In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
31.31
Οὐ δύναται δὲ ὁ ὀφθαλµὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑµῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν ἀθυµίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ µειζόνων ἑτέρους κατηξιῶσθαι χαρισµάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ µείζονα εἰληφότων χαρίσµατα· ποιήσας µὲν αὐτὸ καὶ ἐν οἷς πρὸς ἐκείνους διελέγετο( τὸ γὰρ λέγειν, ὅτι χάρισµά ἐστι, καὶ οὐ κατόρθωµα, τοῦτο ἐµφαίνοντος ἦν)· νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς µένων εἰκόνος. Ἀπὸ γὰρ τοῦ σώµατος λοιπὸν καὶ τῆς ἐκεῖθεν ἑνότητος ἐπ' αὐτὴν τῶν µελῶν χωρεῖ τὴν σύγκρισιν· ὃ µάλιστα ἐζήτουν ἐκεῖνοι µαθεῖν· ἐπειδὴ οὐχ οὕτως ἱκανὸν ἦν αὐτοὺς παραµυθήσασθαι τὸ πάντας ἓν σῶµα εἶναι, ὡς τὸ µαθεῖν ὅτι καὶ ἐν αὐτοῖς, οἷς εἶχον, οὐδὲν µέγα ἠλαττοῦντο. Καί φησιν· Οὐ δύναται δὲ ὁ ὀφθαλµὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑµῶν οὐκ ἔχω. Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισµα, ἀλλ' ἀναγκαῖον· καὶ ὥσπερ οὐκ ὄντος ἐκείνου πολλὰ ἐµποδίζεται, οὕτω καὶ τούτου χωρὶς χωλεύει τὸ πλήρωµα τῆς Ἐκκλησίας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐρεῖ, ἀλλ' ὅτι, Οὐ δύναται εἰπεῖν. Ὥστε κἂν θέλῃ, κἂν λέγῃ, οὐκ ἐνδέχεται, οὐδὲ ἔχει τὸ πρᾶγµα τὴν φύσιν.∆ ιὰ τοῦτο λαβὼν ἑκάτερα τὰ ἄκρα, ἐν αὐτοῖς γυµνάζει τὸν λόγον, πρῶτον µὲν ἐπὶ χειρὸς καὶ ὀφθαλµοῦ, δεύτερον δὲ ἐπὶ κεφαλῆς καὶ ποδῶν, αὔξων τὸπαράδειγµα. Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς τιµιώτερον καὶ ἀναγκαιότερον; τοῦτο γὰρ µάλιστά ἐστιν ἄνθρωπος, ἡ κεφαλή. Ἀλλ' ὅµως οὐκ ἔστιν αὐτάρκης, οὐδὲ τὰ πάντα αὐτὴ δύναιτ' ἂν ἀνύειν· ἐπεὶ εἰ τοῦτο ἦν, περιττῶς ἡµῖν οἱ πόδες προσέκειντο. Καὶ οὐδὲ ἔστη µέχρι τούτου, ἀλλὰ καὶ ἑτέραν ὑπερβολὴν ζητεῖ· ὅπερ ἀεὶ ποιεῖ, οὐ µέχρι τοῦ ἴσου φιλονεικῶν, ἀλλὰ καὶ περαιτέρω προβαίνων.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἀλλὰ πολλῷ µᾶλλον τὰ δοκοῦντα µέλη τοῦ σώµατος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· καὶ ἃ δοκοῦµεν ἀτιµότερα εἶναι τοῦ σώµατος, τούτοις τιµὴν περισσοτέραν περιτίθεµεν· καὶ τἀσχήµονα ἡµῶν εὐσχηµοσύνην περισσοτέραν ἔχει· πανταχοῦ τὴν τοῦ σώµατος προσθήκην τιθεὶς, καὶ ταύτῃ κἀκεῖνον παραµυθούµενος καὶ τοῦτον καταστέλλων. Οὐ γὰρ τοῦτο λέγω, φησὶν, ὅτι οὐ µόνον χρείαν ἔχει τὰ µείζονα τῶν ἐλαττόνων, ἀλλ' ὅτι καὶ πολλὴν χρείαν ἔχει. Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡµῖν, εἴ τι ἄτιµον, τοῦτο καὶ ἀναγκαῖον καὶ τιµῆς ἀπολαύει µείζονος. Καὶ καλῶς εἶπε, Τὰ δοκοῦντα, καὶ, Ἃ δοκοῦµεν, δεικνὺς ὅτι οὐ τῆς φύσεως τῶν πραγµάτων, ἀλλὰ τῆς τῶν πολλῶν ὑπονοίας ἡ ψῆφος. Οὐδὲν γὰρ ἐν ἡµῖν ἄτιµον· Θεοῦ γὰρ ἔργον ἐστί. Τί γὰρ τῶν µορίων τῶν γεννητικῶν ἀτιµότερον ἐν ἡµῖν εἶναι δοκεῖ; Ἀλλ' ὅµως πλείονος ἀπολαύει τιµῆς· καὶ οἱ σφόδρα πένητες κἂν τὸ λοιπὸν γυµνὸν ἔχωσι σῶµα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ µέλη δεῖξαι γυµνά. Καίτοι γε οὐχ αὕτη τῶν ἀτίµων ἡ τάξις, ἀλλὰ µᾶλλον τῶν ἄλλων καταφρονεῖσθαι ἔδει. Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιµωµένος οἰκέτης οὐ µόνον οὐκ ἀπολαύει πλείονος θεραπείας, ἀλλ' οὐδὲ τῶν αὐτῶν ἀξιοῦται. Ὥστε εἰ καὶ τοῦτο ἄτιµον ἦν, οὐ µόνον µειζόνων ἀπολαύειν οὐκ ἔδει, ἀλλ' οὐδὲ τῶν αὐτῶν· νυνὶ δὲ πλείονος ἀπολαύει τιµῆς, καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἐργασαµένης. Τοῖς µὲν γὰρ ἐν τῇ φύσει τὸ µὴ δεῖσθαι ἔδωκε· τοῖς δὲ, ἐπειδὴ ἐν τῇ φύσει οὐκ ἔδωκεν, ἡµᾶς παρέχειν ἠνάγκασεν. Ἀλλ' οὐ διὰ τοῦτο ἄτιµα· ἐπεὶ καὶ τὰ ζῶα ἐν τῇ φύσει τὸ ἀνενδεὲς ἔχει, καὶ οὔτε ἱµατίων δεῖται, οὔτε ὑποδηµάτων, οὔτε ὀρόφου, τὰ πλείονα αὐτῶν· ἀλλ' οὐ διὰ τοῦτο ἀτιµότερον αὐτῶν τὸ σῶµα τὸ ἡµέτερον, ἐπειδὴ πάντων δεῖται τούτων. Καὶ γὰρ εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ αὐτῇ τῇ φύσει τίµιά τε καὶ ἀναγκαῖά ἐστιν· ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡµετέρας ἐπιµελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιµῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγµάτων φύσεως αὐτοῖς ψηφισάµενος.∆ ιὸ, ὅταν µὲν ἀσθενῆ λέγῃ καὶ ἄτιµα, Τὰ δοκοῦντα λέγει· ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προστίθησι, Τὰ δοκοῦντα, ἀλλ' αὐτὸς ἀποφαίνεται λέγων, ὅτι ἀναγκαῖά ἐστι· καὶ µάλα εἰκότως. Καὶ γὰρ πρὸς παιδοποιίαν καὶ τὴν τοῦ γένους ἡµῶν διαδοχὴν χρήσιµα.∆ ιὰ τοῦτο καὶ οἱ νοµοθέται Ῥωµαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ µέλη καὶ ποιοῦντας εὐνούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυµαινοµένους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει. Ἀλλ' ἀπόλοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δηµιουργήµατα διαβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς µεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς µοιχευοµένας· οὕτω καὶ τὰ µέλη ταῦτα αἰσχρὰ εἶναι ἐνόµισαν διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωµένους. Ἀλλ' οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγµατος ἡ ἁµαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολµῶντος τὸ πληµµέληµα. Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιµα καὶ ἀναγκαῖα καὶ τιµῆς ἀπολαύοντα πλείονος περὶ ὀφθαλµῶν καὶ ποδῶν εἰρῆσθαι τῷ Παύλῳ νοµίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλµοὺς λέγειν, ὅτι ἐλαττούµενοι τῇ δυνάµει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιµότερα τοὺς πόδας· καὶ γὰρ καὶ οὗτοι πολλῆς ἀπολαύουσι προνοίας. βʹ. Εἶτα ἵνα µὴ πάλιν ἄλλην ὑπερβολὴν ἐργάσηται, φησί· Τὰ δὲ εὐσχήµονα ἡµῶν οὐ χρείαν ἔχει. Ἵνα γὰρ µή τις λέγῃ, Καὶ ποῖος οὗτος λόγος; τῶν µὲν τιµίων καταφρονεῖν, τοῖς δὲ ἀτιµοτέροις προσεδρεύειν; οὐχὶ καταφρονοῦντες τοῦτο ποιοῦµεν, φησὶν, ἀλλ' ἐπειδὴ αὐτὰ οὐ δεῖται. Καὶ ὅρα ἡλίκον ἐγκώµιον ἐν βραχεῖ θεὶς παρέδραµε, συµφερόντως τοῦτο καὶ χρησίµως ποιῶν. Καὶ οὐδὲ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ αἰτίαν προστίθησι λέγων· Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶµα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιµὴν, ἵνα µὴ σχίσµα ᾖ ἐν τῷ σώµατι. Εἰ δὲ συνεκέρασεν, οὐκ ἀφῆκε τὸ ἀτιµότερον φαίνεσθαι· τὸ γὰρ κιρνώµενον ἓν γίνεται, καὶ οὐ φαίνεται τί πρὸ τούτου ἦν· ἐπεὶ οὐδὲ ἂν κεκρᾶσθαι αὐτὸ φαίηµεν ἄν. Καὶ ὅρα πῶς συνεχῶς τὰ ἐλαττώµατα παρατρέχει λέγων, τῷ ὑστεροῦντι. Οὐκ εἶπε, τῷ ἀτίµῳ, τῷ ἀσχήµονι, ἀλλὰ, τῷ ὑστεροῦντι. Ὑστεροῦντι, πῶς; Κατὰ φύσιν. Περισσοτέραν δοὺς τιµήν. Καὶ διὰ τί; Ἵνα µὴ ἦ σχίσµα ἐν τῷ σώµατι. Ἐπειδὴ γὰρ µυρίας παραµυθίας ἀπολαύοντες ἤλγουν ὅµως, ἅτε ἐλάττονα λαβόντες, δείκνυσιν ὅτι µᾶλλον ἐτιµήθησαν· Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν δοὺς τιµήν. Εἶτα καὶ τὸν λόγον ἐπάγει, δεικνὺς ὅτι συµφερόντως καὶ ὑστερεῖν ἐποίησε, καὶ µειζόνως ἐτίµησε. Τίς δὲ ὁ λόγος; Ἵνα µὴ ᾖ σχίσµα, φησὶν, ἐν τῷ σώµατι. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς µέλεσιν, ἀλλ', Ἐν τῷ σώµατι. Καὶ γὰρ πολλὴ ἔµελλεν ἡ πλεονεξία εἶναι, εἰ τὰ µὲν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς ἡµετέρας ἐθεραπεύετο προνοίας, τὰ δὲ οὐδὲ ἑτέρωθεν· καὶ ἀπεσχίσθη ἂν ἀλλήλων, οὐ δυνάµενα φέρειν τὸν σύνδεσµον· ἀποσχισθέντων δὲ τούτων, καὶ τοῖς λοιποῖς ἐγίνετο βλάβη. Εἶδες πῶς ἔδειξεν ἀναγκαίως µείζονα τῷ ὑστεροῦντι δεδοµένην τιµήν; Εἰ γὰρ µὴ τοῦτο γέγονε, κοινὴ πάντων ἂν ἡ λύµη ἐγεγόνει, φησί. Καὶ γὰρ εἰ µὴ πολλῆς ταῦτα παρ' ὑµῶν ἀπέλαυσε προνοίας, ἐπηρεάσθη ἂν µὴ ἔχοντα τὴν ἀπὸ τῆς φύσεως βοήθειαν· ἐπηρεασθέντα δὲ, ἀπώλετο ἄν· ἀπολόµενα δὲ, ἔσχισεν ἂν τὸ σῶµα· σχισθέντος δὲ τοῦ σώµατος, καὶ τὰ λοιπὰ ἂν ἀπώλετο τὰ πολλῷ µείζονα τούτων. Ὁρᾷς ὅτι καὶ τῆς ἐκείνων προνοίας ἔχεται ἡ τούτων ἐπιµέλεια; Οὐ γὰρ οὕτως ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι ἔχουσιν, ὡς ἐν τῷ σώµατι εἶναι ἕν.∆ ιὰ δὴ τοῦτο, ἂν µὲν τὸ σῶµα ἀπόληται, οὐδὲν αὐτοῖς κέρδος τῆς καθ' ἕκαστον ὑγιείας· ἀλλ' ἄν τε ὀφθαλµὸς µένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσµου λυθέντος, ὄφελος οὐδὲν ἔσται λοιπόν· ἂν δὲ, τούτου µένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι ταχέως. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τοῦτο µὲν ἐν τῷ σώµατι λόγον ἔχει, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιµὴν, ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς ἂν τοῦτο φανείη; Ἐπὶ τῶν ἀνθρώπων µὲν οὖν µάλιστα ἴδοις ἂν τοῦτο συµβαῖνον. Καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, πρῶτοι τὸν µισθὸν ἔλαβον· καὶ τὸ πλανηθὲν πρόβατον ἔπεισε τὸν ποιµένα τὰ ἐνενηκονταεννέα καταλιπεῖν, καὶ ἐπ' αὐτὸ δραµεῖν, καὶ εὑρηθὲν ἐβαστάζετο, οὐκ ἠλαύνετο· καὶ ὁ ἄσωτος υἱὸς πλείονος τοῦ εὐδοκιµηκότος τῆς τιµῆς ἀπέλαυσε· καὶ ὁ λῃστὴς πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο καὶ ἀνεκηρύτ τετο. Καὶ ἐπὶ τῶν ταλάντων δὲ τοῦτο ἴδοις ἂν γινόµενον. Καὶ γὰρ ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἠξιώθησαν, καὶ αὐτῷ τῷ τὰ δύο λαβεῖν πολλῆς ἀπέλαυσε µᾶλλον τῆς προνοίας. Εἰ γὰρ τὰ πέντε ἐνεχειρίσθη, µὴ δυνάµενος, τοῦ παντὸς ἂν ἐξέπεσε· δεξάµενος δὲ τὰ δύο, καὶ τὰ παρ' ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασαµένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ' ἐλαττόνων πόνωντῶν αὐτῶν ἐπέτυχε στεφάνων. Καίτοι καὶ αὐτὸς ἄνθρωπος ἦν, ὥσπερ ὁ τὰ πέντε· ἀλλ' ὅµως οὐδὲν πρὸς αὐτὸν ὁ∆ εσπότης ἀκριβολογεῖται, οὐδὲ ἀναγκάζει τὰ αὐτὰ ποιεῖν τῷ συνδούλῳ, οὐδὲ λέγει,∆ ιὰ τί µὴ δύνασαι τὰ πέντε ἐργάσασθαι; δικαίως ἂν εἰπών· ἀλλὰ καὶ αὐτὸν ἐστεφάνωσε. Ταῦτ' οὖν εἰδότες, µὴ ἐπεµβαίνετε τοῖς ἐλάττοσιν ο ἱ µείζους, ἵνα µὴ πρὸ ἐκείνων ἑαυτοὺς βλάψητε· ἀποσχιζοµένων γὰρ αὐτῶν, τὸ πᾶν διαφθείρεται σῶµα. Τί γὰρ ἄλλο ἐστὶ σῶµα, ἢ τὸ πολλὰ εἶναι µέλη; καθὼς καὶ αὐτός φησιν, ὅτι Τὸ σῶµα οὐκ ἔστιν ἓν µέλος, ἀλλὰ πολλά. Εἰ τοίνυν τοῦτό ἐστι σῶµα, φροντίζωµεν τοῦ τὰ πολλὰ µένειν πολλά· ὡς ἐὰν µὴ τοῦτο διασώζηται, περὶ τὰ καίρια ἡ πληγὴ γίνεται.∆ ιὸ καὶ αὐτὸς οὐ τοῦτο µόνον ἀπαιτεῖ, τὸ µὴ ἀποσχίζεσθαι ἀλλήλων, ἀλλὰ καὶ τὸ σφόδρα συνῆφθαι. Εἰπὼν γοῦν, Ἵνα µὴ ᾖ σχίσµα ἐν τῷ σώµατι, οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' ἐπήγαγεν· Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσι τὰ µέλη· ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπολαύειν τιµῆς. Οὐ γὰρ ἵνα µὴ ἀποσχίζηται µόνον ἀλλήλων, οὕτως ᾠκονόµησεν ὁ Θεὸς, ἀλλ' ἵνα καὶ ἀγάπη ᾖ πολλὴ καὶ ὁµόνοια. Εἰ γὰρ ἐν τῇ τοῦ πλησίον σωτηρίᾳ τὸ εἶναι ἑκάστῳ, µή µοι τὸ ἔλαττον καὶ τὸ πλέον εἴπῃς· ἐνταῦθα γὰρ οὐκ ἔστι πλέον καὶ ἔλαττον. Μένοντος γὰρ τοῦ σώµατος, δυνατὸν καὶ τὴν διαφορὰν ἰδεῖν· ἀπολλυµένου δὲ, οὐκέτι· ἀπολεῖται δὲ, ἂν µὴ καὶ τὰ ἐλάττονα µένῃ. γʹ. Εἰ τοίνυν καὶ τὰ µεγάλα ἀπολεῖται τῶν µικρῶν ἀποῤῥαγέντων, ὁµοίως ὀφείλει ταῦτα τῶν µικρῶν φροντίζειν, καὶ οὕτως ὡς ἑαυτῶν, ἅτε ἐν τῇ τούτωνσωτηρίᾳ καὶ τῶν µειζόνων µενόντων. Ὥστε κἂν µυριάκις λέγῃς, ὅτι ἄτιµον τὸ µέλος καὶ ἔλαττον, ἀλλ' ἐὰν µὴ ὁµοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ' ὡς ἐλάττονος ἀµελῇς, ἡ βλάβη εἰςσὲ διαβήσεται.∆ ιὰ τοῦτο οὐκ εἶπεν, Ἵνα ὑπὲρ ἀλλήλων µόνον µεριµνῶσι τὰ µέλη, ἀλλὰ προσέθηκεν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσι, τουτέστιν, ὁµοίας καὶ τῆςαὐτῆς τῷ µεγάλῳ καὶ ὁ µικρὸς ἀπολαύῃ προνοίας. Μὴ τοίνυν εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ τυχών ἐστιν, ἀλλ' ἐννόησον ὅτι µέλος ἐστὶν ἐκείνου τοῦ σώµατος τοῦ τὸ πᾶν συγκρατοῦντος· καὶ ὥσπερ ὁ ὀφθαλµὸς, οὕτω καὶ οὗτος ποιεῖ σῶµα εἶναι τὸ σῶµα. Ἔνθα γὰρ ἂν τὸ σῶµα οἰκοδοµῆται, οὐδεὶς οὐδὲν τοῦ πλησίον ἔχει πλέον, Οὐδὲ γὰρ τοῦτο ποιεῖ σῶµα, τὸ εἶναι τὸ µὲν µεῖζον, τὸ δὲ ἔλαττον, ἀλλὰ τὸπολλὰ εἶναι καὶ διάφορα. Ὥσπερ γὰρ σὺ, ἐπειδὴ µείζων εἶ, τὸ σῶµα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων. Ὥστε ἡ ἐλάττωσις αὐτοῦ, ὅταν δέῃ τὸ σῶµα οἰκοδοµεῖν, ἰσότιµός σοι γίνεται εἰς τὸν καλὸν τοῦτον ἔρανον· τὸ γὰρ αὐτό σοι δύναται· καὶ δῆλον ἐκεῖθεν. Μὴ ἔστω ἔλαττόν τι καὶ µεῖζον µέλος, µηδὲ τίµιον καὶ ἀτιµότερον, ἀλλ' ἔστω πάντα ὀφθαλµὸς, ἢ πάντα κεφαλή· οὐκ ἀπολεῖται τὸ σῶµα; Παντί που δῆλον. Πάλιν ἂν πάντα ἐλάττονα ᾖ, τὸ αὐτὸ συµβήσεται· ὥστε καὶ ταύτῃ ἰσοῦται τὰ ἐλάττω. Εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἵνα µένῃ σῶµα, ἐλάττων ἐστὶν ὁ ἐλάττων· ὥστε διὰ σέ ἐστιν ἐλάττων, ἵνα σὺ µένῃς µέγας ὤν.∆ ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἀπαιτεῖ παρὰ πάντων πρόνοιαν· καὶ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσι τὰ µέλη, ἑρµηνεύει τὸ αὐτὸ τοῦτο πάλιν, λέγων· Καὶ εἴτε πάσχει ἓν µέλος, συµπάσχει πάντα τὰ µέλη· εἴτε δοξάζεται ἓν µέλος, συγχαίρει πάντα τὰ µέλη.∆ ιὰ γὰρ τοῦτο, φησὶ, καὶ τὴν πρόνοιαν κοινὴν ἐποίησεν, ἐν τοσαύτῃ διαφορᾷ κατασκευάσας ἕνωσιν, ἵνα καὶ τῶν ἀποβαινόντων πολλὴ ἡ κοινωνία ᾖ. Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη καὶ τὴν δόξαν καὶ τὴν ἀθυµίαν εἶναι κοινήν. Τρία τοίνυν ἐνταῦθα ἀπαιτεῖ· τὸ µὴ σχίζεσθαι, ἀλλ' ἡνῶσθαι µετὰ ἀκριβείας, τὸ προνοεῖν ὁµοίως ἀλλήλων, τὸ κοινὰ τὰ συµβαίνοντα ἡγεῖσθαι. Καὶ ἀνωτέρω µέν φησιν, ὅτι περισσοτέραν ἔδωκε τιµὴν τῷ ὑστεροῦντι διὰ τὸ δεῖσθαι, δεικνὺς ὅτι αὐτὸ τὸ ἠλαττῶσθαι µείζονος τιµῆς πρόξενον γέγονεν· ἐνταῦθα δὲ καὶ κατὰ τὸν τῆς προνοίας ἐξισοῖ λόγον αὐτὰ τῆς ὑπ' ἀλλήλων γινοµένης.∆ ιὰ γὰρ τοῦτο καὶ µείζονος ἐποίησεν ἀπολαῦσαι τιµῆς, φησὶν, ἵνα µὴ ἐλάττονος ἀπολαύῃ προνοίας. Οὐκ ἐντεῦθεν δὲ µόνον, ἀλλὰ καὶ ἐκ τῶν συµβαινόντων χρηστῶν καὶ λυπηρῶν ἀλλήλοις συνδέδεται τὰ µέλη. Καὶ γὰρ τῇ πτέρνῃ πολλάκις προσπαγείσης ἀκάνθης, ὅλον τὸ σῶµα αἰσθάνεται, καὶ µεριµνᾷ, καὶ νῶτος κάµπτεται, καὶ γαστὴρ καὶ µηροὶ συντέλλονται, καὶ χεῖρες, καθάπερ δορυφόροι καὶ ὑπηρέται προϊόντες, ἀνέλκουσι τὸ παγὲν, καὶ κεφαλὴ ἐπικύπτει, καὶ ὀφθαλµοὶ µετὰ πολλῆς ὁρῶσι τῆς φροντίδος. Ὥστε εἰ καὶ ἔλαττον ἔχει τῷ µὴ δύνασθαι ἀνελθεῖν ὁ ποῦς, ἀλλὰ τῷ τὴν κεφαλὴν καταγαγεῖν τὸ ἴσον ἔσχε, καὶ τῆς αὐτῆς ἀπέλαυσε τιµῆς, καὶ µάλισταὅταν µὴ χάριτι καταφέρωσιν αὐτὴν οἱ πόδες, ἀλλ' ὀφειλῇ. Ὥστε εἰ τῷ τιµιωτέρα εἶναι πλεονεκτεῖ, τῷ καὶ τοιαύτη οὖσα τῷ ἐλάττονι τὴν τιµὴν ὀφείλειν καὶ τὴν κηδεµονίαν, καὶ τῷ ὁµοίως ὡσαύτως συναλγεῖνἰσότητα δείκνυσι πολλήν. Τί γὰρ πτέρνης εὐτελέστερον; τί δὲ κεφαλῆς τιµιώτερον; Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ µέλος, καὶ πάντα µεθ' ἑαυτῆς συγκινεῖ. Πάλιν ἂν ὀφθαλµοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθότων· καίτοι τὸ πάθος τῶν ὀφθαλµῶν ἐστι. Τί τήκεις τὴν γαστέρα; τί κατέχεις τοὺς πόδας; τί δεσµεῖς τὰς χεῖρας; Ὅτι ἐκείνοις συνδέδεται, καὶ ἀῤῥήτως τὸ πᾶν πάσχει σῶµα. Εἰ γὰρ µὴ συνέπασχεν, οὐδ' ἂν ἠνέσχετο κοινωνεῖν τῆς προνοίας.∆ ιόπερ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσι τὰ µέλη, ἐπήγαγεν· Εἴτε πάσχει ἓν µέλος, συµπάσχει πάντα τὰ µέλη· εἴτε δοξάζεται ἓν µέλος, συγχαίρει πάντα τὰ µέλη. Καὶ πῶς συγχαίρει, φησί; Στεφανοῦται ἡ κεφαλὴ, καὶ ἅπας ὁ ἄνθρωπος δοξάζεται· λέγει τὸ στόµα, καὶ γελῶσιν ὀφθαλµοὶ καὶ εὐφραίνονται· καίτοι οὐ τοῦ κάλλους τῶν ὀφθαλµῶν, ἀλλὰ τῆς γλώττης ἡ εὐδοκίµησις. Πάλιν ὀφθαλµῶν καλῶν φαινοµέ νων, ἡ πᾶσα γυνὴ καλλωπίζεται· ὥσπερ οὖν καὶ οὗτοι, καὶ ῥινὸς εὐθείας καὶ αὐχένος ὀρθοῦ καὶ ἑτέρων µελῶν ἐγκωµιαζοµένων, γεγήθασι καὶ φαιδροὶ γίνονται, καὶ δακρύουσι πάλινµετὰ πολλῆς τῆς δαψιλείας ἐν ταῖς ὀδύναις αὐτῶν καὶ ταῖς συµφοραῖς, κἂν ἀσινεῖς αὐτοὶ διαµένωσι. δʹ. Ταῦτ' οὖν ἅπαντες ἐννοήσαντες, µιµησώµεθα τὴν ἀγάπην τῶν µελῶν τούτων, µηδὲ τἀναντία ποιῶµεν, ἐπεµβαίνοντες τοῖς τοῦ πλησίον κακοῖς, καὶ φθονοῦντες τοῖς τοῦ πλησίον ἀγαθοῖς· µαινοµένων γὰρ τοῦτο καὶ ἐξεστηκότων. Καὶ γὰρ ὁ τὸν ὀφθαλµὸν ἐξορύττων, παραφροσύνης µέγιστον δεῖγµα ἐξήνεγκε· καὶ ὁ τὴν χεῖρα κατεσθίων, λαµπρᾶς µανίας παρέχεται ἔλεγχον. Εἰ δὲ ἐπὶ τῶν µελῶν τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ὁµοίως γινόµενον παραφροσύνης περιτίθησι δόξαν, καὶ βλάβην οὐ τὴν τυχοῦσαν ἐπάγει. Ἕως µὲν γὰρ ἂν ἐκεῖνος λάµπῃ, καὶ ἡ σὴ εὐµορφία φαίνεται καὶ ὅλον καλλωπίζεται τὸ σῶµα· οὐδὲ γὰρ εἰς ἑαυτὸν µόνον τὸ κάλλος περιίστησιν, ἀλλὰ καὶ σοὶ δίδωσι σεµνύνεσθαι· ἂν δὲ κατασβέσῃς αὐτὸν, ὅλῳ τῷ σώµατι κοινὸν τὸ σκότος εἰργάσω, καὶ πᾶσι τοῖς µέλεσι τὴν συµφορὰν ἐπήγαγες· ὥσπερ οὖν ἐὰν διατηρῇς λάµποντα, ὁλοκλήρῳ τῷ σώµατι τὴν ὥραν διατηρεῖς. Οὐδεὶς γάρ φησιν, ὅτι Καλὸς ὁ ὀφθαλµὸς, ἀλλὰ τί; Καλὴ ἡ δεῖνα· ἂν δὲ καὶ αὐτὸς ἐπαινῆται, µετὰ τὸ κοινὸν ἐγκώµιον ἐπαινεῖται. Οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ συµβαίνει· ἂν γὰρ ὦσί τινες οἱ εὐδοκιµοῦντες, τὸ κοινὸν καρποῦται τὴν εὐφηµίαν. Οἱ γὰρ ἐχθροὶ οὐ διαιροῦσι τὰ ἐγκώµια, ἀλλὰ συνάπτουσι. Κἂν ᾖ τις ἐν τῷ λέγειν λάµπων, οὐκ αὐτὸν ἐγκωµιάζουσι µόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν ἅπασαν. Οὐδὲ γάρ φασιν ὅτι θαυµαστὸς ὁ δεῖνα µόνον, ἀλλὰ τί; θαυµαστὸν ἔχουσι διδάσκαλον οἱ Χριστιανοί· καὶ κοινὸν τὸ κτῆµα ποιοῦσιν. Εἶτα Ἕλληνες µὲν συνάπτουσι, σὺ δὲ διαιρεῖς, καὶ πολεµεῖς τῷ σαυτοῦ σώµατι καὶ κατὰ τῶν οἰκείων ἵστασαι µελῶν; Οὐκ οἶσθα, ὅτι τοῦτο πάντα ἀνατρέπει; καὶ γὰρ καὶ Βασιλεία, φησὶν, ἐφ' ἑαυτὴν µερισθεῖσα οὐ σταθήσεται. Οὐδὲν δὲ οὕτω µερίζει καὶ διίστησιν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσηµα, καὶ πάσης ἀπεστερηµένον συγγνώµης, καὶ τῆς τῶν κακῶν ῥίζης κατά τι χαλεπώτερον. Ὁ µὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος µὴ λάβῃ, οὐχ ὅταν αὐτὸς λάβῃ· εὐεργεσίαν γὰρ οἰκείαν νοµίζει τὴν ἑτέρων κακοπραγίαν, οὐ τὴν οἰκείαν εὐηµερίαν, κοινός τις ἐχθρὸς τῆς τῶν ἀνθρώπων περιερχόµενος φύσεως, καὶ τὰτοῦ Χριστοῦ µέλη τύπτων, οὗ τί γένοιτ' ἂν µανικώτερον; Ὁ δαίµων φθονεῖ µὲν, ἀλλ' ἀνθρώποις, δαίµονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς, καὶ πρὸς τὸ ὁµόφυλον ἵστασαι καὶ ὁµογενὲς, ὅπερ οὐδὲ ὁ δαίµων ποιεῖ. Καὶ ποίας τεύξῃ συγγνώµης, ποίας δὲ ἀπολογίας, ὅταν ἴδῃς ἀδελφὸν εὐηµεροῦντα τρέµων καὶ ὠχριῶν, στεφανοῦσθαι δέον καὶ χαίρειν καὶ ἀγάλλεσθαι; Εἰ δὲ καὶ ζηλοῦν ἐθέλεις, οὐ κωλύω· ζήλωσον, ἀλλ' ἵνα κατ' ἐκεῖνον γένῃ τὸν εὐδοκιµοῦντα· µὴ ἵνα αὐτὸν καταβιβάσῃς, ἀλλ' ἵνα πρὸς τὴν αὐτὴν φθάσῃς κορυφὴν, ἵνα τὴν αὐτὴν ἀρετὴν ἐπιδείξῃ. Τοῦτο ζῆλος καλὸς, τὸ µιµεῖσθαι καὶ µὴ πολεµεῖν, τὸ µὴ ἀλγεῖν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς, ἀλλὰ δάκνεσθαι ἐπὶ τοῖς οἰκείοις κακοῖς· οὗ τὸ ἐναντίον ὁ φθόνος ποιεῖ· τῶν γὰρ οἰκείων κακῶν ἀµελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς. Καὶ γὰρ ὁ πένης οὐχ οὕτω τῇ οἰκείᾳ δάκνεται πενίᾳ, ὡς τῇ τοῦ πλησίον εὐπορίᾳ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Οὗτος γὰρ κατὰ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, καὶ τοῦ πλεονέκτου χείρων· ὁ µὲν γὰρ ὅταν αὐτός τι λάβῃ, χαίρει· ὁ δὲ, ὅταν ἕτερος µὴ λάβῃ, τότε εὐφραίνεται.∆ ιὸ παρακαλῶ τὴν πονηρὰν ταύτην ἀφέντας ὁδὸν, καὶ µεταβαλόντας πρὸς ζῆλον καλὸν( καὶ γάρ ἐστι σφοδρὸν καὶ πυρὸς παντὸς θερµότερον ὁ ζῆλοςὁ τοιοῦτος), µεγάλα ἐντεῦθεν καρπώσασθαι ἀγαθά. Οὕτω καὶ Παῦλος τοὺς ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὴν πίστιν ἐχειραγώγει, λέγων· Εἴ πως παραζηλώσω µου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ὁ γὰρ οὕτω ζηλῶν, ὡς ἐκεῖνος ἐβούλετο, οὐ τήκεται ὅταν τὸν ἕτερον εὐδοκιµοῦντα ἴδῃ, ἀλλ' ὅταν ἑαυτὸν ἀπολιµπανόµενον. Ὁ δὲ φθονερὸς οὐχ οὕτως, ἀλλ' ὅταν ἕτερον εὖ πράττοντα ἴδῃ· καὶ καθάπερ κηφήν τίς ἐστι τοῖς ἀλλοτρίοις λυµαινόµενος πόνοις, καὶ αὐτὸς µὲν οὐδέποτε ἀναστῆναι σπουδάζων, δακρύων δὲ ὅταν ἕτερον ἀναστάνταἴδῃ, καὶ πάντα ποιῶν ὥστε αὐτὸν καταβαλεῖν. Τίνι οὖν ἄν τις τοῦτο παραβάλοι τὸ πάθος; Ὅµοιον εἶναί µοι δοκεῖ τοῦτο, οἷον ἂν εἰ νωθὴς ὄνος καὶ πολυσαρκίᾳ βεβαρηµένος ἵππῳ πτηνῷ συνεζευγµένος, µήτε αὐτὸς διανίστασθαι βούλοιτο, καὶ ἐκεῖνον τῷ βάρει τῶν σαρκῶν καθέλκειν ἐπιχειροίη. Καὶ γὰρ καὶ οὗτος, ὅπως µὲν αὐτὸς ἀπαλλαγείη τοῦ βαθέος ὕπνου τούτου, οὐδὲν οὔτε ἐννοεῖ, οὔτε σπουδάζει· πάντα δὲ ποιεῖ ὥστε τὸν εἰς τὸν οὐρανὸν ἱπτάµενον ὑποσκελίσαι καὶ καταβαλεῖν, ἀκριβὴς τοῦ διαβόλου ζηλωτὴς γινόµενος. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τὸν ἄνθρωπον ἐν παραδείσῳ, οὐκ αὐτὸς ἐσπούδαζε µεταβαλέσθαι, ἀλλ' ἐκεῖνον ἐκβαλεῖν τοῦ παραδείσου· καὶ πάλιν ἰδὼν αὐτὸν ἐν οὐρανῷ καθήµενον, καὶ τοὺς ἄλλους ἐπειγοµένους ἐκεῖ, τῆς αὐτῆς ἔχεται µελέτης, τοὺς ἐκεῖ σπεύδοντας ὑποσκελίζων, καὶπλείονα ἐντεῦθεν ἑαυτῷ σωρεύων τὴν κάµινον. Καὶ γὰρ ἁπανταχοῦ τοῦτο συµβαίνει· ὁ µὲν γὰρ φθονούµενος ἂν νήφῃ, λαµπρότερος γίνεται· ὁ δὲ βασκαίνων πλείονα ἑαυτῷ συνάγει κακά. Οὕτω καὶ ὁ Ἰωσὴφ ἐγένετολαµπρός· οὕτως Ἀαρὼν ὁ ἱερεύς· ἡ γὰρ τῶν φθονούντων ἐπιβουλὴ καὶ ἅπαξ καὶ δὶς ψηφίσασθαι αὐτὸν τὸν Θεὸν ἐποίησε, καὶ τὴν ῥάβδον βλαστῆσαι παρεσκεύασεν. Οὕτως ὁ Ἰακὼβ τῆς πολλῆς εὐπορίας ἀπέλαυσε, καὶ τῶν ἄλλων ἁπάντων. Οὕτως οἱ βασκαίνοντες µυρίοις ἑαυτοὺς περιέπειραν κακοῖς. Ἅπερ εἰδότες ἅπαντα, φύγωµεν τὸν τοιοῦτον ζῆλον. Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, φθονεῖς; ὅτι χάριν ἔλαβε πνευµατικὴν ὁ ἀδελφός; Καὶ παρὰ τίνος ἔλαβεν; εἰπέ µοι· οὐ παρὰ τοῦ Θεοῦ; Οὐκοῦν πρὸς ἐκεῖνον τὴν ἀπέχθειαν ἀναδέχῃ τὸν δεδωκότα τὴν δωρεάν. Εἶδες ποῖ τὸ κακὸν ἕρπει, καὶ οἷον τὸν κολοφῶνα τῶν ἁµαρτηµάτων ἐπάγει, καὶ ὅσον ἀνορύττει βάραθρον τιµωρίας; Φεύγωµεν τοίνυν τοῦτο τὸ πάθος, ἀγαπητοὶ, καὶ µήτε φθονῶµεν, ἀλλὰ καὶ τῶν φθονούντων ὑπερευχώµεθα, καὶ πάντα ποιῶµεν ὥστε αὐτῶν κατασβέσαιτὸ πάθος. Ἀλλὰ µὴ τὰ τῶν ἀνοήτων πάσχωµεν, οἳ, βουλόµενοι δίκην αὐτοὺς ἀπαιτῆσαι, πάντα ποιοῦσιν ὥστε αὐτῶν ἀνάψαι τὴν φλόγα. Ἀλλὰ µὴ ἡµεῖς οὕτως, ἀλλὰ δακρύωµεν αὐτοὺς καὶ θρηνῶµεν. Αὐτοὶ γάρ εἰσιν οἱ ἠδικηµένοι, σκώληκα ἔχοντες διηνεκῆ διατρώγοντα αὐτῶν τὴν καρδίαν, καὶ πηγὴν ἰοῦ συνάγοντες πάσης χολῆς πικροτέραν. Παρακαλῶµεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν καὶ ἐκείνοις τὸ πάθος µεταβαλεῖν, καὶ ἡµᾶς µήποτε ἐµπεσεῖν τῷ νοσήµατι. Καὶ γὰρ ἄβατος ὁ οὐρανὸς τῷ ταύτην ἔχοντι τὴν τηκεδόνα· καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ ὁ παρὼν βίος ἀβίωτος. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήµενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶνβασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυµαίνεται. Ἵν' οὖν καὶ ἑαυτοὺς καὶ ἑτέρους τῶν µυρίων ἀπαλλάξωµεν κακῶν, ἀπελάσωµεν τὸν πονηρὸν τοῦτον ἐξ ἡµῶν πυρετὸν, τὸν πάσης τηκεδόνος χαλεπώτερον· ἵνα πνευµατικὴν ἀναλαβόντες ἰσχὺν, καὶ τὸν παρόντα διανύσωµεν ἀγῶνα, καὶ τῶν µελλόντων ἐπιτύχωµεν στεφάνων· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.