In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.2
Εὐχαριστῶ τῷ Θεῷ µου πάντοτε περὶ ὑµῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑµῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. αʹ. Ὃ τοῖς ἄλλοις παραινεῖ ποιεῖν, λέγων, Ἐν εὐχαριστίᾳ τὰ αἰτήµατα ὑµῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπραττε, διδάσκων ἡµᾶς ἀπὸτούτων ἄρχεσθαι τῶν λόγων ἀεὶ, καὶ πρὸ πόντων εὐχαριστεῖν τῷ Θεῷ. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ εὐχαρίστους εἶναι, καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ ἄλλων.∆ ιὸ καὶ πάσης σχεδὸν Ἐπιστολῆς τοῦτο προτίθησιν· ἐνταῦθα δὲ καὶ ἀναγκαιότερον ἢ ἐν ταῖς ἄλλαις αὐτὸ πράττει. Ὁ γὰρ εὐχαριστῶν, καὶ ὡς εὖ παθὼν εὐχαριστεῖ, καὶ ἐπὶ χάριτι εὐχαριστεῖ· ἡ δὲ χάρις οὐκ ὀφειλὴ οὐδὲ ἀµοιβὴ οὐδὲ ἀντίδοσις· ὃ πανταχοῦ µὲν ἀναγκαῖον λέγειν, πολλῷ δὲ πλέον ἐπὶ Κορινθίων τῶν κεχηνότων πρὸς τοὺς διατεµόντας τὴν Ἐκκλησίαν. Τῷ Θεῷ µου. Ἀπὸ πολλῆς τῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις ἔθος ἀεὶ λέγειν· Ὁ Θεὸς, ὁ Θεός µου. Καὶ εἰς προτροπὴν αὐτοὺς ἐνάγει τοῦ καὶ αὐτοὺς τοῦτο λέγειν. Ὁ γὰρ οὕτω λέγων, ἀπὸ πάντων τῶν ἀνθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον, ὃν µετὰ πολλῆς καλεῖ τῆς διαθέσεως. Τοῦτο γὰρ δύναται λέγειν γνησίως ὁ ἀπὸ τῶν βιωτικῶν ἀναβαίνων ἀεὶ πρὸς τὸν Θεὸν, καὶ ἁπάντων αὐτὸν προτιθεὶς πάντοτε, καὶ εὐχαριστῶν διηνεκῶς, οὐχ ὑπὲρ τῆς ἤδη δοθείσης χάριτος, ἀλλ' εἴ ποτέ τι καὶ µετὰ ταῦτα ἀγαθὸν γέγονε, καὶ ὑπὲρ τούτου τὴν αὐτὴν ἀναφέρει εὐφηµίαν αὐτῷ.∆ ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Εὐχαριστῶ, ἀλλὰ, Πάντοτε ὑπὲρ ὑµῶν, παιδεύων αὐτοὺς καὶ ἀεὶ εἰδέναι χάριν, καὶ µηδενὶ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ µόνον. Ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ. Ὁρᾷς πῶς πανταχόθεν αὐτοὺς διορθοῦται; Ἔνθα γὰρ χάρις ἐστὶν, ἔργα οὐκ ἔστιν· ἔνθα ἔργα, οὐκέτι χάρις ἐστίν. Εἰ τοίνυν χάρις, τί µέγα φρονεῖτε; πόθεν πεφυσιωµένοι ἐστέ; Τῇ δοθείσῃ ὑµῖν. Καὶ διὰ τίνος ἐδόθη; ἆρα δι' ἐµοῦ, ἢ δι' ἑτέρου ἀποστόλου; Οὐδαµῶς, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ· τὸ γὰρ, Ἐν Χριστῷ Ἰησοῦ, τοῦτό ἐστιν. Ὅρα πῶς πολλαχοῦ τὸ, ἐν, ἀντὶ τοῦ, δι' οὗ, ἐστίν. Οὐκ ἄρα ἔλαττον τοῦτο τοῦ, διά. Ὅτι ἐν παντὶ ἐπλουτίσθητε. Πάλιν διὰ τίνος; Ἐν αὐτῷ, φησί. Καὶ οὐχ ἁπλῶς ἐπλουτίσθητε, ἀλλὰ καὶ Ἐν παντί. Ὅταν οὖν καὶ πλοῦτος ᾖ, καὶ Θεοῦ πλοῦτος, καὶ ἐν παντὶ, καὶ διὰ τοῦ Μονογενοῦς, ἐννόησον τὸν ἄφατον θησαυρόν. Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Λόγῳ οὐ τῷ ἔξωθεν, ἀλλὰ τῷ τοῦ Θεοῦ. Ἔστι γὰρ γνῶσις λόγου χωρὶς, καὶ ἔστι γνῶσις µετὰ λόγου. Καὶ γὰρ εἰσὶ πολλοὶ γνῶσιν µὲν ἔχοντες, λόγον δὲ οὐκ ἔχοντες, οἷον οἱ ἰδιῶται, καὶ µὴ δυνάµενοι παραστῆσαι σαφῶς ἅπερ ἔχουσιν ἐν διανοίᾳ. Ἀλλ' οὐχ ὑµεῖς τοιοῦτοι, φησὶν, ἀλλὰ καὶ νοῆσαι καὶ εἰπεῖν ἱκανοί. Καθὼς τὸ µαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑµῖν. Ἐν τάξει ἐπαίνων καὶ εὐχαριστίας σφόδρα αὐτῶν καθάπτεται. Οὐ γὰρ διὰ τῆς ἔξωθεν φιλοσοφίας, φησὶν, οὐδὲ διὰ τῆς ἔξωθεν παιδεύσεως, ἀλλὰ διὰ τῆς χάριτος τοῦ Θεοῦ, καὶ τοῦ πλούτου καὶ τῆς γνώσεως καὶ τοῦλόγου τοῦ παρ' αὐτοῦ δοθέντος ἠδυνήθητε µαθεῖν τὰ τῆς ἀληθείας δόγµατα καὶ βεβαιωθῆναι εἰς τὸ µαρτύριον τοῦ Κυρίου, τουτέστιν, εἰς τὸ κήρυγµα. Πολλῶν γὰρ ἀπελαύσατε σηµείων, πολλῶν θαυµάτων, ἀφάτου χάριτος, ὥστε δέξασθαι τὸ κήρυγµα. Εἰ τοίνυν ἐβεβαιώθητε διὰ σηµείων καὶ χάριτος, τίνος ἕνεκεν παρασαλεύεσθε; Ταῦτα δὲ ὁµοῦ καὶ καθαπτο µένου, καὶ προκαταλαµβάνοντος αὐτούς ἐστι τὰ ῥήµατα. Ὥστε ὑµᾶς µὴ ὑστερεῖσθαι ἐν µηδενὶ χαρίσµατι. Μέγα ἐνταῦθα ζητεῖται· εἰ οἱ πλουτισθέντες ἐν παντὶ λόγῳ, ὡς µηδὲν ὑστερεῖσθαι ἐν µηδενὶ χαρίσµατι, πῶς οὗτοι σαρκικοί εἰσιν. Εἰ γὰρ παρὰ τὴν ἀρχὴν τοιοῦτοι ἦσαν, πολλῷ µᾶλλον νῦν. Πῶς οὖν αὐτοὺς σαρκικοὺς καλεῖ; Οὐ γὰρ ἠδυνήθην ὑµῖν λαλῆσαι, φησὶν, ὡς πνευµατικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι παρὰ τὴν ἀρχὴν πιστεύσαντες, καὶ παντοίων ἐπιτυχόντες χαρισµάτων( καὶ γὰρ ἐζήλουν αὐτὰ), ὕστερον ῥᾳθυµότεροι γεγόνασιν· ἢ εἰ µὴ τοῦτο, ὅτι οὐ πρὸς ἅπαντας οὔτε ταῦτα οὔτε ἐκεῖνα λέγεται· ἀλλὰ τὰ µὲν πρὸς τοὺς ὑπευθύνους ταῖς κατηγορίαις, τὰ δὲ πρὸς τοὺς κοµῶντας τοῖς ἐπαίνοις. Ὅτι γὰρ εἶχον ἔτι χαρίσµατα, Ψαλµόν τις ἔχει, φησὶν, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρµηνείαν ἔχει· πάντα πρὸς οἰκοδοµὴν γινέσθω· καὶ, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, ὅτι ὥσπερ ἔθος ἡµῖν λέγειν τὸ πλέον ἅπαν, οὕτω καὶ ἐνταῦθα εἴρηκε. Μετὰ δὲ τούτων οἶµαι καὶ τὸ ἑαυτοῦ αὐτὸν αἰνίττεσθαι, ὅτι καὶ αὐτὸς τὰ σηµεῖα ἐπεδείξατο, καθάπερ καὶ ἐν τῇ δευτέρᾳ πρὸς αὐτοὺς Ἐπιστολῇ λέγει· Τὰ µέντοι σηµεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑµῖν ἐν πάσῃ ὑποµονῇ· καὶ πάλιν, Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Ἢ, ὅπερ ἔφην, καὶ τῶν ἑαυτοῦ ἀναµιµνήσκει, ἢ καὶ πρὸς τοὺς ἔτι ὄντας δοκίµους ταῦτα λέγει. Ἦσαν γὰρ πολλοὶ ἅγιοι ἐκεῖσε, οἵτινες καὶ ἔταξαν ἑαυτοὺς εἰς διακονίαν τῶν ἁγίων, καὶ ἀπαρχὴ γεγόνασι τῆς Ἀχαΐας, καθάπερ πρὸς τῷ τέλει δηλοῖ. Ἄλλως δὲ, κἂν µὴ σφόδρα τῆς ἀληθείας ἔχωνται οἱ ἔπαινοι, ἀλλ' ὅµως οἰκονοµικῶς ἔγκεινται προοδοποιοῦντες τῷ λόγῳ. Ὁ µὲν γὰρ ἐκ προοιµίων εὐθέως φορτικὰ φθεγγόµενος, ἀπέκλεισε τοῖς λόγοις τὴν ἀκοὴν παρὰ τοῖς ἀσθενεστέροις. Ἄν τε γὰρ ὁµότιµοι ὦσιν οἱ ἀκούοντες, ὀργίζονται· ἄν τε σφόδρα ἐλάττους, λυπηθήσονται. Ἵν' οὖν µὴ τοῦτο γένηται, ἀπὸ ἐγκωµίων δοκούντων εἶναι ποιεῖται τὴν ἀρχήν. Οὐδὲ γὰρ ἐγκώµιον τοῦτο ἦν αὐτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· τὸ γὰρ ἁµαρτηµάτων ἀφεθῆναι καὶ δικαιωθῆναι, τοῦτο τῆς ἄνωθεν ἦν δωρεᾶς.∆ ιά τοι τοῦτο καὶ ἐνδιατρίβει τούτοις, ἃ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ἵνα ἐπιπλεῖον αὐτῶν ἐκκαθάρῃ τὸ νόσηµα. Ἀπεκδεχοµένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Τί θορυβεῖσθε, φησὶ, τί ταράσσεσθε, ὅτι οὐ πάρεστι Χριστός; Πάρεστι µὲν οὖν, καὶ ἡ ἡµέρα λοιπὸν ἐπὶ θύραις. Καὶ σκόπει τὴν σοφίαν, πῶς αὐτοὺς ἀπαγαγὼν τῶν ἀνθρωπίνων, ἐφόβησεν ἀναµνήσας τοῦ βήµατος τοῦ φοβεροῦ, καὶ δείξας, ὅτι οὐ προοιµίων δεῖµόνον χρηστῶν, ἀλλὰ καὶ τέλους.∆ εῖ γὰρ µετὰ τῶν χαρισµάτων τούτων, καὶ τῆς ἄλλης ἀρετῆς, τὴν ἡµέραν ἀναµνῆσαι ἐκείνην· καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν. βʹ. Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι εἰ καὶ µὴ ὁρᾶται, ἀλλ' ἔστι, καὶ πάρεστι καὶ νῦν, καὶ τότε φανήσεται. Ὑποµονῆς οὖν χρεία· διὰ τοῦτο γὰρ ἐλάβετε τὰ θαύµατα, ἵνα µείνητε βέβαιοι. Ὃς καὶ βεβαιώσει ὑµᾶς ἕως τέλους ἀνεγκλήτους. Ἐνταῦθα δοκεῖ µὲν αὐτοὺς θεραπεύειν, πάσης δὲ κολακείας ἀπήλλακται τὸ λεγόµενον. Καὶ γὰρ οἶδεν αὐτῶν καθάπτεσθαι, ὡς ὅταν λέγῃ· Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν. Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς, ἢ ἐν ἀγάπῃ πνεύµατί τε πραότητος; καὶ, Εἰ δοκιµὴν ζητεῖτε τοῦ ἐν ἐµοὶ λαλοῦντος Χριστοῦ; Λανθανόντως δὲ αὐτῶν καὶ κατηγορεῖ· τῷ γὰρ εἰπεῖν, Βεβαιώσει, καὶ τῷ, Ἀνεγκλήτους, δείκνυσι καὶ σαλευοµένους ἔτι, καὶ ἐγκλήµατος ὑπευθύνους ὄντας. Σὺ δὲ σκόπει πῶς αὐτοὺς τῷ ὀνόµατι ἀεὶ τοῦ Χριστοῦ προσηλοῖ. Καὶ ἀνθρώπου µὲν οὐδενὸς, οὔτε ἀποστόλου οὔτε διδασκάλου, συνεχῶς δὲ αὐτοῦ τοῦ ποθουµένου µέµνηται, καθάπερ ἀπὸ µέθης τινὸς τοὺςκαρηβαροῦντας ἀνενεγκεῖν παρασκευάζων. Οὐδαµοῦ γὰρ ἐν ἑτέρᾳ Ἐπιστολῇ οὕτω συνεχῶς κεῖται τὸ ὄνοµα τοῦ Χριστοῦ· ἐνταῦθα µέντοι ἐν ὀλίγοις στίχοις πολλάκις, καὶ διὰ τούτου σχεδὸν τὸ πᾶν ὑφαίνει προοίµιον. Σκόπει δὲ ἄνωθεν· Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασµένοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ µου ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑµῖν ἐν Χριστῷ Ἰησοῦ· καθὼς τὸ µαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑµῖν· ἀπεκδεχοµένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑµᾶς ἀνεγκλήτους ἐν τῇ ἡµέρᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡµῶν· παρακαλῶ δὲ ὑµᾶς διὰ τοῦ ὀνόµατος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ὁρᾷς τὴν συνέχειαν τοῦ ὀνόµατος τοῦ Χριστοῦ; Ὅθεν δῆλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι οὐκ εἰκῆ οὐδὲ ἁπλῶς τοῦτο ποιεῖ, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας τὴν φλεγµονὴναὐτῶν ἀπαντλῶν, καὶ τὴν σηπεδόνα τοῦ νοσήµατος ἐκκαθαίρων. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Βαβαὶ, πόσον ἐνταῦθα εἶπεν! πόσον µέγεθος δωρεᾶς ἐνέφηνεν! Εἰς κοινωνίαν τοῦ Μονογενοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσνέµετε; τί ταύτης τῆς ἀθλιότητος χεῖρον; Καὶ πῶς ἐκλήθητε;∆ ιὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ συνεχῶς ἔλεγε περὶ τοῦ Υἱοῦ, ἵνα µὴ νοµίσωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω µέµνηται, προσένειµεν αὐτὸ τῷ Πατρί. Οὐ γὰρ διὰ τοῦδε καὶ τοῦδε, φησὶν, ἀλλὰ διὰ τοῦ Πατρὸς ἐκλήθητε, δι' αὐτοῦ καὶ ἐπλουτίσθητε. Πάλιν ἐκλήθητε, οὐκ αὐτοὶ προσήλθετε. Τί δέ ἐστιν, Εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ; Ἄκουσον αὐτοῦ τοῦτο αὐτὸ σαφέστερον ἑτέρωθι λέγοντος· Εἰ ὑποµένοµεν, καὶ συµβασιλεύσοµεν· εἰ συναποθνήσκοµεν, καὶ συζήσοµεν. Εἶτα, ἐπειδὴ µέγα εἴρηκε, προσέθηκε καὶ λογισµὸν πληροφορίαν ἔχοντα ἀναντίῤῥητον· Πιστὸς γὰρ, φησὶν, ὁ Θεός· τουτέστιν ἀληθής. Εἰ δὲ ἀληθὴς, ἃ ἐπηγγείλατο καὶ ποιήσει· ἐπηγγείλατο δὲ κοινωνοὺς ἡµᾶς ποιήσειν τοῦ µονογενοῦς Υἱοῦ· ἐπὶ τοῦτο γὰρ καὶ ἐκάλεσεν· ἀµεταµέλητα γὰρ τὰ χαρίσµατα αὐτοῦ, καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Ταῦτα δὲ προοικονοµεῖ νῦν ἐν τῷ λόγῳ, ὥστε µὴ µετὰ τὸ σφοδρὸν τῶν ἐγκληµάτων εἰς ἀπόγνωσιν αὐτοὺς ἐµπεσεῖν. Πάντως γὰρ τὰ παρὰ τοῦ Θεοῦ ἕψεται, ἂν µὴ σφόδρα ἡµεῖς ἀφηνιάσωµεν· καθάπερ οἱ Ἰουδαῖοι καλούµενοι οὐκ ἤθελον δέξασθαι τὰ ἀγαθά. Τοῦτο δὲ οὐκέτι τοῦ καλοῦντος ἦν, ἀλλὰ τῆς ἐκείνων ἀγνωµοσύνης. Αὐτὸς µὲν γὰρ ἐβούλετο δοῦναι, ἐκεῖνοι δὲ, µὴ θελήσαντες λαβεῖν, ἑαυτοὺς ἐξέβαλον. Εἰ µὲν γὰρ εἰς ἐπίπονον καὶ ἐπίµοχθον ἐκάλει πρᾶγµα, οὐκ ἦσαν µὲν οὐδὲ οὕτω συγγνώµης ἄξιοι παραιτούµενοι, πλὴν ἀλλ' εἶχον αὐτὸ τοῦτο λέγειν· Εἰ δὲ ἐπὶ καθαρµὸν καὶ δικαιοσύνην καὶ ἁγιασµὸν καὶ ἀπολύτρωσιν καὶ χάριν καὶ δωρεὰν, καὶ τὰ παρεσκευασµένα ἀγαθὰ, ἃ ὀφθαλµὸς οὐκ εἶδε, καὶοὖς οὐκ ἤκουσε, καὶ Θεὸς ὁ καλῶν, καὶ δι' ἑαυτοῦ καλῶν, ποίας ἂν εἶεν συγγνώµης ἄξιοι οἱ µὴ προστρέχοντες; Μὴ τοίνυν τὸν Θεὸν αἰτιάσθω τις. Οὐ γὰρ παρὰ τὸν καλοῦντα γίνεται τὸ µὴ πιστεῦσαι, ἀλλὰ παρὰ τοὺς ἀποπηδῶντας. Ἀλλ' ἔδει, φησὶ, καὶ ἄκοντας ἐναγαγεῖν. Ἄπαγε· οὐ γὰρ βιάζεται οὐδὲ ἀναγκάζει. Τίς γὰρ ἐπὶ τιµὰς καὶ στεφάνους καὶ εὐωχίας καὶ πανηγύρεις καλῶν, ἄκοντας καὶ δεδεµένους ἕλκει; Οὐκ ἔστιν οὐδείς· τοῦτο γὰρ ὑβρίζοντός ἐστιν. Εἰς γέενναν ἄκοντας πέµπει, εἰς δὲ βασιλείαν ἑκόντας καλεῖ· εἰς τὸ πῦρ δεδεµένους ἄγει καὶ οἰµώζοντας, εἰς δὲ τὰ µυρία ἀγαθὰ οὐχ οὕτως· ἐπεὶ τοῦτο καὶ αὐτὰ διαβάλλει τὰ ἀγαθὰ, εἰ µὴ τοιαύτη αὐτῶν ἐστιν ἡ φύσις, ὡς καὶ ἑκόντας προσδραµεῖν, καὶ χάριν εἰδότας πολλήν. γʹ. Καὶ πόθεν οὐ πάντες αὐτὰ αἱροῦνται, φησί; Παρὰ τὴν οἰκείαν ἀσθένειαν. Καὶ τίνος ἕνεκεν αὐτῶν οὐκ ἐκκόπτει τὴν ἀσθένειαν; Καὶ πῶς, εἰπέ µοι, καὶ τίνι τρόπῳ ἐκκόψαι ἐχρῆν; οὐχὶ κτίσιν εἰργάσατο διδάσκουσαν αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν δύναµιν; Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ. Οὐχὶ καὶ προφήτας ἔπεµψεν; οὐχὶ καὶ ἐκάλεσε καὶ ἐτίµησεν; οὐχὶ ἐθαυµατούργησεν; οὐ νόµον ἔδωκε καὶ γραπτὸν καὶ φυσικόν; οὐ τὸν Υἱὸν ἀπέστειλεν; οὐκ ἀποστόλους ἔπεµψεν; οὐ σηµεῖα εἰργάσατο; οὐ γέενναν ἠπείλησεν; οὐ βασιλείαν ἐπηγγείλατο; οὐ καθ' ἑκάστην ἡµέραν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ; οὐχὶ ἅπερ ἐπέταξεν, οὕτως εὔκολα καὶ ῥᾴδια, ὡς πολλοὺς ὑπερβαίνειν αὐτοῦ τὰ προστάγµατα τῇ περιουσίᾳ τῆς φιλοσοφίας; Τί ἔδει ποιῆσαι τῷ ἀµπελῶνι, καὶ οὐκ ἐποίησα; Καὶ διὰ τί µὴ ἐποίησεν ἡµῖν φυσικὴν τὴν γνῶσιν, φησὶ, καὶ τὴν ἀρετήν; Τίς ταῦτά φησιν; ὁ Ἕλλην ἢ ὁ Χριστιανός; Ἀµφότεροι µὲν, ἀλλ' οὐχ ὑπὲρ τῶν αὐτῶν· ἀλλ' ὁ µὲν ὑπὲρ τῆς γνώσεως, ὁ δὲ ὑπὲρ τοῦ βίου φιλονεικεῖ. Οὐκοῦν πρῶτον πρὸς τὸν ἡµέτερον ἐροῦµεν· οὐ τοσοῦτον γάρ µοί ἐστιν τῶν ἔξω λόγος, ὅσον τῶν οἰκείων µελῶν. Τί οὖν φησιν ὁ Χριστιανός; Αὐτὴν ἔδει τὴν γνῶσιν ἡµῖν ἐνθεῖναι τῆς ἀρετῆς. Ἐνέθηκε µὲν οὖν· εἰ γὰρ µὴ ἐνέθηκε, πόθεν ᾔδειµεν τὰ πρακτέα καὶ τὰ µὴ πρακτέα; πόθεν οἱ νόµοι καὶ τὰ δικαστήρια; Ἀλλ' οὐ τὴν γνῶσιν, ἀλλὰ τὴν πρᾶξιν αὐτήν. Καὶ τίνος ἔµελλες λαµβάνειν τὸν µισθὸν, εἰ τὸ πᾶν ἔµελλεν ἔσεσθαι τοῦ Θεοῦ; Εἰπὲ γάρ µοι, σὲ καὶ τὸν Ἕλληνα ἁµαρτάνοντας ὁµοίως ὁ Θεὸς κολάζει; Οὐδαµῶς· ἔχεις γὰρ τέως τὴν ἀπὸ τῆς γνώσεως παῤῥησίαν. Τί οὖν, εἴ τις ἄρα εἶπε νῦν, ὅτι ὑπὲρ τῆς γνώσεως καὶ σὺ καὶ ὁ Ἕλλην τῶν αὐτῶν ἀξιωθήσεσθε, ἆρα οὐκ ἂν ἐδυσχέρανας; Ἔγωγε οἶµαι· εἶπες γὰρ ἂν, ὅτι ἔχων εὑρεῖν οἴκοθεν ὁ Ἕλλην τὴν γνῶσιν, οὐκ ἠθέλησεν. Ἂν οὖν καὶ ἐκεῖνος λέγῃ, ὅτι Ἔδει τὸν Θεὸν ἐνθεῖναι τὴν γνῶσιν ἡµῖν φυσικῶς, οὐχὶ καταγελάσῃ, καὶ πρὸς αὐτὸν ἐρεῖς,∆ ιὰ τί γὰρ µὴ ἐζήτησας; διὰ τί µὴ ἐσπούδασας, καθάπερ ἐγώ; καὶ µετὰ πολλῆς στήσῃ τῆς παῤῥησίας, καὶ ἐρεῖς, ὅτι ἀνοίας ἐσχάτης ἦν τὸ ἐγκαλεῖν τῷ Θεῷ, ὅτι µὴ τῇ φύσει τὴν γνῶσιν ἐνέθηκε; Ταῦτα δὲ ἐρεῖς, ἐπειδή σοι κατώρθωται τὰ τῆς γνώσεως· οὕτω καὶ τὰ τοῦ βίου εἰ κατώρθωτο, οὐκ ἂν ταῦτα ἐζήτησας, ἀλλ' ἐπειδὴ ἀποκάµνεις πρὸς τὴν ἀρετὴν, διὰ τοῦτο τοὺς ἀνοήτους τούτους προβάλλῃ λόγους. Πῶς δὲ καὶ ἐχρῆν ποιῆσαι ἀνάγκῃ γίνεσθαι καλόν; Οὐκοῦν ἔµελλεν ἡµῖν τὰ ἄλογα φιλονεικεῖν τῆς ἀρετῆς, ἅτε ἡµῶν σωφρονέστερα ἔνια ὄντα. Ἀλλ' ἐβουλόµην, φησὶν, εἶναι ἀνάγκῃ καλὸς, καὶ πάντων ἀποστερεῖσθαι τῶν µισθῶν, ἢ προαιρέσει φαῦλος, καὶ κολάζεσθαι καὶ τιµωρεῖσθαι. Ἀλλ' οὐκ ἔστιν ἀνάγκῃ ποτὲ καλὸν εἶναι. Εἰ µὲν οὖν ἀγνοεῖς τὸ πρακτέον, δεῖξον, καὶ τότε ἐροῦµεν ὅπερ εἰπεῖν δεῖ· εἰ δὲ οἶδας πονηρὰν τὴν ἀσέλγειαν οὖσαν, τίνος ἕνεκεν οὐ φεύγεις τὸ πονηρόν; Οὐ δύναµαι, φησίν. Ἀλλ' ἕτεροι οἱ τὰ µείζω κατορθώσαντες κατηγορήσουσί σου, καὶ ἐπιστοµίσουσί σε ἐκ περιουσίας πολλῆς. Σὺ µὲν γὰρ ἴσως καὶ µετὰ γυναικὸς ὢν οὐ σωφρονεῖς, ἄλλος δὲ καὶ χωρὶς γυναικὸς ἀκέραιον διατηρεῖ τὴν ἁγνείαν. Τίνα οὖν ἔχεις ἀπολογίαν, τὸ µέτρον οὐ φυλάττων, ἑτέρου ὑπὲρ τὰ σκάµµατα πηδῶντος; Ἀλλ' οὐκ εἰµὶ τοιοῦτος, φησὶ, τοῦ σώµατος τὴν φύσιν ἢ τὴν προαίρεσιν. Ἐπειδὴ µὴ θέλεις, οὐκ ἐπειδὴ µὴ δύνασαι· καὶ γὰρ δείκνυµι πάντας ἐπιτηδείως πρὸς ἀρετὴν ἔχοντας. Ὃ γὰρ µὴ δύναταί τις ποιῆσαι, οὐδὲ ἀνάγκης ἐπικειµένης δυνήσεται ποιῆσαι· εἰ δὲ ἀνάγκης ἐπικειµένης δύναται ὁ µὴ ποιῶν, παρὰ προαίρεσιν οὐ ποιεῖ. Οἷόν τι λέγω· Ἀναπτῆναι καὶ πρὸς τὸν οὐρανὸν ἀρθῆναι σῶµα ἔχοντα, βαρὺ πάντως καὶ ἀδύνατον. Τί οὖν, εἰ βασιλεὺς ἐπιτάξειε τοῦτο ποιῆσαι, καὶ θάνατον ἠπείλησε λέγων, ὅτι Τοὺς µὴ πετοµένους ἀνθρώπους ἀποτέµνεσθαι κελεύω καὶ καίεσθαι, ἢ ἄλλοτι πάσχειν τοιοῦτον, ἆρα ἄν τις ὑπήκουσεν; Οὐδαµῶς· οὐ δέχεται γὰρ ἡ φύσις. Ἂν δὲ ἐπὶ σωφροσύνης τὸ αὐτὸ τοῦτο γένηται, καὶ θῇ διατάγµατα, ὥστε τὸν ἀσελγαίνοντα κολάζεσθαι, καίεσθαι. µαστίζεσθαι, µυρία πάσχειν δεινὰ, ἆρα οὐκ ἂν ἐπείσθησαν πολλοὶ τῷ προστάγµατι; Οὐχὶ, φησί· καὶ γὰρ κεῖται καὶ νῦν νόµος ὁ κελεύων µὴ µοιχεύειν, καὶ οὐ πάντες πείθονται. Οὐκ ἐπειδὴ ὁ φόβος ἠσθένησεν, ἀλλ' ἐπειδὴ λήσεσθαι προσδοκῶσιν οἱ πολλοί· ὡς εἰ παρῆν αὐτοῖς ἀσελγαίνειν µέλλουσιν ὁ νοµοθέτης καὶ ὁ δικάζων, ἴσχυσεν ἂν ὁ φόβος ἐκβαλεῖν τὴν ἐπιθυµίαν. Ἐπεὶ κἂν ἐλάττονα ταύτης ἑτέραν ἀνάγκην ἐπαγάγω, καὶ λαβὼν αὐτὸν ἀπὸ τῆς ἐρωµένης γυναικὸς ἀπαγάγω καὶ δήσας καθείρξω, δυνήσεται ἐνεγκεῖν, καὶ µηδὲν παθεῖν ἀηδές. Μὴ τοίνυν λέγωµεν, ὅτι ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός. Εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γένοιτο ἀγαθός. Νῦν δὲ ὁρῶµεν ὀξυῤῥόπους τὰς µεταβολὰς, καὶ ἀπὸ τούτων εἰς θάτερα µεταβάλλοντας, καὶ ἀπ' ἐκείνων εἰς ταῦτα µεταπίπτοντας. Καὶ ταῦτα οὐκ ἐν ταῖς Γραφαῖς ἔστιν ἰδεῖν µόνον, οἷον ὅτι τελῶναι γεγόνασιν ἀπόστολοι, καὶ µαθηταὶ προδόται, καὶ πόρναι γυναῖκες σώφρονες, καὶ λῃσταὶ εὐδοκίµησαν, καὶ µάγοι προσεκύνησαν, καὶ ἀσεβεῖς εἰς εὐσέβειαν µετέβαλον, ἐπί τε τῆς Καινῆςἐπί τε τῆς Παλαιᾶς· ἀλλὰ καὶ καθ' ἑκάστην ἡµέραν πολλὰ τοιαῦτα συµβαίνοντα ἴδοι τις ἄν. Εἰ δὲ φυσικὰ ἦν, οὐκ ἂν µετέπεσον. Καὶ γὰρ φύσει παθητοὶ ὄντες, οὐκ ἄν ποτε ἀπὸ σπουδῆς γενοίµεθα ἀπαθεῖς. Τὸ γὰρ φύσει τι ὂν, οὐκ ἂν ἐκπέσῃ τοῦ κατὰ φύσιν. Οὐδεὶς γοῦν ἀπὸ τοῦ καθεύδειν ἐπὶ τὸ µὴ καθεύδειν µετέπεσεν, οὐδεὶς ἀπὸ τοῦ φθείρεσθαι ἐπὶ τὸ µὴ φθείρεσθαι, οὐδεὶς ἀπὸ τοῦ πεινῇν ἐπὶ τὸ µηδέποτετοῦτο πάσχειν.∆ ιὰ τοῦτο οὐδὲ ἐγκλήµατα ταῦτά ἐστιν, οὐδὲ ὀνειδίζοµεν ἑαυτοὺς ἐπὶ τούτοις. Οὐδὲ µέλλων τίς τινι ἐγκαλεῖν εἶπεν· Ὦ φθαρτὲ καὶ παθητέ· ἀλλ' ἢ µοιχείαν ἢ πορνείαν ἤ τι τῶν τοιούτων ἀεὶ προφέροµεν τοῖς ὑπευθύνοις, καὶ δικασταῖς προσάγοµεν τοῖς ἐγκαλοῦσι καὶ κολάζουσι, καὶ ἐπὶτοῖς ἐναντίοις τιµῶσιν. Ὅταν οὖν καὶ ἐξ ὧν πρὸς ἀλλήλους ποιοῦµεν, καὶ ἐξ ὧν δικαζόµενοι πάσχοµεν, καὶ ἐξ ὧν νόµους ἐγράψαµεν, καὶ ἐξ ὧν ἑαυτῶν καταγινώσκοµεν, κἂνµηδεὶς ὁ κατηγορῶν ᾖ, καὶ ἐξ ὧν ῥᾳθυµοῦντες µὲν χείρους, φοβούµενοι δὲ βελτίους γινόµεθα, καὶ ἐξ ὧν ἄλλους ὁρῶµεν κατορθοῦντας καὶ πρὸς ἄκρονφιλοσοφίας ἀφικοµένους, εὔδηλον ὅτι καὶ ἐφ' ἡµῖν κεῖται τὸ κατορθοῦν· τί µάτην ψυχραῖς ἑαυτοὺς ἀπατῶµεν οἱ πολλοὶ προφάσεσι καὶ ἀπολογίαις, µὴ µόνον συγγνώµην οὐ φερούσαις, ἀλλὰ καὶ κόλασιν ἀφόρητον, δέον τὴνἡµέραν ἐκείνην τὴν φοβερὰν πρὸ τῶν ὀφθαλµῶν ἔχοντας ἀρετῆς ἐπιµελεῖσθαι, καὶ µικρὰ πονέσαντας, τοὺς ἀκηράτους λαβεῖν στεφάνους; Οὐδὲν γὰρ ἡµῶν ταῦτα προστήσεται τὰ ῥήµατα· ἀλλ' οἱ σύνδουλοι καὶ τὰ ἐναντία κατωρθωκότες κατακρινοῦσι τοὺς διαµαρτάνοντας πάντας, τὸν ὠµὸν ὁ ἐλεήµων, τὸν πονηρὸν ὁ χρηστὸς, τὸν θρασὺνὁ ἐπιεικὴς, τὸν βάσκανον ὁ φιλόφρων, τὸν κενόδοξον ὁ φιλόσοφος, τὸν ῥᾴθυµον ὁ σπουδαῖος, τὸν ἀκόλαστον ὁ σώφρων. Οὕτως οἴσει τὴν κρίσιν ἡµῖν ὁ Θεὸς, ἑκάτερά τε στήσει τὰ τάγµατα, τοὺς µὲν ἐπαινῶν, τοὺς δὲ κολάζων. Ἀλλὰ µὴ γένοιτό τινα τῶν παρόντων γενέσθαι τῶν κολαζοµένων καὶ ἠτιµωµένων, ἀλλὰ τῶν στεφανουµένων καὶ τῶν τῆς θείας βασιλείας ἐπιτυγχανόντων· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.