In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
23.23
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες µὲν τρέχουσιν, εἷς δὲ λαµβάνει τὸ βραβεῖον; αʹ.∆ είξας ὅτι πολὺ χρήσιµον τὸ συγκαταβαίνειν, καὶ ὡς τοῦτο ἡ ἄκρα τελειότης, καὶ ὅτι αὐτὸς πάντων πλέον πρὸς τὸ τέλειον ἀναβὰς, µᾶλλον δὲ καὶὑπερβὰς αὐτὸ τῷ µὴ λαµβάνειν, πάντων πλέον κατέβη πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίµους ποιήσας ἡµῖν καὶ τῆς τελειότητος καὶτῆς συγκαταβάσεως, πληκτικώτερον αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόµενος ὅτι τοῦτο τὸ παρ' αὐτῶν γινόµενον καὶ δοκοῦν εἶναι τελειότητος, µαταιοπονία τίςἐστι περιττή. Καὶ οὐ λέγει µὲν αὐτὸ οὕτω σαφῶς, ἵνα µὴ ἀπαναισχυντήσωσι· δι' ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· καὶ εἰπὼν ὅτι εἰς τὸν Χριστὸν ἁµαρτάνουσι, καὶ τοὺς ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν µὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγµα, καὶ φησίν· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες µὲν τρέχουσιν, εἷς δὲ λαµβάνει τὸ βραβεῖον; Τοῦτο δὲ λέγει, οὐχ ὡς καὶ ἐνταῦθα ἑνὸς ἐκ πάντων µέλλοντος σώζεσθαι, ἄπαγε, ἀλλ' ὡς πολλὴν ὀφειλόντων ἡµῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ κατιόντων πολλῶν εἰς τὸ στάδιον, οὐ στεφανοῦνται πολλοὶ, ἀλλ' εἰς ἕνα τοῦτο περιίσταται, καὶ οὐκ ἀρκεῖ τὸ καθεῖναι εἰς τὸν ἀγῶνα, οὔτετὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι· ἀλλὰ ἂν µὴ οὕτω δράµωµεν, ὡς µέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡµῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νοµίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ' οὐδέπω τοῦ παντὸς ἐπιλήψῃ, ὅπερ αἰνιττόµενος ἔλεγεν· Οὕτω τρέχετε, ἵνα καταλάβητε. Οὐκ ἄρα που κατειληφότες ἦσαν. Καὶ εἰπὼν οὕτω, καὶ τὸν τρόπον διδάσκει· Πᾶς δὲ ὁ ἀγωνιζόµενος πάντα ἐγκρατεύεται. Τί ἐστι, Πάντα; Οὐχὶ τοῦδε µὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαµαρτάνει, ἀλλὰ καὶ γαστριµαργίας, καὶ λαγνείας καὶ µέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν. Τοῦτο γὰρ, φησὶ, καὶ ἐπὶ τῶν ἔξωθεν ἀγώνων γίνεται. Οὐδὲ γὰρ µεθύειν ἔξεστι τοῖς ἀγωνιζοµένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα µὴ τὴν δύναµιν ἐκλύσωσιν, ἀλλ' οὐδὲ περὶ ἄλλο τιοὐδὲν ἠσχολῆσθαι· ἀλλὰ πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαντες, τοῖς γυµνασίοις µόνον προσέχουσιν. Εἰ δὲ ἐκεῖ ταῦτα, ὅπου καὶ εἰς ἕνα ὁ στέφανος, πολλῷ µᾶλλον ἐνταῦθα, ὅπου καὶ πλείων ἡ φιλοτιµία. Οὐδὲ γὰρ εἷς ὁ στεφανούµενος µόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ.∆ ιὸ καὶ ἐντρεπτικῶς αὐτὸ τίθησι λέγων· Ἐκεῖνοι µὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡµεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς µέσον ἄγει λοιπὸν, ὅπερ ἄριστος τρόπος διδασκαλίας ἐστί.∆ ιὸ καὶ πανταχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Οὐκ ἀδήλως; Πρὸς σκοπόν τινα βλέπων, φησὶν, οὐκ εἰκῆ καὶ µάτην, καθάπερ ὑµεῖς. Τί γὰρ ὑµῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐκείνην ἐπιδείκνυσθαι; Οὐδέν. Ἀλλ' οὐκ ἐγὼ τοιοῦτος, ἀλλὰ πάντα, ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον σωτηρίας ποιῶ· κἂν τελειότητα ἐπιδείξωµαι, δι' αὐτούς· κἂν συγκατάβασιν, δι' αὐτούς· κἂν ὑπερβῶ Πέτρον ἐν τῷ µὴ λαµβάνειν, ἵνα µὴ σκανδαλισθῶσι· κἂν καταβῶ πλέον πάντων, περιτεµνόµενος καὶ ξυρώµενος, ἵνα µὴ ὑποσκελισθῶσι. Τοῦτό ἐστιν, Οὐκ ἀδήλως. Σὺ δὲ διὰ τί ἐσθίεις ἐν εἰδωλείοις, εἰπέ µοι; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν αἰτίαν εὔλογον οὐδεµίαν. Βρῶµα γάρ σε οὐ παρίστησι τῷ Θεῷ· καὶ οὔτε ἐὰν φάγῃς, περισσεύεις, οὔτε ἐὰν µὴ φάγῃς, ὑστερῇ. Οὐκοῦν ἁπλῶς καὶ ὡς ἔτυχε τρέχεις· τοῦτο γάρ ἐστιν, Ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάλιν τὸ οὐκ εἰκῆ καὶ µάτην αἰνιττόµενος, τοῦτό φησιν· Ἔχω γὰρ ὃν πλήξω, τουτέστι, τὸν διάβολον· σὺ δὲ αὐτὸν οὐ πλήττεις, ἀλλὰ καὶ ἁπλῶς ἐκχέεις σαυτοῦ τὴν ἰσχύν. Τέως µὲν οὖν αὐτοὺς διαβαστάζων, οὕτω φησίν. Ἐπειδὴ γὰρ σφοδροτέρως αὐτοῖς ἐχρήσατο ἐν τοῖς ἔµπροσθεν, πάλιν κατέχει τὴν ἐπιτίµησιν, τῷ τέλει τοῦ λόγου τηρῶν τὴν βα θεῖαν τοµήν. Ἐνταῦθα µὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ µάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ' ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χωρὶς τῆς βλάβης τῶν ἀδελφῶν, οὐδὲ αὐτοὶ ἀνεύθυνοι ταῦτα τολµῶντες. Ἀλλ' ὑπωπιάζω µου τὸ σῶµα καὶ δουλαγωγῶ, µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυµίας γαστρὸς κατεχοµένους καὶ ἀνιέντας αὐτῇ τὰς ἡνίας, καὶ προσχήµατι τελειότητος τὴν γαστριµαργίαν τὴνἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδινεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώµατα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώµασιν. Ἐπειδὴ γὰρ καὶ πορνείαν τρυφὴ ποιεῖ, καὶ εἰδωλολατρείαν τοῦτο ἔτεκε, εἰκότως πολλαχοῦ καθικνεῖται τοῦ νοσήµατος· καὶ δεικνὺς ὅσα ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο µετ' ἐκείνων τίθησιν. Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγµατα, καὶ ταῦτα οὐ κούφου µοι τοῦ πράγµατος ὄντος· καὶ γὰρ, Πάντα στέγοµεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν ὑποµένω πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυµία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅµως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωµι ἐµαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑποµένωπόνον, ὥστε µὴ παρασυρῆναι. βʹ. Μὴ γὰρ δὴ νοµίσητε ἀπραγµόνως µε ταῦτα κατορθοῦν. Καὶ γὰρ δρόµος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταµένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλοµένη· ἀλλ' οὐκ ἀνέχοµαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω µετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα µηδεὶς ἀπογινώσκῃ τῶν ὑπὲρ ἀρετῆς ἀγώνων, ἐπειδὴ τὸ πρᾶγµα ἐπίπονον· διό φησιν, Ὑπωπιάζω καὶ δουλαγωγῶ. Οὐκ εἶπεν, Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ', Ὑπωπιάζω καὶ δουλαγωγῶ, ὃ δεσπότου ἐστὶν, οὐ πολεµίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσούτους διδάξας, καὶ δέδοικε µετὰ τὸ κηρῦξαι καὶ γενέσθαι ἄγγελος, καὶ τῆς οἰκουµένης τὴν προστασίαν δέξασθαι, τίἂν εἴποιµεν ἡµεῖς; Μὴ γὰρ δὴ νοµίσητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ὑµῖν. Εἰ γὰρ ἐµοὶ τὸ κηρῦξαι, τὸ διδάξαι, τὸ µυρίους προσαγαγεῖν, οὐκ ἀρκεῖ εἰς σωτηρίαν, εἰ µὴ καὶ τὰ κατ' ἐµαυτὸν παρασχοίµην ἄληπτα, πολλῷ µᾶλλον ὑµῖν. Εἶτα ἐφ' ἕτερα ὑποδείγµατα ἔρχεται πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν· οὕτω καὶ ἐνταῦθα τὰ τῶν Ὀλυµπιακῶν ἀγώνων. Καὶ τὰ παρ' ἑαυτοῦ θεὶς, πάλιν ἐπὶ τὰς τῆς Παλαιᾶς πρόεισιν ἱστορίας. Καὶ ἐπειδὴ µέλλει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειµένων µόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶςτῶν παρὰ Κορινθίοις νοσηµάτων διαλέγεται. Καὶ ἐπὶ µὲν τῶν ἔξωθεν ἀγώνων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ ὑµᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευµένοι. Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις ἡµᾶς ἀγνοεῖν; Ὅτι οἱ πατέρες ἡµῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ βρῶµα πνευµατικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόµα πνευµατικὸν ἔπιον( ἔπινον γὰρ ἐκ πνευµατικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέ τρα ἦν ὁ Χριστός)· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσµατος τυχεῖν καὶ µυστηρίωνπνευµατικῶν ἀπολαῦσαι, εἰ µὴ µέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον.∆ ιὸ καὶ τοὺς τοῦ βαπτίσµατος, καὶ τοὺς τῶν µυστηρίων παράγει τύπους. Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθάπερ ἡµεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόµεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν µυστηρίων κοινωνήσοντες· Βαπτιζόµεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν, τουτέστι, τῶν σωµάτων τῶν ἡµετέρων· οὕτω κἀκεῖνοι θαῤῥήσαντες τῷ Μωϋσεῖ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλµησαν καὶ αὐτοὶ τῶν ὑδάτων. Ἀλλ' ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόµασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο µὲν τοῦ λουτροῦ σύµβολον· τὰ δὲ µετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ σὺ τὸ σῶµα ἐσθίεις τὸ δεσποτικὸν, οὕτως ἐκεῖνοι τὸ µάννα· καὶ ὥσπερ σὺ τὸ αἷµα πίνεις, οὕτω καὶ ἐκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ γινόµενα, ἀλλὰ πνευµατικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν, καὶ µετὰ τοῦ σώµατος καὶτὴν ψυχὴν ἔτρεφεν εἰς πίστιν ἐνάγοντα.∆ ιά τοι τοῦτο περὶ µὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγµένη γὰρ ἦν, οὐ τῷ τρόπῳ µόνον, ἀλλὰ καὶ τῇ φύσει· µάννα γὰρ ἦν· ἐπὶ δὲ τοῦ ποτοῦ, ἐπειδὴ ὁ τρόπος τῆς χορηγίας µόνος ἦν ὁ παράδοξος, καὶ κατασκευῆς ἐδεήθη· διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόµα πνευµατικὸν ἔπιον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευµατικῆς ἀκολουθούσης πέτρας· καὶ προσέθηκεν, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει, φησίν· ἦ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυζεν· ἀλλ' ἑτέρα τις πέτρα πνευµατικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν, ὁ Χριστὸς ὁ παρὼν αὐτοῖς πανταχοῦ, καὶ πάντα θαυµατουργῶν.∆ ιὰ γὰρ τοῦτο εἶπεν, Ἀκολουθούσης. Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων; Ὁ γὰρ ἐκεῖνα παρασχὼν ἐκείνοις, φησὶν, οὗτος καὶ ταύτην κατεσκεύασε τὴν τράπεζαν· καὶ ὁ αὐτὸς κἀκείνους διὰ τῆς θαλάττης, καὶ σὲ διὰ τοῦ βαπτίσµατος ἤγαγε· κἀκείνοις µάννα καὶ ὕδωρ, καὶ σοὶ σῶµα καὶ αἷµα παρέσχε. Καὶ τὰ µὲν τῆς δωρεᾶς αὐτοῦ τοιαῦτα· ἴδωµεν δὲ καὶ τὰ ἑξῆς, καὶ σκοπήσωµεν, εἰ τῆς δωρεᾶς ἀναξίων φανέντων τούτων ἐφείσατο. Ἀλλ' οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, καίτοι γε τιµήσας αὐτοὺς τοσαύτῃ τιµῇ. Ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ὤνησεν, ἀλλ' οἱ πλείους ἀπώλοντο. Καὶ µὴν πάντες ἀπώλοντο· ἀλλ' ἵνα µὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν, Οἱ πλείους. Καίτοι γε ἄπειροι ἦσαν, ἀλλ' οὐδὲν τὸ πλῆθος ὠφέλησε· καὶ πάντα ἐκεῖνα ἀγάπης τεκµήρια ἦν, ἀλλ' οὐδὲ τοῦτο αὐτοὺς ὤνησεν, ἐπεὶ µηδὲ αὐτοὶ τὰ τῆς ἀγάπης ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν, ἅτε µὴ παροῦσι µηδὲ φαινοµένοις, ἀπὸ τῶν ἤδη γεγενηµένων δείκνυσιν, ὅτι κολάζειτοὺς ἁµαρτάνοντας ὁ Θεὸς, κἂν µυριάκις εὐεργετηκὼς ᾖ· Εἰ γὰρ καὶ τοῖς µέλλουσιν ἀπιστεῖτε, φησὶν, ἀλλ' οὐ δήπου καὶ τοῖς γεγενηµένοις ἀπιστήσετε. γʹ. Σκοπεῖτε γοῦν ἡλίκα εὐηργέτησε τούτους· Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ µάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξουςἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυµατουργῶν, καὶ πάντοθεν αὐτοὺς τειχίζων· ἀλλ' ὅµως, ἐπειδὴ τῆς δωρεᾶς ταύτης οὐδὲν ἄξιον ἐπεδείξαντο, οὐκ ἐφείσατο αὐτῶν, ἀλλ' ἀπώλεσεν ἅπαντας. Κατεστρώθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήµῳ· τήν τε ἀθρόαν αὐτῶν ἀπώλειαν καὶ τὰς κολάσεις καὶ τὰς τιµωρίας τὰς θεηλάτους ἐµφαίνων διὰ τῆς λέξεως ταύτης, καὶ ὅτι οὐδὲ τῶν προκειµένωνἐπάθλων ἐπέτυχον. Οὐδὲ γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας ταῦτα αὐτοῖς εἰργάσατο, ἀλλ' ἔξω καὶ πόῤῥω που καὶ µακρὰν τῆς χώρας ἐκείνης, διπλῇ τιµωρίᾳ κολάσας, καὶ τῷµὴ συγχωρῆσαι τὴν γῆν ἰδεῖν, καὶ ταῦτα ἐπηγγελµένην αὐτοῖς, καὶ τῷ κολάσαι χαλεπῶς. Καὶ τί πρὸς ἡµᾶς ταῦτα; φησί· Πρὸς σὲ µὲν οὖν· διὸ καὶ ἐπήγαγε· Ταῦτα δὲ τύποι ἡµῶν ἐγενήθησαν. Ὥσπερ γὰρ αἱ δωρεαὶ τύποι, οὕτω καὶ αἱ κολάσεις τύποι· καὶ ὥσπερ τὸ βάπτισµα καὶ ἡ τράπεζα προδιεγράφετο, οὕτω καὶ διὰ τῶν µετὰ ταῦτα, ὅτι καὶ κολασθήσονται οἱ ταύτης ἀνάξιοι τῆς δωρεᾶς, προανεφωνεῖτοδι' ἡµᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς παραδείγµασιν ἐκείνοις.∆ ιὸ καὶ ἐπήγαγεν· Εἰς τὸ µὴ εἶναι ἡµᾶς ἐπιθυµητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύµησαν. Ὥσπερ γὰρ ἐν ταῖς εὐεργεσίαις οἱ τύποι προέλαβον, καὶ ἠκολούθησεν ἡ ἀλήθεια, οὕτω καὶ ἐν ταῖς τιµωρίαις ἕψεται. Ὁρᾷς πῶς δείκνυσιν, οὐχ ὅτι κολασθήσονται µόνον, ἀλλ' ὅτι καὶ µειζόνως ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ µὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιµωρίαις πολλὴν εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς δωρεαῖς. Καὶ σκόπει τίνων καθάπτεται πρῶτον· τῶν ἐν τοῖς εἰδωλείοις ἐσθιόντων. Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυµητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ' εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁµαρτηµάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυµίας· καὶ πρῶτον τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ' ἐνταῦθα µὲν ἀποφαινόµενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι' ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστριµαργία.∆ ιόπερ εἰπὼν, Εἰς τὸ µὴ εἶναι ἡµᾶς ἐπιθυµητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολάτρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανοµίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριµαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι Ἀνέστησαν παίζειν Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν· οὕτω δέος, µὴ καὶ ὑµεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τούτους ἐκείνων ἀτελεστέρους; οὓς ἔπληττεν οὐ τούτῳ µόνον τῷ µὴ διαβαστάζειν, ἀλλὰ καὶ τῷ τοὺς µὲν ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριµαργίας ἁµαρτάνειν· καὶ τῆς µὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁµαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶτῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευθύνους ἀποφαίνεται. Μηδὲ πορνεύωµεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Τίνος ἕνεκεν τῆς πορνείας ἐνταῦθα µέµνηται πάλιν, τοσαῦτα περὶ αὐτῆς ἔµπροσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁµαρτηµάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατιθέναι καὶ καθ' ἕκαστον ἐπιέναι τοῖς προκειµένοις, καὶ πάλιν ἐν τοῖςπερὶ ἑτέρων λόγοις καὶ τῶν προ τέρων µεµνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ' ἕκαστον τῶν πεπληµµεληµένων ἀναµιµνήσκων τοῦ µόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁµαρτίαν ἐκείνην εἰςµέσον ἄγων. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ, ὁµοῦ τε ἐκείνης αὐτοὺς ἀναµιµνήσκων τῆς ἁµαρτίας, καὶ διδάσκων, ὅτι καὶ τοῦτο ἐντεῦθεν ἐτέχθη τὸ κακὸν, ἀπὸ τρυφῆς καὶ γαστριµαργίας.∆ ιὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωµεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν µιᾷ ἡµέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί µὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας κόλασιν; Ἢ ἐπειδὴ δῆλον ἦν καὶ σαφέστερον· ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰµ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυναικῶν ἐπὶ τῆς παρατάξεωςφανεισῶν καὶ ἐφελκυσαµένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συµβουλὴν Βαλαάµ. Ὅτι γὰρ τοῦ Βαλαὰµ ἦν ἡ πονηρὰ αὕτη συµβουλὴ, δηλοῖ Μωϋσῆς µετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθµῶν· Καὶ τὸν Βαλαὰµ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέµῳ Μαδιὰµ µετὰ τῶν τραυµατιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆµα Βαλαὰµ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆµα Κυρίου ἕνεκεν Φεγώρ. Μηδὲ ἐκπειράζωµεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. δʹ.∆ ιὰ τούτου πάλιν ἕτερον αἰνίττεται ἔγκληµα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σηµείων ἐµάχοντο, καὶ τῶν πειρασµῶν δὲἕνεκεν ἐγόγγυζον λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα;∆ ιὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούµενος αὐτοὺς καὶ φοβῶν· Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούµενον µόνον, τὸ πάσχειν ὑπὲρ τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ γενναίως τὰ ἐπιόντα φέρειν, καὶ µεθ' ἡδονῆς ἁπάσης. Τοῦτο γάρ ἐστιν ὁ στέφανος ἅπας· ὡς, ἂν µὴ τοῦτο ᾖ, καὶ κόλασις ἕψεται τοῖς δυσανασχετοῦσι.∆ ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι µαστιζόµενοι ἔχαιρον, καὶ Παῦλος ἐν τοῖς παθήµασιν ἐκαυχᾶτο. Πάντα δὲ ταῦτα τυπικῶς συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡµῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Πάλιν φοβεῖ τῷ τὰ τέλη λέγειν, καὶ µείζονα τῶν γεγενηµένων προσδοκᾷν παρασκευάζει. Ὅτι µὲν γὰρ δώσοµεν δίκην, ἀπὸ τῶν εἰρηµένων, φησὶ, δῆλον καὶ τοῖς ἀπιστοῦσι τοῖς περὶ γεέννης λόγοις· ὅτι δὲ καὶ χαλεπωτέραν, ἀφ' ὧν πλειόνων ἀπελαύσαµεν εὐεργεσιῶν, καὶ ἀφ' ὧν ἐκεῖνα τύποι. Εἰ γὰρ ἐν ταῖς δωρεαῖς ὑπεροχὴ, εὔδηλον ὅτι καὶ ἐν τῇ τιµωρίᾳ.∆ ιὰ τοῦτο καὶ τύπους ἐκάλεσε, καὶ δι' ἡµᾶς γεγράφθαι ἔφη, καὶ τέλους ἐµνηµόνευσεν, ἵνα ἀναµνήσῃ τῆς συντελείας. Οὐ γὰρ τοιαῦται τότε αἱ τιµωρίαι, ὡς καὶ πέρας λαµβάνειν καὶ καταλύεσθαι, ἀλλ' αἰώνιος ἡ κόλασις. Ὥσπερ γὰρ αἱ ἐνταῦθα κολάσεις τῷ παρόντι συγκαταλύονται βίῳ, οὕτως αἱ ἐκεῖ διηνεκῶς µένουσιν. Ὅταν δὲ εἴπῃ, Τὰ τέλη τῶν αἰώνων, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐφέστηκε λοιπὸν τὸ δικαστήριον τὸ φοβερόν. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ. Πάλιν αὐτῶν τὸν τῦφον καθεῖλε τῶν ἐπὶ τῇ γνώσει µέγα φρονούντων. Εἰ γὰρ οἱ τοσούτων ἀπολαύσαντες τοιαῦτα ἔπαθον, καὶ οἱ µὲν ὑπὲρ γογ γυσµοῦ µόνον τοιαύτην ἔδοσαν δίκην, οἱ δὲ ὑπὲρ τοῦ πειράσαι, καὶ οὔτετὸ πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων ἐπιτυχεῖν· πολλῷ µᾶλλον ἐφ' ἡµῶν, ἂν µὴ νήφωµεν, τοῦτο ἔσται. Καὶ καλῶς εἶπεν· Ὁ δοκῶν ἑστάναι. Τοῦτο γὰρ οὐδὲ ἑστάναι ἐστὶν, ὡς ἑστάναι χρὴ, τὸ θαῤῥεῖν ἑαυτῷ· ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται· ἐπεὶ καὶ ἐκεῖνοι, εἰ µὴ µέγα ἐφρόνησαν καὶ ἐθάῤῥησαν, ἀλλ' ἦσαν κατεσταλµένοι, οὐκ ἂν ταῦτα ἔπαθον. Ὅθεν δῆλον, ὅτι ἀλαζονεία µάλιστα καὶ ῥᾳθυµία ἑξῆς καὶ ἡ γαστριµαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν. Ὥστε εἰ καὶ ἕστηκας, φυλάττου τὸ µὴ πεσεῖν. Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστάναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶµεν τῶν κυµάτων τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν καταπλεύσωµεν λιµένα. Μὴ τοίνυν ἐπὶ τῇ στάσει φρόνει µέγα, ἀλλὰ φυλάττου τὴν πτῶσιν. Εἰ γὰρ Παῦλος δέδοικεν, ὁ πάντων στεῤῥότερος, πολλῷ µᾶλλον ἡµᾶς δεδοικέναι χρή. Ὁ µὲν οὖν Ἀπόστολος ἔλεγεν, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ· ἡµεῖς δὲ οὐδὲ τοῦτο δυνάµεθα εἰπεῖν, πάντων, ὡς εἰπεῖν, πεπτωκότων καὶ κατεστρωµένων καὶ χαµαὶ κειµένων. Τίνι γὰρ εἴπω τοῦτο; τῷ ἁρπάζοντι καθ' ἑκάστην ἡµέραν; ἀλλὰ κεῖται µέγα πτῶµα πεσών. Ἀλλὰ τῷ πόρνῳ; ἀλλὰ ἔῤῥιπται χαµαί. Ἀλλὰ τῷ µεθύοντι; ἀλλὰ καὶ αὐτὸς κεῖται· καὶ οὐδὲ, ὅτι κεῖται, οἶδεν. Ὥστε οὐ τούτου καιρὸς τοῦ ῥήµατος, ἀλλ' ἐκείνου τοῦ προφητικοῦ, ὃ καὶ πρὸς Ἰουδαίους ἔλεγε· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ ἅπαντες κεῖνται, καὶ ἀναστῆναι οὐ βούλονται. Ὥστε ἡ προτροπὴν ἡµῖν οὐχ ὑπὲρ τοῦ µὴ πεσεῖν, ἀλλ' ὑπὲρ τοῦ τοὺς κειµένους δυνηθῆναι ἀναστῆναι. Ἀναστῶµεν τοίνυν ὀψὲ γοῦν ποτε, ἀγαπητοὶ, ἀναστῶµεν, καὶ στῶµεν γενναίως. Μέχρι τίνος κείµεθα; µέχρι τίνος µεθύοµεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυµίᾳ κεκαρωµένοι; Εὔκαιρον καὶ νῦν εἰπεῖν· Πρὸς τίνα λαλήσω καὶ διαµαρτύροµαι; οὕτω πάντες καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν διδασκαλίαν εἰσὶ κεκωφωµένοι, καὶ πολλῶν ἐντεῦθεν ἐµπεπλησµένοι κακῶν! Καὶ εἰ τὰς ψυχὰς γυµνὰς ἦνἰδεῖν, καθάπερ ἐπὶ τῶν στρατοπέδων τῆς συµβολῆς παρελθούσης, τοὺς µὲν νεκροὺς ἔστι θεάσασθαι, τοὺς δὲ τετραυµατισµένους, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίαςεἴδοµεν ἄν.∆ ιὸ δέοµαι καὶ παρακαλῶ, χεῖρα ἀλλήλοις ὀρέξωµεν καὶ διαναστῶµεν. Καὶ γὰρ ἐγὼ τῶν πεπληγότων εἰµὶ, καὶ δεοµένων τοῦ φάρµακα ἐπιθήσοντος. Ἀλλὰ µὴ ἀπογνῶτε διὰ τοῦτο· εἰ γὰρ καὶ χαλεπαὶ αἱ πληγαὶ, ἀλλ' οὐκ ἀνίατοι. Τοιοῦτος ἡµῶν ὁ ἰατρός· µόνον αἰσθώµεθα τῶν τραυµάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωµεν τῆς κακίας, πολλὰς ὁδοὺς τέµνει σωτηρίας ἡµῖν. Κἂν γὰρ τῷ πλησίον ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πληµµελήµατα· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, ἀφήσει καὶ ὑµῖν ὁ Πατὴρ ὑµῶν ὁ οὐράνιος. Κἂν ἐλεηµοσύνην δῷς, συγχωρήσει σοι τὰ ἁµαρτήµατα· Τὰς γὰρ ἀνοµίας σου, φησὶν, ἐν ἐλεηµοσύναις λύτρωσαι. Κἂν εὔξῃ σπουδαίως, ἀπολαύσεις ἀφέσεως. Καὶ τοῦτο δείκνυσιν ἡ χήρα ἡ τὸν ὠµὸν ἐκεῖνον δικαστὴν ἐπικάµψασα τῇ συνεχείᾳ τῆς ἐντεύξεως. Κἂν κατηγορήσῃς τῶν ἁµαρτηµάτων, ἔχεις παραµυθίαν· Λέγε γὰρ σὺ τὰς ἁµαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Κἂν σκυθρωπάσῃς ὑπὲρ τούτων, καὶ τοῦτό σοι φάρµακον ἔσται µέγιστον· Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάµην τὰς ὁδοὺς αὐτοῦ. Κἂν κακόν τι παθὼν, γενναίως ἐνέγκῃς, τὸ πᾶν ἀπεδύσω. Τοῦτο γὰρ καὶ πρὸς τὸν πλούσιον ὁ Ἀβραὰµ ἔλεγεν, ὅτι Ἀπέλαβε Λάζαρος τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται. Κἂν χήραν ἐλεήσῃς, πλύνεταί σου τὰ ἁµαρτήµατα· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶµεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁµαρτίαι ὑµῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Οὐδὲ γὰρ οὐλὴν τῶν τραυµάτων ἀφίησι φανῆναί τινα. εʹ. Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωµεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ µετανοήσωµεν, σωζόµεθα πάντως· κἂν µύρια τάλαντα ὀφείλωµεν, καὶ προσπέσωµεν καὶ µὴ µνησικακήσωµεν, πάντα ἡµῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶµεν, οὗ τὸ πρόβατον ἀπεβουκολήθη, κἀκεῖθεν ἡµᾶς ἀνακτᾶται· µόνον βουληθῶµεν, ἀγαπητοί· φιλάνθρωπος γὰρ ὁ Θεός.∆ ιὰ τοῦτο καὶ ἐπὶ τοῦ τὰ µύρια τάλαντα ὀφείλοντος τῇ προσπτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκότος τῇ ἐπανόδῳ µόνῃ, καὶ ἐπὶ τοῦ προβάτουτῷ βουληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ µέγεθος αὐτοῦ τῆς φιλανθρωπίας, ἐνταῦθα αὐτὸν ποιήσωµεν ἵλεων ἡµῖν, καὶ προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐνἐξοµολογήσει, ἵνα µὴ ἀπελθόντες ἐντεῦθεν ἀναπολόγητοι, τὴν ἐσχάτην ὑποµείνωµεν τιµωρίαν. Ἂν µὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώµεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ µέγιστα κερδανοῦµεν· ἂν δὲ µηδὲν ἐνταῦθα γενόµενοι βελτίους ἀπέλθωµεν, κἂν σφοδρότερον ἐκεῖ µετανοήσωµεν, οὐδὲν ἡµῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαµµάτων εἴσω µένοντα ἀγωνίσασθαι, οὐ µετὰ τὸ λυθῆναι τὸ θέατρον ἀποδύρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος ἐποίει, θρηνῶν µὲν καὶ ὀλοφυρόµενος, εἰκῆ δὲ λοιπὸν καὶ µάτην, ἐπειδὴ τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν. Οὐκ ἐκεῖνος δὲ µόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι κατ' ἐκεῖνον νῦν εἰσι πλούσιοι, χρηµάτων µὲν οὐ βουλόµενοι καταφρονεῖν, ψυχῆς δὲ ἀντὶχρηµάτων καταφρονοῦντες· οὓς ἔµοιγε θαυµάζειν ἔπεισιν, ὅταν ἴδω τῷ µὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερπολεµίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς. Μὴ δὴ παίζωµεν, ἀγαπητοὶ, µὴ παίζωµεν, µηδὲ παραλογιζώµεθα ἑαυτοὺς, τὸν µὲν Θεὸν ἀξιοῦντες ἡµᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήµατακαὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι µυρίους µέλλων ὑποµένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφουςχρήµασιν ὀλίγοις, εἵλετο µᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώµης ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡµεῖς τοῦτο ποιοῦµεν, καὶ τῆς σωτηρίας ἡµῶν καταφρονοῦντες, τῶν χρηµάτων φειδόµεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήµατα προτιµῶν ψυχῆς;∆ ιὸ καὶ σφόδρα ἐκπέπληγµαι, πόση τοῖς χρήµασιν ἐγκέκρυπται γοητεία, µᾶλλον δὲ οὐ τοῖς χρήµασιν, ἀλλὰ ταῖς τῶν ἀπατωµένων ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς µαγγανείας ταύτης καταγελῶντες. Τί γὰρ καὶ ἱκανὸν ἡµᾶς τῶν ἐν αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων γέµει καὶ κινδύνων; οὐ φόνων καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ µίσους; οὐ ῥᾳθυµίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστιν καὶ σποδός; τίς ἡ µανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ µόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέρως καταλύσοµεν, ἀλλ' ἢ δεικνύντες φαῦλον ὄντα καὶ µυρίων κακῶν ἀνάµεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν. Οὐκοῦν ἕτερον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώµατον οὐχ ὁρᾷ κάλλος, ἔτι νοσῶν· οὐκοῦν σωµατικὸν ἐπιδείξωµεν, καὶ εἴπωµεν πρὸς αὐτόν· Ἐννόησον τοὺς λειµῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων· ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταµοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ ῥέοντας ἀπὸ τῆς γῆς· ἀνάβηθι πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέπειαν, τῶν ἄστρων τὰ ἄνθη. Καὶ τί τοῦτο; φησίν· οὐ γὰρ δὴ κεχρήµεθα αὐτοῖς ὡς τοῖς χρήµασι. Καὶ µὴν πλέον, ἢ τοῖς χρήµασιν, ὅσῳ καὶ ἀναγκαιοτέρα αὐτῶν ἡ χρεία, καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις. Οὐδὲ γὰρ δέδοικας, µή τις, ὥσπερ τὰ χρήµατα, αὐτὰ λαβὼν ἀπέλθῃ· ἀλλ' ἔξεστί σοι θαῤῥεῖν ὑπὲρ αὐτῶν διηνεκῶς, καὶ ταῦτα µὴ µεριµνῶντι µηδὲ φροντίζοντι. Εἰ δ', ὅτι µετὰ τῶν ἄλλων ἀπολαύεις αὐτῶν, ἀλγεῖς, καὶ µὴ µόνος αὐτὰ κατέχεις ὥσπερ τὰ χρήµατα, οὐ χρηµάτων, ἀλλὰ πλεονεξίας µοι δοκεῖς ἐρᾷν µόνης. Καὶ οὐδὲ τὰ χρήµατα ἐφίλησας ἂν, εἰ κοινὰ προύκειτο πᾶσιν. Οὐκοῦν ἐπειδὴ τὴν ἐρωµένην εὑρήκαµεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε µισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει κατὰ σοῦ ξίφη, πόσαὀρύττει βάραθρα, πόσους ἀνάπτει βρόχους, πόσους παρασκευάζει κρηµνούς· ἵνα κἂν οὕτω σβέσῃς τὸ φίλτρον. Πόθεν οὖν ἔστι ταῦτα εἰδέναι; Ἀπὸ τῶν ὁδῶν, ἀπὸ τῶν πολέµων, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν δικαστηρίων. Καὶ γὰρ καὶ τὸ πέλαγος αἱµάτων ἐνέπλησε, καὶ τὰ τῶν δικαστῶν φοινίσσει ξίφη παρανόµως πολλάκις, καὶ τοὺς ταῖς ὁδοῖς ἐφεδρεύοντας νύκτωρ καὶµεθ' ἡµέραν ὁπλίζει αὕτη, καὶ φύσιν ἀγνοῆσαι ἔπεισε, καὶ πατραλοίας ἐποίησε καὶ µητραλοίας, καὶ πάντα ἐπεισήγαγε τῷ βίῳ τὰ κακά.∆ ιὸ καὶ ῥίζαν αὐτῶν ὁ Παῦλος ταύτην καλεῖ. Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ µέταλλα ἐργαζοµένων οὐδὲν ἄµεινον ἀφίησι διακεῖσθαι. Καθάπερ γὰρ ἐκεῖνοι διηνεκῶς ἐν σκότῳ κατακεκλεισµένοι καὶ δεδεµένοι πονοῦσιν ἀνόνητα· οὕτω καὶ οὗτοι ἐν τοῖς σπηλαίοις τῆς φιλαργυρίας κατορωρυγµένοι, οὐδενὸς αὐτοῖς ἀνάγκην ἐπιτιθέντος, αὐτόµατοι τὴν κόλασιν ἐπισπῶνται, ἑαυτοῖς δεσµοὺς περιθέντες ἀλύτους. Καὶ οἱ µὲν κατάδικοι, κἂν ἑσπέρας καταλαβούσης ἀνίενται τῶν µόχθων· οὗτοι δὲ καὶ ἐν ἡµέρᾳ καὶ ἐν νυκτὶ διορύττουσι τὰ πονηρὰ ταῦτα µέταλλα· καὶ τοῖς µὲν µέτρον ἐστὶν ὡρισµένον τῆς µοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ µέτρον οὐδὲν ἴσασιν, ἀλλ' ὅσον ἂν ὀρύξωσι, τοσούτῳ µείζονοςἐφίενται ταλαιπωρίας. Εἰ δὲ ἐκεῖνοι µὲν ἄκοντες, οὗτοι δὲ ἑκόντες, τὸ χαλεπόν µοι λέγεις τοῦ νοσήµατος, ὅτι οὐδὲ ἀπαλλαγῆναι δύνανται, εἴ γε µηδὲ µισοῦσι τὴν κακοπάθειαν. Ἀλλ' ὥσπερ ὗς ἐν βορβόρῳ, οὕτω καὶ οὗτοι ταῖς τῆς φιλαργυρίας δυσωδίαις ἐγκαλινδούµενοι ἥδονται, χαλεπώτερα πάσχοντες τῶν καταδίκων ἐκείνων. Ὅτι γὰρ ἐν χείροσίν εἰσιν, ἄκουσον τὰ ἐκείνων, καὶ τότε εἴσῃ τὰ τούτων. Λέγεται τοίνυν ἡ χρυσῖτις ἐκείνη γῆ χηραµοὺς καὶ καταδύσεις ἔχειν ἐν τοῖς ζοφεροῖς σπηλαίοις ἐκείνοις· τὸν οὖν κακοῦργον τὸν τοῖς ἐκεῖ καταδικασθέντα µόχθοις, διὰ τοῦτο λύχνον λαµβάνοντα καὶ δίκελλαν, οὕτως εἰσιέναι ἔνδον, καὶληκύθιον ἐπιφέρεσθαι, ὥστε ἐπιστάζειν ἐντεῦθεν τῷ λύχνῳ τὸ ἔλαιον, διὰ τὸ σκότος εἶναι καὶ ἐν ἡµέρᾳ ἀφεγγὲς, ὥσπερ ἔφθην εἰπών. Εἶτα ἐπειδὰν ὁ καιρὸς ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν µὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσµοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντασφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πατάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργαζοµένοις τῆς ἡµέρας τὸ τέλος. Ἆρ' οὐκ ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἴδωµεν τοίνυν, εἰ µὴ χαλεπώτερα τούτων πάσχουσιν οἱ φιλάργυροι. Καὶ γὰρ καὶ οὗτοι βαρύτερον ἔχουσι δεσµοφύλακα τὴν φιλαργυρίαν, καὶ τοσούτῳ βαρύτερον, ὅσῳ µετὰ τοῦ σώµατος καὶ τὴν ψυχὴν αὐτοῖς συνδεῖ. Καὶ τὸ σκότος δὲ τοῦτο, ἐκείνου φρικωδέστερον· οὐ γάρ ἐστιν αἰσθητὸν, ἀλλ' ἔνδοθεν αὐτὸ τίκτοντες, ὅπουπερ ἂν ἀπίωσι, πανταχοῦ µεθ' ἑαυτῶν περιφέρουσιν. Ἔσβεσται γὰρ αὐτοῖς ὁ τῆς ψυχῆς ὀφθαλµός.∆ ιὸ καὶ µάλιστα πάντων αὐτοὺς ὁ Χριστὸς ταλανίζει λέγων· Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον! Κἀκεῖνοι µὲν κἂν λύχνον ἔχουσι φαίνοντα, οὗτοι δὲ καὶ ταύτης ἀπεστέρηνται τῆς αὐγῆς· διὸ καὶ καθ' ἑκάστην ἡµέραν εἰς µυρία ἐµπίπτουσι βάραθρα. Καὶ οἱ µὲν κατάδικοι, νυκτὸς καταλαµβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσηµερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον ἡ πλεονεξία προσέχωσε τὸν λιµένα· τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε µηδενὸς ἐνοχλοῦντος µετὰ σχολῆς ἁπάσης κατακόπτοντες ἑαυτούς. Καὶ τὰ µὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καµίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταµοὺς, τοὺς βρυχοµένους ὀδόντας, τὰ δεσµὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότοςτὸ ἀφεγγὲς, τὰ µηδέποτε πέρας λαµβάνοντα κακά, Φοβηθῶµεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶµεν τὴν πηγὴν τῶν τοσούτων τιµωριῶν, τὴν ἀκόρεστον µανίαν, τὴνλύµην τῆς ἡµετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁµοῦ καὶ ἀργύριον φιλεῖν καὶ ψυχήν. Μάθωµεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήµατα, ὅτι ἀπολιµπάνει ἡµᾶς ἀποδηµοῦντας ἐντεῦθεν, µᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδηµίας πολλάκις ἡµῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ µέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης µυρίοις κἀνταῦθα ἡµᾶς περιβάλλει πολέµοις, καὶ στάσεις ἐγείρει καὶ µάχας. Οὐδὲν γὰρ οὕτω πολεµοποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂν ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων ψυχαῖς τὸ χαλεπὸν τοῦτο νόσηµα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν. Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήµασιν ὁ τοιοῦτος, ἀλλ' ἐν λιµῷ δίδωσι δίκην. Οὐ γὰρ ἀνέχεται τῶν µετρίων αὐτῶν ἀπολαῦσαι µετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιµῷ κατατείνει, καὶ τὸ σῶµα ἅπαν γυµνότητι καὶ κρυµῷ τιµωρεῖται, καὶ τῶν δεσµωτῶν µᾶλλον αὐχµῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν µυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐµβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι µώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύµατα, οὐκ ἀπὸ τῶν θεωρούντων µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰςτῶν πορνευοµένων γυναικῶν χρυσίῳ καταλαµποµένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐµπόρους πάλιν καὶ τὰς µυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς ἀγροὺς, τὰ προάστεια, τὰ καταλύµατα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων προσόδους ἀναλογιζόµενος, ἀβίωτον ἑαυτῷ τὸν βίονἡγήσεται εἶναι λοιπόν· κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύµατα ἀναξαίνων, καθ' ἑαυτὸν µειζόνως λυµανεῖται τὴν ψυχήν· καὶ µίαν οἶδε παραµυθίαν µόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Ταῦτα δὲ οὐχ ὁ πένης µόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήµατι πείσεται, καὶ τοσούτῳ µᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέραἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ µέθη.∆ ιὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, µᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ µέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώµης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖνος µᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυµῶν, καὶ µηδέποτε στῆσαι δυνάµενος τὴν πονηρὰν ταύτην ἐπιθυµίαν.∆ ιὰ δὴ ταῦτα πάντα φεύγωµεν τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν, τὴν ψυχοφθόρον, τὴν γεέννης φίλην, τὴν ἐχθρὰν τῆς βασιλείας τῶν οὐρανῶν, τὴνµητέρα πάντων ὁµοῦ τῶν κακῶν· καὶ καταφρονῶµεν χρηµάτων, ἵνα ἀπολαύσωµεν χρηµάτων, καὶ µετὰ τῶν χρηµάτων ἀπολαυσόµεθα καὶ τῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,