In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
25.25
Πᾶν τὸ ἐν µακέλλῳ πωλούµενον ἐσθίετε, µηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιµονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγµάτων Ἰουδαϊκῶν, ἀπὸ λογισµῶν ἀνθρωπίνων, ἀπὸ τῶν µυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουµένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα µὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀµετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ κεχρηµένοι τοῦ δέοντος δεδοικέναι, µήποτεκαὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν µακέλλῳ πωλούµενον ἐσθίετε, µηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ µὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιµωρίᾳ· τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ πρᾶγµα, οὐχὶ τῆς λαιµαργίας. Καὶ οὐ ταύτης µόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε µὴ τοιοῦτον· ἀλλ' ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, µηδὲ τοῦτο µανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείµενον. Ὥστε ἔστι καὶ φαγόντα ἀγνοοῦντα ἀπηλλάχθαι. Τοιαῦτα γὰρ τὰ µὴ τῇ φύσει πονηρὰ, ἀλλ' ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον.∆ ιὰ τοῦτό φησι, Μηδὲν ἀνακρίνοντες. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς, οὐχὶ τῶν δαιµόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ' ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς.∆ ιὰ τοῦτο οὐ µόνον ἐπέτρεψεν, ἀλλὰ καὶ, Ἐάν τις ὑµᾶς, φησὶ, καλῇ τῶν ἀπί στων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέµενον ὑµῖν ἐσθίετε, µηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συµµετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνοµοθέτησεν ἀπιέναι, ἀλλ' οὐδὲ ἐκώλυσεν· ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Τί δήποτε; Ἵνα µὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγµοσύνη καὶ δειλίας. Ὁ µὲν γὰρ περιεργαζόµενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ µετὰ τὸ ἀκοῦσαι ἀπεχόµενος, ὡς καταφρονῶν καὶ µισῶν καὶ ἀποστρεφόµενος, ἀπέχεται.∆ ιόπερ ὁ Παῦλος ἀµφότερα βουλόµενος κατασκευάσαι φησί· Πᾶν τὸ παρατιθέµενον ὑµῖν ἐσθίετε. Ἂν δέ τις ὑµῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, µὴ ἐσθίετε διὰ τὸν µηνύσαντα. Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάµενα καταβλάψαι, φεύγετε· οὐδεµίαν γὰρ ἔχει ἰσχύν· µήτε, ἐπειδὴ µηδεµίαν ἔχει ἰσχὺν, ἀδιαφόρως µετέχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιµωµένων ἡ τράπεζα.∆ ιὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν µηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωµα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν µαρτυρίαν εἰς µέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλοτρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ δι' ὅπερ εἶπον, διὰ τὴν συνείδησιν, τουτέστιν, ἵνα µὴ βλαβῇ. Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον,∆ ιὰ τὸν µηνύσαντα· καὶ πάλιν, Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τῶν µὲν ἀδελφῶν εἰκότως φείδῃ, καὶ οὐκ ἐᾷς ἡµᾶς ἀπογεύεσθαι δι' ἐκείνους, ἵνα µὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσαοἰκονοµηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλλην τις εἴη, τί σοι τούτου µέλει; οὐ σὺ ἔλεγες, Τί γάρ µοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐτῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ.∆ ιὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία µου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλλαγµένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερόν µε ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον· ἀλλ' οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐµῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ∆ εσπότου µου φιλοτιµίαν συνορᾷν, ἀλλὰ καταγνώσεται καὶ ἐρεῖ πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίµονας, καὶ τῶν ἐκείνοις προσαγοµένων ἔχονται· πολλὴ παρ' αὐτοῖς ἡ γαστριµαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡµῖν βλάβος, ἂν κακῶς ἐκεῖνος κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ µηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ; ὅταν γὰρ ἴδῃ µὴ ἐξετάζοντα ταῦτα, µὴ ἐν µακέλλῳ, µὴ ἐν συµποσίῳ, πῶς οὐκ ἐρεῖ καὶ καταγνώσεται, ὡς ἀδιαφόρως µου µετέχοντος; Οὐδαµῶς· οὐ γὰρ ὡς εἰδωλοθύτων µετέχεις, ἀλλ' ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείµενα.∆ ιὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐµβάλῃς, οὐκ ἀφίηµί σε ἐρωτᾷν, ἵνα µὴ ψοφοδεὴς γένῃ µηδὲ λινοπλὴξ, µηδὲ περιττὰἑαυτῷ πράγµατα παρέχῃς. Εἰ ἐγὼ χάριτι µετέχω, τί βλασφηµοῦµαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Τίνος µετέχεις χάριτι; εἰπέ µοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι µοι τὴν ψυχὴν ἀµόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος ἐπαφιεὶς τὰς ἀκτῖνας πολλαῖς κηλῖσι, πάλιν αὐτὰς συστέλλει καθαράς· οὕτω καὶ ἡµεῖς, καὶ πολλῷ πλέον, ἐν µέσῳ τῷ κόσµῳ στρεφόµενοι, καθαροὶ διαµένοµεν, ἂν ἐθέλωµεν, ὅσῳ καὶ µείζονα δύναµιν ἔχοµεν. βʹ. Τί οὖν ἀπέχῃ, φησίν; Οὐχ ὡς µέλλων ἀκάθαρτος γίνεσθαι, µὴ γένοιτο, ἀλλὰ διὰ τὸν ἀδελφὸν, καὶ ἵνα µὴ κοινωνὸς γένωµαι δαιµονίων, καὶ ἵνα µὴ κρίνωµαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ' ἡ παρακοὴ καὶ ἡ πρὸς δαίµονας φιλία ποιεῖ µε ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν µολυσµὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφηµοῦµαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ µὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω µε ὑψηλὸν ἐποίησε καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς µηδαµόθεν βλάπτεσθαι· οἱ δὲ Ἕλληνες, οὐκ εἰδότες µου τὴν φιλοσοφίαν, τἀναντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν ἡµετέρων ἐφίενται, καὶ ὑποκριταί τινέςεἰσι, διαβάλλοντες µὲν δαίµονας καὶ ἀποστρεφόµενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ' ἂν ἀναισθητότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιµίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγµα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφηµίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην, ὅταν ἴδῃ µὴ περιεργαζόµενον; Οὐδαµῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων γέµει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων ἀπογεύῃ. Μὴ τοίνυν περιεργάζου περιττὰ, µηδ' αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει. Καὶ γὰρ ὁ Χριστὸς χάριν σοι ἔδωκε, καὶ ὑψηλόν σε ἐποίησε καὶ µείζονα τῆς ἐκεῖθεν βλάβης, οὐχ ἵνα κακῶς ἀκούσῃς, οὐδ' ἵνα, ὅθεν τοσαῦτα ἐκέρδανας ὡςκαὶ εὐχαριστεῖν, ἐντεῦθεν οὕτω βλάψῃς ἑτέρους ὡς καὶ βλασφηµεῖν.∆ ιὰ τί γὰρ οὐ λέγω τῷ Ἕλληνι, φησὶν, ὅτι Καὶ τρώγω καὶ οὐδὲν βλάπτοµαι, καὶ ὅτι Οὐχ ὡς φιλῶν τοὺς δαίµονας τοῦτο ποιῶ; Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν µυριάκις λέγῃς· ἀσθενὴς γάρ ἐστι, καὶ πολέµιος. Εἰ γὰρ τὸν ἀδελφὸν οὐδέπω ἔπεισας, πολλῷ µᾶλλον τὸν ἐχθρὸν καὶ Ἕλληνα. Εἰ ἐκεῖνος ἐπὶ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου κατέχεται, πολλῷ µᾶλλον ὁ ἄπιστος. Τί δὲ ἡµῖν καὶ πραγµάτων δεῖ τοσούτων; Τί οὖν, ἐπειδὴ Χριστὸν ἔγνωµεν καὶ εὐχαριστοῦµεν, βλασφηµοῦσι δὲ ἐκεῖνοι, διὰ τοῦτο ἀποστησόµεθα καὶ τούτου; Ἄπαγε· οὐ γάρ ἐστιν ἴσον· ἐκεῖ µὲν γὰρ πολὺ τὸ κέρδος ἐκ τοῦ φέρειν τὴν βλασφηµίαν, ἐνταῦθα δὲ οὐδὲν ἔσται πλέον.∆ ιὸ καὶ προλαβὼν ἔλεγεν· Οὔτε γὰρ ἐὰν φάγωµεν, περισσεύοµεν, οὔτε ἐὰν µὴ φάγωµεν, ὑστερούµεθα. Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγµα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν αὐτῶν ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο µόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἴρηκεν αἰτίας. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Εἶδες πῶς ἀπὸ τοῦ προκειµένου ἐπὶ τὸ καθολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν ὅρον ἡµῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι; Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησικαὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τουτέστι, µηδεµίαν παρέχετε λαβὴν µηδενί. Καὶ γὰρ ὁ ἀδελφὸς σκανδαλίζεται, καὶ ὁ Ἰουδαῖος µᾶλλόν σε µισήσει καὶ καταγνώσεταί σου, καὶ ὁ Ἕλλην ὁµοίως ὡς λαίµαργον οὕτω γελάσεταικαὶ ὑποκριτήν. Οὐ µόνον δὲ ἀδελφοὺς οὐ χρὴ πλήττειν, ἀλλ' ἐν τοῖς δυνατοῖς οὐδὲ τοὺς ἔξωθεν. Εἰ γὰρ φῶς ἐσµεν καὶ ζύµη καὶ φωστῆρες καὶ ἅλας, φωτίζειν, οὐ σκοτίζειν δεῖ· σφίγγειν, οὐ παραλύειν· πρὸς ἑαυτοὺς ἐπισπᾶσθαι τοὺς ἀπίστους, οὐ φυγαδεύειν. Τί τοίνυν διώκεις, οὓς ἐφέλκεσθαι δεῖ; Καὶ γὰρ Ἕλληνες πλήττονται, ὅταν ἴδωσι παλινδροµοῦντας ἡµᾶς εἰς τὰ τοιαῦτα· τὴν γὰρ διάνοιαν οὐκ ἴσασιν, οὐδ' ὅτι παντὸς αἰσθητοῦ µολυσµοῦ ἀνωτέρα γέγονεν ἡ ψυχή. Καὶ οἱ Ἰουδαῖοι δὲ καὶ τῶν ἀδελφῶν οἱ ἀσθενέστεροι τὰ αὐτὰ πείσονται. Εἶδες πόσας αἰτίας τέθεικε, δι' ἃς χρὴ τῶν εἰδωλοθύτων ἀπέχεσθαι; διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ τὴν τοῦ ἀδελφοῦ βλάβην, διὰ τὴν τοῦ Ἰουδαίου βλασφηµίαν, διὰ τὴν τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ µὴ δεῖνδαίµοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶναι τὸ πρᾶγµα. Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους αὐτοὺς ἐποίησε καὶ τῆς τῶν Ἑλλήνων βλάβης καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόµενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν µέσον, καὶ λέγων· Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, µὴ ζητῶν τὸ ἐµαυτοῦ συµφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιµηταί µου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. γʹ. Τοῦτο κανὼν χριστιανισµοῦ τοῦ τελειοτάτου, τοῦτο ὅρος ἠκριβωµένος, αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συµφέροντα ζητεῖν. Ὅπερ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· Καθὼς κἀγὼ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω δύναται ποιῆσαι µιµητὴν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Ἀλλὰ κἂν νηστεύσῃς, κἂν χαµευνήσῃς, κἂν ἀπαγχονήσῃς σαυτὸν, τοῦ δὲ πλησίον µὴ προνοῇς, οὐδὲν µέγα εἰργάσω, ἀλλ' ἔτι πόῤῥω ταύτης τῆςεἰκόνος ἕστηκας ταῦτα ποιῶν. Καίτοι ἐνταῦθα µὲν καὶ αὐτὸ φύσει τὸ πρᾶγµα λυσιτελές ἐστι, τὸ ἀπέχεσθαι τῶν εἰδωλοθύτων· ἐγὼ δὲ πολλὰ καὶ τῶν ἀσυµφόρων ἐποίησα, φησὶν, οἷον, ὅτε περιέτεµον, ὅτε ἔθυσα. Ταῦτα γὰρ εἴ τις καθ' ἑαυτὰ ἐξετάσειε, καὶ ἀπόλλυσι τοὺς µετιόντας καὶ τῆς σωτηρίας ἐκπίπτειν ποιεῖ· ἀλλ' ὅµως ὑπέµεινα καὶ ταῦτα διὰ τὸ ἐξ αὐτῶν κέρδος. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐκεῖ µὲν γὰρ, ἂν µὴ προσῇ ἡ ὠφέλεια καὶ τὸ δι' ἑτέρους γενέσθαι, τότε βλάβος τὸ πρᾶγµα γίνεται· ἐνταῦθα δὲ, κἂν µηδεὶς ὁ σκανδαλιζόµενος ᾖ, καὶ οὕτως ἀπέχεσθαι τῶν κεκωλυµένων χρή. Οὐ µόνον δὲ βλαβερὰ, ἀλλὰ καὶ ἐπίπονα ὑπέµεινα. Ἄλλας γὰρ Ἐκκλησίας ἐσύλησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ µὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ' εἱλόµην λιµῷ διαφθαρῆναι µᾶλλον, ἢ σκανδαλίσαι ἕτερον.∆ ιὰ τοῦτό φησι, Πάντα πᾶσιν ἀρέσκω. Ἄν τε παράνοµον, ἄν τε ἐπίπονον καὶ ἐπικίνδυνον δέῃ ποιῆσαι, πάντα εἰς τὸ ἑτέρων συµφέρον ὑποµένω. Πάντων γοῦν ἀνώτερος ὢν κατὰ τὴν ἀκρίβειαν, πάντων κατώτερος γέγονε κατὰ τὴν συγκατάβασιν. Καὶ γὰρ οὐδὲν κατόρθωµα σφόδρα µέγα εἶναι δύναιτ' ἂν, ὅταν µὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῷ· καὶ δηλοῖ ὁ τὸ τάλαντον ὑγιὲς προσενεγκὼν, καὶ διχοτοµηθεὶς ἐπειδὴ αὐτὸ οὐκ ἐπλεόνασε. Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος µένῃς, κἂν χαµαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ µηδένα ἕτερον ὠφελῇς, οὐδὲν µέγα ἐργάσῃ. Καὶ γὰρ καὶ τοῖς ἐν ἀρχῇ µεγάλοις καὶ γενναίοις ἐκείνοις ἀνδράσι τοῦτο µάλιστα περισπούδαστον ἦν· ἐξέτασον αὐτῶν µετὰ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς, ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ποτε ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον ἕκαστος· ὅθεν καὶ ἔλαµψαν µᾶλλον. Καὶ γὰρ καὶ τῷ Μωϋσῇ πολλὰ καὶ µεγάλα εἰργάσθη θαύµατα καὶ σηµεῖα· ἀλλ' οὐδὲν αὐτὸν οὕτω µέγαν ἐποίησεν, ὡς ἡ µακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε, λέγων· Εἰ µὲν ἀφῇς αὐτοῖς τὴν ἁµαρτίαν, ἄφες· εἰ δὲ µὴ, κἀµὲ ἐξάλειψον. Τοιοῦτος ἦν καὶ ὁ∆ αυΐδ· διὸ καὶ ἔλεγεν, Ἐγὼ ὁ ποιµὴν ἥµαρτον, καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίµνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐµὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός µου. Οὕτω καὶ ὁ Ἀβραὰµ οὐκ ἐζήτει τὸ ἑαυτοῦ συµφέρον, ἀλλὰ τὸ τῶν πολλῶν.∆ ιὸ καὶ κινδύνοις ἑαυτὸν ἐξεδίδου, καὶ τὸν Θεὸν ὑπὲρ τῶν οὐδὲν αὐτῷ προσηκόντων παρεκάλει. Καὶ οὗτοι µὲν οὕτως ἔλαµψαν· οἱ δὲ τὰ ἑαυτῶν ζητήσαντες σκόπει πῶς καὶ ἐβλάβησαν. Ὁ γοῦν ἀδελφιδοῦς ὁ τούτου, ἐπειδὴ ἤκουσεν, Εἰ σὺ εἰς δεξιὰ, ἐγὼ δὲ εἰς ἀριστερὰ, καὶ τὴν αἵρεσιν λαβὼν, τὸ ἑαυτοῦ συµφέρον ἐζήτησεν, οὐδὲ τὸἑαυτοῦ εὗρεν· ἀλλ' αὕτη µὲν ἐνεπυρίζετο ἡ χώρα, ἐκείνη δὲ ἔµενεν ἀνέπαφος. Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν συµφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε· καὶ ἡ µὲν πόλις εἱστήκει, αὐτὸς δὲ ἐσαλεύετο καὶ ἐκλυδωνίζετο καὶ κατεποντίζετο. Ὅτε δὲ τὸ τῶν πολλῶν συµφέρον ἐζήτησε, τότε καὶ τὸ ἑαυτοῦ εὗρεν. Οὕτω καὶ ὁ Ἰακὼβ ἐπὶ τῶν ποιµνίων µὴ ζητήσας τὸ οἰκεῖον κέρδος, τῆς πολλῆς εὐπορίας ἀπήλαυσε. Καὶ ὁ Ἰωσὴφ δὲ τὸ τῶν ἀδελφῶν συµφέρον ζητήσας, εὗρε τὸ ἑαυτοῦ. Πεµπόµενος γοῦν παρὰ τοῦ πατρὸς οὐκ εἶπε, Τί τοῦτο; οὐκ ἤκουσας ὅτι ὑπὲρ ὄψεως καὶ ἐνυπνίων καὶ διασπᾶσαι µε ἐπεχείρουν, καὶ ὀνειράτων εὐθύνας ὑπεῖχον, καὶ τοῦ φιλεῖσθαί µε παρὰ σοῦ δίδωµι δίκην; τί οὖν οὐκ ἐργάσονταί µε λαβόντες εἰς µέσον; Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ πάντων προτιµᾷ τὴν τῶν ἀδελφῶν θεραπείαν.∆ ιὰ τοῦτο καὶ πάντων τῶν µετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ σφόδρα λαµπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν. Οὕτω καὶ Μωϋσῆς· οὐδὲν γὰρ κωλύει καὶ ἐκ δευτέρου πάλιν αὐτοῦ µνησθῆναι, καὶ ἰδεῖν πῶς τὰ καθ' ἑαυτὸν παρεώρα, καὶ τὰ τῶν ἄλλων ἐζήτει. Οὗτος γὰρ ἐν βασιλείοις στρεφόµενος, ἐπειδὴ µείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισµὸν, καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψας. ἐκοινώνει τῶν κακῶν τοῖς Ἑβραίοις, οὐ µόνον αὐτὸς οὐκ ἐδουλώθη, ἀλλὰ καὶ ἐκείνους δουλείας ἀπήλλαξε. Μεγάλα µὲν οὖν ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας. δʹ. Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ µὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς· ὁ δὲ Παῦλος πολλῷ µεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε κοινωνῆσαι συµφοραῖς, ἀλλ' εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ ῥῖψαι τρυφὴν καὶ κακουχεῖσθαι, αὐτὸν µόνον κακουχούµενον ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιµῇ. Ἐνταῦθα µὲν γὰρ εἰ καὶ µέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ' ὅµως φέρει τινὰ παραµυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσηµερίας· τὸ δὲ αὐτὸν µόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν ἀπολαύσωσι, τοῦτο πολλῷ νεανικωτέρας ψυχῆς καὶ τοῦ Παύλου φρονήµατος. Οὐ ταύτῃ δὲ µόνον, ἀλλὰ καὶ ἑτέρᾳ ὑπερβολῇ µείζονι νικᾷ τοὺς προειρηµένους ἅπαντας. Ὁ µὲν γὰρ Ἀβραὰµ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον· ὁ δὲ Παῦλος τῆς δόξης τῆς µελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων µὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο, ἀλλ' ὅµως ὧν τὴν δηµαγωγίαν ἦσαν ἐγκεχειρισµένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου µὲν καὶ παρανόµου, υἱοῦ δὲ ὅµως· ὁ δὲ Παῦλος ὑπὲρ τούτων ἐβούλετο εἶναι ἀνάθεµα, ὧν οὐκ ἦν ἐµπεπιστευµένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη ἦν ἀπεσταλµένος. Εἶδες ψυχῆς µέγεθος καὶ φρονήµατος ὕψος αὐτὸν ὑπερβαῖνον τὸν οὐρανόν; Τοῦτο ζήλωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάµψαντας. Οὕτω γὰρ εὑρήσεις τό σοι συµφέρον, ἂν τὸ τοῦ πλησίον ζητῇς. Ὥστε ὅταν ὀκνῇς ἐπιµελεῖσθαι τοῦ ἀδελφοῦ, ἐννοήσας ὅτι οὐδὲ ἄλλως δυνήσῃ σωθῆναι, διὰ γοῦν σαυτὸν ἐκείνου πρόστηθι καὶ τῶν ἐκείνου πραγµάτων. Ἱκανὰ µὲν γὰρ καὶ τὰ εἰρηµένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡµῖν συµφέρον εὑρεῖν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγµάτων τοῦτο µαθεῖν, ἐννόησον εἰ συµβαίη που πῦρ ἀναφθῆναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες µὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι µείνωσι, δεδοικότες µή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιµωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συµφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσαπολλύουσι. Καὶ γὰρ ὁ Θεὸς βουλόµενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγµασιν ἐπέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συµφέροντι τὸ τοῦἑτέρου δεδέσθαι· καὶ ὁ κόσµος ἅπας οὕτω συνέστηκε.∆ ιὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειµῶνος γενοµένου ὁ κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συµφέρον, τὸ ἑαυτοῦ ζητοίη µόνον, καὶ ἑαυτὸν καὶἐκείνους καταδύσει ταχέως. Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συµφέρον σκοποίη µόνον, οὐκ ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη ἡ τοῦτο ζητοῦσα.∆ ιὰ τοῦτο ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔµπορος οὐ τοσαῦτα κοµίζει, ὅσα αὐτῷ µόνον ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐµὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήµατα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώµενος, ἅπαντα πραγµατεύεται ταῦτα· ὥστε τὸ ἐµὸν ζητῶν συµφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φηµι, καὶ πάλαι ἀκοῦσαι ἐβουλόµην, καὶ ὑπὲρ τούτου πάντα τὸν λόγον ἐποιησάµην, ὥστε δεῖξαι, ὅτι τότε τὸ ἑαυτοῦ συµφέρον ὁ πλησίονζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ µὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συµφέρον ἐλθεῖν, µὴ διὰ τῶν ἀλλοτρίων συµφερόντων ὁδεύσαντας. Τοῦτο µὲν οὖν ἀνθρώπινον, τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συµφέρον ἰέναι· δεῖ δὲ µὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι. Οὐδὲ γὰρ ἔνι σωθῆναι µὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυµένων ἀµελῇς, οὐδεµίαν κτήσῃ παρὰ Θεῷ παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ' ὧν ὁ µακάριος ἀπεφήνατο Παῦλος. Ἐὰν γὰρ ψωµίσω µου τὰ ὑπάρχοντα, καὶ παραδῶ τὸ σῶµά µου, ἵνα καυθῇ, ἀγάπην δὲ µὴ ἔχω, οὐδὲν ὠφελοῦµαι, φησίν. Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ' ἡµῶν; καίτοι γε ὁ ψωµίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίονἐζήτησεν. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο µόνον, φησί· µετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συµπαθείας πολλῆς.∆ ιὰ γὰρ τοῦτο καὶ ἐνοµοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα εἰς σύνδεσµον ἀγάπης ἀγάγῃ. Ὅταν οὖν ἐκεῖνος µὲν τοσοῦτον ἀπαιτῇ µέτρον, ἡµεῖς δὲ µηδὲ τὸ ἔλαττον παρέχωµεν, τίνος ἐσόµεθα ἄξιοι συγγνώµης; Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ ὅτε διορθοῦσθαι ἔδει, ἀλλ' ὅτε κατεγνωσµένοι ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺςἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡµέρᾳ, ὅτε οἱ κεραυνοὶ καταφέρεσθαι ἔµελλον. Ἄλλως δὲ οὐδὲ περὶ κακίας καὶ ἀρετῆς τοῦτο εἴρηται, ἀλλὰ περὶ τῆς θεηλάτου πληγῆς. Τί γὰρ ἔδει ποιεῖν; εἰπέ µοι· καθέζεσθαι καὶ δέχεσθαι τὴν τιµωρίαν, καὶ µηδὲν ἐκείνους ὠφελοῦντα κατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φηµι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ' ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω µέσον ἑαυτὸν ἐµβαλόντα, διορθοῦν· εἰ µὲν βούλει, διὰ τὸ τοῦ πλησίον· εἰ δὲ µὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ µὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ µὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος, κἂν διὰ τοῦτο ποίει. Καὶ µηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτηµοσύνη, οὔτε µαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡµῶν προστῆναι δυνήσεται, ἂν µὴ τὴν ἄκραν ἀγάπην ἔχωµεν, ταύτην πρὸτῶν ἄλλων διατηρῶµεν, ἵνα καὶ τῶν ἄλλων δι' αὐτῆς ἐπιτύχωµεν καὶ τῶν παρόντων καὶ τῶν ἐπηγγελµένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.