In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
33.33
Ἡ ἀγάπη µακροθυµεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισµάτων καὶ ἰαµάτων καὶ βίου ἄκρου καὶ µαρτυρίου ταύτης ἀπούσης οὐδὲν ὄφελος µέγα, ἀναγκαίως λοιπὸν ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀµήχανον, καθάπερ τισὶ χρώµασι τοῖς µέρεσι τῆς ἀρετῆς τὴν εἰκόνααὐτῆς κατακοσµῶν, καὶ τὰ µέλη αὐτῆς συντιθεὶς µετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ µὴ παραδράµῃς, ἀγαπητὲ, τὰ λεγόµενα, ἀλλ' ἕκαστον αὐτῶν µετὰ πολλῆς ἐξέταζε τῆς ἐπιµελείας, ἵνα καὶ τοῦ πράγµατος εἰδῇς τὸνθησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυµία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης.∆ ιὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυµος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. Καὶ πόλει δὲ παραβαλὼν καὶ αὐτῇ ἰσχυρᾷ, ἀσφαλεστέραν αὐτὴν ἔφησεν ἐκείνης εἶναι. Καὶ γὰρ ὅπλον ἐστὶν ἄµαχον, καὶ πύργος τις ἀῤῥαγὴς, πάντα διακρουοµένη ῥᾳδίως τὰ λυπηρά. Καὶ καθάπερ εἰς ἄβυσσον σπινθὴρ ἐµπεσὼν ἐκείνην µὲν οὐδὲν παρέβλαψεν, αὐτὸς δὲ ἐσβέσθη ῥᾳδίως· οὕτως εἰς µακρόθυµον ψυχὴν ὅπερ ἂν ἐµπέσῃ τῶν ἀδοκήτων, τοῦτο µὲν ἀφανίζεται ῥᾳδίως, ἐκείνην δὲ οὐ ταράττει. Καὶ γὰρ πάντων στεῤῥότερον µακροθυµία· κἂν στρατόπεδα εἴπῃς, κἂν χρήµατα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον µακροθυµίας ἐρεῖς. Ὁ µὲν γὰρ ἐκεῖνα περιβεβληµένος, ὑπὸ θυµοῦ κρατηθεὶς πολλάκις, καθάπερ µειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ καὶ ζάλης· οὗτος δὲ ὥσπερ ἐν λιµένι καθήµενος, βαθείας ἀπολαύει γαλήνης· κἂν ζηµίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάµαντα· καὶ γὰρ µακρόθυµος διὰ τοῦτο λέγεται, ἐπειδὴ µακράν τινα καὶ µεγάλην ἔχει ψυχήν· τὸ γὰρ µακρὸν, καὶ µέγα λέγεται. Ἀλλὰ τοῦτο τὸ καλὸν ἀπὸ τῆς ἀγάπης φύεται, καὶ τοῖς κεκτηµένοις καὶ τοῖς ἀπολαύουσι πολλὴν παρέχον τὴν ὠφέλειαν. Μὴ γάρ µοι τοὺς ἀπεγνωσµένους εἴπῃς, οἳ ποιοῦντες κακῶς καὶ µὴ πάσχοντες κακῶς, χείρους γίνονται. Ἐνταῦθα γὰρ οὐ παρὰ τὴν µακροθυµίαν τούτου, ἀλλὰ παρ' ἐκείνους τοὺς οὐκ εἰς δέον αὐτῇ χρωµένους τοῦτο συµβαίνει. Μὴ τοίνυν µοι τούτους εἴπῃς, ἀλλὰ τοὺς ἐπιεικεστέρους, οἳ µεγάλα ἐντεῦθεν κερδαίνουσιν. Ὅταν γὰρ κακῶς ποιήσαντες µὴ πάθωσι κακῶς, τὴν πραΰτητα τοῦ παθόντος θαυµάσαντες, µεγίστην ἐντεῦθεν καρποῦνται φιλοσοφίας διδασκαλίαν. Αὐτὸς δὲ οὐδὲ µέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὰ ἄλλα αὐτῆς ἐπάγει κατορθώµατα, λέγων· Χρηστεύεται. Ἐπειδὴ γάρ τινές εἰσιν, οἳ τῇ µακροθυµίᾳ οὐκ εἰς τὴν οἰκείαν κέχρηνται φιλοσοφίαν, ἀλλ' εἰς τὴν ἄµυναν τῶν παροξυνάντων, διαῤῥηγνύντεςἑαυτοὺς, φησὶν ὅτι οὐδὲ τοῦτο ἔχει τὸ ἐλάττωµα.∆ ιὸ καὶ ἐπήγαγε, Χρηστεύεται. Οὐ γὰρ ἐπὶ τῷ τὴν φλόγα ἀνάψαι τῶν ὑπὸ τῆς ὀργῆς ἐκκαιοµένων ἠθικώτερον αὐτοῖς κέχρηνται, ἀλλ' ἐπὶ τῷ καταπραῦναι καὶ κατασβέσαι· καὶ οὐ µόνον τῷ φέρειν γενναίως, ἀλλὰ καὶ τῷ θεραπεύειν καὶ παρακαλεῖν τὸ ἕλκος ἰῶνται καὶ τὸ τραῦµα θεραπεύουσι τοῦ θυµοῦ· Οὐ ζηλοῖ· Ἔστι γὰρ καὶ µακρόθυµόν τινα εἶναι καὶ βάσκανον, καὶ τούτῳ ἐκεῖνο διαφθείρεται τὸ κατόρθωµα. Ἀλλ' αὕτη καὶ τοῦτο διέφυγεν. Οὐ περπερεύεται. Τουτέστιν, οὐ προπετεύεται· καὶ γὰρ συνετὸν ἐργάζεται τὸν ἀγαπῶντα καὶ βαρὺν καὶ βεβηκότα. Τῶν µὲν γὰρ αἰσχρῶς φιλούντων ἴδιον τὸ ἐλάττωµα τοῦτο· ὁ δὲ ταύτην εἰδὼς τὴν ἀγάπην, τούτων µάλιστα πάντων ἀπήλλακται. Ὅταν γὰρ θυµὸς ἔνδον µὴ ᾖ, καὶ προπέτεια πᾶσα ἀνῄρηται καὶ ὕβρις. Καὶ γὰρ καθάπερ τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθηµένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν. Οὐ φυσιοῦται. Καὶ γὰρ ὁρῶµεν πολλοὺς ἐπ' αὐτοῖς τούτοις τοῖς κατορθώµασι µέγα φρονοῦντας, οἷον ὅτι µή ἐστι βάσκανος µηδὲ πονηρὸς µηδὲ ὀλιγόψυχος µηδὲ προπετής. Οὐδὲ γὰρ πλούτῳ καὶ πενίᾳ παρυφέστηκε τὰ κακὰ ταῦτα µόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς φύσει καλοῖς. Ἀλλ' ἡ ἀγάπη µετὰ ἀκριβείας ἐκκαθαίρει πάντα. Σκόπει δέ· Ὁ µακρόθυµος οὐ πάντως καὶ χρηστός· ἂν δὲ µὴ ᾖ χρηστὸς, πονηρία τὸ πρᾶγµα γίνεται, καὶ κινδυνεύει εἰς µνησικακίαν ἐµπεσεῖν.∆ ιὰ τοῦτο αὕτη τὸ φάρµακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρετήν. Πάλιν ὁ χρηστὸς πολλάκις εὔκολος γίνεται, ἀλλὰ καὶ τοῦτο αὕτη διορθοῦται· Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται. Ὁ χρηστὸς καὶ µακρόθυµος ἀλαζονεύεται πολλάκις· ἀλλὰ καὶ ταύτην ἀναιρεῖ τὴν κακίαν. βʹ. Καὶ θέα πῶς αὐτὴν οὐκ ἀφ' ὧν ἔχει µόνον, ἀλλὰ καὶ ἀφ' ὧν οὐκ ἔχει, κοσµεῖ. Καὶ γὰρ ἀρετὴν ἐπεισάγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, µᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν. Οὐδὲ γὰρ εἶπε, Ζηλοῖ µὲν, περιγίνεται δὲ τοῦ φθόνου, οὐδ' ὅτι Ἀπονοεῖται µὲν, κολάζει δὲ τὸ πάθος, ἀλλ' ὅτι Οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται· ὃ δὴ µάλιστά ἐστι θαυµαστὸν, ὅτι καὶ χωρὶς πόνων κατορθοῖ τὰ ἀγαθὰ, καὶ χωρὶς πολέµου καὶ παρατάξεως τὸ τρόπαιον ἵστησιν. Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ' ἀπονητὶ κοµίζει τὸ βραβεῖον αὐτῷ. Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ σώφρονι λογισµῷ, τίς ἂν γένοιτο πόνος; Οὐκ ἀσχηµονεῖ. Τί γὰρ λέγω, φησὶν, ὅτι οὐ φυσιοῦται, ὅπου γε τοσοῦτον ἀπέχει τοῦ πάθους, ὅτι καὶ τὰ ἔσχατα παθοῦσα διὰ τὸν ἀγαπώµενον, οὐδὲ ἀσχηµοσύνην τὸπρᾶγµα νοµίζει; Οὐκ εἶπε πάλιν, ὅτι ἀσχηµονεῖ µὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ' ὅτι οὐδὲ αἴσθησίν τινα λαµβάνει τῆς αἰσχύνης. Εἰ γὰρ οἱ φιλοχρήµατοι πάντα ὑποµένοντες τὰ ἐπονείδιστα τῆς καπηλείας ἕνεκεν ἐκείνης, οὐ µόνον οὐκ ἐγκαλύπτονται, ἀλλὰ καὶ ἀγάλλονται, πολλῷ µᾶλλον ὁ τὴν ἐπαινετὴν ταύτην ἔχων ἀγάπην, ὑπὲρ τῆς τῶν φιλουµένων ἀσφαλείας οὐδὲν ὁτιοῦν παραιτήσεται, καὶ οὐ µόνον οὐ παραιτήσεται, ἀλλ' οὐδὲ πάσχων αἰσχύνεται· ἀλλ' ἵνα µὴ ἀπὸ τοῦ πονηροῦ πράγµατος τὸ παράδειγµα φέρωµεν, ἐξετάσωµεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο αὐτὸ, καὶ τότε ὀψόµεθα τοῦ λεχθέντος τὴν δύναµιν. Ὁ γὰρ Κύριος ἡµῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἐνεπτύετο καὶ ἐῤῥαπίζετο παρὰ ἀνδραπόδων οἰκτρῶν· καὶ οὐ µόνον οὐκ ἐνόµιζεν ἀσχηµονεῖν, ἀλλὰ καὶ ἠγάλλετο, καὶ δόξαν τὸ πρᾶγµα ἐκάλει· καὶ λῃστὴν καὶ ἀνδροφόνον µεθ' ἑαυτοῦ πρὸ τῶν ἄλλων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγόµενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντωνἐγκαλούντων, οὐκ ἐνόµιζε τὸ πρᾶγµα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ, καὶ βρέχειν τὸ σῶµα τοῖς δάκρυσι, καὶ ἀποµάσσεινταῖς θριξί· καὶ ταῦτα ἐν µέσῳ θεάτρῳ τῶν ἐχθρῶν καὶ πολεµίων. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχηµονεῖ.∆ ιὰ τοῦτο καὶ πατέρες, κἂν ἁπάντων ὦσι φιλοσοφώτεροι καὶ ῥητορικώτεροι, οὐκ αἰσχύνονται τοῖς παισὶ συµψελλίζοντες· καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ' οὕτω καλὸν εἶναι τὸ πρᾶγµα δοκεῖ, ὡς καὶ εὐχῆς ἄξιον εἶναι. Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι µένουσι διορθοῦντες, ἐπιµελόµενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχηµονεῖ, ἀλλὰ καθάπερ χρυσαῖς τισι πτέρυξι συγκαλύπτει πάντα τὰ ἁµαρτήµατα τῶν ἀγαπωµένων. Οὕτω καὶ τὸν∆ αυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτοµολούντων γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γεπολλῆς αἰσχρότητος τὰ ῥήµατα γέµει. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Υἱὲ πορνιδίων ἐπιµαινοµένων ἀνδράσιν, ἐπιτρεχόντων τοῖς παριοῦσιν, ἐκνενευρισµένε καὶ µαλακὲ καὶ µηδὲν ἔχων ἀνδρὸς, ἀλλ' ἐπ' αἰσχύνῃ σου καὶ τῆς τεκούσης σε µητρὸς ζῶν. Τί οὖν; ἤλγησεν ἐπὶ τούτοις καὶ ἐνεκαλύψατο, καὶ ἀπέστη τοῦ φιλουµένου; Τοὐναντίον µὲν οὖν ἅπαν, καὶ ἐκαλλωπίζετο τῷ φίλτρῳ· καίτοι γε ὁ µὲν βασιλεὺς ἦν τότε, καὶ βασιλέως υἱὸς ὁ Ἰωνάθαν, ὁ δὲ φυγὰς καὶ ἀλήτης ὁ∆ αυΐδ. Ἀλλ' οὐδὲ οὕτως ᾐσχύνετο αὐτοῦ τῇ φιλίᾳ· ἡ γὰρ ἀγάπη οὐκ ἀσχηµονεῖ. Καὶ γὰρ τὸ θαυµαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι τὸν ὑβριζόµενον οὐ µόνον οὐκ ἀφίησιν ἀλγεῖν οὐδὲ δάκνεσθαι, ἀλλὰ καὶ χαίρειν παρασκευάζει.∆ ιὰ δὴ τοῦτο καὶ ἐκεῖνος µετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείµενος, οὕτως ἀπελθὼν περιεχύθη τῷ∆ αυΐδ. Οὐ γὰρ οἶδε τί ποτέ ἐστιν αἰσχύνη ἡ ἀγάπη· διὰ τοῦτο καὶ φιλοτιµεῖται, ἐφ' οἷς ἕτερος ἐγκαλύπτεται. Αἰσχύνη γὰρ τὸ µὴ εἰδέναι φιλεῖν, οὐ τὸ φιλοῦντα κινδυνεύειν καὶ πάντα ὑποµένειν ὑπὲρ τῶν φιλουµένων. Πάντα δὲ ὅταν εἴπω, µὴ νοµίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συµπράττειν εἰς ἐρωµένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν. Ὁ γὰρ τοιοῦτος οὐ φιλεῖ· καὶ τοῦτο πρῴην ὑµῖν ἔδειξα ἀπὸ τῆς Αἰγυπτίας γυναικός. Καὶ γὰρ ἐκεῖνος µόνος ἐστὶν ὁ φιλῶν, ὁ τὰ συµφέροντα ζητῶν τῷ φιλουµένῳ· ὡς εἴ τις τοῦτο µὴ θηρεύοι τὸ καλὸν, κἂν µυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεµιώτερος πάντων. Οὕτω καὶ ἡ Ῥεβέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο µὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει· καὶ γὰρ καὶ κίνδυνος ἦν οὐχ ὁ τυχών· ἀλλὰ καὶ τοῦ παιδὸς ἀκριβολογουµένου πρὸς αὐτὴν, Ἐπ' ἐµὲ ἡ κατάρα σου, τέκνον, ἔλεγεν. γʹ. Εἶδες καὶ ἐν γυναικὶ ψυχὴν ἀποστολικήν; Καθάπερ γὰρ ὁ Παῦλος εἵλετο( ὡς ἂν εἰ µεγάλῳ τις µικρὸν παραβάλοι) ὑπὲρ Ἰουδαίων ἀνάθεµα γενέσθαι, οὕτω καὶ αὕτη, ἵνα ὁ παῖς εὐλογηθῇ, καὶ καταραθῆναι εἵλετο. Καὶ τῶν µὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ µετ' ἐκείνου εὐλογεῖσθαι ἔµελλε· τὰ δὲ κακὰ αὐτὴ µόνη παρεσκευάζετο ὑποµένειν· ἀλλ' ὅµως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειµένου, καὶ τῇ µελλήσει τῶν πραγµάτων ἐδυσχέραινε. Καὶ γὰρ ἐδεδοίκει µὴ προλαβὼν ὁ Ἡσαῦ µαταίαν αὐτῆς ποιήσῃ τὴν σοφίαν.∆ ιὸ καὶ συντέµνει τὰ ῥήµατα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρηµένα, λογισµὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει. Οὐδὲ γὰρ εἶπεν, Εἰκῆ ταῦτα λέγεις καὶ µάτην δέδοικας, τοῦ πατρός σου γεγηρακότος καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρηµένου, ἀλλὰ τί; Ἐπ' ἐµὲ ἡ κατάρα σου, τέκνον· µόνον σὺ µὴ διαφθείρῃς τὸ δρᾶµα, µηδὲ ἀπολέσῃς τὸ θήραµα, µηδὲ τὸν θησαυρὸν προδῷς. Αὐτὸς δὲ οὗτος ὁ Ἰακὼβ οὐχὶ ἐθήτευε παρὰ τῷ συγγενεῖ δὶς ἔτη ἑπτά; οὐχὶ µετὰ τῆς δουλείας καὶ γέλωτα ὦφλεν ὑπὲρ τῆς ἀπάτης ἐκείνης; Τί οὖν; ἆρα ᾔσθετο τοῦ γέλωτος; ἆρα ἀσχηµονεῖν ἐνόµιζεν ὅτι ἐλεύθερος ὢν καὶ ἐξ ἐλευθέρων καὶ τραφεὶς εὐγενῶς, τὰ τῶν δούλων ὑπέµεινε παρὰ τοῖς προσήκουσιν; ὃ µάλιστα δάκνειν εἴωθεν, ὅταν παρὰ τοῖς γνωρίµοις τις τὰ ἐπονείδιστα πάσχῃ. Οὐδαµῶς· τὸ δὲ αἴτιον ἡ ἀγάπη, ἣ καὶ τὸν χρόνον πολὺν ὄντα ὀλίγον ἀπέφηνεν. Ἦσαν γὰρ, φησὶ, ἐνώπιον αὐτοῦ ὡσεὶ ἡµέραι ὀλίγαι. Τοσοῦτον ἀπεῖχε τοῦ δάκνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ δουλείᾳ ταύτῃ. Εἰκότως οὖν ἔλεγεν ὁ µακάριος Παῦλος, Ἡ ἀγάπη οὐκ ἀσχηµονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἀσχηµονεῖ, δείκνυσι καὶ τὸν τρόπον, δι' ὃν οὐκ ἀσχηµονεῖ. Τίς δὲ ὁ τρόπος; Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς. Τὸν γὰρ ἀγαπώµε νον πάντα εἶναι νοµίζει, καὶ τότε ἀσχηµονεῖ, ὅταν µὴ δυνηθῇ ἀπαλλάξαι ἐκεῖνον ἀσχηµονοῦντα· ὡς ἐὰν ἐξῇ διὰ τῆς ἀσχηµοσύνης τῆς ἑαυτοῦ τὸν ἀγαπώµενον ὠφελῆσαι, οὐδὲ ἀσχηµοσύνην τὸ πρᾶγµα εἶναι νοµίζει· ἐκεῖνος γὰρ αὐτός ἐστι λοιπόν. Τοῦτο γάρ ἐστι φιλία, µηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούµενον δύο διῃρηµένους, ἀλλ' ἕνα τινὰ ἄνθρωπον· ὅπερ οὐδαµόθεν, ἀλλ' ἢ ἀπὸ τῆς ἀγάπης γίνεται. Μὴ τοίνυν ζήτει τὸ σὸν, ἵνα εὕρῃς τὸ σόν. Ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Τὸ γὰρ οἰκεῖον συµφέρον ἐν τῷ τοῦ πλησίον συµφέροντι κεῖται, καὶ τὸ ἐκείνου ἐν τούτῳ. Ὥσπερ οὖν εἴ τις χρυσίον ἴδιον ἐν τῇ οἰκίᾳ τῇ τοῦ πλησίον κατωρυγµένον εἰ παραιτοῖτο ἐλθὼν ἐκεῖ ζητεῖν καὶ ἀνορύττειν, οὐδέποτεαὐτὸ ὄψεται· οὕτω καὶ ἐνταῦθα ὁ µὴ βουλόµενος καὶ ἐν τῇ τοῦ πλησίον ὠφελείᾳ τὸ οἰκεῖον συµφέρον ζητεῖν, οὐκ ἐπιτεύξεται τῶν ὑπὲρτούτου στεφάνων. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο οὕτως αὐτὸ κατέθηκεν, ἵνα ὦµεν ἀλλήλοις συνδεδεµένοι. Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν µὴ βούλοιτο, τὸ ἐπιθυµητὸν αὐτῷ καὶ ἐπέραστον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυµίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται· οὕτω καὶ ἐνταῦθα τὸ ἑκάστῳ συµφέρον τῷ πλησίον ἔδωκεν, ἵνα ἀλλήλων ἐντεῦθεν κατατρέχωµεν, καὶ µὴ ὦµεν διεσπασµένοι. Καὶ εἰ βούλει, τοῦτο καὶ ἐφ' ἡµῶν ἰδὲ τῶν λεγόντων· τὸ γὰρ ἐµοὶ συµφέρον ἐν σοὶ κεῖται, καὶ τὸ σοὶ λυσιτελοῦν, ἐν ἐµοί. Καὶ γὰρ σοὶ συµφέρει τὸ διδάσκεσθαι τὰ τῷ Θεῷ δοκοῦντα, ἀλλὰ τοῦτο ἐπιστεύθην ἐγὼ, ἵνα παρ' ἐµοῦ σὺ αὐτὸ λάβῃς, καὶ διὰτοῦτο ἀναγκασθῇς δραµεῖν ἐπ' ἐµέ· καὶ ἐµοὶ συµφέρει, τὸ σὲ βελτίω γενέσθαι· µισθὸν γὰρ τούτου λήψοµαι πολύν· ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζοµαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐµοὶ συµφέρον παρὰ σοῦ λαµβάνω.∆ ιὸ καὶ Παῦλος ἔλεγε, Τίς γὰρ µού ἐστιν ἡ ἐλπίς; ἢ οὐχὶ καὶ ὑµεῖς; καὶ πάλιν, Ἡ ἐλπί ς µου, καὶ ἡ χαρά µου, καὶ ὁ στέφανος τῆς καυχήσεώς µου. Ὥστε ἡ Παύλου χαρὰ οἱ µαθηταὶ ἦσαν, καὶ τὴν ἐκείνου χαρὰν ἐκεῖνοι εἶχον.∆ ιὰ τοῦτο καὶ ἐδάκρυεν, εἴ ποτε εἶδεν ἀπολλυµένους. Πάλιν τὸ ἐκείνων συµφέρον ἐν τῷ Παύλῳ ἦν· διὸ καὶ ἔλεγεν· Ὑπὲρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἄλυσιν ταύτην περίκειµαι· καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν· Ἡ γὰρ γυνὴ, φησὶ, τοῦ ἰδίου σώµατος οὐκ ἐξουσιάζει, οὐδὲ ὁ ἀνὴρ, ἀλλ' ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ ὁ ἀνὴρ τοῦ τῆς γυναικός. Οὕτω καὶ ἡµεῖς ὅταν τινὰς συνδῆσαι θελήσωµεν, τοῦτο ποιῶµεν· οὐδένα ἑαυτοῦ κύριον ἀφίεµεν, ἀλλὰ µέσην ἄλυσιν ἐκτείνοντες, τοῦτον ὑπ' ἐκείνου καὶ ἐκεῖνον ὑπὸ τούτου κρατεῖσθαι παρασκευάζοµεν. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Ὁ δικάζων οὐχ ἑαυτῷ κάθηται κρίνων, ἀλλὰ τὸ τῶν πλησίον συµφέρον ζητῶν. Οἱ ἀρχόµενοι πάλιν τὸ τῷ ἄρχοντι συµφέρον ζητοῦσι διὰ τῆς θεραπείας, διὰ τῆς διακονίας, διὰ τῶν ἄλλων ἁπάντων. Οἱ στρατιῶται ὑπὲρ ἡµῶν ὅπλα τίθενται· δι' ἡµᾶς γὰρ κινδυνεύουσιν· ἡµεῖς ὑπὲρ ἐκείνων ταλαιπωρούµεθα· παρ' ἡµῶν γὰρ αὐτοῖς αἱ τροφαί. δʹ. Εἰ δὲ λέγεις, ὅτι τὸ οἰκεῖον ζητῶν ἕκαστος τοῦτο ποιεῖ, τοῦτο καὶ ἐγὼ λέγω, ἀλλ' ὅτι διὰ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον εὑρίσκεται. Ὅ τε γὰρ στρατιώ της, ἐὰν µὴ πολεµήσῃ ὑπὲρ τῶν τρεφόντων, οὐκ ἔχει τὸν εἰς τοῦτο διακονούµενον· αὐτός τε οὗτος πάλιν, ἐὰν µὴ θρέψῃ τὸν στρατιώτην, οὐκ ἔχει τὸν ὑπερασπίζοντα. Εἶδες τὴν ἀγάπην πανταχοῦ διατεταµένην καὶ πάντα οἰκονοµοῦσαν; Ἀλλὰ µὴ ἀποκάµῃς, ἕως ἂν ὁλόκληρον τὴν χρυσῆν ταύτην σειρὰν καταµάθῃς. Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόµενα ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν. Ὅρα πάλιν οὐ κρατοῦσαν τῆς κακίας µόνον, ἀλλ' οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν. Οὐ γὰρ εἶπε, Παροξύνεται µὲν, περιγίνεται δὲ, ἀλλ' Οὐδὲ παροξύνεται· καὶ οὐκ εἶπεν, Οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ' Οὐδὲ λογίζεται. Οὐδὲν γὰρ πονηρὸν οὐ µόνον οὐ κατασκευάζει, ἀλλ' οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουµένου. Πῶς οὖν ἂν ἐργάσαιτο, ἢ πῶς ἂν παροξυνθείη ἡ µηδὲ ὑπόνοιαν πονηρὰν καταδέξασθαι ἀνεχοµένη; ὅθεν ἡ πηγὴ τῆς στοργῆς. Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ. Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσιν· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ, ὃ πολλῷ µεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ. Συνήδεται, φησὶ, τοῖς εὐδοκιµοῦσιν· ὃ λέγει Παῦλος· Χαίρειν µετὰ χαιρόντων, καὶ κλαίειν µετὰ κλαιόντων. Ἐντεῦθεν οὐ ζηλοῖ, ἐντεῦθεν οὐ φυσιοῦται· καὶ γὰρ οἰκεῖα τὰ ἀλλότρια νοµίζει καλά· εἶδες πῶς κατὰ µικρὸν ἄγγελον ποιεῖ τὸν αὐτῆς τρόφιµον ἡ ἀγάπη; Excerpta ex" Documenta Catholica Omnia" Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκανίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύθερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνηςφύσεως ἀπηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν ἀπάθειαν µεθωρµίσατο Ἀλλ' ὅµως οὐκ ἀρκεῖται τούτοις, ἀλλ' ἔχει τι καὶπλεῖον τούτων εἰπεῖν· τὰ γὰρ ἰσχυρότερα ὕστερον τίθησι.∆ ιό φησι, Πάντα στέγει. Ἀπὸ τῆς µακροθυµίας, ἀπὸ τῆς χρηστότητος, κἂν φορτικὰ ᾖ, κἂν ἐπαχθῆ, κἂν ὕβρεις, κἂν πληγαὶ, κἂν θάνατος, κἂν ὁτιοῦν. Καὶ τοῦτο πάλιν ἀπὸ τοῦ µακαρίου∆ αυῒδ συνιδεῖν δυνατόν. Τί γὰρ φορτικώτερον τοῦ υἱὸν ἰδεῖν ἐπανιστάµενον καὶ τυραννίδος ἐφιέµενον καὶ αἵµατος διψῶντα πατρῴου; Ἀλλὰ καὶ τοῦτο ἔστεγεν ὁ µακάριος ἐκεῖνος, καὶ οὐδὲ οὕτως ἠνείχετο πικρὸν ῥῆµα ἐκβαλεῖν κατὰ τοῦ πατραλοίου, ἀλλὰ καὶτοῖς στρατηγοῖς πάντα τὰ ἄλλα ἀφεὶς, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπέσκηπτεν· ἰσχυρὰ γὰρ ἦν ἡ τῆς ἀγάπης κρηπίς.∆ ιὸ καὶ πάντα στέγει· καὶ τὴν µὲν δύναµιν αὐτῆς ἐντεῦθεν αἰνίττεται, τὴν δὲ ἀγαθότητα διὰ τῶν ἑξῆς· Πάντα γὰρ ἐλπίζει, φησὶ, πάντα πιστεύει, πάντα ὑποµένει. Τί ἐστι, Πάντα ἐλπίζει; Πάντα τὰ χρηστὰ, φησὶν, οὐκ ἀπογινώσκει τοῦ ἀγαπωµένου, ἀλλὰ κἂν φαῦλος ᾖ, παραµένει διορθουµένη, προνοοῦσα, ἐπιµελοµένη. Πάντα πιστεύει. Οὐ γὰρ ἁπλῶς ἐλπίζει, φησὶν, ἀλλὰ καὶ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν· κἂν µὴ ἐκβαίνῃ κατὰ τὴν ἐλπίδα τὰ χρηστὰ ταῦτα, ἀλλ' ἔτι φορτικώτερος ἐκεῖνος ᾖ, καὶ ταῦτα φέρει. Πάντα γὰρ, φησὶν, ὑποµένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Εἶδες τὴν κορωνίδα πότε ἔθηκε, καὶ ὃ µάλιστά ἐστιν ἐξαίρετον τούτου τοῦ δώρου; Τί γάρ ἐστιν, Οὐκ ἐκπίπτει; Οὐ διακόπτεται, οὐ διαλύεται τῷ φέρειν· στέργει γὰρ πάντα. Ὁ γὰρ φιλῶν οὐδέποτε µισῆσαι δύναται, κἂν ὁτιοῦν γένηται· τοῦτο γὰρ αὐτῆς τὸ µέγιστον ἀγαθόν. Τοιοῦτος ἦν ὁ Παῦλος· διὸ καὶ ἔλεγεν, Εἴ πως παραζηλώσω µου τὴν σάρκα, καὶ ἔµενεν ἐλπίζων. Καὶ Τιµοθέῳ παρῄνει λέγων· Excerpta ex" Documenta Catholica Omnia"∆ οῦλον δὲ Κυρίου οὐ δεῖ µάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεµένους, µήποτεδῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας. Τί οὖν, φησὶν, ἂν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ µισεῖν; Μισεῖν µὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγµα, οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρµένην γνώµην. Ὁ µὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Μὴ τοίνυν ἀναµίξῃς τὰ τοῦ Θεοῦ, καὶ τὰ τοῦ διαβόλου· ἐπεὶ καὶ Ἰουδαῖοι καὶ βλάσφηµοι ἦσαν καὶ διῶκται καὶ ὑβρισταὶ, καὶ µυρία τὸν Χριστὸν ἔλεγον κακά· Ἆρ' οὖν ἐµίσει αὐτοὺς Παῦλος, ὁ µάλιστα πάντων τὸν Χριστὸν φιλῶν; Οὐδαµῶς, ἀλλὰ καὶ ἐφίλει, καὶ πάντα ὑπὲρ αὐτῶν ἔπραττε· καὶ νῦν µέν φησιν, Ἡ µὲν εὐδοκία καὶ ἡ δέησίς µου πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· νῦν δὲ, Ηὐχόµην ἀνάθεµα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ αὐτῶν. Οὕτω καὶ ὁ Ἰεζεκιὴλ, ὁρῶν αὐτοὺς σφαζοµένους ἔλεγεν Οἴµοι, Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; καὶ ὁ Μωϋσῆς, Εἰ µὲν ἀφῇς αὐτοῖς τὴν ἁµαρτίαν, ἄφες. Τί οὖν φησιν ὁ∆ αυΐδ; Τοὺς µισοῦντάς σε, Κύριε, ἐµίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόµην· τέλειον µῖσος ἐµίσουν αὐτούς. Μάλιστα µὲν οὐ πάντα τὰ ἐν τοῖς Ψαλµοῖς ὑπὸ τοῦ∆ αυῒδ εἰρηµένα, ἐκ προσώπου τοῦ∆ αυῒδ εἴρηται· καὶ γὰρ αὐτὸς οὗτός φησι, Κατεσκήνωσα µετὰ τῶν σκηνωµάτων Κηδάρ· καὶ, Ἐπὶ τῶν ποταµῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαµεν, καὶ ἐκλαύσαµεν· οὔτε δὲ Βαβυλῶνα εἶδεν, οὔτε τὰ σκηνώµατα Κηδάρ· ἄλλως δὲ, καὶ πλείονα νῦν ἀπαιτούµεθα φιλοσοφίαν.∆ ιὸ καὶ τῶν µαθητῶν ἀξιούντων κατενεχθῆναι πῦρ, ὡς ἐπὶ Ἠλιοὺ, Οὐκ οἴδατε, φησὶν ὁ Χριστὸς, ποίου πνεύµατός ἐστε. εʹ. Τότε µὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν µόνον, ἀλλὰ καὶ τοὺς ἀσεβοῦντας αὐτοὺς µισεῖν ἐκελεύοντο, ἵνα µὴ ἡ φιλία ἀφορµὴ γένηταιπαρανοµίας αὐτοῖς· διὰ τοῦτο καὶ τὰς συγγενείας διέκοψε, καὶ τὰς ἐπιµιξίας, καὶ πάντοθεν αὐτοὺς ἀπετείχιζε· νῦν δὲ ἐπειδὴ πρὸς µείζονα ἡµᾶς ἤγαγε φιλοσοφίαν, καὶ ὑψηλοτέρους τῆς βλάβης ἐκείνης ἐποίησε, καὶ προσίεσθαι καὶ παρακαλεῖνκελεύει. Οὐ γὰρ ἡµῖν ἐξ ἐκείνων βλάβη, ἀλλ' ἐκείνοις ἐξ ἡµῶν ὠφέλεια γίνεται. Τί οὖν φησιν; Οὐ δεῖ µισεῖν, ἀλλ' ἐλεεῖν. Ἂν γὰρ µισήσῃς, πῶς ἐπιστρέψεις ῥᾳδίως τὸν πλανώµενον; πῶς εὔξῃ ὑπὲρ τοῦ ἀπίστου; Ὅτι γὰρ εὔχεσθαι δεῖ, ἄκουσον τί φησιν ὁ Παῦλος· Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Ὅτι δὲ πάντες τότε οὐκ ἦσαν πιστοὶ, παντί που δῆλον. Καὶ πάλιν, Ὑπὲρ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ ὄντων. Ὅτι δὲ οὗτοι ἀσεβεῖς ἦσαν καὶ παράνοµοι, καὶ τοῦτο δῆλον ὁµοίως. Εἶτα καὶ τὴν αἰτίαν λέγων τῆς εὐχῆς, ἐπάγει· Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡµῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσινἀληθείας ἐλθεῖν.∆ ιὰ τοῦτο κἂν Ἑλληνίδα γυναῖκα εὕρῃ συνοικοῦσαν πιστῷ, οὐ διαζεύγνυσι τὸν γάµον· καίτοι γε τί οἰκειότερον ἀνδρὸς γυναικί; Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα, φησὶ, µίαν· καὶ πολὺ τὸ φίλτρον ἐκεῖ καὶ θερµὸς ὁ πόθος. Εἰ δὲ µέλλοιµεν ἀσεβεῖς µισεῖν καὶ παρανοµοῦντας, προϊόντες καὶ ἁµαρτωλοὺς µισήσοµεν, καὶ οὕτως ὁδῷ προβαίνων καὶ τῶνἀδελφῶν ἀποῤῥαγήσῃ τῶν πλειόνων, µᾶλλον δὲ πάντων· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ἁµαρτίας χωρίς. Εἰ γὰρ δεῖ τοὺς ἐχθροὺς τοῦ Θεοῦ µισεῖν, οὐχὶ ἀσεβεῖς δεῖ µισεῖν µόνον, ἀλλὰ καὶ ἁµαρτωλούς· καὶ οὕτως ἐσόµεθα θηρίων χείρους, πάντας ἀποστρεφόµενοι, καὶ ἀπονοίᾳ φυσώµενοι, καθάπερ ὁ Φαρισαῖος ἐκεῖνος. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως ἐκέλευσεν, ἀλλὰ πῶς; Νουθετεῖτε τοὺς ἀτάκτους, παραµυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, µακροθυµεῖτε πρὸς πάντας. Τί οὖν φησιν, ὅταν λέγῃ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡµῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σηµειοῦσθε, καὶ µὴ συναναµίγνυσθε αὐτῷ; Μάλιστα µὲν περὶ ἀδελφῶν τοῦτο εἴρηται, πλὴν οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ τοῦτο µετὰ ἡµερότητος. Μὴ γὰρ δὴ περικόψῃς τὰ ἑξῆς, ἀλλὰ καὶ τὰ µετὰ ταῦτα προστίθει. Καὶ γὰρ εἰπὼν, Μὴ συναναµίγνυσθε, ἐπήγαγε, Καὶ µὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ὁρᾷς πῶς τὸ ἔργον µισεῖν τὸ φαῦλον, οὐχὶ τὸν ἄνθρωπον ἐκέλευσε; Καὶ γὰρ ἔργον τοῦ διαβόλου τὸ διασπᾷν ἡµᾶς ἀπ' ἀλλήλων, καὶ σφόδρα ἐσπούδακεν ἀνελεῖν τὴν ἀγάπην, ἵνα ἐκκόψῃ τῆςδιορθώσεως τὴν ὁδὸν, καὶ κατάσχῃ ἐκεῖνον µὲν ἐν πλάνῃ, σὲ δὲ ἐν ἀπεχθείᾳ, εἶθ' οὕτως ἀποτειχίσῃ τῆς ἐκείνου σωτηρίας τὴν ὁδόν. Ὅταν γὰρ καὶ ὁ ἰατρὸς µισῇ τὸν κάµνοντα καὶ φεύγῃ, καὶ ὁ κάµνων τὸν ἰατρὸν ἀποστρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅτανµήτε ἐκεῖνος πρὸς αὐτὸν καλῇ, µήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ; Τίνος δὲ ἕνεκεν, εἰπέ µοι, καὶ ἀποστρέφῃ καὶ φεύγεις αὐτόν; ὅτι ἀσεβής ἐστιν; Οὐκοῦν διὰ τοῦτο δεῖ προσίεσθαι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νοσοῦντα. Εἰ δὲ ἀνίατα νοσεῖ, ἀλλὰ σὺ τὸ σαυτοῦ ποιεῖν ἐκελεύσθης· ἐπεὶ καὶ ὁ Ἰούδας ἀνίατα ἐνόσει, καὶ οὐ διέλιπεν ὁ Θεὸς αὐτὸν θεραπεύων. Μὴ τοίνυν µηδὲ σὺ ἀποκάµῃς. Excerpta ex" Documenta Catholica Omnia" Κἂν γὰρ πολλὰ σπουδάσας µὴ ἀπαλλάξῃς τῆς ἀσεβείας αὐτὸν, ὅµως καὶ τοῦ ἀπαλλάξαντος λήψῃ τὸν µισθὸν, καὶπαρασκευάσεις αὐτὸν θαυµάζειν σου τὴν ἡµερότητα, καὶ οὕτως εἰς τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται. Κἂν γὰρ θαύµατα ποιῇς, κἂν νεκροὺς ἐγείρῃς, κἂν ὁτιοῦν ἐργάσῃ, οὐδέποτέ σε οὕτω θαυµάσονται Ἕλληνες, ὡς ὅταν ἴδωσι πρᾶονκαὶ ἥµερον καὶ γλυκὺν παρεχόµενον τρόπον. Οὐ µικρὸν δὲ καὶ τοῦτο κατόρθωµα· πολλοὶ γὰρ καὶ τέλεον ἀπαλλαγήσονται τοῦ κακοῦ. Οὐδὲν γὰρ οὕτως ἐπισπάσασθαι δύναται, ὡς ἀγάπη. Ἐπ' ἐκείνοις µὲν γάρ σε καὶ ζηλοτυπήσουσι, τοῖς σηµείοις, λέγω, καὶ θαύµασιν, ἐπὶ τούτῳ δὲ καὶ θαυµάσονται καὶ φιλήσουσι· φιλοῦντες δὲ καὶ τῆς ἀληθείας ἐπιλήψονται ὁδῷ προβαίνοντες. Εἰ δὲ οὐκ εὐθέως γίνεται πιστὸς, µὴ θαύµαζε µηδὲ ἐπείγου µηδὲ ἅπαντα ὁµοῦ ζήτει, ἀλλ' ἔασον αὐτὸν τέως ἐπαινεῖν, φιλεῖν, καὶεἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Καὶ ἵνα µάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο. Μακάριον γὰρ, φησὶν, ἥγηµαι ἐµαυτὸν, µέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡµερότητος κερδᾶναι βουλόµενος. Καὶ ἐκ µέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νοµιζόµενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁµολογεῖλαµπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων λέγων, Ἐν ὀλίγῳ µε πείθεις Χριστιανὸν γενέσθαι. ὰʹ. Τί οὖν ὁ Παῦλος; Ἐπὶ πλέον ἁπλοῖ τὴν σαγήνην, καί φησιν· Εὐξαίµην ἂν ἔγωγε µὴ µόνον σε, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι ὅπερ ἐγὼ, ἄνευ τῶν δεσµῶν τούτων. Τί λέγεις, ὦ Παῦλε, Ἄνευ τῶν δεσµῶν; καὶ ποία σοι λοιπὸν παῤῥησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις, καὶ ταῦτα ἐπὶ δήµου τοσούτου; οὐ πανταχοῦ τῶν ἐπιστολῶν ἐπὶ τῷ πράγµατι τούτῳ καυχᾶσαι, καὶ δέσµιον σεαυτὸν καλεῖς, καὶ τὴν ἄλυσιν ταύτην ἡµῖνἀντὶ διαδήµατος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσµά; Οὐκ αὐτὸς ἀπεύχοµαι, φησὶν, οὐδὲ αἰσχύνοµαι, ἀλλ' ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσιν δέξασθαι τὸ καύχηµα τὸ ἐµόν. Ἔµαθον δὲ παρὰ τοῦ∆ εσπότου µου µὴ ἐπιβάλλειν ἐπίβληµα ῥάκους ἀγνάφου ἐπὶ ἱµατίῳ παλαιῷ· διὰ τοῦτο οὕτως εἶπον. Καὶ γὰρ διαβέβληνται τέως πρὸς τὸ δόγµα τὸ ἡµέτερον, καὶ πρὸς τὸν σταυρὸν ἀπεχθῶς ἔχουσιν. Ἂν τοίνυν καὶ τὰ δεσµὰ προσθῶ, µεῖζον τὸ µῖσος γίνεται.∆ ιὰ τοῦτο ἀνεῖλον ταῦτα, ἵνα ἐκεῖνο εὐπαράδεκτον γένηται. Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέσθαι, ἐπεὶ µηδέπω τῆς παρ' ἡµῖν ἐγεύσαντο δόξης.∆ εῖ τοίνυν συγκαταβαίνειν. Ὅταν γὰρ µάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλλος, καὶ τὴν ἀπὸ τῶν δεσµῶν περιφάνειαν. Ἄλλοις γοῦν διαλεγόµενος, καὶ χάριν τὸ πρᾶγµα καλεῖ λέγων, ὅτι Ἐδόθη ἡµῖν ἀπὸ Θεοῦ οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶτὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸ δὲ τέως ἀγαπητὸν ἦν τὸ τὸν σταυρὸν τοὺς ἀκούοντας µὴ ἐπαισχυνθῆναι.∆ ιὰ τοῦτο ὁδῷ πρόεισιν. Οὐδὲ γὰρ εἰς βασίλειά τις εἰσάγων τινὰ, πρὶν ἢ τὰ προπύλαια θεάσασθαι ἔξω ἑστῶτα, ἀναγκάζει κατοπτεύειν τὰ ἔνδον· οὕτω γὰρ οὐδὲ θαυµαστὰ φανεῖται, ἂν µή τις ἔνδον γενόµενος, ἅπαντα καταµάθοι. Οὕτω τοίνυν καὶ ἡµεῖς τοῖς Ἑλλήνων παισὶ προσβάλωµεν, µετὰ συγκαταβάσεως, µετὰ ἀγάπης. Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον µεταῤῥυθµίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι. Καὶ εἰ βούλει µαθεῖν αὐτῆς τὴν δύναµιν, ἄγε µοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέµοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θηρίον µᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸγυµνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολµον, ἀνδρεῖον καὶ µεγαλόψυχον γινόµενον καὶ πάντα τολµῶντα ῥᾳδίως. Καὶ τὸ δὴ θαυµαστὸν, ὅτι οὐ τῆς φύσεως αὐτῷ µεταβληθείσης ταῦτα γίνεται, ἀλλ' ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆςἐνδείκνυσιν δύναµιν ἡ ἀγάπη· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις µάχαιραν µολιβδίνην, οὐ σιδηρᾶν ποιήσας, ἀλλὰ µένουσαν ἐπὶ τῆς τοῦ µολίβδου φύσεως, τὰσιδήρου ἐργάζεσθαι παρασκευάσῃ. Σκόπει δέ· Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰκῶν οἰκίαν, καὶ πόνων ἀµελέτητος καὶ κινδύνων, ἀνειµένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶκαθάπερ παρθένος ἐν θαλάµῳ, οὕτω καὶ οὗτος ἔνδον καθήµενος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς µὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶςθορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγµένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ µένων. Τί οὖν; Ἐπειδὴ αὐτὸν ὁ πυρσὸς τῆς ἀγάπης ἀνῆψε, τὸν ἄπλαστον τοῦτον καὶ οἰκοῦντα οἰκίαν ὅρα πῶς ἐποίησε καρτερικὸν καὶ φιλόπονον. Καὶ ταῦτα µὴ παρ' ἐµοῦ, ἀλλὰ παρ' αὐτοῦ ἄκουε τοῦ πατριάρχου. Ἐγκαλῶν γὰρ τῷ κηδεστῇ, φησὶ, Ταῦτά µοι εἴκοσιν ἔτη ἐγώ εἰµι µετὰ σοῦ. Καὶ πῶς τὰ εἴκοσιν ἔτη ἐγένου; καὶ γὰρ καὶ τοῦτο προστίθει, Συγκαιόµενος τῷ καύµατι τῆς ἡµέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλµῶν µου. Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειµένον βίον ζῶν. Ὅτι δὲ καὶ δειλὸς ἦν, δῆλον ἐξ ὧν τὸν Ἡσαῦ προσδοκῶν ὄψεσθαι, ἐτεθνήκει τῷ δέει. Ἀλλ' ὅρα πῶς πάλιν οὗτος ὁ δειλὸς λέοντος θρασύτερος ὑπὸ τῆς ἀγάπης γέγονε. Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιµος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώµατι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατασκευάσαι· καὶ ὃν ἐδεδοίκει καὶ ἔφριττε, πρῶτος ἰδεῖν ἐπὶ τῆς παρατάξεως ἐπεθύµει. Τοῦ γὰρ φόβου τούτου δυνατώτερος ἦν ὁ τῶν γυναικῶν πόθος. Εἶδες πῶς δειλὸς ὢν, τολµητὴς γέγονεν ἀθρόον, οὐ τὴν ἕξιν µεταβαλὼν, ἀλλ' ὑπὸ τῆς ἀγάπης κρατυνθείς; Ὅτι γὰρ καὶ µετὰ ταῦτα δειλὸς ἦν δῆλον ἐξ ὧν τόπους ἐκ τόπων ἀµείβει. Ἀλλὰ µηδεὶς νοµιζέτω κατηγορίαν εἶναι τοῦ δικαίου τὰ εἰρηµένα. Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκληµα· τοῦτο γὰρ φύσεως· ἀλλὰ τὸ διὰ δειλίαν τι ποιεῖν τῶν µὴ προσηκόντων. Ἔστι γὰρ καὶ δειλὸν ὄντα τῇ φύσει, ἀνδρεῖον γενέσθαι ὑπὸ τῆς εὐλαβείας. Τί δὲ ὁ Μωυσῆς; οὐχὶ ἕνα Αἰγύπτιον φοβηθεὶς ἔφυγε, καὶ πρὸς τὴν ὑπερορίαν µετέστη; Ἀλλ' ὅµως ὁ φυγὰς οὗτος, καὶ ἑνὸς ἀνδρὸς ἀπειλὴν οὐκ ἐνεγκὼν, ἐπειδὴ ἐγεύσατο τοῦ µέλιτος τῆς ἀγάπης, καλῶς καὶ µηδενὸς καταναγκάζοντοςσυναπολέσθαι τοῖς ἀγαπωµένοις ἠπείγετο. Εἰ µὲν γὰρ ἀφῇς αὐτοῖς τὴν ἁµαρτίαν, φησὶν, ἄφες· εἰ δὲ µὴ, κἀµὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγραψας. Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελ γῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγµάτων ἡµῖν ἐνταῦθα χρεία λοιπόν· πᾶσι γὰρ τοῦτο δῆλον· κἂν θηρίου παντός τις ἀγριώτερος ᾖ, προβάτου παντὸς ἡµερώτερος ἀπὸ τοῦ φιλεῖν γίνεται. Τί γὰρ τοῦ Σαοὺλ ἀγριώτερον ἦν καὶ µανικώτερον· Ἀλλ' ἡνίκα τὸν ἐχθρὸν ἀπέλυσεν ἡ θυγάτηρ, οὐδὲ ῥῆµα πρὸς αὐτὴν ἐξέβαλε πικρόν· καὶ ὁ τοὺς ἱερέας ἄρδην ἅπαντας κατασφάξας διὰ τὸν∆ αυῒδ, τὴν θυγατέρα ὁρῶν ἐκ τῆς οἰκίας αὐτὸν ἀφεῖσαν, οὐδὲ µέχρι λόγου πρὸς αὐτὴν ἠγανάκτησε, καὶ ταῦτα ἀπάτης τοσαύτης ἐπ' αὐτὸν συντεθείσης· δυνατωτέρῳ γὰρ χαλινῷ τῷ τῆς ἀγάπης κατείχετο. Ὥσπερ δὲ ἐπιεικεῖς, οὕτω καὶ σώφρονας οἶδεν αὕτη ποιεῖν· κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν µυριάκις ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον. Κραταιὰ γὰρ, φησὶν, ὡς θάνατος ἡ ἀγάπη. Ὥστε οὐδαµόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γίνεται, ἢ ἐκ τοῦ µὴ φιλεῖν. Ἐπεὶ οὖν δηµιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη, µετὰ ἀκριβείας ἁπάσης ἐν ταῖς ἑαυτῶν καταφυτεύσωµεν αὐτὴν ψυχαῖς, ἵν' ἡµῖν πολλὰ κοµίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνεκῶς τὸν καρπὸν ἔχωµεν, τὸν ἀεὶ τεθηλότα καὶ οὐδέποτε µαραινόµενον. Οὕτω γὰρ καὶ τῶν αἰωνίων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.