Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 27 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
27.27
Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήµατος πρότερον τὴν αἰτίαν εἰπεῖν· οὕτω γὰρ ἡµῖν εὐµαθέστερος πάλιν ἔσται ὁ λόγος. Τίς οὖν ἐστιν αὕτη; Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων κοινῇ πάντες εἱστιῶντο, καὶ κοινὰ πάντα ἐκέκτηντο· οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ οὕτω µὲν µετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναποµείνασα, καὶεἰς τοὺς µετὰ ταῦτα κατέβη. Καὶ ἐπειδὴ συνέβαινε τοὺς µὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ µὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς µέσον, κοινὰς δὲ ἐποιοῦντο τὰς τραπέζαςἐν ἡµέραις νενοµισµέναις, ὡς εἰκὸς, καὶ τῆς συνάξεως ἀπαρτισθείσης µετὰ τὴν τῶν µυ στηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶνµὲν πλουτούντων φερόντων τὰ ἐδέσµατα, τῶν δὲ πενοµένων καὶ οὐδὲν ἐχόντων ὑπ' αὐτῶν καλουµένων, καὶ κοινῇ πάντων ἑστιωµένων. Ἀλλ' ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. Τὸ δὲ αἴτιον ἐκ τοῦ διεσπάσθαι καὶ προσνέµειν ἑαυτοὺς, τοὺς µὲν τούτοις, τοὺς δὲ ἐκείνοις, καὶ λέγειν· Ἐγὼ µέν εἰµι τοῦ δεῖνος, ἐγὼ δὲ τοῦ δεῖνος· ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς διορθούµενος ἔλεγεν· Ἐδηλώθη γάρ µοι περὶ ὑµῶν, ἀδελφοί µου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑµῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑµῶν λέγει, Ἐγὼ µέν εἰµι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Οὐκ ἐπειδὴ Παύλῳ προσένεµον ἑαυτούς· οὐδὲ γὰρ ἂν ἠνέσχετο· ἀλλ' ἐκ περιουσίας πρόῤῥιζον τὸ ἔθος ἀνασπάσαι βουλόµενος, ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπεγράφετο τοῦ κοινοῦ σώµατος ἀποῤῥηγνύµενος, καὶ οὕτως ἄτοπον τὸ γινόµενον ἦν καὶπαρανοµίας ἐσχάτης. Εἰ δὲ ἐπὶ τούτου παρανοµία, πολλῷ µᾶλλον ἐπ' ἐκείνων τῶν καταδεεστέρων. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιµώτατον( καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραµυθία, καὶ πλούτου σωφρονισµὸς, καὶ φιλοσοφίας ἀφορµὴ τῆς µεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)· ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόµενα, πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ἐν µὲν γὰρ τῷ προτέρῳ ἐγκλήµατι, ἅτε πολλῶν ὄντων τῶν φυλαττόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως· Ἐπαινῶ δὲ ὑµᾶς, ὅτι πάντα µου µέµνησθε· ἐνταῦθα δὲ ἐναντίως, Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ.∆ ιόπερ οὐδὲ µετὰ τὴν ἐπιτίµησιν τὴν κατὰ τῶν τὰ εἰδωλόθυτα ἐσθιόντων αὐτὸ τέθεικεν· ἀλλ' ἐπειδὴ τραχύτερον ἦν ἐκεῖνο, µέσον παρεµβαλὼν τὸν περὶ τῆς κόµης λόγον, ἵνα µὴ ἐξ ἐγκληµάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆδιαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ποῖον τοῦτο; Ὃ µέλλω λέγειν νῦν. Τί ἐστι, Παραγγέλλων οὐκ ἐπαινῶ; Οὐκ ἀποδέχοµαι ὑµᾶς, φησὶν, ὅτι µε εἰς ἀνάγκην κατεστήσατε συµβουλῆς· οὐκ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκαλίας εἰς τοῦτο, ὅτι χρείαν ἔχετε τοῦ παραγγελθῆναι ὑπ' ἐµοῦ. Εἶδες πῶς ἐκ προοιµίων ἔδειξε σφόδρα ἄτοπον ὂν τὸ γινόµενον; Ὅταν γὰρ µηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁµαρτάνων εἰς τὸ µὴ ἁµαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁµαρτανόµενον. Καὶ διὰ τί οὐκ ἐπαινεῖς; Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε, φησὶ, τουτέστιν, ὅτι οὐ προβαίνετε εἰς ἀρετήν.∆ έον γὰρ ἐπιδοῦναι καὶ πλείονα γενέσθαι τὴν φιλοτιµίαν, ὑµεῖς δὲ καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἠλαττώσατε, καὶ οὕτως ἠλαττώσατε, ὡς καὶπαραγγελίας δεηθῆναι παρ' ἐµοῦ, ἵνα ἐπὶ τὴν προτέραν ἐπανέλθητε τάξιν. Εἶτα ἵνα µὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν µόνον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐµβάλλει λόγον, ὥστε µὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαιτὴν ἐπιτίµησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικωτάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον· τί γάρ φησι; Πρῶτον µὲν γὰρ συνερχοµένων ὑµῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσµατα ἐν ὑµῖν ὑπάρχειν. Καὶ οὐ λέγει, Ἀκούω γὰρ µὴ κοινῇ ὑµᾶς συνδειπνεῖν· ἀκούω γὰρ κατ' ἰδίαν ὑµᾶς ἑστιᾶσθαι, καὶ µὴ µετὰ τῶν πενήτων· ἀλλ' ὃ µάλιστα ἱκανὸν ἦν αὐτῶν διασεῖσαι τὴν διάνοιαν, τοῦτο τέθεικε, τὸ τοῦ σχίσµατος ὄνοµα, ὃ καὶ τούτου ἦν αἴτιον, κἀκείνου πάλιν ἀνεµίµνησκε τοῦἐν ἀρχῇ τῆς Ἐπιστολῆς εἰρηµένου καὶ δηλωθέντος ὑπὸ τῶν Χλόης. Καὶ µέρος τι πιστεύω. βʹ. Ἵνα γὰρ µὴ λέγωσι, Τί οὖν, εἰ ψεύδονται οἱ διαβάλλοντες; οὔτε ὅτι πιστεύω εἶπεν, ἵνα µὴ ἀναισχυντοτέρους ποιήσῃ, οὐδ' αὖ πάλιν ὅτι ἀπιστῶ, ἵνα µὴ δόξῃ µάτην ἐπιτιµᾷν, ἀλλὰ, Μέρος τι καὶ πιστεύω, φησὶ, τουτέστιν, ἐκ µέρους µικροῦ πιστεύω, ἐναγωνίους ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον.∆ εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑµῖν εἶναι, ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται ἐν ὑµῖν· αἱρέσεις ἐνταῦθα, οὐ ταύτας λέγων τὰς τῶν δογµάτων, ἀλλὰ τὰς τῶν σχισµάτων τούτων. Εἰ δὲ καὶ τὰς τῶν δο γµάτων ἔλεγεν, οὐδὲ οὕτω λαβὴν ἐδίδου. Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυµαινόµενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόµενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώµης προλέγων, ὅπερ ἔµελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτωςἐχόντων γνώµην. Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ' ἐπειδὴ πάντως ἔµελλε γίνεσθαι, διὰ τοῦτο προεῖπεν· Ἐπεὶ, εἰ ἀνάγκης ἦν τὰ σκάνδαλα, καὶ µὴ γνώµης τῶν εἰσαγόντων αὐτὰ, περιττῶς ἔλεγεν, Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Ἀλλὰ ταῦτα µὲν εὐρύτερον ἐν αὐτῷ γενόµενοι τῷ χωρίῳ διελέχθηµεν· νῦν δὲ ἐπὶ τὸ προκείµενον ἰέναι ἀνάγκη. Ὅτι γὰρ περὶ τῶν αἱρέσεων τούτων εἶπε τῶν κατὰ τὰς τραπέζας καὶ τῆς φιλονεικίας ταύτης καὶ διαστάσεως, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, ὅτι Ἀκούω σχίσµατα ἐν ὑµῖν ὑπάρχειν, οὐκ ἔστη µέχρι τούτου, ἀλλὰ δεικνὺς ποῖα λέγει σχίσµατα, προϊών φησιν, ὅτι Ἕκαστος τὸ ἴδιονδεῖπνον προλαµβάνει· καὶ πάλιν, Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε; Ἀλλ' ὅτι µὲν περὶ τούτων εἶπε, δῆλον. Εἰ δὲ σχίσµατα αὐτὰ καλεῖ, µὴ θαυµάσῃς· ὅπερ γὰρ ἔφην, τῇ λέξει καθικέσθαι αὐτῶν βούλεται. Εἰ δὲ δογµάτων ἦν τὰ σχίσµατα, οὐκ ἂν οὕτως αὐτοῖς διελέχθη ἡµέρως. Ἄκουσον γοῦν ὅταν τι τοιοῦτον λέγῃ, πῶς ἐστι σφοδρὸς καὶ ἀσφαλιζόµενος καὶ ἐπιτιµῶν· ἀσφαλιζόµενος µὲν, ὡς ὅταν λέγῃ, Κἂν ἄγγελος ὑµᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεµα ἔστω· ἐπιτιµῶν δὲ, ὡς ὅταν λέγῃ, Οἵτινες ἐν νόµῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Καὶ νῦν µὲν κύνας καλεῖ τοὺς διαφθείροντας λέγων, Βλέπετε τοὺς κύνας· νῦν δὲ κεκαυτηριασµένους τὴν συνείδησιν, καὶ ἀγγέλους διαβόλου πάλιν. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδὲν εἶπεν, ἀλλ' ἡµέρως καὶ ὑφειµένως. Τί δέ ἐστιν, Ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται ἐν ὑµῖν; Ἵνα λάµψωσι µειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Τοὺς ἀπεριτρέπτους καὶ στεῤῥοὺς οὐ µόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι µᾶλλον, καὶλαµπροτέρους ἀποφαίνει. Τὸ γὰρ, Ἵνα, τοῦτο, οὐ πανταχοῦ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγµάτων ἐκβάσεως. Οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅταν λέγῃ, Εἰς κρῖµα ἐγὼ ἦλθον εἰς τὸν κόσµον τοῦτον, ἵνα οἱ µὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὕτω καὶ αὐτὸς ὁ Παῦλος, ὅταν περὶ τοῦ νόµου διαλεγόµενος γράφῃ· Νόµος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωµα. Ἀλλ' οὔτε ὁ νόµος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁµαρτήµατα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξέβη· οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. Οὕτως οὖν καὶ ἐνταῦθα νοητέον τὸ, Ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται. Οὐδὲ γὰρ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται, ἀλλὰ τῶν αἱρέσεων τούτων γενοµένων τοῦτο συνέβη. Ταῦτα δὲ εἶπε, τοὺς πένητας παραµυθούµενος τοὺς γενναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν.∆ ιὸ οὐδὲ εἶπεν, Ἵνα δόκιµοι γένωνται· ἀλλ', Ἵνα οἱ δόκιµοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ' ἀνεµίγνυντο τοῖς πολλοῖς, καὶ παραµυθίας ἀπολαύοντες τῆςπαρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο· νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν, ὥσπερ τὸν κυβερνήτην ὁ χειµὼν δείκνυσι. Καὶ οὐκ εἶπεν, Ἵνα ὑµεῖς δόκιµοι φανῆτε, ἀλλ', Ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται, οἱ ἐν ὑµῖν τοιοῦτοι. Οὔτε γὰρ κατηγορῶν δήλους ποιεῖ, ὥστε µὴ ἀναισχυντοτέρους ποιῆσαι, οὔτε ἐγκωµιάζων, ὥστε µὴ χαυνοτέρους, ἀλλ' εἰς µετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κἀκεῖνον ἑκάστου τῷ συνειδότι τὰ λεγόµενα ἁρµόζειν παρέχων. Οὐ τοὺς πένητας δὲ ἐνταῦθά µοι δοκεῖ παραµυθεῖσθαι µόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος µὴ διαφθείροντας. Καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό· διὸ καὶ ἔλεγε, Μέρος τι πιστεύω. Εἰκότως τοίνυν τούτους δοκίµους φησὶ, τοὺς µὴ µόνον µετὰ τῶν ἄλλων διατηρήσαντας τὸ ἔθος, ἀλλὰ καὶ χωρὶς ἐκείνων ἀκίνητον τὸν καλὸντοῦτον φυλάξαντας νόµον. Ποιεῖ δὲ τοῦτο καὶ ἑτέρους καὶ τούτους διὰ τῶν τοιούτων ἐγκωµίων προθυµοτέρους ἐργάσασθαι σπεύδων. Εἶτα λοιπὸν λέγει καὶ αὐτὸ τοῦ ἁµαρτήµατος τὸ εἶδος. Τί δὲ τοῦτό ἐστι; Συνερχοµένων ὑµῶν ἐπὶ τὸ αὐτὸ, φησὶν, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ὁρᾷς πῶς ἐντρεπτικῶς, καὶ ἐν τάξει διηγήσεως ἤδη τὴν συµβουλὴν κατεσκεύασε; Τὸ µὲν γὰρ σχῆµα τῆς συνόδου, φησὶν, ἄλλο· ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑµᾶς ἅπαντας δέχεται τόπος, καὶ ὁµοῦ συναγελάζεσθε· ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁµοία τῇ συνόδῳ. Καὶ οὐκ εἶπε, Συνερχοµένων ὑµῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι µετ' ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ πάλιν ἑτέρως καὶ πολλῷ φοβερώτερον αὐτῶνκαθάπτεται, λέγων, Οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν, ἐκείνῃ παραπέµπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ' ἢν τὰ φρικτὰ µυστήρια παρέδωκεν ὁ Χριστός.∆ ιὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσε· καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιµένους. Καίτοι γε οὐ τοσοῦτον τὸ µέσον τῶν πλουτούντων καὶ τῶν πενοµένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν µαθητῶν· ἄπειρον γὰρ ἐκεῖνο. Καὶ τί λέγω τοῦ διδασκάλου καὶ τῶν µαθητῶν; ἐννόησον τὸ µέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. Ἀλλ' ὅµως καὶ αὐτὸς µετ' αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ µετέδωκε, καὶ τῶν µυστηρίων κοινωνὸν ἐποίησεν. γʹ. Εἶτα ἑρµηνεύει πῶς οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαµβάνει, φησὶν, ἐν τῷ φαγεῖν· καὶ ὃς µὲν πεινᾷ, ὃς δὲ µεθύει. Εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς µᾶλλον; Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόµενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ µέγιστον ἀφαιροῦντες ἀξίωµα. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τὸ Κυριακὸν δεῖπνον, τουτέστι, τὸ∆ εσποτικὸν, ὀφείλει κοινὸν εἶναι. Τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε µὲν ἔστι τοῦ οἰκέτου, τοῦδε δὲ οὐκ ἔστιν, ἀλλὰ κοινῇ πάντων. Τὸ οὖν Κυριακὸν τοῦτό φησι τὸ κοινόν. Εἰ γὰρ τοῦ∆ εσπότου σοῦ ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐκ ὀφείλεις ὡς ἴδια ἀποσπᾷν, ἀλλ' ὡς τοῦ Κυρίου καὶ τοῦ∆ εσπότου ὄντα, κοινῇ πᾶσι προτιθέναι. Τοῦτο γάρ ἐστι Κυριακόν. Νῦν δὲ οὐκ ἀφίης αὐτὸ εἶναι Κυριακὸν, µὴ ἀφεὶς εἶναι κοινὸν, ἀλλὰ καθ' ἑαυτὸν ἑστιώµενος.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαµβάνει. Καὶ οὐκ εἶπεν, Ἀποσχίζει, ἀλλὰ, Προλαµβάνει, ἠρέµα καὶ εἰς λαιµαργίαν αὐτοὺς καὶ εἰς προπέτειαν διαβάλλων. Τοῦτο γοῦν καὶ τὸ ἑξῆς δηλοῖ· εἰπὼν γὰρ τοῦτο, ἐπήγαγε πάλιν· Καὶ ὃς µὲν πεινᾶ, ὃς δὲ µεθύει· ἅπερ ἑκάτερα ἀµετρίας ἦν, καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολή. Ἰδοὺ καὶ δεύτερον ἔγκληµα πάλιν αὐτοὺς ἐκείνους καταβλάπτον. Πρῶτον µὲν, ὅτι τὸ δεῖπνον αὐτῶν ἀτιµάζουσι· δεύτερον δὲ, ὅτι γαστρίζονται καὶ µεθύουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ τῶν πενήτων πεινώντων. Ἃ γὰρ ἔµελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι µόνοι σιτούµενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς µέθην ἐξέβαινον.∆ ιὸ οὐδὲ εἶπεν, Ὃς µὲν πεινᾷ, ὃς δὲ κορέννυται, ἀλλὰ, Μεθύει. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ µὲν κατηγορίας ἄξιον· καὶ γὰρ τὸ µεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκληµα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ µεθύειν κατηγορία· ὅταν δὲ καὶ ὁµοῦ συνηµµένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανοµίας. Εἶτα δείξας τὴν ἀτοπίαν, µετὰ πολλοῦ λοιπὸν τοῦ θυµοῦ τὴν ἐπίπληξιν ἐπάγει, λέγων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς µὴ ἔχοντας; Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν µετήγαγε τὸ ἔγκληµα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον; Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν µὴ πένητες µόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται. Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλησίᾳ κεχρηµένος. Ἐκκλησία γὰρ γέγονεν, οὐχ ἵνα διῃρηµένοι ὦµεν οἱ συνελθόντες, ἀλλ' ἵνα οἱ διῃρηµένοι συνηµµένοι· καὶ τοῦτο ἡ σύνοδος δείκνυσι. Καὶ καταισχύνετε τοὺς µὴ ἔχοντας. Οὐκ εἶπε, Καὶ λιµοκτονεῖτε τοὺς µὴ ἔχοντας, ἀλλὰ πολὺ ἐντρεπτικώτερον, Καταισχύνετε, ἵνα δείξῃ ὅτι οὐ τροφῆς αὐτῷ τοσοῦτον µέλει, ὅσον τῆς ὕβρεωςτῆς εἰς αὐτοὺς γινοµένης. Ἰδοὺ καὶ πέµπτη κατηγορία, τὸ µὴ µόνον πεινῶντας περιορᾷν, ἀλλὰ καὶ καταισχύνειν αὐτούς. Τοῦτο δὲ ἔλεγεν, ὁµοῦ µὲν σεµνοποιῶν τὰ κατὰ τοὺς πένητας, καὶ δεικνὺς ὅτι οὐχ οὕτως ὑπὲρ τῆς γαστρὸς, ὡς ὑπὲρ τῆς αἰσχύνης ἀλγοῦσιν, ὁµοῦ δὲ καὶεἰς ἔλεον ἐπισπώµενος τὸν ἀκροατήν. Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς τοὺς πένητας γινοµένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιµήσεωςτὸν τόνον ἀθρόον λέγων· Ἐπαινέσω ὑµᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. Ὃ καὶ µάλιστα ἄν τις αὐτοῦ θαυµάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότερον µετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁµαρτηµάτων καὶ καθάψασθαι, ὁ δὲτοὐναντίον ποιεῖ µᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύµασι τὴν τοµὴν ἐπάγει, οὔτε τὰ βαθείαςδεόµενα πληγῆς ἐξ ἐπιπολῆς τέµνων·( ἤκουσας γὰρ αὐτοῦ πῶς τὸν πεπορνευκότα παρ' αὐτοῖς τούτοις ἀπέκοψεν), οὔτε τὰ προσηνεστέρων χρῄζοντα τῶν φαρµάκων σιδήρῳ παραδιδούς.∆ ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται· καὶ ἄλλως δὲ ἡµέρους αὐτοὺς µάλιστα ἐσπούδακε καταστῆσαι τοῖς πένησι· διὸ καὶ ὑφειµένως διαλέγεται µᾶλλον αὐτοῖς. Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι µειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, φησὶν, ὃ καὶ παρέδωκα ὑµῖν· ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό µού ἐστι τὸ σῶµα τὸ ὑπὲρ ὑµῶν κλώµενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐµὴν ἀνάµνησιν. Τίνος ἕνεκεν ἐνταῦθα τῶν µυστηρίων µέµνηται; Ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ. Καὶ γὰρ ὁ∆ εσπότης σου, φησὶ, τῆς αὐτῆς ἅπαντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔσης, καὶ πολὺ τὴν ἁπάντωνὑπερβαινούσης ἀξίαν· σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ, τῆς µικρᾶς ταύτης καὶ εὐτελοῦς, καὶ ἐν τοῖς πνευµατικοῖς οὐδὲν αὐτῶν σου πλεονεκτούντων, ἁρπάζεις αὐτοὺςἐν τοῖς αἰσθητοῖς· οὐδὲ γὰρ ταῦτα σά. Ἀλλ' οὕτω µὲν οὐ λέγει, ὥστε µὴ γενέσθαι τραχὺν τὸν λόγον· ἡµερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων· Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον. Καὶ τίνος ἕνεκεν τοῦ καιροῦ ἡµᾶς ἀναµιµνήσκει, καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας; Οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ' ἵνα µεθ' ὑπερβολῆς κατανύξῃ καὶ ἀπὸ τοῦ καιροῦ. Κἂν γὰρ αὐτόλιθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν µετὰ τῶν µαθητῶν ἀδηµονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς ἐδικάσθη, πῶςκαὶ τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης.∆ ιὰ τοῦτο πάντων ἐκείνων εἰς µνήµην ἡµᾶς ἄγει, διὰ τοῦ καιροῦ καὶ τῆς τραπέζης καὶ τῆς προδοσίας ἐντρέπων καὶ λέγων, ὅτι Ὁ µὲν∆ εσπότης σου καὶἑαυτὸν παρέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων µεταδίδως ὑπὲρ σαυτοῦ; δʹ. Πῶς δέ φησι παρὰ τοῦ Κυρίου παρειληφέναι; οὐδὲ γὰρ παρῆν τότε, ἀλλὰ τῶν διωκόντων ἦν. Ἵνα µάθῃς ὅτι οὐδὲν πλέον ἔχει ἐκείνη ἡ τράπεζα τῆς µετὰ ταῦτα. Καὶ γὰρ καὶ σήµερον αὐτός ἐστιν ὁ πάντα ἐργαζόµενος καὶ παραδιδοὺς, ὥσπερ καὶ τότε. Οὐ διὰ τοῦτο δὲ µόνον τῆς νυκτὸς ἀναµιµνήσκει ἐκείνης, ἀλλ' ἵνα καὶ ἑτέρως ἡµᾶς κατανύξῃ. Ὥσπερ γὰρ ἐκείνων µάλιστα µεµνήµεθα τῶν ῥηµάτων, ὧν ἂν τελευταῖον παρὰ τῶν ἀπιόντων ἀκούσωµεν, καὶ πρὸς τοὺς κληρονόµους τοὺς ἐκείνων, εἰ τολµήσαιεν αὐτῶν παραβῆναι τὰς ἐντολὰς, ἐντρέποντες αὐτοὺς λέγοµεν, Ἐννοήσατε ὅτι ταύτην ὑστέραν ἀφῆκε πρὸς ὑµᾶς τὴν φωνὴν ὁ πατὴρ, καὶ µέχριτῆς ἑσπέρας ἧς ἔµελλεν ἐκπνεῖν ταῦτα ἐπέσκηπτεν· οὕτω καὶ ὁ Παῦλος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλόµενος, Ἀναµνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑµῖν δέδωκε τὴν µυσταγωγίαν, καὶἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑµῶν ἔµελλε, ταῦτα ἐνετέλλετο, καὶ παραδιδοὺς ὑµῖν τὸ δεῖπνον ἐκεῖνο, µετ' ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον. Εἶτα καὶ αὐτὰ λοιπὸν διηγεῖται τὰ γεγενηµένα λέγων ὅτι, Ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό µού ἐστι τὸ σῶµα τὸ ὑπὲρ ὑµῶν κλώµενον. Εἰ τοίνυν ἐπ' εὐχαριστίᾳ προσέρχῃ, καὶ σὺ µηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, µηδὲ καταίσχυνε τὸν ἀδελφὸν, µηδὲ περιόρα πεινῶντα, µὴ µέθυε, µὴὕβριζε τὴν Ἐκκλησίαν. Προσέρχῃ γὰρ εὐχαριστῶν ὑπὲρ ὧν ἀπέλαυσας. Οὐκοῦν καὶ αὐτὸς ἀµοιβὴν ἀποδίδου, καὶ µὴ ἀπόσχιζε σεαυτὸν τοῦ πλησίον. Καὶ γὰρ ὁ Χριστὸς πᾶσιν ἐξίσης ἔδωκε λέγων, Λάβετε, φάγετε. Ἐκεῖνος τὸ σῶµα ἐξίσης ἔδωκε, σὺ δὲ οὐδὲ τὸν κοινὸν ἄρτον δίδως ἐξίσης; καὶ γὰρ ὑπὲρ ἁπάντων ὁµοίως ἐκλάσθη, καὶ σῶµα γέγονεν ὑπὲρ ἁπάντων ἐξίσης. Ὁµοίως καὶ τὸ ποτήριον µετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐµῷ αἵµατι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐµὴν ἀνάµνησιν. Τί λέγεις; ἀνάµνησιν τοῦ Χριστοῦ ποιεῖς, καὶ πένητας παρορᾷς, καὶ οὐ φρίττεις; Ἀλλ' εἰ µὲν υἱοῦ ἢ ἀδελφοῦ τετελευτηκότος ἀνάµνησιν ἐποίεις, ἐπλήγης ἂν ὑπὸ τοῦ συνειδότος, εἰ µὴ τὸ ἔθος ἐπλήρωσας, καὶ πένητας ἐκάλεσας· τὴν δὲ τοῦ∆ εσπότου σου ποιῶν ἀνάµνησιν, οὐδὲ τραπέζης ἁπλῶς µεταδίδως; Τί δέ ἐστιν ὅ φησιν, ὅτι, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστίν; Ἦν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον, αἱ σπονδαὶ καὶ τὸ αἷµα τῶν ἀλόγων· καὶ γὰρ µετὰ τὸ θῦσαι ποτηρίῳ καὶ φιάλῃ τὸ αἷµα δεχόµενοι οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵµατος ἀλόγων αἷµα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα µή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέµνησε τῆς παλαιᾶς θυσίας ἐκείνης. Εἶτα εἰπὼν περὶ τοῦ δείπνου ἐκείνου, συνάπτει τὰ παρόντα τοῖς τότε, ἵνα, ὡς ἐν αὐτῇ ἐκείνῃ τῇ ἑσπέρᾳ, καὶ ἐπ' αὐτῆς κείµενοι στιβάδος, καὶ παρ' αὐτοῦτοῦ Χριστοῦ λαµβάνοντες τὴν θυσίαν ταύτην, οὕτω καὶ νῦν διακέωνται, καί φησιν· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥσπερ γὰρ ὁ Χριστὸς καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ ποτηρίου, Εἰς τὴν ἐµὴν ἀνάµνησιν ποιεῖτε τοῦτο, ἔφη, τὴν αἰτίαν ἐκκαλύπτων ἡµῖν τῆς τοῦµυστηρίου δόσεως, καὶ µετὰ τῶν ἄλλων καὶ ταύτην εἶναι λέγων ἀρκοῦσαν ἡµῖν εἰς εὐλαβείας ὑπόθεσιν· ὅταν γὰρ ἐννοήσῃς τί πέπονθεν ὁ∆ εσπότης σου διὰ σὲ, φιλοσοφώτερος ἔσῃ· οὕτω καὶ ὁ Παῦλος ἐνταῦθά φησιν· Ὁσάκις ἂν ἐσθίητε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε. Καὶ τοῦτο ἐκεῖνο τὸ δεῖπνόν ἐστιν. Εἶτα δεικνὺς ὅτι ἕως τῆς συντελείας αὐτὸ µένει, φησίν· Ἕως ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώµατος καὶ τοῦ αἵµατος τοῦ Κυρίου. Τί δήποτε; Ὅτι ἐξέχεεν αὐτὸ, καὶ σφαγὴν τὸ πρᾶγµα ἀπέφηνεν, οὐκέτι θυσίαν. Ὥσπερ οὖν καὶ τότε οἱ κεντήσαντες οὐχ ἵνα πίωσιν ἐκέντησαν, ἀλλ' ἵνα ἐκχέωσιν· οὕτω καὶ ὁ ἀναξίως µετιὼν, καὶ µηδὲν ἐντεῦθεν καρπούµενος. Εἶδες πῶς φοβερὸν τὸν λόγον ἐποίησε, καὶ µεθ' ὑπερβολῆς αὐτῶν καθήψατο πάσης, δεικνὺς ὅτι εἰ οὕτω µέλλοιεν πίνειν, ἀναξίως µετέχουσι τῶν προκειµένων. Πῶς γὰρ οὐκ ἀναξίως, ὁ περιορῶν πεινῶντα; ὁ καταισχύνων πρὸς τῷ περιιδεῖν; Εἰ γὰρ τὸ µὴ δοῦναι πένησιν ἐκβάλλει τῆς βασιλείας, κἂν παρθένος ᾖ τις, µᾶλλον δὲ τὸ µὴ δαψιλῶς δοῦναι· καὶ γὰρ καὶ ἐκεῖναι ἔλαιον εἶχον, ἀλλὰ δαψιλὲς οὐκ εἶχον· τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον ἔσται κακόν. εʹ. Ποῖα ἄτοπα; φησί. Τί λέγεις, ποῖα ἄτοπα; Τραπέζης µετέσχες τοιαύτης, καὶ πάντων ὀφείλων ἡµερώτερος εἶναι καὶ τῶν ἀγγέλων ἴσος, πάντων ὠµότερος γέγονας· αἵµατος ἐγεύσω∆ εσποτικοῦ, καὶ τὸν ἀδελφὸν οὐδὲ οὕτως ἐπιγινώσκεις· καὶ ποίας ἄξιος εἶ συγγνώµης; Καίτοι εἰ καὶ πρὸ τούτου ἠγνόεις, ἀπὸ τῆς τραπέζης αὐτὸν ἐπιγνῶναι ἐχρῆν· νῦν δὲ καὶ αὐτὴν ἀτιµάζεις τὴν τράπεζαν, τὸν ἐκείνης καταξιωθέντα µέτοχον εἶναι τῶν σῶν οὐχ ἡγούµενος ἄξιον εἶναι σιτίων. Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν; πῶς δωρεὰν ἐξενεχθεῖσαν ἄκυρον ἐποίησεν; οὐκ ἐννοεῖς τίς ὢν τίς γέγονας; οὐκ ἀναµιµνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήµασι πολὺ πτωχότερος ἦς ἐν κατορθώµασι, µυρίων γέµων ἁµαρτηµάτων; Ἀλλ' ὅµως πάντων σε ἐκείνων ἀπήλλαξεν ὁ Θεὸς, καὶ τραπέζης ἠξίωσε τοιαύτης· σὺ δὲ οὐδὲ οὕτω φιλανθρωπότερος γίνῃ. Οὐκοῦν οὐδὲν ἕτερον λείπεται, ἢ καὶ τό σε παραδοθῆναι τοῖς βασανισταῖς. Τούτων καὶ ἡµεῖς ἀκούσωµεν τῶν ῥηµάτων πάντες, ὅσοι ἐνταῦθα µὲν µετὰ τῶν πενήτων προσερχόµεθα τῇ ἱερᾷ τραπέζῃ ταύτῃ· ἐξελθόντες δὲ ἔξω, οὐδὲ ἑωρακέναι δοκοῦµεν αὐτοὺς, ἀλλὰ καὶ µεθύοµεν καὶ πεινῶντας παρατρέχοµεν· ἃ καὶ Κορίνθιοι τότε ἐνεκαλοῦντο; Καὶ πότε τοῦτο γίνεται; φησίν. Ἀεὶ µὲν, µάλιστα δὲ ἐν ταῖς ἑορταῖς, ὅτε µάλιστα γίνεσθαι οὐκ ἐχρῆν. Καὶ γὰρ τότε µετὰ τὴν κοινωνίαν εὐθέως µέθη διαδέχεται, καὶ πενήτων ὑπεροψία· καὶ τοῦ αἵµατος µεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ κωµάζεις. Κἂν µέν τι χρηστὸν τύχῃς ἠριστηκὼς, φυλάττεις σαυτὸν, ὥστε µὴ ἑτέρῳ ἐδέσµατι πονηρῷ λυµήνασθαι τὸ πρότερον· πνεῦµα δὲ ἑστιαθεὶς, σατανικὴν ἐπεισάγεις τρυφήν. Ἐννόησον, ὅτε µετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί ἐποίησαν· οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑµνῳδίας; οὐχὶ εἰς παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν µακρὰν ἐκείνην καὶ πολλῆς γέµουσαν φιλοσοφίας; τὰ γὰρ µεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς µέλλοντας αὐτὸν σταυροῦν. Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ µέθαις καὶ κώµοις; Σὺ δὲ πρὶν ἢ µὲν µεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς τῆς κοινωνίας· ὅταν δὲ µεταλάβῃς, δέον σε ἐπιτεῖναι τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ µετὰ ταῦτα· δεῖ µὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, µάλιστα δὲ µετὰ τὸ δέξασθαι τὸν νυµφίον· πρὸ τούτου µὲν, ἵνα ἄξιος γένῃ τοῦ λαβεῖν, µετὰ δὲ ταῦτα, ἵνα µὴ ἀνάξιος φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ µετὰ τὸ λαβεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν µὲν γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζοµαι τοῦτο, ἀλλὰ παραινῶ µὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ µᾶλλον τότε τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ µᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόµενον ἀπόλλυσι, πολλῷ µᾶλλον µετὰ τὴν τῶν µυστηρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγµα θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήµατα ἄτακτα, εὐτραπελία ὀλέθρου γέµουσα, φλυαρία ἀνόνητος, τὰ ἄλλα ἃ µηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡµέραν ἐκείνην, καθ' ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα µὴ γίνηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκεί νην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖπνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶνµαθητῶν τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· µᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ. Γρηγορῶµεν τοίνυν µετὰ τοῦ∆ εσπότου, κατανυγῶµεν µετὰ τῶν µαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ µέθης, ἀεὶ µὲν, µάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο γίνεται, οὐχ ἵνα ἀσχηµονῶµεν, οὐχ ἵνα ἁµαρτήµατα συνάγωµεν, ἀλλ' ἵνα καὶ τὰ ὄντα ἀνέλωµεν. Καὶ οἶδα µὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ' οὐ παύσοµαι λέγων. Κἂν γὰρ µὴ πάντες ὑπακούσητε, ἀλλ' οὐδὲ πάντες παρακούσεσθε, µᾶλλον δὲ, κἂν πάντες παρακούσητε, ἐµοὶ µὲν µείζων ὁ µισθὸς, ὑµῖν δὲ πλέον τὸ κρῖµα. Ἵν' οὖν µὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσοµαι λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψοµαι.∆ ιὸ παρακαλῶ, ἵνα µὴ εἰς κρῖµα τοῦτο ποιῶµεν, θρέψωµεν τὸν Χριστὸν, ποτίσωµεν, ἐνδύσωµεν· ταῦτα τῆς τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕµνων ἱερῶν; εἶδες γάµον πνευµατικόν; ἀπέλαυσας τραπέζης βασιλικῆς; ἐνεπλήσθης Πνεύµατος ἁγίου; συνεχόρευσας τοῖς Σεραφὶµ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνάµεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, µὴ ἐκχέῃς τὸν θησαυρὸν, µὴ ἐπεισαγάγῃς µέθην τὴν τῆς ἀθυµίας µητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν µυρία τίκτουσαν κακά. Καὶ γὰρ ὕπνος θανάτῳ ἐοικὼς ἐντεῦθεν καὶ καρηβαρίαι καὶ νόσοι καὶ λήθη καὶ νεκρότητος εἰκών. Εἶτα φίλῳ µὲν οὐκ ἂν ἕλοιο συντυχεῖν οἰνωµένος, τὸν δὲ Χριστὸν ἔνδον ἔχων τολµᾷς, εἰπέ µοι, τοσαύτην ἐπεµβαλεῖν µέθην; Ἀλλὰ τρυφῆς ἐρᾷς; Οὐκοῦν διὰ τοῦτο παῦσαι µεθύων. Καὶ γὰρ ἐγώ σε βούλοµαι τρυφᾷν, ἀλλὰ τὴν ὄντως τρυφὴν, τὴν οὐδέποτε µαραινοµένην. Τίς οὖν ἡ ὄντως τρυφὴ καὶ διηνεκῶς ἀνθοῦσα; Κάλεσον ἐπ' ἄριστον τὸν Χριστὸν, µετάδος αὐτῷ τῶν σῶν, µᾶλλον δὲ τῶν αὐτοῦ· τοῦτο τὴν ἡδονὴν ἀπέραντον ἔχει καὶ ἀκµάζουσαν διηνεκῶς. Ἀλλ' οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ' ὁµοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄµεινον διακείσεται τοῦ µὴ τρυφήσαντος, µᾶλλον δὲ χεῖρον. Ὁ µὲν γὰρ ὥσπερ ἐν λιµένι κάθηται, οὗτος δὲ χειµάῤῥουν τινὰ καὶ πολιορκίαν νοσηµάτων ἐδέξατο, καὶ οὐδὲ ἐνεγκεῖν τὴν ζάλην ταύτην δύναται. Ἵν' οὖν µὴ ταῦτα γένηται, τὴν συµµετρίαν διώκωµεν. Οὕτω γὰρ καὶ τὸ σῶµα εὖ διακεισόµεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσοµεν, καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἀπαλλαγησόµεθα κακῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἀπαλλαγέντας, τῆς βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note