Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 34 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
34.34
Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται. αʹ.∆ είξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ χαρίσµατα καὶ τὰ τοῦ βίου κατορθώµατα αὐτῆς δεῖσθαι, ἐκ τοῦ τὰς ἀρετὰς αὐτῆς ἀριθµῆσαι πάσας, καὶ φιλοσοφίας ἀκριβοῦς ὑπόθεσιν ἀποφῆναι, ἐξ ἑτέρου πάλιν τρίτου κεφαλαίου δείκνυσιν αὐτῆς τὴν ἀξίαν. Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦντας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σηµείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντωντὰ χαρίσµατα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ τοὺς ἔχοντας τὰ µεγάλα χαρίσµατα πάλιν καὶ ἐντεῦθεν ἐπαιροµένους, ταπεινῶσαι σπουδάζων, καὶ δεῖξαι µηδὲν ἔχοντας, ἐὰν µὴ ταύτην ἔχωσιν. Οὕτω γὰρ ἔµελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουµένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη· Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ, οὐ φυσιοῦται. Ὥστε πανταχόθεν τεῖχος αὐτοῖς ἀῤῥαγὲς περιέβαλε, καὶ πολύπλοκον ὁµόνοιαν ἀναιροῦσάν τε τὰ νοσήµατα ἅπαντα, καὶ ἐντεῦθεν πάλιν ἰσχυροτέρανγινοµένην.∆ ιὰ τοῦτο καὶ µυρίους ἐκίνησε λογισµοὺς τοὺς δυναµένους αὐτῶν παραµυθήσασθαι τὴν ἀθυµίαν. Καὶ γὰρ τὸ αὐτὸ Πνεῦµα δίδωσι, φησὶ, καὶ πρὸς τὸ συµφέρον δίδωσι, καὶ ὡς βούλεται διαιρεῖ, καὶ χαριζόµενον, οὐκ ὀφεῖλον διαιρεῖ. Κἂν µικρὸν λάβῃς, ὁµοίως εἰς τὸ σῶµα τελεῖς, καὶ πολλῆς καὶ οὕτως ἀπολαύεις τιµῆς· καὶ ὁ τὸ µεῖζον ἔχων, σοῦ τοῦ τὸ ἔλαττον ἔχοντος δεῖται· καὶ ὅτι τὸ µέγιστον χάρισµα καὶ ἡ καθ' ὑπερβολὴν ὁδός ἐστιν ἡ ἀγάπη. Ταῦτα δὲ ἔλεγε, διπλῇ περισφίγγων αὐτοὺς ἀλλήλοις, τῷ τε µὴ νοµίζειν ἠλαττῶσθαι ταύτης παρούσης, καὶ τῷ ἐπιδραµόντας αὐτῇ καὶ ἑλόντας, µηδὲν πάσχειν λοιπὸν ἀνθρώπινον, καὶ ὡς τὴν ῥίζαν ἔχοντας τῶν χαρισµάτων, καὶ ὡς οὐκέτι δυναµένους, οὐδὲ εἰ µηδὲν εἶχον, φιλονεικεῖν. Ὁ γὰρ ἁλοὺς ἅπαξ ὑπὸ τῆς ἀγάπης, φιλονεικίας ἀπήλλακται.∆ ιὸ καὶ δεικνὺς αὐτοῖς, ὅσα ἐντεῦθεν καρπώσονται τὰ ἀγαθὰ, τοὺς καρποὺς αὐτῆς ὑπέγραψε, διὰ τῶν ἐγκωµίων αὐτῆς τὰ ἐκείνων νοσήµατα καταστέλλων. Καὶ γὰρ τῶν εἰρηµένων ἕκαστον φάρµακον ἱκανὸν ἦν τοῖς ἐκείνων τραύµασιν ἀρκέσαι.∆ ιὸ καὶ ἔλεγε, Μακροθυµεῖ, πρὸς τοὺς ἀλλήλοις φιλονεικοῦντας· Χρηστεύεται, πρὸς τοὺς διεστῶτας καὶ ὑπούλους· Οὐ ζηλοῖ, πρὸς τοὺς βασκαίνοντας τοῖς ὑπερέχουσιν· Οὐ περπερεύεται, πρὸς τοὺς διασπασθέντας· Οὐ φυσιοῦται, πρὸς τοὺς καταλαζονευοµένους αὐτῶν· Οὐκ ἀσχηµονεῖ, πρὸς τοὺς οὐκ ὀφείλοντας συγκαταβαίνειν· Οὐ ζητεῖ τὸ ἑαυτῆς, πρὸς τοὺς ὑπερορῶντας τῶν λοιπῶν· Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, πρὸς τοὺς ὑβριζοµένους· Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πρὸς τοὺς βασκαίνοντας πάλιν· Πάντα στέγει, πρὸς τοὺς ἐπιβουλευοµένους· Πάντα ἐλπίζει, πρὸς τοὺς ἀπογινώσκοντας· Πάντα ὑποµένει, οὐδέποτε ἐκπίπτει, πρὸς τοὺς εὐκόλως διϊσταµένους. Ἐπεὶ οὖν πανταχόθεν αὐτὴν µεγάλην ἔδειξε µεθ' ὑπερβολῆς ἁπάσης, πάλιν ἐξ ἑτέρου κεφαλαίου µεγίστου τοῦτο ποιεῖ, κατὰ σύγκρισινἑτέραν ἐπαίρων αὐτῆς τὸ ἀξίωµα, καὶ λέγων οὕτως· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται. Εἰ γὰρ ἀµφότερα ταῦτα τῆς πίστεως ἕνεκεν εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, περιττὴ τούτων ἡ χρεία λοιπόν. Ἀλλ' οὐ τὸ ἀγαπᾷν ἀλλήλους παυθήσεται, ἀλλὰ καὶ ἐπιδώσει µειζόνως, καὶ ἐνταῦθα καὶ κατὰ τὸ µέλλον, καὶ τότε µᾶλλον ἢ νῦν. Ἐνταῦθα µὲν γὰρ πολλὰ τὰ χαυνοῦντα τὴν ἀγάπην, χρήµατα, πράγµατα, πάθη σωµάτων, νοσήµατα ψυχῆς· ἐκεῖ δὲ οὐδὲν τούτων. Ἀλλὰ τὸ µὲν προφητείας καταργεῖσθαι καὶ γλώσσας, θαυµαστὸν οὐδέν· τὸ δὲ γνῶσιν καταργεῖσθαι, τοῦτό ἐστι τὸ τὴν ἀπορίαν ποιοῦν· καὶ γὰρ καὶ τοῦτο προσέθηκεν εἰπὼν, Εἴτε γνῶσις καταργηθήσεται. Τί οὖν; ἐν ἀγνωσίᾳ µέλλοµεν ζῇν τότε; Ἄπαγε· καὶ γὰρ τότε µάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν.∆ ιὸ καὶ ἔλεγε, Τότε ἐπιγνώσοµαι, καθὼς καὶ ἐπεγνώσθην.∆ ιά τοι τοῦτο, ἵνα µὴ ὁµοίως τῇ προφητείᾳ καὶ ταῖς γλώσσαις καὶ ταύτην καταργεῖσθαι νοµίσῃς. Εἰπὼν, εἴτε γνῶσις καταργηθήσεται, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε καὶ τὸν τρόπον τῆς καταργήσεως, ταχέως προσθεὶς τὸ, Ἐκ µέρους γινώσκοµεν, καὶἐκ µέρους προφητεύοµεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ µέρους καταργηθήσεται. Οὐκ ἄρα ἡ γνῶσις καταργεῖται, ἀλλὰ τὸ µερικὴ εἶναι γνῶσις· οὐκέτι γὰρ τοσαῦτα εἰσόµεθα µόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγµατος αὐτὸ ποιήσω φανερὸν, νῦν ἴσµεν ὅτι πανταχοῦ ἐστιν ὁ Θεὸς, ἀλλὰ πῶς, οὐκ ἴσµεν. Ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν, ἴσµεν· τὸν δὲ τρόπον ἀγνοοῦµεν· ὅτι ἐκ Παρθένου ἐτέχθη, πῶς δὲ, οὐκέτι. Τότε δὲ εἰσόµεθά τι πλέον καὶ σαφέστερον περὶ τούτων. Εἶτα δείκνυσι καὶ τὸ µέσον ὅσον, καὶ ὅτι οὐ µικρὸν τὸ λειπόµενον, λέγων· Ὅτε ἤµην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόµην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ δι' ἑτέρου δὲ παραδείγµατος τὸ αὐτὸ πάλιν δηλοῖ λέγων· Βλέποµεν γὰρ ἄρτι δι' ἐσόπτρου. βʹ. Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώµενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγµατι, µεθ' ὑπερβολῆς δεικνὺς µερικωτάτην τὴν παροῦσαν γνῶσιν. Τότε δὲ πρόσωπον πρὸς πρόσωπον· οὐχ ὡς πρόσωπον ἔχοντος τοῦ Θεοῦ, ἀλλ' ἵνα εἴπῃ σαφέστερον καὶ τρανότερον. Ὁρᾷς κατ' ἐπίδοσιν πάντα µανθάνοντας; Ἄρτι γινώσκω ἐκ µέρους, τότε δὲ ἐπιγνώσοµαι καθὼς καὶ ἐπεγνώσθην. Εἶδες πῶς διπλῇ τὸ φύσηµα αὐτῶν κατέσπασεν; ὅτι καὶ µερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν. Οὐ γὰρ ἐγὼ αὐτὸν ἔγνων, ἀλλ' αὐτός µε ἐγνώρισε, φησίν. Ὥσπερ οὖν αὐτός µε ἔγνω πρότερος νῦν, καὶ αὐτός µοι ἐπέδραµεν, οὕτως ἐγὼ αὐτῷ ἐπιδραµοῦµαι τότε πολλῷ µειζόνως, ἢ νῦν. Καὶ γὰρ ὁ ἐν σκότῳ καθήµενος, ἕως µὲν ἂν µὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτῖνος, ἀλλ' ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάµψῃ· ὅταν δὲ αὐτῆς δέξηται τὴν αὐγὴν, τότε καὶ αὐτὸς λοιπὸν διώκει τὸ φῶς. Τοῦτο οὖν ἐστι τὸ, Καθὼς καὶ ἐπεγνώσθην· οὐχ ὅτι οὕτως αὐτὸν εἰσόµεθα, καθὼς αὐτὸς ἡµᾶς, ἀλλ' ὅτι ὥσπερ αὐτὸς ἡµῖν ἐπέδραµε νῦν, οὕτω καὶ ἡµεῖς ἀνθεξόµεθα αὐτοῦ τότε, καὶ πολλὰ τῶννῦν ἀποῤῥήτων εἰσόµεθα, καὶ τῆς µακαριωτάτης ἐκείνης ἀπολαύσοµεν ὁµιλίας καὶ σοφίας. Εἰ γὰρ ὁ τοσαῦτα εἰδὼς Παῦλος νήπιος, ἐννόησον ἡλίκα ἐκεῖνα· εἰ ταῦτα ἔσοπτρον καὶ αἴνιγµα, λογίζου µοι πάλιν ἐντεῦθεν τὸ πρόσωπον ἡλίκον ἐστίν. Ἵνα δέ σοι µικρόν τι παρανοίξω τῆς διαφορᾶς ταύτης, καὶ ἀκτῖνά τινα ἀµυδρὰν τοῦ νοήµατος ἐναφῶ σου τῇ ψυχῇ τούτου, ἀναµνήσθητί µοι τῶν ἐν τῷνόµῳ νῦν, ἡνίκα ἡ χάρις ἔλαµψε. Καὶ γὰρ ἐκεῖνα πρὸ τῆς χάριτος µεγάλα τινὰ καὶ θαυµαστὰ ἐφαίνετο· ἀλλ' ὅµως ἄκουσον τί φησι περὶ αὐτῶν µετὰ τὴν χάριν ὁ Παῦλος, ὅτι Οὐ δεδόξασται τὸ δεδοξασµένον ἐν τούτῳ τῷ µέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐφ' ἑνός τινος τῶν τότε τελουµένων τὸν λόγον µεταχειρίσωµεν, καὶ τότε ὄψει τὸ µέσον ὅσον· καὶ, εἰ βούλει, τὸ Πάσχα εἰς µέσο ν ἀγάγωµεν ἐκεῖνο καὶ τοῦτο, καὶ τότε εἴσῃ τὴν ὑπεροχήν. Ἐπετέλουν µὲν γὰρ καὶ Ἰουδαῖοι, ἐπετέλουν δὲ οὕτως, ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγµατι· τὰ δὲ ἀπόῤῥητα ταῦτα µυστήρια οὐδὲ εἰς νοῦν ποτε ἔλαβον, οὐδὲ ᾔδεσαν τίνα ἦν, ἃ ἐκεῖνα προανεφώνει· ἀλλὰ πρόβατον ἑώρων σφαττόµενον, καὶ αἷµα ἀλόγου, καὶ θύρας χριοµένας τούτῳ· ὅτι δὲ ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς σφαγήσεται, καὶ τὴν οἰκουµένην ἐλευθερώσει πᾶσαν, καὶ δώσει καὶ Ἕλλησι καὶ βαρβάροις τοῦ αἵµατοςἀπογεύσασθαι τούτου, καὶ τὸν οὐρανὸν ἀνοίξει πᾶσι, καὶ τὰ ἐκεῖ προσθήσει τῷ τῶν ἀνθρώπων γένει, καὶ τὴν αἱµαχθεῖσαν σάρκα λαβὼν ὑπὲρ τὸν οὐρανὸν, καὶτὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ πάσας ἁπλῶς τὰς ἄνω τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων δυνάµεων στρατιὰς ἀναβιβάσει, καὶ ἐπ' αὐτοῦ τοῦ θρόνουτοῦ βασιλικοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς αὐτὴν καθιεῖ δόξῃ λάµπουσαν ἀῤῥήτῳ· ταῦτα δὴ οὔτε ἐκείνων τις, οὔτε τῶν ἄλλων οὐδεὶς ἀνθρώπων, οὔτε προέγνω οὔτε εἰς νοῦν ἠδυνήθη βαλέσθαι ποτέ. Ἀλλὰ τί φασιν οἱ πάντα τολµηροί; Τὸ, Ἄρτι γινώσκω ἐκ µέρους, περὶ οἰκονοµιῶν εἰρῆσθαι· τὴν γὰρ περὶ τοῦ Θεοῦ γνῶσιν ἀπηρτισµένην αὐτὸν ἔχειν. Καὶ πῶς νήπιον ἑαυτὸν καλεῖ; πῶς δι' ἐσόπτρου βλέπει; πῶς ἐν αἰνίγµατι, εἰ τὸ πᾶν ἔχει τῆς γνώσεως; τί δὲ ὥσπερ ἐξαίρετον ἀνατίθησιν αὐτὸ τῷ Πνεύµατι, καὶ οὐδεµιᾷ ἄλλῃ δυνάµει τῆς κτίσεως, λέγων· Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ µὴ τὸ πνεῦµα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ µὴ τὸ Πνεῦµα τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς πάλιν ἑαυτοῦ µόνου τοῦτο εἶναί φησιν, οὕτω λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ µὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα· ὅρασιν τὴν γνῶσιν λέγων τὴν σαφεστάτην καὶ ἀπηρτισµένην. Πῶς δὲ ὁ τὴν οὐσίαν εἰδὼς, τὰς οἰκονοµίας ἀγνοήσει; ἐκείνη γὰρ µείζων ταύτης ἡ γνῶσις. Ἀγνοοῦµεν οὖν, φησὶ, τὸν Θεόν; Ἄπαγε· ἀλλ' ὅτι µὲν ἔστιν, ἴσµεν· τί ποτε δέ ἐστι τὴν οὐσίαν, οὐκέτι. Καὶ ἵνα γνῷς ὅτι οὐ περὶ τῶν οἰκονοµιῶν εἴρηκε τὸ, Ἄρτι γινώσκω ἐκ µέρους, ἄκουσον τῶν ἑξῆς· ἐπήγαγεν οὖν· Τότε δὲ ἐπιγνώσοµαι, καθὼς καὶ ἐπεγνώσθην. Οὐ δήπου δὲ ὑπὸ τῶν οἰκονοµιῶν ἐπεγνώσθη, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Μηδεὶς τοίνυν µικρὰν, µηδὲ ἁπλῆν νοµιζέτω εἶναι ταύτην τὴν παρανοµίαν, ἀλλὰ καὶ διπλῆν καὶ τριπλῆν καὶ πολλαπλασίονα. Οὐ γὰρ δὴ τοῦτο µόνον ἐστὶ τὸ ἄτοπον, ὅτι ταῦτα ἀλαζονεύονται εἰδέναι, ἃ τοῦ Πνεύµατός ἐστι µόνου, καὶ τοῦ µονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀλλ' ὅτικαὶ Παύλου οὐδὲ τὸ µερικὸν τοῦτο τῆς γνώσεως ἄνευ τῆς ἄνωθεν ἀποκαλύψεως δυνηθέντος µαθεῖν, αὐτοὶ τὸ πᾶν ἐκ τῶν οἰκείων λογισµῶν κατειληφέναι φασίν. Οὐδὲ γὰρ ἔχου σιν οὐδαµοῦ τὴν Γραφὴν περὶ τούτων ἡµῖν διειλεγµένην δεῖξαι. Ἀλλὰ γὰρ τὴν µανίαν αὐτῶν ἀφέντες, τῶν ἑξῆς ἐχώµεθα περὶ τῆς ἀγάπης λόγων. Οὐδὲ γὰρ τούτοις ἠρκέσθη, ἀλλ' ἐπάγει πάλιν λέγων· Νυνὶ δὲ µένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· µείζων δὲ τούτων ἡ ἀγάπη. γʹ. Ἡ µὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενοµένων ἀγαθῶν, παύεται. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐλπὶς γὰρ βλεποµένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; καὶ πάλιν, Ἔστι δὲ πίστις ἐλπιζοµένων ὑπόστασις, πραγµάτων ἔλεγχος οὐ βλεποµένων. Ὥστε αὗται µὲν παύονται φανέντων ἐκείνων· ἡ δὲ ἀγάπη τότε µάλιστα αἴρεται, καὶ γίνεται σφοδροτέρα. Ἕτερον πάλιν ἐγκώµιον τῆς ἀγάπης· οὐδὲ γὰρ ἀρκεῖται τοῖς ἔµπροσθεν, ἀλλὰ καὶ ἄλλο φιλονεικεῖ πάλιν εὑρεῖν. Σκόπει δέ· Εἶπεν αὐτὴν χάρισµα εἶναι µέγα καὶ ὁδὸν τούτων καθ' ὑπερβολήν· εἶπε χωρὶς αὐτῆς µηδὲν µέγα ὠφελεῖν τὰ χαρίσµατα, ὑπέγραψεν αὐτῆς διὰ πολλῶν τὴν εἰκόνα· βούλεται πάλιν καὶ ἑτέρως αὐτὴν ἐπᾶραι, καὶ δεῖξαι µεγάλην οὖσαν ἐκ τοῦ διαµένειν· διὸ καὶ ἔλεγε, Νυνὶ δὲ µένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· µείζων δὲ τούτων ἡ ἀγάπη. Πῶς οὖν µείζων ἡ ἀγάπη; Τῷ ἐκεῖνα διαβαίνειν. Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων,∆ ιώκετε τὴν ἀγάπην. Καὶ γὰρ διώξεως χρεία καὶ δρόµου τινὸς σφοδροῦ ἐπ' αὐτήν· οὕτως ἡµῶν ἀπέπτη, καὶ τοσαῦτα τὰ ὑποσκελίζοντα τὸν ἐκεῖσε δρόµον.∆ ιὸ καὶ πολλῆς ἡµῖν δεῖ τῆς σφοδρότητος, ὥστε αὐτὴν καταλαβεῖν. Ὅπερ ἐνδεικνύµενος ὁ Παῦλος οὐκ εἶπεν, Ἀκολουθεῖτε τῇ ἀγάπῃ, ἀλλὰ,∆ ιώκετε αὐτὴν, διεγείρων ἡµᾶς καὶ ἀνάπτων πρὸς τὴν ἐκείνης ἀντίληψιν. Καὶ γὰρ ὁ Θεὸς ἐξαρχῆς µυρία ὑπὲρ τοῦ ταύτην ἡµῖν ἐµφυτεῦσαι ἐµηχανήσατο· καὶ γὰρ µίαν ἅπασιν ἔδωκε κεφαλὴν, τὸν Ἀδάµ.∆ ιὰ τί γὰρ µὴ ἐκ γῆς γινόµεθα πάντες; διὰ τί µὴ τέλειοι, ὡς ἐκεῖνος; Ἵνα καὶ οἱ τόκοι καὶ αἱ παιδοτροφίαι, καὶ τὸ ἐξ ἀλλήλων φύεσθαι, συνδήσωσι πρὸς ἀλλήλους ἡµᾶς.∆ ιὰ τοῦτο οὐδὲ τὴν γυναῖκα ἐποίησεν ἀπὸ γῆς. Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁµόνοιαν ἡµᾶς ὁµοίως, τὸ τῆς αὐτῆς οὐσίας εἶναι, εἰ µὴ καὶ τὸν αὐτὸν ἔχοιµεν πρόγονον, καὶ τοῦτο κατεσκεύασεν. Εἰ γὰρ νῦν τόποις διεστηκότες µόνοις, ἀλλοτρίους εἶναι νοµίζοµεν ἑαυτοὺς ἀλλήλων· εἰ δύο τὸ γένος ἡµῶν ἔσχεν ἀρχὰς, πολλῷ µᾶλλον ἂν τοῦτο ἐγένετο.∆ ιὰ δὴ τοῦτο, ὥσπερ ἀπό τινος µιᾶς κεφαλῆς, τὸ πᾶν ἔδησε σῶµα τοῦ τῶν ἀνθρώπων γένους. Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ εἰς ἓν συνάγει διὰ τοῦ γάµου· Ἀντὶ τούτου γὰρ καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν µητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύοεἰς σάρκα µίαν. Καὶ οὐκ εἶπεν, Ἡ γυνὴ, ἀλλ' Ὁ ἄνθρωπος, ἐπειδὴ καὶ µείζων ἡ ἐπιθυµία ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ µείζονα αὐτὴν διὰ τοῦτο ἐποίησεν, ἵνα τὸ ὑπερέχον κατακάµψῃ τῇ τυραννίδι τούτου τοῦ ἔρωτος, καὶ ὑποτάξῃ τῷ ἀσθενεστέρῳ. Ἐπειδὴ δὲ καὶ γάµον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα ἐποίησε τῇ γυναικί. Πάντα γὰρ ἀγάπης τῷ Θεῷ δεύτερα. Εἰ γὰρ οὕτω γενοµένων ὁ πρῶτος εὐθέως οὕτως ἐµάνη, καὶ τοσαύτην µάχην ὁ διάβολος καὶ βασκανίαν ἐνέσπειρε, τί οὐκ ἂν εἰργάσατο, εἰ µὴ ἀπὸ µιᾶς ῥίζης ἐβλάστησαν; Εἶτα ἵνα τὸ µὲν ὑποτάττηται, τὸ δὲ ἄρχῃ τὸ γὰρ ὁµότιµον οἶδε πολλάκις µάχην εἰσ άγειν· οὐκ ἀφῆκε δηµοκρατίαν εἶναι, ἀλλὰ βασιλείαν, καὶ καθάπερ ἐν στρατοπέδῳ, ταύτην ἄν τις ἴδοι τὴν διάταξιν καθ' ἑκάστην οἰκίαν. Ἔστι γοῦν ἐν τάξει µὲν βασιλέως ὁ ἀνὴρ, ἐν τάξει δὲ ὑπάρχου ἡ γυνὴ καὶ στρατηγοῦ· καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην· εἶτα µετὰ ταῦτα ἀρχὴ τετάρτη ἡ τῶν οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι κρατοῦσι τῶν ἐλαττόνων, καὶ εἷς τις πολλάκις τοῖς πᾶσιν ἐφέστηκε, τὴν τοῦ δεσπότου τάξιν διατηρῶν, πλὴν ὡς οἰκέτης. Καὶ µετὰ ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναικῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν· οὐδὲ γὰρ ἐν τοῖς παιδίοις ὁµοίως τὸ θῆλυ κρατεῖ. Καὶ πανταχοῦ δι' ὀλίγου καὶ πυκνὰς ἐποίησε τὰς ἀρχὰς ὁ Θεὸς, ἵνα πάντα ἐν ὁµονοίᾳ µένῃ καὶ εὐταξίᾳ πολλῇ.∆ ιὰ τοῦτο καὶ πρὶν εἰς πλῆθος ἐξενεχθῆναι τὸ γένος, δύο µόνων ὄντων τῶν πρώτων, τῷ µὲν ἄρχειν, τῇ δὲ ἄρχεσθαι ἐκέλευσε. Καὶ ἵνα µὴ ὡς ἐλάττονος καταφρονῇ πάλιν καὶ ἀποσχίζηται, ὅρα πῶς αὐτὴν ἐτίµησέ τε καὶ ἥνωσε καὶ πρὸ τῆς δηµιουργίας. Ποιήσωµεν γὰρ αὐτῷ, φησὶ, βοηθόν· δεικνὺς ὅτι εἰς χρείαν αὐτοῦ γέγονε, καὶ ταύτῃ συνάγων αὐτὸν πρὸς τὴν δι' αὐτὸν γεγενηµένην. Καὶ γὰρ πρὸς ταῦτα οἰκειότερον διακείµεθα τὰ δι' ἡµᾶς πραχθέντα. Ἵνα δὲ µὴ ἐπαίρηται πάλιν ἐκείνη, ὡς εἰς βοήθειαν αὐτῷ δοθεῖσα, καὶ τὸν δεσµὸν ἀποῤῥήξῃ τοῦτον, ἀπὸ τῆς πλευρᾶς αὐτὴν ποιεῖ, δεικνὺς ὅτι µέροςτοῦ παντός ἐστιν αὕτη τοῦ σώµατος. Ἵνα δὲ µηδὲ ὁ ἀνὴρ ἐντεῦθεν ἐπαίρηται, οὐκέτι ἀφίησιν εἶναι µόνου, ὃ µόνου τὸ πρότερον ἐγένετο, ἀλλὰ τοὐναντίον ἐποίησε τούτῳ, τὴνπαιδοποιίαν εἰσαγαγὼν, κἂν τούτῳ προτιµήσας µὲν τὸν ἄνδρα, οὐ µὴν τὸ πᾶν ἀφεὶς εἶναι αὐτοῦ. δʹ. Εἶδες πόσους συνδέσµους ἀγάπης ὁ Θεὸς εἰργάσατο; Ἀλλὰ ταῦτα µὲν ἀπὸ τῆς φύσεως κατέθηκε τῇ ὁµονοίᾳ τὰ ἐνέχυρα. Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶναι, εἰς τοῦτο ἄγει· πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅµοιον αὐτῷ· καὶ τὸ ἐξ ἀνδρὸς τὴν γυναῖκα εἶναι, καὶ τὸ ἐξ ἀµφοτέρων πάλιν τοὺς παῖδας. Ὅθεν καὶ πολλοὶ φύονται διαθέσεως τρόποι. Τὸν µὲν γὰρ ὡς πατέρα ἀγαπῶµεν, τὸν δὲ ὡς πάππον· καὶ τὴν µὲν ὡς µητέρα, τὴν δὲ ὡς τιθηνόν· καὶ τὸν µὲν ὡς υἱὸν καὶ ἔγγονον καὶ ἐξ ἐγγόνων πάλιν, τὴν δὲ ὡς θυγατέρα καὶ θυγατριδῆν· καὶ τὸν µὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς ἀδελφιδοῦν· καὶ τὴν µὲν ὡς ἀδελφὴν, τὴν δὲ ὡς ἀδελφιδῆν. Καὶ τί γὰρ δεῖ πάντα καταλέγειν τὰ τῆς συγγενείας ὀνόµατα; Ἐπενόησε δὲ καὶ ἑτέραν διαθέσεως ὑπόθεσιν· ἀπαγορεύσας γὰρ τοὺς τῶν συγγενῶν γάµους, ἐπ' ἀλλοτρίους ἡµᾶς ἐξήγαγε, κἀκείνους πάλιν πρὸς ἡµᾶς εἵλκυσεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυσικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡµῖν συναφθῆναι, ἀπὸ τοῦ γάµου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς µιᾶςνύµφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναµιγνύς. Μὴ γάµει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, µηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, µηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτηµένην, ἣ διακωλύειτὸν γάµον, ὀνόµατι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη. Ἀρκεῖ σοι πρὸς τὴν ἐκείνων διάθεσιν τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας, τὸ ἑτέρως σοι προσήκειν τὰς ἄλλας. Τί στενοχωρεῖς τῆς ἀγάπης τὸ πλάτος; τί περιττῶς ὑπόθεσιν ἀναλίσκεις εἰς αὐτὴν φιλίας, δι' ἧς δύνασαι καὶ ἑτέραν πορίσασθαι φιλίας ἀφορµὴν, ἔξωθεν γυναῖκα ἀγαγὼν, καὶ δι' ἐκείνης συγγενῶν ὁρµαθὸν, καὶ µητέρα, καὶ πατέρα, καὶ ἀδελφοὺς, καὶ τοὺς τούτων ἐπιτηδείους; Εἶδες πόσοις τρόποις ἡµᾶς συνέδησεν; Ἀλλ' ὅµως οὐδὲ ταῦτα αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ ἀλλήλων χρῄζειν παρεσκεύασεν, ἵνα καὶ οὕτως ἡµᾶς συναγάγῃ, ἐπειδὴ µάλιστα τὰς φιλίας αἱ χρεῖαι ποιοῦσι.∆ ιὰ δὴ τοῦτο οὐδὲ πάντα ἀφῆκε πανταχοῦ γίνεσθαι, ἵνα κἀντεῦθεν ἀλλήλοις ἀναµίγνυσθαι ἀναγκάσῃ. Καταστήσας δὲ ἡµᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν ἐπιµιξίαν ἐποίησεν· ἐπεὶ εἰ µὴ τοῦτο ἦν, εἰς ἑτέραν ἀηδίαν τὸ πρᾶγµα περιΐστατο καὶ δυσχέρειαν. Εἰ γὰρ ἰατροῦ δεόµενον ἢ τέκτονος ἢ ἑτέρου δηµιουργοῦ, µακρὰν ἔδει στέλλεσθαι ἀποδηµίαν, τὸ πᾶν ἀπολώλει.∆ ιὰ δὴ τοῦτο καὶ πόλεις κατεσκεύασε, καὶ πάντας ὁµοῦ συνήγαγεν. Ἵνα δὴ καὶ τοῖς πόῤῥωθεν ῥᾳδίως ἐπιχωριάζωµεν, θάλατταν εἰς µέσον ἥπλωσε, καὶ ἀνέµων ταχύτητα ἔδωκε, ῥᾳδίας ἐντεῦθεν τὰς ἀποδηµίας ποιῶν. Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπειρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁµονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον· ἀλλὰ πάντοθεν ἡµᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώττης καὶ ἀπὸ τόπου. Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπεσεῖν ἡµᾶς τοῦ παραδείσου( εἰ γὰρ ἐβούλετο, οὐδ' ἂν ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ' ὁπαρακούσας αἴτιος· οὕτως οὐδὲ ἀλλογλώσσους εἶναι ἠθέλησεν· ἐπεὶ κἂν ἐξ ἀρχῆς τοῦτο ἐποίησε· νῦν δὲ πᾶσα ἡ γῆ χεῖλος ἓν ἦν, καὶ φωνὴ µία πᾶσι.∆ ιὰ δὴ τοῦτο οὐδὲ ἡνίκα τὴν γῆν ἀφανισθῆναι ἔδει, οὐδὲ τότε ἡµᾶς ἐξ ἄλλης ἐποίησεν ὕλης, οὐδὲ µετέθηκε τὸν δίκαιον, ἀλλ' ἀφεὶς αὐτὸν ἐν µέσῳ τῷκλυδωνίῳ, ὥσπερ τινὰ σπινθῆρα τῆς οἰκουµένης, ἀνῆψε πάλιν ἡµῶν τὸ γένος ἐκεῖθεν ἀπὸ τοῦ µακαρίου Νῶε. Καὶ ἐξ ἀρχῆς µὲν µίαν ἐποίησεν ἀρχὴν, τὸν ἄνδρα ἐπιστήσας τῇ γυναικί· ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκειλεν ἀταξίαν τὸ γένος ἡµῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων· καὶ τοῦτο δὲ δι' ἀγάπην. Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀναιρετικὸν ἡµῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν µέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν' ὥσπερτινὰ λοιµὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνοντες, πάντας εἰς ἓν συναγάγωσιν. Ἵνα δὲ µὴ µόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁµόνοια ᾖ, τὸν µὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ τιµήσας, τὴν δὲ γυναῖκα τῇἐπιθυµίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς µέσον ἀµφοτέροις καταθεὶς, καὶ ἕτερα µετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν. Οὔτε γὰρ πάντα ἐπέτρεψε τῷ ἀνδρὶ, οὔτε πάντα τῇ γυναικὶ, ἀλλὰ καὶ ταῦτα διεῖλεν ἑκάστῳ, τῇ µὲν τὴν οἰκίαν, τῷ δὲ τὴν ἀγορὰν ἐγχειρίσας, καὶ τῷ µὲντὸ τρέφειν, γεωργεῖ γάρ· τῇ δὲ τὸ περιβάλλειν, ἱστὸς γὰρ καὶ ἠλακάτη τῆς γυναικός· αὐτὸς γὰρ ἔδωκε τῇ γυναικὶ ὑφάσµατος σοφίαν. Ἀλλ' ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα ταύτην φαίνεσθαι τὴν διάκρισιν. Ἡ γὰρ βλακεία τῶν πολλῶν καὶ τοὺς ἄνδρας εἰς τοὺς ἱστοὺς ἐπεισήγαγε, καὶ κερκίδας αὐτοῖς ἐνεχείρισε καὶ κρόκην καὶ στήµονας. Ἀλλ' ὅµως καὶ οὕτω διαλάµπει τῆς θείας οἰκονοµίας ἡ πρόνοια. Καὶ γὰρ καὶ τῆς γυναικὸς ἐν ἄλλοις ἀναγκαιοτέροις σφόδρα δεόµεθα, καὶ τῶν ἐλαττόνων ἐν τοῖς συνέχουσι τὸν βίον ἡµῶν χρῄζοµεν· καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦδεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται µόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι µᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων. εʹ. Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωµεν, εἰ δοκεῖ, δύο πόλεις, τὴν µὲν πλουσίων µόνον, τὴν δὲ πενήτων· καὶ µήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, µήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνὴρ, ἀλλ' ἐκκαθάρωµεν ἀκριβῶς ἑκατέρας, καὶ ἴδωµενποία µᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Ἐὰν γὰρ εὕρωµεν τὴν τῶν πενήτων δυναµένην, εὔδηλον ὅτι οἱ πλούσιοι τούτων µᾶλλον δεήσονται. Οὐκοῦν ἐν µὲν ἐκείνῃ τῇ τῶν εὐπόρων οὐδεὶς ἔσται δηµιουργὸς, οὐκ οἰκοδόµος, οὐ τέκτων, οὐχ ὑποδηµατοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινοστρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα µετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα µεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶνἔργων τούτων ταλαιπωρίας; Πῶς οὖν ἡµῖν ἡ πόλις στήσεται αὕτη;∆ όντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνήσονται παρὰ τῶν πενήτων. Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυτοῖς, εἴ γε ἐκείνων δέονται. Πῶς δὲ οἰκίας οἰκοδοµήσονται; ἢ καὶ τοῦτο ὠνήσονται; ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο φύσις. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόµον, ὃν ἐθήκαµεν ἐξ ἀρχῆς τὴν πόλιν οἰκίζοντες· µέµνησθε γὰρ, ὅτε ἐλέγοµεν, µηδεὶς ἔστω πένης ἔνδον. Ἀλλ' ἰδοὺ ἡ χρεία, καὶ µὴ βουλοµένων ἡµῶν, ἐκάλεσεν αὐτοὺς καὶ εἰσήγαγεν. Ὅθεν δῆλον, ὡς ἀδύνατον χωρὶς πενήτων συστῆναι πόλιν. Εἰ γὰρ µένοι ἡ πόλις µηδένα παραδεχοµένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ' ἀπολεῖται. Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ µὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ' ἑαυτῇ συναγάγοι. Ἴδωµεν δὲ καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁµοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερηµένη. Καὶ πρότερον διακαθάρωµεν τῷ λόγῳ τὸν πλοῦτον, καὶ δείξωµεν αὐτὸν σαφῶς. Τί ποτ' οὖν ἐστι πλοῦτος; Χρυσὸς καὶ ἄργυρος, καὶ λίθοι τίµιοι, καὶ ἱµάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα. Ἐπεὶ οὖν ἐφάνη τί ποτέ ἐστιν ὁ πλοῦτος, ἀπελάσωµεν αὐτὸν τῆς τῶν πενήτων πόλεως, εἰ µέλλοιµεν καθαρῶς πόλιν πενήτων ποιεῖν, καὶ µηδὲ ὄναρἐκεῖ φαινέσθω χρυσίον, µηδὲ ἱµάτια τοιαῦτα· εἰ δὲ βούλει, µηδὲ ἄργυρος, µηδὲ τὰ ἐξ ἀργύρου σκεύη. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς ζήσεται τὰ τῆς πόλεως ταύτης, εἰπέ µοι; Οὐδέν. Ἄν τε γὰρ οἰκοδοµεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ µαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωµένων, καὶδακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύλων καὶ λίθων· ἄν τε ὑφαίνειν πάλιν ἱµάτιον, οὐ χρυσοῦ πάλιν ἡµῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζοµένων. Τί δὲ, ἐὰν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν; πλουτούντων ἢ πενοµένων χρεία; Παντί που δῆλον, ὅτι πενήτων. Καὶ σίδηρον δὲ ὅταν δέῃ χαλκεύειν, καὶ ἄλλο τι τῶν τοιούτων ποιεῖν, τοῦ δήµου τούτου µάλιστα ἡµῖν δεῖ. Ποῦ οὖν δεησόµεθα τῶν πλουτούντων λοιπόν· πλὴν εἰ µὴ καθελεῖν δέον τὴν πόλιν ταύτην; Εἰ γὰρ ἐπεισελθόντων ἐκείνων εἰς τὴν τοῦ χρυσίου καὶ τὴν τῶν µαργαριτῶν ἐµπέσοιεν ἐπιθυµίαν, οὗτοι οἱ φιλόσοφοι( φιλοσόφους γὰρ ἐγὼ καλῶ τοὺςοὐδὲν περιττὸν ἐπιζητοῦντας), ἀργίᾳ δόντες ἑαυτοὺς καὶ τρυφῇ, πάντα ἀπολοῦσι λοιπόν. Καὶ εἰ µὴ χρήσιµος ὁ πλοῦτος, φησὶ, τίνος ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ; Καὶ πόθεν δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ τὸ πλουτεῖν; Ἡ Γραφή φησιν, Ἐµὸν τὸ ἀργύριον, καὶ ἐµὸν τὸ χρυσίον, καὶ ᾧ ἐὰν βούλοµαι, δώσω αὐτό. Ἐνταῦθα εἰ µὴ πρᾶγµα ἐποίουν αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία µικρὰτραπέζης ἀπολαύοντα βασιλικῆς, µετ' ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεµβάλλουσι τῷ στόµατι· οὕτω καὶ οὗτοι µετὰ τῶν θείων Γραφῶν καὶ τὰ παρ' ἑαυτῶν συνεισάγουσι. Τὸ µὲν γὰρ, Ἐµὸν τὸ ἀργύριον, καὶ ἐµὸν τὸ χρυσίον, οἶδα εἰρηµένον τῷ προφήτῃ· τὸ δὲ, Ὧ ἐὰν θέλω, δώσω αὐτὸ, οὐκέτι προσκείµενον, ἀλλὰ παρὰ τῶν συρφετῶν τούτων ἐπεισενηνεγµένον. Καὶ ἐκεῖνο δὲ τίνος ἕνεκεν εἴρηται ἐρῶ. Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπηγγέλλετο τοῖς Ἰουδαίοις µετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήµατοςτοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγοµένῳ τινὲς καὶ σχεδὸν ἀδύνατον εἶναι ἐνόµιζον, εἰ µετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος· ἐκεῖνος ἐκλύων αὐτῶν τὴν ἀπιστίαν, ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγει, ὡς ἂν εἰ ἔλεγε· Τί δεδοίκατε; τί δὲ ἀπιστεῖτε; Ἐµὸν τὸ ἀργύριον, καὶ ἐµὸν τὸ χρυσίον, καὶ οὐ δέοµαι, παρ' ἑτέρων δανεισάµενος, οὕτω καλλωπίσαι τὸν οἶκον. Καὶ ὅτι τοῦτό ἐστιν, ἐπήγαγε, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Μὴ τοίνυν ἀραχνῶν ὑφάσµατα ἐπεισάγωµεν τῷ πέπλῳ τῷ βασιλικῷ. Εἰ γὰρ, ἐν ἁλουργίδι εἴ τις ἁλοίη κρόκην παράσηµον ἐµπλέκων, τὴν ἐσχάτην δώσει δίκην, πολλῷ µᾶλλον ἐπὶ τῶν πνευµατικῶν· οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁµάρτηµα γίνεται. Καὶ τί λέγω παρὰ προσθήκην καὶ ἀφαίρεσιν; παρὰ στιγµὴν µόνην, καὶ παρὰ ὑπόκρισιν µόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη νοήµατα. ὰʹ. Πόθεν οὖν οἱ πλουτοῦντες; φησί· καὶ γὰρ εἴρηται, Πλοῦτος καὶ πενία παρὰ Κυρίου. Ἐρώµεθα οὖν τοὺς ταῦτα ἡµῖν ἀνθυποφέροντας, Ἆρα πᾶς πλοῦτος καὶ πᾶσα πενία παρὰ Κυρίου; Καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ γὰρ ὁρῶµεν, καὶ ἐξ ἁρπαγῆς καὶ ἀπὸ τῆς περὶ τάφους κακουργίας καὶ ἀπὸ γοητείας καὶ ἐξ ἑτέρων τοιούτων προφάσεων πολὺν πολλοῖς συναγόµενον πλοῦτον, καὶ τοὺς ἔχοντας οὐδὲ ζῇν ἀξίους ὄντας. Τί οὖν, εἰπέ µοι, τοῦτον παρὰ τοῦ Θεοῦ τὸν πλοῦτον εἶναί φαµεν; Ἄπαγε· ἀλλὰ πόθεν; Ἐξ ἁµαρτίας. Καὶ γὰρ ἡ πόρνη τὸ σῶµα ἐνυβρίσασα πλουτεῖ, καὶ εὔµορφος νέος πολλάκις τὴν ὥραν ἀποδόµενος µετ' ἀσχηµοσύνης κέκτηται χρυσίον, καὶ ὁτυµβωρύχος τοὺς τάφους ἀναῤῥήξας συνήγαγε πλοῦτον ἄδικον, καὶ ὁ λῃστὴς τοὺς τοίχους διορύξας. Οὐκοῦν ἀπὸ τοῦ Θεοῦ ἅπας ὁ πλοῦτος; Τί οὖν, φησὶν, ἐροῦµεν πρὸς τὴν ῥῆσιν ταύτην; Μάθε πρῶτον καὶ πενίαν οὐκ ἀπὸ Θεοῦ γινοµένην, καὶ τότε καὶ ἐπὶ τὴν ῥῆσιν αὐτὴν βαδιούµεθα. Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυµίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσωτίας; Πάλιν εἴ τις ὑπὸ ἀργίας γένοιτο πένης, εἴ τις ὑπὸ ἀνοίας εἰς πτωχείαν κατενεχθείη, εἴ τις ἐπικινδύνοις καὶ παρανόµοις ἐπιχειρῶν πράγµασιν, οὐκ εὔδηλον πάντως, ὅτι οὐδὲ τούτων τις καὶ τῶν τοιούτων εἰς τὴν πτωχείαν αὐτὴν ἀπὸ Θεοῦ κατηνέχθη; Ψεύδεται οὖν ἡ Γραφή; Μὴ γένοιτο, ἀλλ' ἀνοηταίνουσιν οἱ µὴ µετὰ τῆς προσηκούσης ἀκριβείας ἐξετάζοντες τὰ γεγραµµένα ἅπαντα. Εἰ γὰρ καὶ τοῦτο ὡµολόγηται, ὅτι ἀψευδὴς ἡ Γραφὴ, καὶ τοῦτο ἀπεδείχθη, ὅτι οὐ πᾶς πλοῦτος παρὰ Θεοῦ, τῆς τῶν ἀπερισκέπτως ἀναγινωσκόντωνἀσθενείας ἡ ἀπορία. Καὶ ἔδει µὲν ἡµᾶς ἀφεῖναι, ἐν τούτῳ ἀπαλλάξαντας τὴν Γραφὴν τῶν ἐγκληµάτων, ἵνα ταύτην ἡµῖν δίκην δῶτε τῆς περὶ τὰς Γραφὰς ῥᾳθυµίας· ἀλλ' ἐπειδὴ φείδοµαι σφόδρα ὑµῶν, καὶ οὐ δύναµαι ἐπιπλέον θορυβουµένους ἰδεῖν καὶ διαταραττοµένους, φέρε καὶ τὴν λύσιν ἐπαγάγωµεν, πρότεροντὸν εἰρηκότα εἰπόντες, καὶ πότε εἴρηται, καὶ πρὸς τίνας. Οὐδὲ γὰρ ὁµοίως ἅπασιν ὁ Θεὸς διαλέγεται, ὥσπερ οὐδὲ ἡµεῖς παιδίοις καὶ ἀνδράσιν ὁµοίως κεχρήµεθα. Πότε οὖν εἴρηται, καὶ ὑπὸ τίνος, καὶ πρὸς τίνας; Ὑπὸ τοῦ Σολοµῶντος ἐπὶ τῆς Παλαιᾶς πρὸς τοὺς Ἰουδαίους τοὺς οὐδὲν ἕτερον εἰδότας ἢ τὰ αἰσθητὰ, καὶ ἀπὸ τούτων τοῦ Θεοῦ δοκιµάζοντας τὴν ἰσχύν. Οὗτοι γὰρ οἱ λέγοντές εἰσι· Μὴ καὶ ἄρτον δύναται δοῦναι; καὶ, Τί σηµεῖον δεικνύεις ἡµῖν; Οἱ πατέρες ἡµῶν ἔφαγον τὸ µάννα ἐν τῇ ἐρήµῳ. Ὧν ὁ θεὸς ἡ κοιλία. Ἐπεὶ οὖν ἀπὸ τούτων αὐτὸν ἐδοκίµαζον, λέγει πρὸς αὐτοὺς, δυνατὸν καὶ τοῦτο τῷ Θεῷ, καὶ πλουσίους ποιῆσαι καὶ πένητας· οὐχ ὅτι πάντως αὐτὸς ποιεῖ, ἀλλ' ὅτι δύναται, ὅταν θέλῃ· ὥσπερ ὅταν λέγῃ, Ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταµοὺς ἐξερηµῶν· καίτοι τοῦτο οὐδέποτε γέγονε. Πῶς οὖν αὐτὸ ὁ προφήτης φησίν; Οὐχ ὡς γινόµενον ἀεὶ, ἀλλ' ὡς δυνατὸν αὐτῷ ποιῆσαι. Ποίαν οὖν πενίαν δίδωσι, καὶ ποῖον πλοῦτον; Ἀναµνήσθητι τοῦ πατριάρχου, καὶ εἴσῃ τὸν παρὰ τοῦ Θεοῦ διδόµενον πλοῦτον. Καὶ γὰρ τὸν Ἀβραὰµ αὐτὸς πλούσιον ἐποίησε, καὶ µετ' ἐκεῖνον τὸν Ἰὼβ, καθὼς καὶ αὐτός φησιν· Εἰ τὰ µὲν ἀγαθὰ ἐδεξάµεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσοµεν; Καὶ ὁ τοῦ Ἰακὼβ πλοῦτος ἐκεῖθεν τὴν ἀρχὴν εἶχεν. Ἔστι δὲ καὶ πενία παρ' αὐτοῦ ἡ ἐπαινετὴ, οἵαν προεξένει τότε τῷ πλουσίῳ ἐκείνῳ, λέγων· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει µοι· καὶ τοῖς µαθηταῖς πάλιν νοµοθετῶν καὶ λέγων, Μὴ κτήσασθε χρυσὸν, µηδὲ ἄργυρον, µηδὲ δύο χιτῶνας. Μὴ τοίνυν λέγε, ὅτι πάντα πλοῦτον αὐτὸς δίδωσι· καὶ γὰρ ἐδείχθη καὶ ἀπὸ φόνων καὶ ἀπὸ ἁρπαγῆς καὶ ἀπὸ µυρίων ἑτέρων προφάσεων συλλεγόµενος οὗτος. Ἀλλὰ πάλιν εἰς τὸ πρότερον ἡµῖν ὁ λόγος περιΐσταται ζήτηµα. Εἰ γὰρ µηδὲν ἡµῖν χρήσιµοι οἱ πλουτοῦντες, διὰ τί γεγένηνται; τί οὖν ἂν εἴποιµεν; Ὅτι οὗτοι οὐ χρήσιµοι, οἱ ἑαυτοὺς οὕτω ποιοῦντες πλουσίους, ὡς οἵ γε παρὰ τοῦ Θεοῦ γενόµενοι, καὶ σφόδρα χρήσιµοι. Καὶ τοῦτο ἀπ' αὐτῶν τῶν παρ' ἐκείνων γινοµένων µάνθανε. Καὶ γὰρ ὁ Ἀβραὰµ τοῖς ξένοις καὶ τοῖς δεοµένοις ἅπασι τὸν πλοῦτον ἐκέκτητο. Ὁ γὰρ τριῶν παραγενοµένων, ὡς ἐνόµιζεν, ἀνθρώπων, µόσχον θύσας, καὶ τρία µέτρα σεµιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήµενος ἐνκαιρῷ µεσηµβρίας, ἐννόησον µεθ' ὅσης δαψιλείας καὶ προθυµίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, µετὰ τῶν χρηµάτων καὶ τὴν τοῦ σώµατος παρεχόµενος ὑπηρεσίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιµὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐδὲν ἴδιον κεκτηµένος, οὐδὲ αὐτὸν τὸν υἱόν· καὶ γὰρ τοῦ Θεοῦ κελεύσαντος, καὶ τοῦτον ἐπέδωκε· µετὰ δὲ τοῦ υἱοῦ καὶ ἑαυτὸν ἐπέδωκε καὶ τὴν οἰκίαν ἅπασαν, ἡνίκα τὸν ἀδελφιδοῦν ἐξαρπάσαι ἔσπευδε. Καὶ ταῦτα οὐ χρηµάτων ἕνεκεν ἐποίει, ἀλλὰ φιλανθρωπίας µόνης. Ὅτε γοῦν τῶν λαφύρων αὐτὸν ἐποίουν κύριον οἱ δι' αὐτοῦ σωθέντες, µέχρι σπαρτίου καὶ σφαιρωτῆρος ἅπαντα διεκρούσατο. ζʹ. Τοιοῦτος καὶ ὁ µακάριος ἦν Ἰώβ. Καὶ γὰρ Ἡ θύρα µου, φησὶ, παντὶ ἐλθόντι ἠνέῳκτο. Ἐγὼ ἤµην ὀφθαλµὸς τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤµην πατὴρ ἀδυνάτων· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος· ἀδύνατοι δὲ, ἤν ποτε χρείαν εἶχον, οὐκ ἀπέτυχον, οὐδὲ εἴασα ἐξελθεῖν ἀδύνατον τὴν θύραν µου κόλπῳ κενῷ. Καὶ πολλῷ πλείονα δὲ τούτων, ἵνα µὴ πάντα καταλέγωµεν νῦν, διετέλει πράττων, εἰς τοὺς δεοµένους ἅπαντα τὸν πλοῦτον καταναλίσκων. Βούλει καὶ τοὺς οὐ παρὰ Θεοῦ γινοµένους πλουσίους ἰδεῖν, ἵνα µάθῃς πῶς κέχρηνται τῷ πλούτῳ; Ὅρα τὸν ἐπὶ τοῦ Λαζάρου, τὸν οὐδὲ τῶν ψιχίων µεταδιδόντα· ὅρα τὸν Ἀχαὰβ τὸν καὶ τὸν ἀµπελῶνα ἁρπάζοντα· ὅρα τὸν Γιεζῆ, ὅρα τοὺς τοιούτους ἅπαντας. Οἱ µὲν γὰρ δικαίως κεκτηµένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς τὰ τοῦ Θεοῦ προστάγµατα ἀναλίσκουσιν· οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλίσκοντες, ἢ κατορύττοντεςκαὶ ἀποκλείοντες, εἰς πτωχὸν δὲ οὐδὲν δαπανῶντες. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους; Ὅτι µακρόθυµός ἐστιν, ὅτι βούλεται ἡµᾶς εἰς µετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίµασεν, ὅτι ἔστησεν ἡµέραν ἐν ᾗ µέλλει κρίνειν τὴν οἰκουµένην. Εἰ δὲ εὐθέως τοὺς πλουτοῦντας κακῶς ἐκόλαζεν, οὐκ ἂν ὁ Ζακχαῖος ἔσχε προθεσµίαν µετανοίας, ὥστε καὶ τετραπλασίονα ἀποδοῦναι, ἅπερ ἥρπασε, καὶτὰ ἡµίση προσθεῖναι τῶν ἑαυτοῦ· οὐκ ἂν ὁ Ματθαῖος µεταβαλέσθαι καὶ γενέσθαι ἀπόστολος, προαναρπαγεὶς τοῦ προσήκοντος καιροῦ· οὐκ ἂν ἕτεροι πολλοὶ τοιοῦτοι.∆ ιὰ ταῦτα ἀνέχεται εἰς µετάνοιαν καλῶν ἅπαντας. Εἰ δὲ µὴ βούλοιντο, ἀλλὰ τοῖς αὐτοῖς ἐπιµένοιεν, ἀκούσονται τοῦ Παύλου λέγοντος, ὅτι Κατὰ τὴν σκληρότητα αὐτῶν καὶ ἀµετανόητονκαρδίαν θησαυρίζουσιν ἑαυτοῖς ὀργὴν ἐν ἡµέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἥντινα ὀργὴν ἵνα φύγωµεν, πλουτῶµεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωµεν πενίαν. Οὕτω γὰρ καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note