτων, πάντα δὲ κελεύουσα θαυµάζειν, καὶ χαλκὸν καὶ σίδηρον καὶ ἃ πολλῷ τούτων ἐστὶν εὐτελέστερα. Ἀλλ' ὥσπερ ταῦτά ἐστιν, οὕτω καὶ οἱ τῶν παίδων ἐκείνων ζηλωταί εἰσι καὶ νῦν, οἱ λέγοντες· Τοῖς θεοῖς σου οὐ λατρεύοµεν, καὶ τῇ εἰκόνι σου οὐ προσκυνοῦµεν, ἀλλὰ καὶ τὴν κάµινον τῆς πενίας ὑποµένοµεν, καὶ τὴν ἄλλην ταλαιπωρίαν ἅπασανὑπὲρ τῶν τοῦ Θεοῦ νόµων. Καὶ οἱ µὲν πολλὰ ἔχοντες, καθάπερ κἀκεῖνοι τότε, καὶ ταύτην προσκυνοῦσι πολλάκις καὶ κατακαίονται· οἱ δὲ µηδὲν κεκτηµένοι καὶ ταύτης καταφρονοῦσι, καὶ ἐν πενίᾳ ὄντες, ἐν δρόσῳ µᾶλλόν εἰσι τῶν ἐν εὐπορίᾳ ζώντων· καθάπερ καὶ τότε οἱ µὲν ἐµβαλόντες κατεκάησαν, οἱ δὲ ἐν µέσῳ ὄντες, ὥσπερ ἐν ὕδατι ἦσαν καὶ δρόσῳ. Καὶ ὁ τύραννος δὲ τότε ἐκεῖνος µᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυµοῦ σφοδρότερον αὐτὸν ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι. Ἐκείνων µὲν γὰρ οὐκ ἴσχυσε τὸ πῦρ οὐδὲ ἄκρων ἅψασθαι τῶν τριχῶν· τούτου δὲ πυρὸς σφοδρότερον κατέκαυσε τὴν διάνοιαν ἡ ὀργή. Ἐννόησον γὰρ ὅσον ἦν ἐπ' ὄψεσι τοσαύταις ὑπὸ παίδων αἰχµαλώτων αὐτὸν διαπτύεσθαι. Ἔδειξε γὰρ λοιπὸν, ὅτι καὶ τὴν πόλιν αὐτῶν ἔλαβεν, οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τῶν πολλῶν ἁµαρτίαν. Εἰ γὰρ τῶν δεδεµένων οὐκ ἴσχυσε περιγενέσθαι, καὶ ταῦτα ἐν καµίνῳ βεβληµένων, πῶς ἂν τούτων περιεγένετο πολέµου νόµῳ, πάντων τοιούτων ὄντων; Ὅθεν δῆλον ὅτι αἱ τῶν πολλῶν ἁµαρτίαι τὴν πόλιν παρέδωκαν. Ὅρα δὲ καὶ τὸ ἀκενόδοξον τῶν παίδων. Οὐ γὰρ ἐπεπήδησαν τῇ καµίνῳ, ἀλλὰ τοῦ Χριστοῦ τὴν παραγγελίαν ἄνωθεν ἐφύλαττον λέγοντος· Εὔχεσθε µὴ εἰσελθεῖν εἰς πειρασµόν· οὔτε ἔφυγον ἐπειδὴ ἤχθησαν, ἀλλ' ἔστησαν ἐν τῷ µέσῳ γενναίως, οὔτε µὴ καλοῦντος ἀγωνιζόµενοι, οὔτε καλοῦντος µαλακιζόµενοι, ἀλλὰ πρὸςπάντα ἕτοιµοι καὶ γενναῖοι, καὶ πάσης γέµοντες παῤῥησίας. Ἀκούσωµεν δὲ καὶ τί λέγουσιν, ἵνα κἀντεῦθεν µάθωµεν αὐτῶν τὸ φιλόσοφον φρόνηµα· Ἔστι Θεὸς ἐν οὐρανοῖς δυνατὸς ἐξελέσθαι ἡµᾶς. Οὐ γὰρ ὑπὲρ ἑαυτῶν φροντίζουσιν, ἀλλὰ καὶ καίεσθαι µέλλοντες, ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης µεριµνῶσιν. Ἵνα γὰρ µή ποτε, φησὶ, κατακαυθέντων ἡµῶν ἀσθένειαν τοῦ Θεοῦ καταγνῷς, ἤδη σοι τὸ δόγµα ἅπαν ἀπαγγέλλοµεν ἀκριβῶς τὸ ἡµέτερον· Ἔστι Θεὸς ἐν οὐρανοῖς, οὐ τοιοῦτος, οἵα αὕτη εἰκὼν ἡ ἐπὶ γῆς, ἡ ἄψυχος καὶ ἄφωνος, ἀλλ' ἱκανὸς καὶ ἐκ µέσης καµίνου τῆς καιοµένης ἐξαρπάσαι. Μὴ τοίνυν αὐτοῦ καταγνῷς ἀσθένειαν, ὅτι ἀφίησιν ἐµπεσεῖν. Οὕτως ἐστὶ δυνατὸς, ὥστε µετὰ τὸ ἐµπεσεῖν πάλιν ἡµᾶς ἐξαρπάσαι τῆς φλογός· Καὶ ἐὰν µὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύοµεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσκυνοῦµεν. Ὅρα αὐτοὺς οἰκονοµικῶς ἀγνοοῦντας τὸ µέλλον. Εἰ γὰρ προῄδεσαν, οὐδὲ ἦσαν θαυµαστοὶ, πεποιηκότες ὅπερ ἐποίησαν· τί γὰρ θαυµαστὸν, εἰ ἐνέχυρα ἔχοντες σωτηρίας, κατετόλµησαν τῶν δεινῶν; ἀλλ' ὁ µὲν Θεὸς ἐδοξάζετο, δυνηθεὶς ἐκβαλεῖν τῆς καµίνου· ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυµάσθησαν, ἅτε µὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες.∆ ιὰ τοῦτο αὐτοὺς ἀφῆκεν ἀγνοῆσαι τὸ µέλλον, ἵνα αὐτοὺς δοξάσῃ πλέον. Καὶ καθάπερ αὐτοὶ ἠσφαλίζοντο τὸν βασιλέα µὴ ἀσθένειαν καταγνῶναι Θεοῦ, εἰ κατακαυθείησαν· οὕτως ὁ Θεὸς ἀµφότερα ἐποίησε, καὶ τὴν ἑαυτοῦ δύναµιν ἔδειξε, καὶ τὴν τῶν παίδων προθυµίαν λαµπροτέραν διαφανῆναι παρεσκεύασε. Πόθενοὖν αὐτοῖς, φησὶ, ἡ ἀµφιβολία καὶ τὸ µὴ θαῤῥεῖν ὅτι πάντως σωθήσονται;∆ ιὰ τὸ πάντως ἑαυτοὺς εὐτελεστέρους εἶναι νοµίζειν, καὶ ἀναξίους τοιαύτης εὐεργεσίας. Καὶ ὅτι οὐ στοχαζόµενος τοῦτο λέγω, εἰς τὴν κάµινον ἐµπεσόντες, τοιαῦτα ἀπωδύροντο λέγοντες· Ἡµάρτοµεν, ἠνοµήσαµεν, οὐκ ἔστιν ἡµῖν ἀνοῖξαι τὸ στόµα.∆ ιὰ ταῦτα ἔλεγον· Καὶ ἐὰν µή. Εἰ δὲ µὴ φανερῶς εἶπον τοῦτο, οἷον, ὅτι∆ υνατὸς µὲν ἔστιν ὁ Θεὸς ἐξελέσθαι ἡµᾶς, ἐὰν δὲ µὴ ἐξέληται, διὰ τὰς ἁµαρτίας οὐκ ἐξελεῖται, µὴ θαυµάσῃς· καὶ γὰρ ἔδοξαν ἂν παρὰ τοῖς βαρβάροις τοῦ Θεοῦ τὴν ἀσθένειαν τῇ τῶν οἰκείων ἁµαρτηµάτων συσκιάζειν προφάσει.∆ ιὰ τοῦτο περὶ τοῦ δυνατοῦ µόνον διαλεχθέντες, τὴν αἰτίαν οὐ τιθέασι. Καὶ ἄλλως δὲ πεπαιδευµένοι καλῶς ἦσαν µὴ πολυπραγµονεῖν τοῦ Θεοῦ τὰς κρίσεις. Ταῦτα τοίνυν εἰπόντες ἐνέβησαν εἰς τὸ πῦρ, καὶ οὔτε ἐνύβρισαν εἰς τὸν βασιλέα, οὔτε κατέστρεψαν τὴν εἰκόνα. Τὸν γὰρ ἀνδρεῖον τοιοῦτον εἶναι χρὴ, σώφρονα καὶ ἐπιεικῆ, καὶ µάλιστα ἐν τοῖς κινδύνοις, ἵνα µὴ δόξῃ θυµῷ καὶ κενοδοξίᾳ πρὸς τοιούτους ἀγῶναςἰέναι, ἀλλὰ ἀνδρείᾳ καὶ σωφροσύνῃ. Ὁ µὲν γὰρ ὑβρίζων, ἐκείνων τῶν ἐγκληµάτων ὑποµένει τὴν ὑπόνοιαν· ὁ δὲ ὑποµένων καὶ ἑλκόµενος καὶ µετ' ἐπιεικείας ἀγωνιζόµενος, οὐχ ὡς ἀνδρεῖος θαυµάζεται µόνον, ἀλλὰ καὶ ἐπὶ τῇ σωφροσύνῃ καὶ τῇ ἐπιεικείᾳοὐχ ἧττον ἀνακηρύττεται· ὅπερ καὶ αὐτοὶ τότε ἐποίησαν, τήν τε ἀνδρείαν ἐπιδεικνύµενοι καὶ τὴν ἐπιείκειαν ἅπασαν, καὶ οὐδὲν ἐπὶ µισθῷ πράττοντες οὐδὲ ἀντιδόσει καὶ ἀνταµοιβῇ. Καὶ ἐὰν µὴ θελήσῃ, φησὶν, ἡµᾶς ἐξελέσθαι, τοῖς θεοῖς σου οὐ λατρεύοµεν· ἔχοµεν γὰρ ἤδη τὰς ἀµοιβὰς, καταξιωθέντες ἀπαλλαγῆναι τῆς ἀσεβείας, καὶ διὰ τοῦτο κατακαῦσαι τὰ σώµατα. Καὶ ἡµεῖς τοίνυν ἔχοντες ἤδη τὴν ἀντίδοσιν( καὶ γὰρ ἔχοµεν, καταξιωθέντες αὐτὸν ἐπιγνῶναι, καταξιωθέντες γενέσθαι µέλη Χριστοῦ), µὴ ποιήσωµεναὐτὰ µέλη πόρνης. Ἐν γὰρ τῷ φρικωδεστάτῳ τούτῳ χρὴ καταλῦσαι τὸν λόγον, ἵνα ἀκµάζοντα ἔχοντες τῆς ἀπειλῆς τὸν φόβον, µένωµεν τοῦ χρυσίου καθαρώτεροι τῷφόβῳ τούτῳ γινόµενοι. Οὕτω γὰρ δυνησόµεθα πορνείας ἀπαλλαγέντες τὸν Χριστὸν ἰδεῖν· ὃν γένοιτο πάντας ἡµᾶς µετὰ παῤῥησίας θεάσασθαι κατὰ τὴν ἡµέραν ἐκείνην, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷΠατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.