Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 32 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
32.32
Ὑµεῖς δέ ἐστε σῶµα Χριστοῦ, καὶ µέλη ἐκ µέρους. αʹ. Ἵνα γὰρ µή τις λέγῃ, Τί πρὸς ἡµᾶς τοῦ σώµατος τὸ ὑπόδειγµα; ἐκεῖνο µὲν γὰρ φύσει δουλεύει, τὰ δὲ ἡµέτερα προαιρέσεώς ἐστι κατορθώµατα· προάγων αὐτὸ τοῖς καθ' ἡµᾶς πράγµασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώµης ὀφείλοµεν ἔχειν ὁµόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑµεῖς δέἐστε σῶµα Χριστοῦ. Εἰ δὲ τὸ ἡµέτερον οὐ δεῖ στασιάζειν σῶµα, πολλῷ µᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ µᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα. Καὶ µέλη ἐκ µέρους. Οὐ γὰρ δὴ σῶµα µόνον, φησὶν, ἀλλὰ καὶ µέλη ἐσµέν. Περὶ γὰρ ἀµφοτέρων τούτων ἀνωτέρω διελέχθη, τοὺς πολλοὺς εἰς ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώµατος εἰκόνα γινοµένους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάµενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συνεχόµενα καὶ δυνάµενα εἶναι πολλά. Τί δέ ἐστι τὸ, Ἐκ µέρους; Τό γε εἰς ὑµᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑµῶν οἰκοδοµηθῆναι µέρος. Ἐπειδὴ γὰρ εἶπε, Σῶµα, τὸ δὲ πᾶν σῶµα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλησία, ἀλλ' ἡ πανταχοῦ τῆς οἰκουµένης, διὰ τοῦτο ἔφησεν, Ἐκ µέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡπαρ' ὑµῖν µέρος ἐστὶ τῆς πανταχοῦ κειµένης Ἐκκλησίας, καὶ τοῦ σώµατος τοῦ διὰ πασῶν συνισταµένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους µόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν κατὰ τὴν οἰκουµένην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε µέλητοῦ σώµατος. Καὶ οὓς µὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάµεις, ἔπειτα χαρίσµατα ἰαµάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ µέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ. Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ προτάττων τὸ προτιµότερον, καὶ τὸ καταδεέστερον δεικνύς.∆ ιὸ καὶ τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσµατα. Καὶ οὐκ εἶπεν, Οὓς µὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερεἶπον, ἐµφαίνων.∆ εύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιµοθέῳ δὲ γράφων ἔλεγε, Μὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος, ὃ ἐδόθη σοι διὰ προφητείας. Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς. Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισµα, ἀλλ' ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχετοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι Ὁ νόµος καὶ οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων. Τρίτον διδασκάλους. Ὁ µὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύµατος φθέγγεται· ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ ἐξ οἰκείας διανοίας διαλέγεται.∆ ιὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιµῆς ἀξιούσθωσαν, µάλιστα δὲ οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύµατι πάντα φθεγγόµενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο καὶ µετὰ τὸν προφήτην αὐτὸν τέθεικεν· ὅτι τὸ µὲν ὅλον ἐστὶ χάρισµα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συµβαίνοντα µέντοι ταῖς θείαις Γραφαῖς. Ἔπειτα δυνάµεις, ἔπειτα χαρίσµατα ἰαµάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ ἰάµατα ἀπὸ τῆς δυνάµεως, ὅπερ καὶ ἔµπροσθεν ἐποίησεν; ἡ γὰρ δύναµις πλέον τῆς ἰάσεως. Ὁ µὲν γὰρ δύναµιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρισµα ἰαµάτων, θεραπεύει µόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάµεων καὶ τῶν ἰαµάτων προτιθείς. Ἀνωτέρω µὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ µὲν διὰ τοῦ Πνεύµατος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ' ἀδιαφόρως· ἐνταῦθα µέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προφητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγµα τὴν τάξιν. Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάµεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιµόνων εὐτελείας τὸν ἔλεγχον παρῆγενεἰς µέσον, καὶ τοῦτο τῆς θειότητος αὐτοῦ ἔφησεν εἶναι δεῖγµα µέγιστον, τὸ λέγειν τὰ µέλλοντα. Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σηµεῖα ποιήσας, οὐ µικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότητος εἶναι σηµεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑµῖν, ἵν' ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰµι. Ἀλλὰ προφητείας µὲν εἰκότως τὰ χαρίσµατα τῶν ἰαµάτων δεύτερα· διὰ τί δὲ καὶ διδασκαλίας; Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγµατος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάµεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι' ἐκεῖνον γίνονται. βʹ. Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ µείζων.∆ ιδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς ἔργοις διδάσκοντας καὶ τῷ λόγῳ παιδεύοντας. Τοῦτο γοῦν καὶ τοὺς ἀποστόλους, ἀποστόλους εἶναι ἐποίησε. Κἀκεῖνα µὲν καὶ ἕτεροί τινες οὐ πολλοῦ ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρη κότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόµατι προεφητεύσαµεν. καὶ δυνάµεις πολλὰς ἐποιήσαµεν; καὶ µετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑµᾶς πορεύεσθε ἀπ' ἐµοῦ οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν· τὸν δὲ τῆς διδασκαλίας λόγον τὸν διπλοῦν τοῦτον, τὸν διὰ τῶν ἔργων καὶ τῶν λόγων, οὐκ ἂν ἀναδέξαιτό ποτε πονηρὸς ἄνθρωπος. Εἰ δὲ τοὺς προφήτας προτίθησι, µὴ θαυµάσῃς· οὐ γὰρ ἁπλῶς προφήτας λέγει, ἀλλὰ τοὺς διὰ τῆς προφητείας καὶ διδάσκοντας καὶ εἰς τὸ κοινῇ συµφέρον ἅπαντα λέγοντας· ὅπερ προϊὼν σαφέστερον ἡµῖν ποιεῖ. Ἀντιλήψεις, κυβερνήσεις. Τί ἐστιν, Ἀντιλήψεις; Ὥστε ἀντέχεσθαι τῶν ἀσθενῶν. Τοῦτο οὖν χάρισµα; εἰπέ µοι. Μάλιστα µὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς, τὸ προστατικὸν εἶναι, τὸ πράγµατα οἰκονοµεῖν πνευµατικά· ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡµετέρων κατορθωµάτων χαρίσµατα καλεῖ, οὐκ ἀναπίπτειν ἡµᾶς βουλόµενος, ἀλλὰ δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦδεόµεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυµοτέρους ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήµατα. Γένῃ γλωσσῶν. Εἶδες ποῦ τέθεικε τουτὶ τὸ χάρισµα, καὶ πῶς πανταχοῦ τὴν ἐσχάτην αὐτῷ νέµει τάξιν; Εἶτα ἐπειδὴ πάλιν ἐκ τοῦ καταλόγου τούτου πολλὴν ἔδειξε διαφορὰν, καὶ τὸ νόσηµα ἐκεῖνο διήγειρε τὸ τῶν ἐλάττονα ἐχόντων χαρίσµατα· λοιπὸν µετὰ πολλῆς αὐτοῖς ἐπιπηδᾷ τῆς σφοδρότητος, διὰ τὸ πολλὰς αὐτοῖς παρασχεῖν τὰς ἀποδείξεις τοῦ µὴ σφόδρα ἐλαττοῦσθαι αὐτούς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ταῦτα ἀκούσαντας αὐτοὺς λέγειν· Καὶ διὰ τί µὴ πάντες ἀπόστολοι ἐγενόµεθα; ἀνωτέρω µὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόµενον, καὶ ἀπὸ τῆς τοῦ σώµατος εἰκόνος· Τὸ γὰρ σῶµα, φησὶν, οὐκ ἔστιν ἓν µέλος· καὶ πάλιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν µέλος, ποῦ τὸ σῶµα; Καὶ ἀπὸ τοῦ συµφερόντως δεδόσθαι, Ἑκάστῳ γὰρ, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύµατος δίδοται πρὸς τὸ συµφέρον· καὶ ἀπὸ τοῦ πάντας ἀπὸ τοῦ Πνεύµατος ἀρύεσθαι τοῦ αὐτοῦ, καὶ ἀπὸ τοῦ χάρισµα εἶναι τὸ διδόµενον, ἀλλὰ µὴ ὀφειλήν·∆ ιαιρέσεις γὰρ, φησὶ, χαρισµάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦµα· ἀπὸ τοῦ φανέρωσιν ὁµοίως γίνεσθαι διὰ πάντων τοῦ Πνεύµατος, Ἑκάστῳ γὰρ ἡ φανέρωσις, φησὶ, δίδοται διὰ τοῦ Πνεύµατος· καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύµατι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι, Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· καὶ πάλιν, Ἔθετο ὁ Θεὸς τὰ µέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώµατι, καθὼς ἠθέλησε· καὶ ἀπὸ τοῦ ἀναγκαῖα εἶναι καὶ τὰ ἐλάττονα, Τὰ γὰρ δοκοῦντα, φησὶν, ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· ἀπὸ τοῦ ὁµοίως ἀναγκαῖα εἶναι, ἐν τῷ ὁµοίως τὸ σῶµα κατασκευάζειν τοῖς µείζοσι, Τὸ γὰρ σῶµα, φησὶν, οὐκ ἔστιν ἓν µέλος, ἀλλὰ πολλά· ἀπὸ τοῦ καὶ τὰ µείζονα τῶν ἐλαττόνων δεῖσθαι, Οὐ δύναται γὰρ, φησὶν, εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑµῶν οὐκ ἔχω· ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν τιµῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιµήν· ἀπὸ τοῦ κοινὴν αὐτῶν εἶναι τὴν φροντίδα καὶ ἴσην, Τὸ γὰρ αὐτὸ ὑπὲρ ἀλλήλων µεριµνῶσι πάντα τὰ µέλη· καὶ ἀπὸ τοῦ µίαν εἶναι τὴν δόξαν καὶ τὴν ἀλγηδόνα αὐτῶν ἁπάντων, Εἴτε γὰρ πάσχει, φησὶν, ἓν µέλος συµπάσχει πάντα τὰ µέλη· εἴτε δοξάζεται ἓν µέλος, συγχαίρει πάντα τὰ µέλη. Ἀνωτέρω µὲν οὖν παρεκάλεσε διὰ τούτων· ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιµητικῶς κέχρηται τῷ λόγῳ λοιπόν. Ὅπερ γὰρ ἔφην, οὔτε ἀεὶ παρακαλεῖν, οὔτε ἐπιστοµίζειν ἀεὶ χρή.∆ ιὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοιπὸν ἐπιτίθεται, λέγων· Μὴ πάντες ἀπόστολοι; µὴ πάντες προφῆται; µὴ πάντες χαρίσµατα ἔχουσιν ἰαµάτων; Καὶ οὐχ ἵσταται µέχρι τοῦ πρώτου καὶ τοῦ δευτέρου χαρίσµατος, ἀλλὰ µέχρις ἐσχάτων πρόεισιν· ἢ τοῦτο λέγων, ὅτι Οὐ δυνατὸν πάντας εἶναι πάντα· ὥσπερ ἐκεῖ φησιν, Εἰ ἦν τὰ πάντα ἓν µέλος, ποῦ τὸ σῶµα; ἢ καὶ ἕτερόν τι µετὰ τούτων κατασκευάζων εἰς παραµυθίας λόγον πάλιν. Ποῖον δὴ τοῦτο; Τὸ δεῖξαι καὶ τὰ ἐλάττονα ὁµοίως τοῖς µείζοσι περιµάχητα ἐκ τοῦ µηδὲ ταῦτα ἁπλῶς πᾶσι δεδόσθαι. Τί γὰρ, φησὶν, ἀλγεῖς, ὅτι οὐκ ἔχεις χαρίσµατα ἰαµάτων; ἐννόησον ὅτι ὅπερ ἔχεις σὺ, κἂν ἔλαττον ᾖ, πολλάκις ὁ τὸ µεῖζον ἔχων, οὐκ ἔχει.∆ ιὰ τοῦτό φησι· Μὴ πάντες γλώσσαις λαλοῦσι; µὴ πάντες διερµηνεύουσιν; Ὥσπερ γὰρ τὰ µεγάλα οὐ πᾶσιν ἐχαρίσατο ὁ Θεὸς πάντα, ἀλλὰ τοῖς µὲν τοῦτο, τοῖς δὲ ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς. Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συµφωνίαν καὶ τὴν ἀγάπην οἰκοδοµῶν, ἵνα ἕκαστος τοῦ πλησίον δεόµενος συνάγηται πρὸς τὸν ἀδελφόν. Τοῦτο καὶ ἐν ταῖς τέχναις ᾠκονόµησε, τοῦτο καὶ ἐν τοῖς στοιχείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς µέλεσι τοῖς ἡµετέροις καὶ ἐν πᾶσιν ἁπλῶς. γʹ. Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραµυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωµένην ψυχήν. Τίς δὲ αὕτη ἐστί; Ζηλοῦτε, φησὶ, τὰ χαρίσµατα τὰ κρείττονα. Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυµι ὑµῖν. Τοῦτο δὲ εἰπὼν ἠρέµα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαµβάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ µείζονα λαβεῖν. Ὅταν γὰρ εἴπῃ, Ζηλοῦτε, τὴν παρ' ἐκείνων σπουδὴν ἀπαιτεῖ καὶ τὴν ἐπιθυµίαν τὴν περὶ τὰ πνευµατικά. Καὶ οὐκ εἶπε, Τὰ µείζονα, ἀλλὰ, Τὰ κρείττονα, τουτέστι, τὰ χρησιµώτερα, τὰ συµφέροντα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μένετε ἐπιθυµοῦντες χαρισµάτων, καὶ δείκνυµι ὁδὸν χαρισµάτων ὑµῖν. Οὐδὲ γὰρ εἶπε, Χάρισµα, ἀλλ' Ὁδὸν, ἵνα µειζόνως ἐπάρῃ τοῦτο, ὃ µέλλει λέγειν· οὐδὲ γὰρ ἓν καὶ δύο καὶ τρία χαρίσµατα δείκνυµι ὑµῖν, ἀλλ' ὁδὸν µίαν τὴν ἐπὶ πάντα ταῦτα φέρουσαν· καὶ οὐχ ἁπλῶς ὁδὸν, ἀλλὰ καὶ µεθ' ὑπερβολῆς, καὶ κοινῇ πᾶσι προκειµένην. Οὐ γὰρ ὥσπερ τὰ χαρίσµατα τοῖς µὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα, ἀλλ' οὐ πᾶσι πάντα δέδοται, οὕτω καὶ τοῦτο· ἀλλὰ καθολικὸν δῶρόν ἐστι.∆ ιὸ καὶ πάντας εἰς τοῦτο καλεῖ· Ζηλοῦτε γὰρ, φησὶ, τὰ χαρίσµατα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυµι ὑµῖν· τὴν ἀγάπην λέγων τὴν πρὸς τὸν πλησίον. Εἶτα µέλλων ἐµβαίνειν εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώµιον τοῦ κατορθώµατος τούτου, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην συγκρίσει, οὐδὲνὄντα δεικνὺς ταύτης χωρὶς, σφόδρα συνετῶς. Εἰ γὰρ εὐθέως περὶ ἀγάπης διελέχθη, καὶ εἰπὼν, Ὁδὸν ὑµῖν δείκνυµι, ἐπήγαγεν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη, καὶ µὴ κατὰ σύγκρισιν τὸν λόγον προήγαγε· κἂν ἐµυκτήρισάν τινες τὸ λεχθὲν, οὐκ εἰδότες σαφῶς τοῦ πράγµατος τὴν ἰσχὺν, ἀλλ' ἔτι πρὸς ταῦτα κεχηνότες.∆ ιόπερ οὐκ εὐθέως αὐτὴν ἀνακαλύπτει, ἀλλὰ πρῶτον τῇ ἐπαγγελίᾳ τὸν ἀκροατὴν ἐπάρας, καὶ εἰπὼν, Καθ' ὑπερβολὴν ὁδὸν δείκνυµι ὑµῖν, καὶεἰς ἐπιθυµίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐµβαίνει, ἀλλ' αὔξων ἔτι καὶ ἐπιτείνων αὐτῶν τὴν ἐπιθυµίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς µεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους καθιστάς· ἐπειδὴ καὶ ἐκ τοῦ ταύτην ἠµελῆσθαι ἡ αἰτία τῶν κακῶν ἁπάντων ἦν. Ὥστε καὶ κατὰ τοῦτο εἰκότως ἂν µεγάλη φανείη, εἴγετὰ µὲν χαρίσµατα οὐ µόνον αὐτοὺς οὐ συνήγαγεν, ἀλλὰ καὶ ἡνωµένους διέστησεν· αὕτη δὲ τοὺς δι' ἐκείνων διαστάντας δι' ἑαυτῆς µέλλοι συνάγειν καὶ ποιεῖν σῶµα ἕν. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλ' ὃ µάλιστα ἐπόθουν, τοῦτο τίθησιν· οἷον ὅτι χάρισµα τὸ πρᾶγµά ἐστι, καὶ τῶν χαρισµάτων ἁπάντων ὁδὸς µεθ' ὑπερβολῆς. Ὥστε εἰ καὶ µὴ διὰ τὸ ὀφείλειν βούλει τὸν ἀδελφὸν ἀγαπᾷν, διὰ τὸ κρείττονος ἐπιλαµβάνεσθαι σηµείου καὶ χαρίσµατος δαψιλοῦς κατάδεξαι τὴν ἀγάπην. Καὶ ὅρα πόθεν ἄρχεται· πρῶτον ἀπὸ τοῦ θαυµαστοῦ δοκοῦντος εἶναι παρ' αὐτοῖς καὶ µεγάλου, τῶν γλωσσῶν· καὶ ἀγαγὼν εἰς µέσον τὸ χάρισµα, οὐ τοσοῦτον τίθησιν, ὅσον εἶχον, ἀλλὰ πολλῷ πλέον. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν γλώσσαις λαλῶ, ἀλλ' Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ. Τί ἐστι, Τῶν ἀνθρώπων; Πάντων τῶν πανταχοῦ τῆς οἰκουµένης ἐθνῶν. Καὶ οὐδὲ ταύτῃ ἠρκέσθη τῇ ὑπερβολῇ, ἀλλὰ καὶ ἑτέραν πολλῷ µείζονα τίθησιν, ἐπάγων καὶ λέγων, Καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ µὴ ἔχω, γέγοναχαλκὸς ἠχῶν ἢ κύµβαλον ἀλαλάζον. Εἶδες ποῦ τὸ χάρισµα ἐπάρας, ποῦ καθεῖλεν αὐτὸ καὶ κατέῤῥιψεν; Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐδέν εἰµι, ἀλλ' ὅτι Γέγονα χαλκὸς ἠχῶν, ἀναίσθητόν τι καὶ ἄψυχον. Πῶς δὲ χαλκὸς ἠχῶν; Φωνὴν µὲν ἀφιεὶς, εἰκῆ δὲ καὶ µάτην, καὶ εἰς οὐδὲν δέον. Πρὸς γὰρ τῷ µηδὲν ἀνύειν καὶ παρενοχλεῖν δοκῶ καὶ φορτικός τις εἶναι καὶ ἐπαχθὴς τοῖς πολλοῖς· ὁρᾷς πῶς ὁ ἀγάπης ἀπεστερηµένος τοῖς ἀψύχοις προσέοικε καὶ ἀναισθήτοις; Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθά φησιν, οὐχὶ σῶµα περιτιθεὶς ἀγγέλοις, ἀλλ' ὃ λέγει, τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωµαι, ὡς ἀγγέλοις νόµος πρὸς ἀλλήλους διαλέγεσθαι, ταύτης ἄνευ οὐδέν εἰµι, ἀλλὰ καὶ ἐπαχθὴς καὶ φορτικός. Οὕτω γοῦν καὶ ἀλλαχοῦ ὅταν λέγῃ, ὅτι Αὐτῷ κάµψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖςἀγγέλοις ταῦτα λέγει, ἄπαγε, ἀλλὰ τὴν ἐπιτεταµένην προσκύνησιν διὰ τοῦ παρ' ἡµῖν σχήµατος αἰνίξασθαι βούλεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσεν, οὐ σαρκὸς ὄργανον δηλῶν, ἀλλὰ τὴν πρὸς ἀλλήλους αὐτῶν ὁµιλίαν τῷ γνωρίµῳ παρ' ἡµῖν τρόπῳ αἰνίξασθαι βουλόµενος. Εἶτα ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, οὐ µέχρι τῶν γλωσσῶν ἵσταται, ἀλλὰ καὶ ἐπὶ τὰ λοιπὰ πρόεισι χαρίσµατα, καὶ πάντα τῇ αὐτῆςἀπουσίᾳ καθελὼν, τότε αὐτῆς ὑπογράφει τὴν εἰκόνα· καὶ ἐπειδὴ αὔξησιν ποιῆσαι προῄρηται τοῦ λόγου, ἀπὸ τῶν ἐλαττόνων ἀρχόµενος ἄνεισιν ἐπὶ τὰ µείζω. Ὅπερ γὰρ, ἡνίκα τὴν τάξιν αὐτῶν ἐνέφηνεν, ὕστερον τέθεικε τὸ τῶν γλωσσῶν, τοῦτο πρῶτον ἀριθµεῖ νῦν κατὰ µικρὸν, ὅπερ ἔφην, ἐπὶ τὰ µείζονα ἀναβαίνων. Εἰπὼν γὰρ περὶ τῶν γλωσσῶν, ἐπὶ τὴν προφητείαν εὐθέως ἐκβαίνει, καί φησι· Καὶ ἐὰν ἔχω προφητείαν· καὶ ταύτην πάλιν µεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάντων τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισµαἀγάπης χωρίς· οὕτω καὶ ἐνταῦθα οὐ τὴν προφητείαν τίθησι µόνον, ἀλλὰ καὶ τὴν ὑψηλοτάτην προφητείαν. Εἰπὼν γὰρ, Ἐὰν ἔχω προφητείαν, ἐπήγαγε· Καὶ εἰδῶ τὰ µυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· µετ' ἐπιτάσεως τιθεὶς καὶ τοῦτο τὸ χάρισµα δʹ. Εἶτα µετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσµατα προβαίνει. Καὶ ἵνα µὴ τὸ καθ' ἕκαστον αὐτῶν λέγων δοκῇ πάλιν ἐνοχλεῖν, τὴν µητέρα καὶ πηγὴν ἁπάντων τίθησι, καὶ αὐτὴν πάλιν µεθ' ὑπερβολῆς, οὕτω λέγων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ ὡς µέγιστον εἶπεν ὁ Χριστὸς, καὶ τοῦτο προσέθηκεν εἰπών· Ὥστε ὄρη µεθιστάνειν, ἀγάπην δὲ µὴ ἔχω, οὐδέν εἰµι. Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωµα. Ἐπὶ µὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ' αὐτῆς, τὸ εἰδέναι τὰ µυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐµικρὸν, τὸ τὰ ὄρη µεθιστάνειν· ἐπὶ δὲ τῶν γλωσσῶν αὐτὸ µόνον εἰπὼν τὸ χάρισµα, ἀνεχώρησε. Σὺ δέ µοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσµατα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύµατα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον µέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος µεταστῆσαι( ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητεπίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ µεταβήσεται)· ὁ δὲ Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ µέγα ἦν τοῦτο, τὸ ὄρος µεταστῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐµνηµόνευσεν, οὐχ ὡς τοῦτο µόνης δυναµένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτοµέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώµατος, κἀντεῦθεν ἐπαίρει τὸ προκείµενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, καὶ ἐὰν δύνωµαι ὄρη µεθιστάνειν, ἀγάπην δὲ µὴ ἔχω, οὐδέν εἰµι· Καὶ ἐὰν ψωµίσω πάντα τὰ ὑπάρχοντά µου, καὶ ἐὰν παραδῶ τὸ σῶµά µου ἵνα καυθήσωµαι, ἀγάπην δὲ µὴ ἔχω, οὐδὲν ὠφελοῦµαι. Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα µετὰ προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡµίσειαν µοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς µοίρας, ἀλλ' Ἐὰν πάντα µου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε,∆ ῶ, ἀλλὰ, Ψωµίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν µετ' ἐπιµελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶµά µου ἵνα καυθήσωµαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο µεθ' ὑπερβολῆς· τὸν γὰρ πάντων χαλεπώτερον θάνατον θεὶς, τὸ ζῶντα κατακαῆναι· καὶ τοῦτον χωρὶς ἀγάπης οὐδὲν µέγα ἔφησεν εἶναι. Ἐπήγαγε γοῦν, Οὐδὲν ὠφελοῦµαι. Ἀλλ' οὐδέπω τὴν πᾶσαν ὑπερβολὴν ἔδειξα, ἕως ἂν τοῦ Χριστοῦ τὰς µαρτυρίας τὰς περὶ ἐλεηµοσύνης καὶ θανάτου εἰρηµένας εἰς µέσον ἀγάγω. Τίνες οὖν εἰσιν αἱ µαρτυρίαι; Τῷ πλουσίῳ φησὶν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει µοι· καὶ περὶ ἀγάπης δὲ διαλεγόµενος τῆς εἰς τὸν πλησίον φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν δῆλον, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο πάντων µέγιστόν ἐστιν. Ἀλλ' ἐγὼ λέγω, φησὶν ὁ Παῦλος, κἂν ὑπὲρ τοῦ Θεοῦ θῶµεν αὐτὴν, καὶ µηδὲ ἁπλῶς θῶµεν, ἀλλ' ὥστε καὶ ἐµπρησθῆναι( τοῦτο γάρ ἐστιν, Ἐὰν παραδῶτὸ σῶµά µου ἵνα καυθήσωµαι), οὐ µέγα ἔσται κέρδος ἡµῖν τὸν πλησίον οὐκ ἀγαπῶσι. Τὸ µὲν οὖν λέγειν τὰ χαρίσµατα οὐδὲν µέγα ὠφελεῖν ἀγάπης ἀπούσης, θαυµαστὸν οὐδέν· ἐπεὶ καὶ τοῦ βίου δεύτερά ἐστι τὰ χαρίσµατα. Πολλοὶ γοῦν χαρίσµατα ἐπιδειξάµενοι, ἐπειδὴ φαῦλοι γεγόνασιν, ἐκολάσθησαν, ὡς ἐκεῖνοι οἱ τῷ ὀνόµατι αὐτοῦ προφητεύσαντες καὶ δαιµόνιαπολλὰ ἐκβαλόντες καὶ δυνάµεις πολλὰς ποιήσαντες, ὡς Ἰούδας ὁ προδότης· ἕτεροι δὲ βίον παρασχόµενοι πιστοὶ καθαρὸν, οὐδενὸς ἐδεήθησαν ἑτέρου πρὸς τὸ σωθῆναι. Τὸ µὲν οὖν τὰ χαρίσµατα, ὅπερ ἔφην, δεῖσθαι ταύτης, θαυµαστὸν οὐδέν· τὸ δὲ καὶ βίον ἠκριβωµένον µηδὲν ἰσχύειν ταύτης ἄνευ, τοῦτό ἐστι τὸ τὴν ὑπερβολὴν ἐµφαῖνον καὶ πολλὴν ποιοῦν τὴν ἀπορίαν, καὶ µάλιστα ὅταν ὁΧριστὸς ἀµφοτέροις τούτοις τὰ µεγάλα φαίνηται ψηφιζόµενος, τῇ τε ἀκτηµοσύνῃ, λέγω, καὶ τοῖς τοῦ µαρτυρίου κινδύνοις. Καὶ γὰρ τῷ πλουσίῳ φησὶν, ὅπερ ἔφθην εἰπὼν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει µοι· καὶ τοῖς µαθηταῖς περὶ µαρτυρίου διαλεγόµενος ἔλεγεν, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐµοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἐὰν ὁµολογήσῃ µε ἔµπροσθεν τῶν ἀνθρώπων, ὁµολογήσω κἀγὼ αὐτὸν ἔµπροσθεν τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώµατος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν· καὶ τοῦτο ἴσασιν οἱ καταξιωθέντες τῶν στεφάνων τούτων καλῶς· λόγος γὰρ οὐδεὶς αὐτὸ παραστῆσαι δυνήσεται· οὕτω γενναίας τὸ πρᾶγµά ἐστι ψυχῆς, καὶ µεθ' ὑπερβολῆς θαυµαστόν. εʹ. Ἀλλ' ὅµως τὸ θαυµαστὸν τοῦτο οὐδὲν µέγα ἔφησεν ὠφελεῖν ἀγάπης χωρὶς ὁ Παῦλος, κἂν τὴν ἀκτηµοσύνην συνεζευγµένην ἔχῃ. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηκε; Τοῦτο ἤδη δεῖξαι πειράσοµαι, πρότερον ἐκεῖνο ζητήσας, πῶς ὁ τὰ ὑπάρχοντα ψωµίζων πάντα δύναται µὴ ἔχειν ἀγάπην. Τὸν µὲν γὰρ ἕτοιµον ὄντα καῆναι καὶ τὰ χαρίσµατα ἔχοντα ἐγχωρεῖ ἴσως καὶ µὴ ἀγαπῆσαι· ὁ δὲ µὴ µόνον δοὺς τὰ ὑπάρχοντα, ἀλλὰ καὶ ψωµίζων, πῶς οὐκ ἀγαπᾷ; Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι τὸ οὐκ ὂν ὡς ὂν ὑπέθετο, ὅπερ ἀεὶ φιλεῖ ποιεῖν, ὅταν ὑπερβολὴν παραστῆσαι βουληθῇ· ὡς ὅταν Γαλάταις γράφων λέγῃ· Ἐὰν ἡµεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑµῖν παρ' ὃ παρελάβετε, ἀνάθεµα ἔστω. Καίτοι οὔτε αὐτὸς, οὔτε ἄγγελος ἔµελλε τοῦτο ποιεῖν· ἀλλ' ἵνα δείξῃ τὴν ὑπερβολὴν τοῦ πράγµατος, καὶ τὸ µηδ' ὅλως ἐσόµενον τέθεικε. Καὶ πάλιν ὅταν Ῥωµαίοις ἐπιστέλλῃ καὶ λέγῃ, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάµεις δυνήσονται ἡµᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ· οὐδὲ γὰρ τοῦτο ἔµελλον ποιεῖν ἄγγελοι, ἀλλὰ κἀνταῦθα τὸ µὴ ὂν ὑποτίθεται, ὥσπερ οὖν καὶ τὸ ἑξῆς λέγων· Οὔτε κτίσις ἑτέρα. Καίτοιγε ἑτέρα οὐκ ἔστι κτίσις· πᾶσαν γὰρ αὐτὴν περιέλαβε, καὶ τὰ ἄνω καὶ τὰ κάτω πάντα εἰπών· ἀλλ' ὅµως κἀνταῦθα τὸ µὴ ὂν καθ' ὑπόθεσιν τίθησιν, ὥστε δεῖξαι τὸν µεθ' ὑπερβολῆς αὐτοῦ πόθον· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Κἂν πάντα τις δῷ, ἀγάπην δὲ µὴ ἔχῃ, οὐδὲν ὠφελεῖται. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι βούλεται τοὺς παρέχοντας καὶ συγκεκολλῆσθαι τοῖς λαµβάνουσι, καὶ µὴ ἁπλῶς διδόναι ἀσυµπαθῶς, ἀλλ' ἐλεοῦνταςκαὶ κατακαµπτοµένους, ἐπικλωµένους καὶ συναλγοῦντας τοῖς δεοµένοις.∆ ιὰ τοῦτο γὰρ καὶ ἡ ἐλεηµοσύνη παρὰ τοῦ Θεοῦ νενοµοθέτηται. Καὶ γὰρ ἠδύνατο τοὺς πένητας διατρέφειν ὁ Θεὸς καὶ χωρὶς τούτου, ἀλλ' ἵνα ἡµᾶς εἰς τὴν ἀγάπην συνδή σῃ, καὶ ἵνα διαθερµαινώµεθα πρὸςἀλλήλους, παρ' ἡµῶν αὐτοὺς ἐκέλευσε τρέφεσθαι.∆ ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Κρείσσων λόγος ἀγαθὸς, ἢ δόσις· καὶ, Ἰδοὺ λόγος ὑπὲρ δόµα ἀγαθός. Καὶ αὐτός φησιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουµένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον διακεῖσθαι, σύνδεσµον φιλίας ποιῶν, τοῦτο ἐνοµοθέτησεν. Ἀλλὰ τὸ ζητούµενον ἐκεῖνό ἐστι, πῶς, τοῦ Χριστοῦ ἀµφότερα ταῦτα τελειότητος εἶναι φήσαντος, οὗτος χωρὶς ἀγάπης ἀτελῆ ταῦτα εἶναί φησιν. Οὐκ ἀντιφθεγγόµενος αὐτῷ, µὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα αὐτῷ συνᾴδων. Καὶ γὰρ ἐπὶ τοῦ πλουσίου οὐχ ἁπλῶς εἶπε. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἀλλ' ἐπήγαγε, Καὶ δεῦρο ἀκολούθει µοι. Ἡ δὲ ἀκολούθησις αὐτοῦ οὐδένα οὕτω µαθητὴν ἀποδείκνυσι τοῦ Χριστοῦ, ὡς τὸ ἀλλήλους ἀγαπᾷν. Ἐν γὰρ τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι µαθηταί µού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ ὅταν δὲ λέγῃ, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐµοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἂν ὁµολογήσῃ µε ἔµπροσθεν τῶν ἀνθρώπων, ὁµολογήσω κἀγὼ αὐτὸν ἔµπροσθεν τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς· οὐ τοῦτό φησιν, ὅτι οὐ δι' ἀγάπην, ἀλλὰ τὸν µισθὸν τὸν ἀποκείµενον τοῖς πόνοις τούτοις δηλοῖ· ἐπεὶ ὅτι µετὰ τοῦ µαρτυρίου καὶ τοῦτο ζητεῖ, ἀλλαχοῦ σφόδρα αὐτὸ ᾐνίξατο, οὕτως εἰπών· Τὸ µὲν ποτήριόν µου πίεσθε, καὶ τὸ βάπτισµα, ὃ ἐγὼ βαπτίζοµαι, βαπτισθήσεσθε· τουτέστι, Μαρτυρήσετε, σφαγήσεσθε ὑπὲρ ἐµοῦ· τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύµων, οὐχ ὥς τινων καθηµένων ἐκ δεξιῶν καὶ ἐξ εὐωνύµων, ἀλλὰ τὴν ἀνωτάτω λέγων προεδρίαν τε καὶ τιµὴν, οὐκἔστιν ἐµὸν δοῦναι, φησὶν, ἀλλ' οἷς ἡτοίµασται. Εἶτα δεικνὺς τίσιν ἡτοίµασται, καλέσας αὐτοὺς, φησίν· Ὃς ἐὰν θέλῃ ἐν ὑµῖν εἶναι πρῶτος, ἔστω πάντων ὑµῶν διάκονος· ταπεινοφροσύνην δηλῶν καὶ ἀγάπην. Ἀγάπην δὲ ἐπιτεταµένην ἀπαιτεῖ.∆ ιὰ δὴ τοῦτο οὐδὲ µέχρι τούτου ἔστη, ἀλλ' ἐπήγαγεν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· δεικνὺς ὅτι οὕτω δεῖ φιλεῖν, ὡς καὶ σφάττεσθαι ὑπὲρ τῶν ἀγαπωµένων· τοῦτο γὰρ µάλιστα αὐτόν ἐστι φιλεῖν.∆ ιὸ καὶ τῷ Πέτρῳ φησὶν, Εἰ φιλεῖς µε, ποίµαινε τὰ πρόβατά µου. Καὶ ἵνα µάθητε ὅσον ἐστὶ τὸ κατόρθωµα, ὑπογράψωµεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγµασιν αὐτὴν οὐχ ὁρῶµέν που φαινοµένην, καὶ ἐννοήσωµεν, ὡςεἰ πανταχοῦ µετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά. Οὔτε γὰρ νόµων οὔτε δικαστηρίων ἔδει, οὐ κολάσεων, οὐ τιµωριῶν, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ἅπαντες ἠγάπων καὶ ἠγαπῶντο, οὐδὲν ἂν ἠδίκησεν οὐδεὶς, ἀλλὰ καὶ φόνοι καὶ µάχαι καὶ πόλεµοι καὶ στάσεις καὶ ἁρπαγαὶ καὶ πλεονεξίαι καὶπάντα ἂν ἐκποδὼν ἐγεγόνει τὰ πονηρὰ, καὶ µέχρις ὀνόµατος ἂν ἠγνοήθη ἡ κακία. Τὰ µέντοι σηµεῖα οὐκ ἂν τοῦτο εἰργάσατο, ἀλλὰ καὶ εἰς κενοδοξίαν ἐπαίρει τοὺς µὴ προσέχοντας καὶ ἀπόνοιαν, ὰʹ. Καὶ τὸ δὴ θαυµαστὸν τῆς ἀγάπης, ὅτι τὰ µὲν ἄλλα ἀγαθὰ ἔχει παρεζευγµένα τὰ κακά· οἷον ὁ ἀκτήµων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξοµανίαν νοσεῖ, ὁ ταπεινόφρων δι' αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς µέγα φρονεῖ· ἡ δὲ ἀγάπη πάσης τῆς τοιαύτης ἀπήλλακται λύµης· κατὰ γὰρ τοῦ ἀγαπωµένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. Καὶ µή µοι θῇς ἕνα ἀγαπῶντα, ἀλλὰ πάντας ὁµοίως, καὶ τότε αὐτῆς ὄψει τὴν ἀρετήν· µᾶλλον δὲ, εἰ βούλει, πρῶτον ἕνα ἀγαπώµενον καὶ ἕνα φιλοῦντα τίθει, φιλοῦντα µέντοι, ὡς φιλεῖν ἄξιον. Τὴν γὰρ γῆν οὕτως ὡς τὸν οὐρανὸν οἰκήσει, πανταχοῦ γαλήνης ἀπολαύων, καὶ µυρίους ἑαυτῷ πλέκων στεφάνους. Ὁ γὰρ τοιοῦτος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυµίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸςνοσήµατος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακὸν, οὕτως οὐδὲ τοὺς πλησίον οὗτος. Τοιοῦτος δὲ ὢν, µετ' αὐτοῦ στήσεται τοῦ Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. Καὶ ὁ µὲν ἀγάπην ἔχων τοιοῦτος· ὁ δὲ σηµεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισµένην, ταύτης ἄνευ, κἂν µυρίους ἐγείρῃ νεκροὺς, οὐδὲν µέγα ὀνήσει, πάντων ἀπεῤῥηγµένος καὶ οὐδενὶτῶν συνδούλων ἀναµιγνύναι ἑαυτὸν ἀνεχόµενος.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς τῆς εἰς αὐτὸν ἀκριβοῦς ἀγάπης σηµεῖον ἔφησεν εἶναι, τὸ τὸν πλησίον φιλεῖν. Εἰ γὰρ φιλεῖς µε, φησὶν, ὦ Πέτρε, τούτων πλέον, ποίµαινε τὰ πρόβατά µου. Εἶδες πῶς καὶ ἐντεῦθεν πάλιν ᾐνίξατο, ὅτι µαρτυρίου µεῖζον τοῦτο, Καὶ γὰρ εἰ παῖδά τις εἶχεν ἀγαπητὸν, καὶ ὑπὲρ οὗ καὶ τὴν ψυχὴν ἂν ἐπέδωκεν, εἶτά τιςτὸν µὲν πατέρα ἐφίλει, τῷ δὲ παιδὶ µηδ' ὅλως προσεῖχε, σφόδρα ἂν παρώξυνε τὸν πατέρα, καὶ οὐκ ἂν ᾔσθετο τῆς οἰκείας ἀγάπης διὰ τὴν τοῦ παιδὸς ὑπεροψίαν. Εἰ δὲ ἐπὶ πατρὸς καὶ παιδὸς τοῦτο συµβαίνει, πολλῷ µᾶλλον ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· καὶ γὰρ πατέρων ἁπάντων ἐστὶ φιλοστοργότερος ὁ Θεός.∆ ιὰ δὴ τοῦτο εἰπὼν, Πρώτη καὶ µεγάλη ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐπήγαγε,∆ ευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, Ὁµοίααὐτῆς, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ ὅρα πῶς µετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην. Περὶ µὲν γὰρ τοῦ Θεοῦ φησιν, Ἐξ ὅλης καρδίας σου· περὶ δὲ τοῦ πλησίον σου, Ὡς ἑαυτὸν, ὅπερ ἴσον ἐστὶ τῷ, Ἐξ ὅλης τῆς καρδίας σου. Καὶ γὰρ εἰ µετὰ ἀκριβείας τοῦτο ἐφυλάττετο, οὐ δοῦλος, οὐκ ἐλεύθερος ἦν, οὐκ ἄρχων, οὐκ ἀρχόµενος, οὐ πλούσιος, οὐ πένης, οὐ µικρὸς, οὐ µέγας, οὐ διάβολος ἂν ἐγνώσθη ποτέ· οὐ λέγω, Οὗτος, ἀλλ' εἰ καὶ ἕτερος τοιοῦτος, µᾶλλον δὲ εἰ καὶ ἑκατὸν, καὶ µυρίοι τοιοῦτοι ἦσαν, οὐδὲν ἂν ἴσχυσαν ἐκείνης οὔσης. Μᾶλλον γὰρ χόρτος ἤνεγκε πυρὸς ἐπαγωγὴν, ἢ φλόγα ἀγάπης ὁ διάβολος. Αὕτη τείχους ἰσχυροτέρα, αὕτη ἀδάµαντος στεῤῥοτέρα· κἂν ἑτέραν ταύτης ἰσχυροτέραν εἴπῃς ὕλην, πάντα ὑπερβάλλει τῆς ἀγάπης ἡ στεῤῥότης. Ταύτην οὐ πλοῦτος, οὐ πενία νικᾷ· µᾶλλον δὲ οὐδ' ἂν ἦν πενία, οὐκ ἀµετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ µόνον. Καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρπωσάµεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀµεριµνίαν· καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεµείναµεν ἄν. Καὶ τί λέγω τὰ ἐξ αὐτῆς κέρδη; Αὐτὸ γὰρ καθ' ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χάριτι τὴν ψυχὴν, ὃ µάλιστα αὐτῆς ἐστιν ἐξαίρετον. Τὰ µὲν γὰρ ἄλλα τῆς ἀρετῆς µέρη συνεζευγµένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βασκανίαν, ἐπιθυµίαν, ὑπεροψίαν· ἡ δὲ ἀγάπη µετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα· καὶ καθάπερ µέλιττα ἀγαθὴ, τὰ πανταχόθεν συνάγουσα ἀγαθὰ, εἰς τὴν τοῦ φιλοῦντος κατατίθεται ψυχήν. Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαίνει τὴν δουλείαν. Ὁ γὰρ φιλῶν οὐχ οὕτως ἐπιτάττων. ὡς ἐπιταττόµενος χαίρει, καίτοι γε τὸ ἐπιτάττειν ἡδύ· ἀλλὰ µετατίθησιν αὕτη τῶν πραγµάτων τὴν φύσιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης µητρὸς ἠπιωτέρα, πάσηςβασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν µὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡµῖν ἀποφαίνουσα. Σκόπει δέ· Τὸ δαπανᾷν λυπηρὸν εἶναι δοκεῖ καὶ ποιεῖ αὐτὸ αὕτη ἡδύ· τὸ λαµβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν ὡς µοχθηρὸν παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν, γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο µὲν µικρὸν ἀποφαίνει, τὸ δὲ καλῶς λέγειν, ἡδύ· οὐδὲν γὰρ οὕτως, ὡς τὸν φιλούµενον ἐγκωµιάζειν, ἡµῖν ἡδύ. Πάλιν ὁ θυµὸς ἔχει τινὰ ἡδονὴν, ἀλλ' ἐνταῦθα οὐκέτι, ἀλλὰ πάντα αὐτοῦ τὰ νεῦρα ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώµενος, θυµὸς µὲν οὐδαµοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκετηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁµαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ἡ ὀδύνη αὕτη ἡδονὴν φέρει. Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς οἱ ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν. Ἀλλ' ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν. Ἄπαγε, καὶ εὐφήµει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνησία. ζʹ. Μὴ γάρ µοι ταύτην εἴπῃς τὴν δηµώδη καὶ ἀγοραῖον, καὶ νόσον µᾶλλον ἢ ἀγάπην οὖσαν, ἀλλὰ ταύτην ἣν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συµφέροντῶν ἀγαπωµένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι. Καὶ ὥσπερ οἱ χρήµατα φιλοῦντες οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήµατα, ἀλλ' ἥδιον ἂν ἐν στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούµενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, µυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώµενον καταβλαπτόµενον ἰδεῖν. Πῶς οὖν, φησὶ, τὸν Ἰωσὴφ ἡ Αἰγυπτία φιλοῦσα, καθυβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην τὴν διαβολικήν. Ὁ µέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ' ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήµατα ἦν, καὶ τὰ πράγµατα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν µε καὶ ποίησον µοιχαλίδα, καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν, καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ µόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα µάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς παραινέσεως αὐτὸ κατάµαθε. Οὐ γὰρ ἀπώσατο µόνον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυναµένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός µου, φησὶν, οὐ γινώσκει δι' ἐµὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ. Εὐθέως αὐτὴν ἀνέµνησε τοῦ ἀνδρὸς, ἵνα ἐντρέψῃ. Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ' Ὁ κύριός µου, ὃ µᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖσαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰσχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁµιλίαν, καὶ ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συµπλακῆναι, καὶ περὶ τίνα ἀχάριστος γίνῃ καὶἀγνώµων, καὶ ὅτι ἐγὼ πλείονα αὐτῷ ἀπονέµω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέγων· Οὐ γινώσκει δι' ἐµὲ οὐδέν· τουτέστιν, Εὐεργετεῖ µε µεγάλα, καὶ οὐ δύναµαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐµὲ δεύτερον ἐποίησε δεσπότην τῆς οἰκίας, καὶ, Οὐδεὶς ὑπεξῄρηταί µου, πλὴν σοῦ. Ἐνταῦθα ἐπαίρει αὐτῆς τὸ φρόνηµα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι παρασκευάσῃ, καὶ δείξῃ µεγάλην οὖσαν τὴν τιµήν. Καὶ οὐδὲ µέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν ὄνοµα ἱκανὸν αὐτὴν κατασχεῖν, λέγων·∆ ιὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆµα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ' ὁ Θεὸς ἐπόψεται. Ἀλλ' οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συµβουλῆς ἐκείνη, ἀλλ' ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ οἰκείαν µανίαν πληρῶσαι βουλοµένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν µετὰ ταῦτα ἐποίησε. Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγορίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταµαρτυρεῖ, καὶ ἐκδίδωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσµωτήριον ἐµβάλλει· µᾶλλον δὲ, τό γε αὐτῆς µέρος, καὶ ἀνεῖλεν· οὕτω τὸν δικαστὴν καθώπλισε. Τί οὖν; ἆρα καὶ Ἰωσὴφ τοιοῦτος; Τοὐναντίον µὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπιστήθη γὰρ ἂν, φησί. Καὶ µὴν σφόδρα ἐφιλεῖτο, καὶ δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς µόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέλους. Εἰ γὰρ µὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφίλει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα. Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικηµένος, ὡς ἐνόµιζε, καὶ παρὰ οἰκέτου, καὶ οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ' ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατέχεε. Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκµήρια εἶχεν οὐ µικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱµάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατεσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱµάτια. Ἀλλ' ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ καταλιπὼν τὰ ἱµάτια αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν ἦν; Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦθεν µόνον, ἀλλὰ καὶ ἐκ τῶν µετὰ ταῦτα δεῖξαι δυνήσοµαι αὐτοῦ τὴν εὔνοιαν καὶ τὴν ἀγάπην. Καὶ γὰρ ὅτε εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσµωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξεῖπε τὸ δρᾶµα, ἀλλὰ τί φησι; Καὶ ἐγὼ οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐδαµοῦ µέµνηται τῆς µοιχαλίδος, οὐδὲ καλλωπίζεται ἐπὶ τῷ πράγµατι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ µὴ φιλοτιµίας ἕνεκεν, ἀλλ' ὥστε µὴ δόξαιπονηρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκηµα ἐµβεβλῆσθαι ἐκεῖνο. Εἰ γὰρ καὶ ἁµαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπέχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγµατος φέροντος, πῶς οὐκ ἄξιον θαυµάσοιἐκεῖνον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ ναικὸς, οὐδὲ ἐξεπόµπευσε τὴν ἁµαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσηςἐγένετο βασιλεὺς, ἐµνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην; ηʹ. Εἶδες πῶς αὐτὸς µὲν ἐκήδετο, ἐκείνη δὲ οὐκ ἐφίλει, ἀλλ' ἐµαίνετο; Οὐ γὰρ τὸν Ἰωσὴφ ἐφίλει, ἀλλὰ τὴν ἀκολασίαν πληρῶσαι ἐβούλετο· καὶ αὐτὰ δὲ τὰ ῥήµατα εἴ τις ἐξετάσειεν ἀκριβῶς, µετὰ θυµοῦ καὶ πολλοῦ φόνου. Τί γάρ φησιν; Εἰσήγαγες παῖδα Ἑβραῖον ἐµπαίζειν ἡµῖν, ὀνειδίζουσα τὴν εὐεργεσίαν τῷ ἀνδρί· καὶ τὰ ἱµάτια ἐπεδείκνυ, θηρίου παντὸς ἀγριωτέρα γενοµένη. Ἀλλ' οὐκ ἐκεῖνος οὕτω. Καὶ τί λέγω τὴν πρὸς ταύτην εὔνοιαν, ὅπου γε καὶ πρὸς τοὺς ἀνελόντας ἀδελφοὺς τοιοῦτος ἦν, καὶ οὐδὲ περὶ ἐκείνων οὐδέν ποτε εἶπε δυσχερὲς, οὐκἔνδον, οὐκ ἔξω;∆ ιὰ τοῦτο ὁ Παῦλος τὴν µητέρα τῶν ἀγαθῶν ἁπάντων ταύτην εἶναί φησι, καὶ σηµείων καὶ τῶν ἄλλων χαρισµάτων προτίθησιν. Ὥσπερ γὰρ χρυσῶν µὲν ἱµατίων ὄντων καὶ ὑποδηµάτων, δεόµεθα καὶ ἑτέρου τινὸς ἐνδείγµατος, ὥστε τὸν βασιλέα µαθεῖν· ἂν δὲ τὴν ἁλουργίδα ἴδωµεν καὶ τὸ διάδηµα, οὐδὲν ἕτερον ἐπιζητοῦµεν τῆς βασιλείας ἰδεῖν σηµεῖον· οὕτω δὴ καὶ ἐνταῦθα. Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδηµα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν ἀκρι

Intertext edge

Open linked passage

Note