In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
19.19
Περὶ δὲ ὧν ἐγράψατέ µοι· καλὸν ἀνθρώπῳ γυναι κὸς µὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. αʹ.∆ ιορθώσας τὰ χαλεπώτατα τρία ἐγκλήµατα, ἓν µὲν τὸ διεσπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, κέχρηται λοιπὸν ἡµερωτέρῳ λόγῳ· καὶ µεταξὺ τίθησι παραίνεσιν καὶ συµβουλὴν τὴν περὶ τοῦ γάµου καὶ τῆς παρθενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν ἀκροατήν. Ἐπὶ δὲ τῆς δευτέρας Ἐπιστολῆς τὸ ἐναντίον ποιεῖ· ἄρχεται µὲν ἀπὸ τῶν ἡµερωτέρων, τελευτᾷ δὲ εἰς τὰ σκυθρωπότερα. Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλλων τὸν λόγονἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειµένων πραγµάτων ἡ χρεία.∆ ιό φησι· Περὶ δὲ ὧν ἐγράψατέ µοι. Ἔγραψαν γὰρ αὐτῷ, εἰ δεῖ ἀπέχεσθαι γυναικὸς, ἢ µή. Καὶ πρὸς ταῦτα ἀντιγράφων καὶ περὶ τοῦ γάµου νοµοθετῶν, εἰσάγει καὶ τὸν περὶ τῆς παρθενίας λόγον· Καλὸν ἀνθρώπῳ γυναικὸς µὴ ἅπτεσθαι. Εἰ µὲν γὰρ τὸ καλὸν καὶ σφόδρα ὑπερέχον ζητεῖς, φησὶ, βέλτιον µηδ' ὅλως ὁµιλεῖν γυναικί· εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενείᾳ, ὁµίλει γάµῳ. Ἐπειδὴ δὲ εἰκὸς ἦν, ὃ καὶ νῦν γίνεται, τὸν µὲν ἄνδρα βούλεσθαι, τὴν δὲ γυναῖκα µηκέτι, ἢ καὶ τὸ ἐναντίον, ὅρα πῶς περὶ ἑκατέρων διαλέγεται. Καί τινες µέν φασιν, ὅτι πρὸς ἱερέας ὁ λόγος οὗτος αὐτῷ εἴρηται· ἐγὼ δὲ ἀπὸ τῶν ἑξῆς σκοπῶν, οὐκ ἂν φαίην τοῦτο οὕτως ἔχειν· οὐδὲ γὰρ ἂν καθολικῶς ἔθηκε τὴν παραίνεσιν. Εἰ δὲ ἱερεῦσι µόνον ταῦτα ἔγραφεν, εἶπεν ἄν· Καλὸν τῷ διδασκάλῳ γυναικὸς µὴ ἅπτεσθαι· νυνὶ δὲ καθόλου αὐτὸ τέθεικε, Καλὸν ἀνθρώπῳ, λέγων, οὐχ ἱερεῖ µόνον· καὶ πάλιν, Λέλυσαι ἀπὸ γυναικός; µὴ ζήτει γυναῖκα. Οὐκ εἶπε, Σὺ ὁ ἱερεὺς καὶ ὁ διδάσκαλος, ἀλλ' ἀδιορίστως· καὶ ὅλος διόλου τοιοῦτος πρόεισιν ὁ λόγος. Εἰπὼν δὲ,∆ ιὰ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, αὐτῇ τῇ αἰτίᾳ τῆς συγχωρήσεως εἰς ἐγκράτειαν ἤγαγε. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλοµένην τιµὴν ἀποδιδότω· ὁµοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Τί δέ ἐστιν ἡ ὀφειλοµένη τιµή; Ἡ γυνὴ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει, ἀλλὰ καὶ δούλη καὶ δέσποινά ἐστι τοῦ ἀνδρός. Κἂν ἀποστῇς τῆς δουλείας τῆς προσηκούσης, προσέκρουσας τῷ Θεῷ· εἰ δὲ ἀποστῆναι βούλει, ὅταν ὁ ἀνὴρ ἐπιτρέπῃ, κἂν πρὸς βραχὺ τοῦτο γίνηται.∆ ιὰ γὰρ τοῦτο καὶ ὀφειλὴν τὸ πρᾶγµα ἐκάλεσεν, ἵνα δείξῃ µηδένα κύριον ὄντα ἑαυτοῦ, ἀλλ' ἀλλήλων δούλους. Ὅταν οὖν ἴδῃς πόρνην πειρῶσάν σου, εἰπέ· Οὐκ ἔστι τὸ σῶµα ἐµὸν, ἀλλὰ τῆς γυναικός. Ταῦτα καὶ ἡ γυνὴ λεγέτω πρὸς τοὺς βουλοµένους αὐτῆς διορύξαι τὴν σωφροσύνην· Οὐκ ἔστιν ἐµὸν τὸ σῶµα τὸ ἐµὸν, ἀλλὰ τοῦ ἀνδρός. Εἰ δὲ σώµατος οὐκ ἐξουσιάζει ὁ ἀνὴρ ἢ ἡ γυνὴ, πολλῷ µᾶλλον χρηµάτων. Ἀκούσατε ὅσαι ἄνδρας ἔχετε, καὶ ὅσοι γυναῖκας. Εἰ γὰρ σῶµα ἔχειν ἴδιον οὐ χρὴ, πολλῷ µᾶλλον χρήµατα. Ἀλλαχοῦ µὲν οὖν πολλὴν δίδωσι τῷ ἀνδρὶ τὴν προεδρίαν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ λέγων· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· ὁ δὲ Παῦλος διαιρῶν οὕτω καὶ γράφων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ οὐκέτι τὸ µεῖζον καὶ τὸ ἔλαττον, ἀλλὰ µία ἡ ἐξουσία. Τί δήποτε; Ἐπειδὴ περὶ σωφροσύνης ὁ λόγος ἦν αὐτῷ. Ἐν µὲν γὰρ τοῖς ἄλλοις πλεονεκτείτω, φησὶν, ὁ ἀνήρ· ἔνθα δὲ σωφροσύνης λόγος, οὐκέτι. Ὁ ἀνὴρ τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει, οὐδὲ ἡ γυνή. Πολλὴ ἡ ἰσοτιµία, καὶ οὐδεµία πλεονεξία. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ µή τι ἂν ἐκ συµφώνου. Τί δὴ τοῦτό ἐστι; Μὴ ἐγκρατευέσθω, φησὶν, ἡ γυνὴ, τοῦ ἀνδρὸς ἄκοντος, µήτε ὁ ἀνὴρ, τῆς γυναικὸς µὴ βουλοµένης. Τί δήποτε; Ὅτι µεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται κακά· καὶ γὰρ καὶ µοιχεῖαι καὶ πορνεῖαι καὶ οἰκιῶν ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. Εἰ γὰρ ἔχοντες τὰς ἑαυτῶν γυναῖκας, πορνεύουσι, πολλῷ µᾶλλον, ἂν αὐτοὺς τῆς πα ραµυθίας ταύτης ἀποστερήσῃς. Καὶ καλῶς εἶπε, Μὴ ἀποστερεῖτε, ἀποστέρησιν ἐνταῦθα καὶ ὀφειλὴν ἀνωτέρω εἰπὼν, ἵνα δείξῃ τῆς δεσποτείας τὴν ἐπίτασιν. Τὸ γὰρ ἄκοντος θατέρου ἐγκρατεύεσθαι θάτερον, ἀποστερεῖν ἐστι· τὸ δὲ ἑκόντος, οὐκέτι. Οὐδὲ γὰρ, εἰ πείσας µε λάβοις τι τῶν ἐµῶν, ἀποστερεῖσθαί φηµι. Ὁ γὰρ ἄκοντος καὶ βιαζοµένου λαβὼν, ἀποστερεῖ· ὅπερ ποιοῦσι πολλαὶ γυναῖκες, µείζονα τῆς δικαιοσύνης ἁµαρτίαν ἐργαζόµεναι, καὶ τῆς ἀσελγείας τοῦ ἀνδρὸς ὑπεύθυνοι γινόµεναι ταύτῃ, καὶδιασπῶσαι πάντα.∆ εῖ δὲ πάντων προτιµᾷν τὴν ὁµόνοιαν, ἐπειδὴ καὶ πάντων τοῦτο κυριώτερον, καὶ εἰ βούλει, καὶ ἐπὶ τῶν πραγµάτων αὐτὸ ἐξετάσωµεν. Ἔστω γὰρ γυνὴ καὶ ἀνὴρ, καὶ ἐγκρατευέσθω ἡ γυνὴ µὴ βουλοµένου τοῦ ἀνδρός· τί οὖν, ἂν ἐκεῖνος ἐντεῦθεν πορνεύῃ, ἢ µὴ πορνεύῃ µὲν, ἀλγῇ δὲ καὶ θορυβῆται καὶ πυρῶται καὶ µάχηται, καὶ µυρία τῇ γυναικὶ πράγµατα παρέχῃ; τί τὸ κέρδος τῆς νηστείας καὶ τῆς ἐγκρατείας, ἀγάπης διεῤῥηγµένης; Οὐδέν. Πόσας γὰρ ἔνθεν λοιδορίας, πόσα πράγµατα, πόσον ἀνάγκη γίνεσθαι πόλεµον; βʹ. Ὅταν γὰρ ἐν οἰκίᾳ ἀνὴρ καὶ γυνὴ διεστηκότες ὦσιν, οὐδὲν νηὸς χειµαζοµένης ἄµεινον ἡ οἰκία διακείσεται, τοῦ κυβερνήτου πρὸς τὸν πρωρέα διαστασιάζοντος.∆ ιὰ τοῦτό φησι· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ µή τι ἂν ἐκ συµφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· τὴν µετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγων. Εἰ γὰρ κωλύει τοὺς συνιόντας ἀλλήλοις εὔχεσθαι, τὸ ἀδιαλείπτως εὔχεσθαι πῶς ἂν ἔχοι καιρόν; Ἔστι τοίνυν καὶ ὁµιλεῖν γυναικὶ, καὶ εὐχῇ προσέχειν· ἀλλ' ἐγκρατείᾳ ἀκριβεστέρα γίνεται αὕτη. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἵνα προσεύχησθε, ἀλλ', Ἵνα σχολάζητε, ὡς ἀσχολίαν ἐµποιοῦντος τοῦ πράγµατος, ἀλλ' οὐκ ἀκαθαρσίαν. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα µὴ πειράζῃ ὑµᾶς ὁ Σατανᾶς. Ἵνα γὰρ µὴ δόξῃ νοµοθεσίας εἶναι τὸ πρᾶγµα, προστίθησι καὶ τὴν αἰτίαν. Ποία δέ ἐστιν αὕτη; Ἵνα µὴ πειράζῃ ὑµᾶς ὁ Σατανᾶς. Καὶ ἵνα µάθῃς ὅτι οὐχ ὁ διάβολος αὐτὸ µόνον ἐργάζεται τὸ τῆς µοιχείας, ἐπήγαγε·∆ ιὰ τὴν ἀκρασίαν ὑµῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώµην, οὐ κατ' ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐµαυτὸν, ἐν ἐγκρατείᾳ. Τοῦτο πολλαχοῦ ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγµάτων· ἑαυτὸν ἐν µέσῳ τίθησι, καί φησι· Μιµηταί µου γίνεσθε. Ἀλλ' ἕκαστος τὸ ἴδιον χάρισµα ἔχει ἐκ Θεοῦ, ὃς µὲν οὕτως, ὃς δὲ οὕτως. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν,∆ ιὰ τὴν ἀκρασίαν ὑµῶν, πάλιν αὐτοὺς παρεµυθήσατο ἐπαγαγών· Ἕκαστος ἴδιον χάρισµα ἔχει ἐκ Θεοῦ· οὐ τοῦτο δηλῶν, ὅτι τῆς ἡµετέρας σπουδῆς οὐ δεῖται τὸ κατόρθωµα, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, παραµυθούµενος αὐτούς. Εἰ γὰρ χάρισµά ἐστι, καὶ οὐδὲν ἄνθρωπος εἰς τοῦτο εἰσφέρει, πῶς ἐπάγεις· Λέγω δὲ τοῖς ἀγάµοις καὶ ταῖς χήραις· καλὸν αὐταῖς, ἐὰν µείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαµησάτωσαν; Εἶδες τὴν σύνεσιν τοῦ Παύλου, πῶς καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν µὴ φθάνοντα, δεδοικὼς µή τι παράπτωµα γένηται; Κρεῖττον γάρ ἐστι γαµῆσαι, ἢ πυροῦσθαι. Ἐνέφηνεν ὅση τῆς ἐπιθυµίας ἡ τυραννίς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ πολλὴν ὑποµένεις βίαν, φησὶ, καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, µήποτε καὶ περιτραπῇς. Τοῖς δὲ γεγαµηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος. Ἐπειδὴ νόµον ῥητῶς ὑπὸ τοῦ Χριστοῦ τεθέντα µέλλει ἀναγινώσκειν περὶ τοῦ χωρὶς πορνείας µὴ ἀφιέναι γυναῖκα, διὰ τοῦτό φησιν· Οὐκ ἐγώ· τὰ µὲν γὰρ εἰρηµένα ἔµπροσθεν, εἰ καὶ µὴ ῥητῶς εἴρητο, ἀλλὰ καὶ αὐτῷ δοκεῖ ταῦτα· τοῦτο µέντοι καὶ ῥητῶς παρέδωκεν. Ὥστε τὸ, Ἐγὼ, καὶ τὸ, Οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν. Ἵνα γὰρ µηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νοµίσῃς, διὰ τοῦτο ἐπήγαγεν·∆ οκῶ γὰρ κἀγὼ Πνεῦµα Θεοῦ ἔχειν. Τί οὖν ἐστιν, ὃ τοῖς γεγαµηκόσι παρήγγειλεν ὁ Κύριος, Γυναῖκα ἀπὸ ἀνδρὸς µὴ χωρισθῆναι; ἐὰν δὲ καὶ χωρισθῇ, µενέτω ἄγαµος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα µὴ ἀφιέναι; Ἐπειδὴ γὰρ καὶ δι' ἐγκράτειαν καὶ δι' ἄλλας προφάσεις καὶ µικροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον µὲν µηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν· εἰ δὲ ἄρα καὶ γένοιτο, µενέτω ἡ γυνὴ µετὰ τοῦ ἀνδρὸς, εἰ καὶ µὴ τῇ µίξει, ἀλλὰ τῷ µηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα. Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν µετ' αὐτοῦ, µὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν µετ' αὐτῆς, µὴ ἀφιέτω αὐτόν. Ὥσπερ γὰρ περὶ τοῦ χωρίζεσθαι πόρνων διαλεγόµενος, τῇ ἐπιδιορθώσει τὸ πρᾶγµα πεποίηκεν εὔκολον εἰπὼν, Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦκόσµου τούτου· οὕτω δὴ καὶ ἐνταῦθα πολλῆς προενόησεν εὐκολίας, εἰπών· Ἐάν τις ἢ γυνὴ ἄνδρα, ἢ ἀνὴρ γυναῖκα ἔχῃ ἄπιστον, µὴ ἀφιέτω αὐτήν. Τί λέγεις; ἂν µὲν ἄπιστος, µενέτω µετὰ τῆς γυναικός· ἂν δὲ πόρνος, µηκέτι; καίτοι γε ἔλαττον ἡ πορνεία τῆς ἀπιστίας. Ἔλαττον µὲν ἡ πορνεία, ἀλλ' ὁ Θεὸς τῶν σῶν φείδεται σφόδρα. Τοῦτο καὶ ἐν τῇ θυσίᾳ ποιεῖ λέγων· Ἄφες τὴν θυσίαν, καὶ καταλλάγηθι τῷ ἀδελφῷ σου· τοῦτο καὶ ἐπὶ τοῦ τὰ µύρια τάλαντα ὀφείλοντος. Καὶ γὰρ ἐκεῖνον µύρια µὲν τάλαντα χρεωστοῦντα αὐτῷ οὐκ ἐκόλασεν, ἑκατὸν δὲ δηνάρια τὸν σύνδουλον ἀπαιτήσαντα ἐτιµωρήσατο. Εἶτα, ἵνα µὴ φοβῆται ἡ γυνὴ, ὡς ἀκάθαρτος γινοµένη διὰ τὴν µίξιν, φησίν· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐ ν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Καίτοι εἰ ὁ τῇ πόρνῃ κολλώµενος, ἓν σῶµά ἐστιν, εὔδηλον ὅτι καὶ ἡ τῷ εἰδωλολάτρῃ κολλωµένη, ἓν σῶµά ἐστιν· ἓν µὲν σῶµά ἐστιν, ἀλλ' οὐ γίνεται ἀκάθαρτος, ἀλλὰ νικᾷ ἡ καθαρότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαρότης τοῦ πιστοῦἀνδρὸς πάλιν τὸ ἀκάθαρτον τῆς ἀπίστου γυναικός. γʹ. Πῶς οὖν ἐνταῦθα µὲν νενίκηται τὸ ἀκάθαρτον, διὸ καὶ ἐπιτέτραπται ἡ συνουσία· ἐπὶ δὲ τῆς πορνευοµένης γυναικὸς οὐ κατηγορεῖται ἐκβάλλων αὐτὴν ὁ ἀνήρ; Ὅτι ἐνταῦθα µὲν ἐλπὶς σώζεσθαι τὸ ἀπολωλὸς µέρος διὰ τοῦ γάµου, ἐκεῖ δὲ ὁ γάµος ἤδη διαλέλυται· κἀκεῖ µὲν ἀµφότεροι διαφθείρονται, ἐνταῦθα δὲ θατέρου τὸ ἔγκληµα. Οἷόν τι λέγω· Ἔστιν ἡ πορνευθεῖσα καθάπαξ, µιαρά. Εἰ τοίνυν ὁ κολλώµενος τῇ πόρνῃ ἓν σῶµά ἐστι, καὶ αὐτὸς γίνεται µιαρὸς πορνευούσῃ µιγνύµενος, διὰ τοῦτο ἀφίπταται ἡ καθαρότης ἅπασα. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἀλλ' ἡ γυνὴ οὐκ ἔστιν ἀκάθαρτος. Εἰ µὲν γὰρ ἐκοινώνει αὐτῷ κατὰ τοῦτο, καθὸ ἀκάθαρτος ἦν, λέγω δὲ κατὰ τὴν ἀσέβειαν, ἔµελλε καὶ αὕτη ἀκάθαρτος γίνεσθαι· νυνὶ δὲ ἑτέρως µὲν ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἐν ἑτέρῳ δὲ αὐτῷ πράγµατι κοινωνεῖ ἡ γυνὴ, ἐν ᾧ οὐκ ἔστιν ἀκάθαρτος. Γάµος γάρ ἐστι καὶ µίξις σωµάτων, καθὸ ἡ κοινωνία. Πάλιν τοῦτον µὲν ἐλπὶς ἀνακληθῆναι ὑπὸ τῆς γυναικὸς, ᾠκείωται γὰρ αὕτη· ἐκεῖνον δὲ οὐ σφόδρα εὔκολον. Πῶς γὰρ ἡ τὸν ἔµπροσθεν ἀτιµάσασα χρόνον, καὶ γενοµένη ἑτέρου, καὶ τοῦ γάµου τὰ δίκαια ἀφανίσασα, ἀνακαλέσασθαι δυνήσεται τὸν ἠδικηµένον, πρὸς τούτοις καὶ τὸν µένοντα ὡς ξένον; Πάλιν ἐκεῖ µὲν µετὰ τὴν πορνείαν ὁ ἀνὴρ οὐκ ἔστιν ἀνήρ· ἐνταῦθα δὲ, κἂν εἰδωλολάτρις ἡ γυνὴ, τοῦ ἀνδρὸς τὸ δίκαιον οὐκ ἀπόλλυται. Οὐχ ἁπλῶς δὲ συνοικίζει τῷ ἀπίστῳ, ἀλλὰ τῷ βουλοµένῳ· διὸ εἶπε· Καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν µετ' αὐτῆς. Ποῖον γὰρ, εἰπέ µοι, βλάβος, ὅταν καὶ τὰ τῆς εὐσεβείας ἀκέραια διαµένῃ, καὶ ἐλπίδες ὦσι χρησταὶ περὶ τοῦ ἀπίστου, µένειν τοὺς ἤδη ζευχθέντας, καὶµὴ περιττῶν πολέµων ὑποθέσεις εἰσάγειν; οὐδὲ γὰρ περὶ τῶν µηδέπω συνελθόντων διαλέγεται νῦν, ἀλλὰ περὶ τῶν ἤδη συνελθόντων. Οὐ γὰρ εἶπεν, Εἴ τις βούλεται λαβεῖν ἄπιστον, ἀλλ', Εἴ τις ἔχει ἄπιστον· οἶον εἴ τις µετὰ τὸ γαµῆσαι ἢ γαµηθῆναι ἐδέξατο τὸν λόγον τῆς εὐσεβείας, εἶτα θάτερον µέρος ἐναπέµεινε τῇ ἀπιστίᾳ, καὶ στέργει τὸ συνοικεῖν, µὴ διαῤῥηγνύσθω· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί. Τοσαύτη ἡ περιουσία τῆς σῆς καθαρότητος. Τί οὖν; ἅγιός ἐστιν ὁ Ἕλλην; Οὐδαµῶς· οὐ γὰρ εἶπεν, Ἅγιός ἐστιν, ἀλλ', Ἡγίασται ἐν τῇ γυναικί. Τοῦτο δὲ εἶπεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ' ἵνα ἐκ περιουσίας τὸν φόβον ἐξέλῃ τῆς γυναικὸς, κἀκεῖνον εἰς ἐπιθυµίαν ἀγάγῃ τῆς ἀληθείας. Οὐ γὰρ τῶν σωµάτων τὸ ἀκάθαρτον, ὧν ἐστιν ἡ κοινωνία, ἀλλὰ τῆς προαιρέσεως καὶ τῶν λογισµῶν. Εἶτα καὶ ἀπόδειξις· εἰ γὰρ ἀκάθαρτος µένουσα γεννᾷς, τὸ δὲ παιδίον οὐκ ἀπὸ σοῦ µόνης, ἀκάθαρτον ἄρα τὸ παιδίον, ἢ ἐξ ἡµισείας καθαρόν· νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον.∆ ιὸ καὶ ἐπήγαγεν, Ἐπεὶ τὰ τέκνα ὑµῶν ἀκάθαρτά ἐστι· νυνὶ δὲ ἅγιά ἐστι· τουτέστιν, οὐκ ἀκάθαρτα. Αὐτὸς δὲ ἅγια ἐκάλεσε, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος. Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἐνταῦθα γὰρ οὐκέτι πορνεία τὸ πρᾶγµά ἐστι. Τί δέ ἐστιν, Εἰ δὲ ὁ ἄπιστος χωρίζεται; Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάµον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάµον, καὶ µὴ τὴν εὐσέβειαν.∆ ιὸ ἐπήγαγεν· Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Εἰ καθ' ἑκάστην ἡµέραν πυκτεύοι καὶ πολέµους παρέχοι διὰ τοῦτο, φησὶ, βέλτιον ἀπαλλαγῆναι. Τοῦτο γὰρ αἰνίττεται, λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡµᾶς ὁ Θεός. Ἐκεῖνος γὰρ λοιπὸν τὴν αἰτίαν παρέσχεν, ὥσπερ καὶ ὁ πορνεύσας. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πρὸς τὸ, Μὴ ἀφιέτω αὐτὸν, τοῦτο πάλιν. Εἰ γὰρ µὴ στασιάζει, µένε, φησίν· ἔχει γὰρ καὶ κέρδος· µένε, καὶ παραίνει καὶ συµβούλευε καὶ πεῖθε· οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχῦσαι δυνήσεται, ὡς γυνή. Καὶ οὔτε ἀνάγκην ἐπιτίθησιν αὐτῇ καὶ πάντως ἀπαιτεῖ παρ' αὐτῆς τὸ πρᾶγµα, ἵνα µὴ πάλιν φορτικώτερον ἐργάσηται, οὔτε ἀπογινώσκειν κελεύει, ἀλλ' ἀφίησιν αὐτὸ τῇ τοῦ µέλλοντος ἀδηλίᾳ µετέωρον, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; καὶ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; καὶ πάλιν· Εἰ µὴ ἑκάστῳ ὡς ἐµέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. Περιτετµηµένος τις ἐκλήθη; µὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; µὴ περιτεµνέσθω. Ἡ περιτοµὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ µενέτω.∆ οῦλος ἐκλήθης; µή σοι µελέτω. Ταῦτα εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, φησί· µὴ τοίνυν φιλονείκει µηδὲ θορυβοῦ· ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ µενέτω. Γυναῖκα ἔχων ἄπιστον ἐκλήθης; µένε ἔχων· µὴ διὰ τὴν πίστιν ἐκβάλῃς τὴν γυναῖκα.∆ οῦλος ὢν ἐκλήθης; µή σοι µελέτω· µένε δουλεύων. Ἀκρόβυστος ὢν ἐκλήθης; µένε ἀκρόβυστος. Ἐµπερίτοµος ὢν ἐπίστευσας; µένε ἐµπερίτοµος. Τοῦτο γάρ ἐστιν, Ἑκάστῳ ὡς ἐµέρισεν ὁ Θεός. Ταῦτα γὰρ οὐκ ἔστι κωλύµατα εἰς εὐσέβειαν. Σὺ δοῦλος ὢν ἐκλήθης, ἄλλος γυναῖκα ἔχων ἄπιστον, ἄλλος περιτετµηµένος. δʹ. Βαβαί! ποῦ τὴν δουλείαν ἔθηκεν! Ὥσπερ οὐδὲν ὠφελεῖ ἡ περιτοµὴ, οὐδὲ βλάπτει ἡ ἀκροβυστία, οὕτως οὐδὲ ἡ δουλεία οὐδὲ ἡ ἐλευθερία. Καὶ ἵνα δείξῃ τοῦτο σαφέστερον ἐκ περιουσίας, φησίν· Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, µᾶλλον χρῆσαι· τουτέστι, µᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάµενον ἐλευθερωθῆναι κελεύει µένειν δοῦλον; Θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. Καὶ οὐκ ἀγνοῶ µὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι· πολὺ δὲ ἀπεναντίας τῷ τρόπῳ τοῦ Παύλου τὸ ῥῆµα, εἰ τοῦτο αἰνίττοιτο. Οὐ γὰρ ἂν παραµυθούµενος τὸν δοῦλον, καὶ δεικνὺς οὐδὲν ἠδικηµένον, ἐκέλευσε γενέσθαι ἐλεύθερον. Εἶπε γὰρ ἄν τις ἴσως· Τί οὖν; ἂν µὴ δύνωµαι, ἠδίκηµαι καὶ ἠλάττωµαι; Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ' ὅπερ ἔφην, θέλων δεῖξαι ὅτι οὐδὲν πλέον γίνεται τῷ ἐλευθέρῳ γενοµένῳ, φησί· Κἂν κύριος ᾖς τοῦ ἐλευθερωθῆναι, µένε δουλεύων µᾶλλον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει· Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁµοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι τοῦ Χριστοῦ. Ἐν γὰρ τοῖς κατὰ Χριστὸν, φησὶν, ἀµφότεροι ἴσοι· ὁµοίως γὰρ καὶ σὺ τοῦ Χριστοῦ δοῦλος, ὁµοίως καὶ ὁ δεσπότης ὁ σός. Πῶς οὖν ὁ δοῦλος ἀπελεύθερος; Ὅτι ἠλευθέρωσέ σε οὐ τῆς ἁµαρτίας µόνον, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας µένοντα δοῦλον. Οὐ γὰρ ἀφίησιν εἶναι δοῦλον τὸν δοῦλον, οὐδὲ ἄνθρωπον µένοντα ἐν δουλείᾳ· τοῦτο γάρ ἐστι τὸ θαυµαστόν. Καὶ πῶς ἐλεύθερός ἐστιν ὁ δοῦλος, µένων δοῦλος; Ὅταν παθῶν ἀπηλλαγµένος ᾖ καὶ τῶν τῆς ψυχῆς νοσηµάτων, ὅταν χρηµάτων καταφρονῇ καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν. Τιµῆς ἠγοράσθητε, µὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας µόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα µὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι. Καὶ πῶς ὁ δοῦλος ὢν, οὐκ ἔστι δοῦλος; Ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, ὅταν µὴ ὑποκρίνηται µηδὲ κατ' ὀφθαλµοδουλείαν ἀνθρώπων τι πράττῃ· τουτέστι, δουλεύοντα ἀνθρώποις ἐλεύθερον εἶναι. Ἢ πῶς πάλιν ἐλεύθερός τις ὢν, γίνεται δοῦλος; Ὅταν διακονῆται ἀνθρώποις πονηράν τινα διακονίαν ἢ διὰ γαστριµαργίαν, ἢ διὰ χρηµάτων ἐπιθυµίαν, ἢ διὰ δυναστείαν. Ὁ γὰρ τοιοῦτος πάντων ἐστὶ δουλικώτερος, κἂν ἐλεύθερος ᾖ. Σκόπει δὲ ταῦτα ἀµφότερα·∆ οῦλος ἦν ὁ Ἰωσὴφ, ἀλλ' οὐκ ἀνθρώπων δοῦλος· διὸ καὶ ἐν τῇ δουλείᾳ πάν των ἐλευθέρων ἐλευθερώτερος ἦν. Τῇ δεσποίνῃ γοῦν οὐκ εἶξεν, εἰς ἅπερ ἠθέλησεν ἡ κεκτηµένη. Πάλιν ἐλευθέρα ἦν ἐκείνη, καὶ πάντων ἦν δουλικωτέρα, τὸν θεράποντα κολακεύουσα καὶ παρακαλοῦσα· ἀλλ' οὐκ ἔπεισε τὸν ἐλεύθερον, ὃ µὴ ἠθέλησε, ποιῆσαι. Οὐκ ἄρα δουλεία τὸ πρᾶγµα ἦν, ἀλλ' ἐλευθερία ἡ ἀνωτάτω. Τί γὰρ ἐνεποδίσθη πρὸς ἀρετὴν ἐκεῖνος ἀπὸ τῆς δουλείας; Ἀκουέτωσαν δοῦλοι καὶ ἐλεύθεροι· Τίς ἐδούλευσεν; ὁ ἀξιούµενος, ἢ ἡ ἀξιοῦσα; ἡ παρακαλοῦσα, ἢ ὁ καταφρονῶν ἱκετευούσης; Καὶ γὰρ εἰσὶν ὄροι δούλων παρὰ τοῦ Θεοῦ κείµενοι· καὶ µέχρι ποῦ δεῖ φυλάττειν αὐτοὺς, καὶ τοῦτο νενοµοθέτηται, καὶ ὑπερβαίνειν αὐτοὺς οὐ χρή. Ὅταν γὰρ µηδὲν ὁ δεσπότης ἐπιτάττῃ τῶν µὴ δοκούντων τῷ Θεῷ, ἕπεσθαι δεῖ καὶ πείθεσθαι· περαιτέρω δὲ µηκέτι· οὕτω γὰρ ὁ δοῦλος ἐλεύθερος γίνεται. Ἂν δὲ περαιτέρω προΐῃς, κἂν ἐλεύθερος ᾖς, ἐγένου δοῦλος. Τοῦτο γοῦν αἰνίττεται λέγων· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Εἰ δὲ µὴ τοῦτο, ἀλλ' ἐκέλευσε καταλιµπάνειν δεσπότας, καὶ ἐλευθέρους φιλονεικεῖν γίνεσθαι, πῶς παρῄνει λέγων· Ἕκαστος ἐν τούτῳ µενέτω, ἐν ᾧ ἐκλήθη; καὶ ἀλλαχοῦ, Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιµῆς ἀξίους ἡγείσθωσαν, καὶ µὴ καταφρονείτωσαν οἱ πιστοὺς ἔχοντες δεσπότας, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαµβανόµενοι; Καὶ Ἐφεσίοις δὲ καὶ Κολασσαεῦσιν ἐπιστέλλων, τὰ αὐτὰ διατάττεται καὶ νοµοθετεῖ. Ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἀναιρεῖ τὴν δουλείαν, ἀλλὰ τὴν ἀπὸ τῆς κακίας καὶ ἐλευθέροις γινοµένην, ἥπερ ἐστὶ χαλεπωτάτη, κἂν ἐλεύθερός τις ὢναὐτῇ δουλεύῃ. Τί γὰρ ἀπώναντο οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ἐλεύθεροι ὄντες; οὐχὶ πάντων ἦσαν τῶν δούλων δουλικώτεροι, καὶ πρὸς τὸν πατέρα ψευδόµενοι, καὶ πρὸς τοὺς ἐµπόρους τὰ µὴ ὄντα λέγοντες, καὶ πρὸς τὸν ἀδελφόν; Ἀλλ' οὐκ ὁ ἐλεύθερος τοιοῦτος, ἀλλὰ πανταχοῦ καὶ ἐν πᾶσιν ἀληθής· καὶ οὐδὲν αὐτὸν δουλώσασθαι ἠδυνήθη, οὐ δεσµὸς, οὐ δουλεία, οὐ δεσποίνης ἔρως, οὐ τὸ ἐν ἀλλοτρίᾳ εἶναι· ἀλλ' ἔµενεν ἐλεύθερος πανταχοῦ. Τοῦτο γὰρ µάλιστά ἐστιν ἐλευθερία, ὅταν καὶ ἐν δουλείᾳ διαλάµπῃ. εʹ. Τοιοῦτον ὁ Χριστιανισµός· ἐν δουλείᾳ ἐλευθερίαν χαρίζεται. Καὶ καθάπερ τὸ φύσει ἄτρωτον σῶµα, τότε δείκνυται ἄτρωτον, ὅταν δεξάµενον βέλος µηδὲν πάθῃ δεινόν· οὕτω καὶ ὁ ἀκριβῶς ἐλεύθερος τότε φαίνεται, ὅταν καὶ δεσπότας ἔχων µὴ δουλωθῇ.∆ ιὰ τοῦτο κελεύει δοῦλον µένειν. Εἰ δ' οὐ δυνατὸν δοῦλον ὄντα εἶναι Χριστιανὸν, οἷον χρὴ, πολλὴν τῆς εὐσεβείας ἀσθένειαν κατηγοροῦσιν Ἕλληνες· ὥσπερ, ἂν µάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυµάσονται τὸ κήρυγµα. Εἰ γὰρ θάνατος ἡµᾶς οὐ βλάπτει οὐδὲ µάστιγες οὐδὲ δεσµὰ, πολλῷ µᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες µυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ µυρία τούτων χαλεπώτερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ' ἡ φύσει δουλεία ἡ τῆς ἁµαρτίας. Κἂν ταύτην µὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν µυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ µοι, ὅταν ἀνθρώπῳ µὲν µὴ δουλεύῃς, τοῖς δὲ πά θεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ µὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπωλείας.∆ ουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ∆ εσπότης σοι δουλεύει, διοικούµενός σοι τὰ τῆς τροφῆς, ἐπιµελούµενός σου τῆς ὑγιείας καὶ ἐνδυµάτων καὶ ὑποδηµάτων, καὶ τῶν ἄλλωνἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, µὴ προσκρούσῃς τῷ∆ εσπότῃ, ὡς ἐκεῖνος δέδοικε µή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ. Ἀλλ' ἐκεῖνος κατάκειται, σὺ δὲ ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ' αὐτῷ µόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειµένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε µόνον, ἀλλὰ καὶ µυρίας ὑποµένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖσοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυµίας ἐκείνη; Οὗτος µὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠµός;∆ εήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχµάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίµεινον, κἂν πολλάκις εἴπῃς καὶ µὴ ἀνάσχηται, ἐπιτήρησον ἐρηµίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος. Τί ἀτιµότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥηµάτων; Ἂν δὲ µηδὲν µηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγµατα, πῶς ἀπηνῆ καὶ ὠµὰ καὶ µανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυναικὶ τότε ἐκείνῃ; ἀλλ' ὅµως οὐκ ἐτόλµησε παρακοῦσαι. Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέµεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιµήν. Βούλει καὶ ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπιταγέντα, καὶ οὐδὲν τολµήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη. Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύσασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι, καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί ἂν µάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυµάσονται τὸ κήρυγµα. Εἰ γὰρ θάνατος ἡµᾶς οὐ βλάπτει οὐδὲ µάστιγες οὐδὲ δεσµὰ, πολλῷ µᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες µυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ µυρία τούτων χαλεπώτερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ' ἡ φύσει δουλεία ἡ τῆς ἁµαρτίας. Κἂν ταύτην µὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν µυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ µοι, ὅταν ἀνθρώπῳ µὲν µὴ δουλεύῃς, τοῖς δὲ πά θεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ µὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπωλείας.∆ ουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ∆ εσπότης σοι δουλεύει, διοικούµενός σοι τὰ τῆς τροφῆς, ἐπιµελούµενός σου τῆς ὑγιείας καὶ ἐνδυµάτων καὶ ὑποδηµάτων, καὶ τῶν ἄλλωνἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, µὴ προσκρούσῃς τῷ∆ εσπότῃ, ὡς ἐκεῖνος δέδοικε µή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ. Ἀλλ' ἐκεῖνος κατάκειται, σὺ δὲ ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ' αὐτῷ µόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειµένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε µόνον, ἀλλὰ καὶ µυρίας ὑποµένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖσοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυµίας ἐκείνη; Οὗτος µὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠµός;∆ εήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχµάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίµεινον, κἂν πολλάκις εἴπῃς καὶ µὴ ἀνάσχηται, ἐπιτήρησον ἐρηµίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος. Τί ἀτιµότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥηµάτων; Ἂν δὲ µηδὲν µηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγµατα, πῶς ἀπηνῆ καὶ ὠµὰ καὶ µανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυναικὶ τότε ἐκείνῃ; ἀλλ' ὅµως οὐκ ἐτόλµησε παρακοῦσαι. Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέµεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιµήν. Βούλει καὶ ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπιταγέντα, καὶ οὐδὲν τολµήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη. Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύσασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι, καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί θαυµάζεις, εἰ ἐφ' ἑνὸς τοσαύτην ἔχει ἰσχὺν αὕτη ἡ δέσποινα; Ὁλοκλήρους πολλάκις δήµους ἀπώλεσε. Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεµένους σχεδὸν αἰχµαλώτους ἔλαβον, τῇ τῆς οἰκείας εὐµορφίας ἐπιθυµίᾳ τούτουςχειρωσάµεναι πάντας. Ταύτην τοίνυν τὴν δουλείαν ἐκβάλλων ὁ Παῦλος, ἔλεγε· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· τουτέστι, Μὴ πείθεσθε ἀνθρώποις ἄτοπα ἐπιτάττουσιν, ἀλλὰ µηδὲ ἑαυτοῖς. Εἶτα ἀνενεγκὼν τὴν διάνοιαν, καὶ ποιήσας ὑψηλὴν, φησί· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώµην δὲ δίδωµι, ὡς ἠλεηµένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ὁδῷ καὶ τάξει προβαίνων καὶ τῆς παρθενίας µνηµονεύει λοιπόν. Ἐπειδὴ γὰρ τοῖς περὶ ἐγκρατείας αὐτοὺς ἐνεγύµνασέ τε καὶ ἐῤῥύθµισε λόγοις, ἐκβαίνει καὶ πρὸς τὸ µεῖζον, Ἐπιταγὴν οὐκ ἔχω, λέγων, ἀλλὰ νοµίζωκαλὸν εἶναι.∆ ιὰ τί;∆ ιὰ τὴν αὐτὴν αἰτίαν, ἣν περὶ τῆς ἐγκρατείας τέθεικε.∆ έδεσαι γυναικί; µὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; µὴ ζήτει γυναῖκα. Ταῦτα οὐκ ἐναντιουµένου ἐστὶ τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συνᾴδοντος. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Εἰ µή τι ἂν ἐκ συµφώνου· καὶ ἐνταῦθα πάλιν,∆ έδεσαι γυναικί; µὴ ζήτει λύσιν. Τοῦτο δὲ οὐκ ἔστιν ἐναντίον· τὸ γὰρ παρὰ γνώµην, λύσις ἐστίν· εἰ δὲ κατὰ γνώµην ἀµφότεροι ἐγκρατεύοιντο, οὐκ ἔστι λύσις. ὰʹ. Εἶτα ἵνα µὴ δόξῃ νοµοθεσία εἶναι τοῦτο, ἐπήγαγεν· Ἐὰν δὲ καὶ γήµῃς, οὐχ ἥµαρτες. Εἶτα τὰ παρόντα αἰτιᾶται, τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸν συνεσταλµένον καιρὸν καὶ τὴν θλῖψιν. Πολλὰ γὰρ ὁ γάµος ἐπισύρεται, ἅπερ ᾐνίξατο καὶ ἐνταῦθα, καὶ ἐν τῷ περὶ ἐγκρατείας λόγῳ, ἐκεῖ µὲν εἰπὼν, ὅτι Οὐκ ἔχει ἐξουσίαν ἑαυτῆς ἡ γυνὴ, ἐνταῦθαδὲ εἰπών·∆ έδεσαι. Ἐὰν δὲ καὶ γήµῃς, οὐχ ἥµαρτες· οὐ περὶ τῆς παρθενίαν ἑλοµένης· ἤδη γὰρ αὕτη ἥµαρτεν. Εἰ γὰρ αἱ χῆραι κρῖµα ἔχουσι δευτέροις ὁµιλοῦσαι γάµοις, ἐὰν ἅπαξ ἕλωνται χηρείαν, πολλῷ µᾶλλον αἱ παρθένοι. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἀλλὰ καὶ ἡδονὴν, φησίν. Ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· Ὁ καιρὸς συνεσταλµένος ἐστί· τουτέστιν, Ἀποδηµεῖν κελευόµεθα καὶ ἐξιέναι λοιπὸν, σὺ δὲ ἐνδοτέρω τρέχεις. Καίτοι εἰ καὶ µηδὲν εἶχεν ἐπαχθὲς ὁ γάµος, καὶ οὕτως ἐπείγεσθαι πρὸς τὰ µέλλοντα ἔδει· ὅταν δὲ καὶ θλῖψιν ἔχῃ, τί δεῖ φορτίον ἐπισύρεσθαι; τί χρὴ λαβεῖν τοσοῦτον ὄγκον, ὅταν καὶ µετὰ τὸ λαβεῖν οὕτω δέοι χρῆσθαι, ὡς µὴ ἔχοντα; καὶ γὰρ, Οἱ ἔχοντες γυναῖκας, φησὶν, ἵνα ὡς µὴ ἔχοντες ὦσιν. Εἶτα ἐνθείς τι καὶ τῶν µελλόντων, πάλιν πρὸς τὸ παρὸν ἤγαγε τὸν λόγον. Τὰ µὲν γὰρ πνευµατικά ἐστιν· ὅτι ἡ µὲν τὰ τοῦ ἀνδρὸς, ἡ δὲ τὰ τοῦ Θεοῦ µεριµνᾷ· τὰ δὲ τοῦ παρόντος βίου, τὸ, Θέλω ὑµᾶς ἀµερίµνους εἶναι. Ἀλλ' ὅµως καὶ οὕτως ἀφίησι κυρίους. Ὁ γὰρ µετὰ τὸ ἀποδεῖξαι τὸ αἱρετὸν πάλιν ἀναγκάζων, δοκεῖ µὴ θαῤῥεῖν τοῖς ἑαυτοῦ λόγοις. Ὥστε τῇ συγχωρήσει µᾶλλον ἐπηγάγετο καὶ κατέσχεν εἰπών· Τοῦτο δὲ πρὸς τὸ ὑµῶν αὐτῶν συµφέρον λέγω, οὐχ ἵνα βρόχον ὑµῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχηµον καὶ εὐπρόσεδρον. Ἀκουέτωσαν αἱ παρθένοι, ὅτι οὐκ ἐν τούτῳ ὥρισται ἡ παρθενία· ἡ γὰρ µεριµνῶσα τὰ τοῦ κόσµου, οὐδ' ἂν εἴη παρθένος οὐδὲ εὐσχήµων. Εἰπὼν γὰρ, Μεµέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτο τέθεικε τὸ διάφορον, καὶ ᾧ διεστήκασιν ἀλλήλων. Καὶ ὅρον διδοὺς τῆς παρθένου καὶ τῆς οὐ παρθένου, οὐ γάµον εἶπεν οὐδὲ ἐγκράτειαν, ἀλλὰ ἀπραγµοσύνην καὶ πολυπραγµοσύνην. Οὐ γὰρ ἡ µίξις πονηρὸν, ἀλλὰ τὸ ἐµποδίζεσθαι πρὸς φιλοσοφίαν. Εἰ δέ τις ἀσχηµονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νοµίζει. Ἐνταῦθα δοκεῖ µὲν ὑπὲρ γάµου διαλέγεσθαι· τὸ δὲ πᾶν περὶ παρθενίας φησίν· ἐπεὶ καὶ δεύτερον συγχωρεῖ γάµον, µόνον Ἐν Κυρίῳ λέγων. Τί δέ ἐστιν, Ἐν Κυρίῳ; Μετὰ σωφροσύνης, µετὰ κοσµιότητος. Ταύτης γὰρ πανταχοῦ χρεία, καὶ δεῖ ταύτην διώκειν· ἄλλως γὰρ οὐκ ἔστιν ἰδεῖν τὸν Θεόν. Εἰ δὲ παρεδράµοµεν τὰ περὶ τῆς παρθενίας, µηδεὶς ἡµῶν ὄκνον καταγινωσκέτω. Καὶ γὰρ ὁλόκληρον ἡµῖν βιβλίον εἰς τοῦτο σύγκειται τὸ χωρίον, καὶ µετὰ ἀκριβείας τῆς ἡµῖν ἐγχωρούσης ἐκεῖ πᾶσιν ἐπεξελθόντες, περιττολογίανεἶναι ἐνοµίσαµεν καὶ ἐνταῦθα πάλιν αὐτὰ ἐνθεῖναι.∆ ιόπερ ἐκεῖ παραπέµψαντες ὑπὲρ τούτων τὸν ἀκροατὴν, ἐνταῦθα ἐκεῖνο ἐροῦµεν, ὅτι τὴν ἐγκράτειαν δεῖ διώκειν. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἵν' οὖν ἰδεῖν αὐτὸν καταξιωθῶµεν, κἂν ἐν παρθενίᾳ ὦµεν, κἂν ἐν πρώτῳ γάµῳ, κἂν ἐν δευτέρῳ, ταύτην µεταδιώκωµεν, ἵνα τύχωµεν τῆς βασιλείαςτῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων. Ἀµήν.