In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.3
Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόµατος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ µὴ ᾖ ἐν ὑµῖν σχίσµατα. ἦτε δὲ κατηρτισµένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώµῃ. αʹ. Ὅπερ ἀεὶ ἔλεγον, ὅτι ἠρέµα καὶ κατὰ µικρὸν δεῖ τὰς ἐπιπλήξεις ποιεῖσθαι, τοῦτο καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ. Μέλλων γὰρ εἰς πρᾶγµα ἐµβαίνειν πολλῶν κινδύνων γέµον, καὶ τὴν Ἐκκλησίαν ἐκ βάθρων ἱκανὸν ὂν ἀνασπάσαι, προσηνέστερον τῷ λόγῳ κέχρηται. Φησὶ γὰρ παρακαλεῖν αὐτοὺς, παρακαλεῖν δὲ διὰ τοῦ Χριστοῦ, ὡς οὐδὲ αὐτὸς ἀρκῶν µόνος ταύτην θέσθαι τὴν ἱκετηρίαν, καὶ πεῖσαι. Τί δέ ἐστι, Παρακαλῶ διὰ τοῦ Χριστοῦ; Τὸν Χριστὸν λαµβάνω σύµ µαχον, καὶ βοηθὸν αὐτοῦ τὸ ὄνοµα τὸ ἠδικηµένον καὶ ὑβρισµένον· σφόδρα ἐντρεπτικῶς, ὥστε µὴ ἀπαναισχυντῆσαι αὐτούς· ἰταµοὺς γὰρ ἡ ἁµαρτία ποιεῖ.∆ ιὰ τοῦτο ἂν µὲν εὐθέως σφοδρῶς ἐπιπλήξῃς, ἀπηνῆ καὶ ἀναίσχυντον εἰργάσω· ἂν δὲ ἐντρέψῃς, κατέκαµψας τὸν αὐχένα, κατέσπασας τὴν παῤῥησίαν, κάτω νεύειν ἐποίησας. Ὅπερ καὶ ὁ Παῦλος κατασκευάζων, παρακαλεῖ τέως διὰ τοῦ ὀνόµατος τοῦ Χριστοῦ. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖ· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ µὴ ᾖ ἐν ὑµῖν σχίσµατα. Τοῦ σχίσµατος ἡ ἔµφασις καὶ αὐτὸ τῆς κατηγορίας τὸ ὄνοµα ἱκανὰ σφόδρα αὐτῶν καθάψασθαι. Οὐ γὰρ πολλὰ γέγονεν ὁλόκληρα µέρη, ἀλλὰ καὶ τὸ ἓν ἀπώλετο. Εἰ µὲν γὰρ Ἐκκλησίαι ἦσαν ὁλόκληροι, ἦν πολλὰ τὰ συστήµατα· εἰ δὲ σχίσµατα, καὶ τὸ ἓν διεφθάρη. Τὸ γὰρ ὁλόκληρον, ὅταν εἰς πολλὰ διαιρεθῇ, οὐ µόνον πολλὰ οὐ γίνεται, ἀλλὰ καὶ τὸ ἓν ἀπόλλυται. Τοιαύτη τῶν σχισµάτων ἡ φύσις. Εἶτα, ἐπειδὴ σφόδρα καθήψατο τῇ προσηγορίᾳ τοῦ σχίσµατος, πάλιν λεαίνει καὶ πραΰνει λέγων· Ἦτε δὲ κατηρτισµένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώµῃ. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα τὸ αὐτὸ λέγητε, Μὴ νοµίσητε, φησὶν, ὅτι µέχρι ῥηµάτων εἶπον εἶναι τὴν ὁµόνοιαν· τὴν γὰρ ἀπὸ διανοίας συµφωνίαν ἐπιζητῶ· ἀλλ' ἐπειδὴ ἔστι καὶ λέγειν ἀπὸ διανοίας τὸ αὐτὸ, οὐ µὴν ἐν πᾶσι τοῖς πράγµασι, διὰ τοῦτο καὶ τοῦτο προσέθηκε, τὸ, Ἦτε δὲ κατηρτισµένοι. Ὁ γὰρ ἡνωµένος ἔν τινι, ἔν τινι δὲ διχονοῶν, οὐκέτι κατήρτισται, οὐδὲ ἀπήρτισται εἰς ὁµοφροσύνην. Ἔστι δὲ καὶ τοῖς νοήµασι συµφωνοῦντα, µηδέπω καὶ τῇ γνώµῃ συµφωνεῖν· οἷον, ὅταν τὴν αὐτὴν πίστιν ἔχοντες, µὴ ὦµεν συνηµµένοι κατὰ τὴν ἀγάπην. Οὕτω γὰρ κατὰ µὲν τὰ νοήµατα ἡνώµεθα( τὰ γὰρ αὐτὰ νοοῦµεν), κατὰ δὲ τὴν γνώµην οὐκέτι· ὅπερ οὖν καὶ τότε ἐγένετο, τοῦ µὲν τὸν δεῖνα, τοῦ δὲ τὸν δεῖνα αἱρουµένου.∆ ιὰ τοῦτό φησιν, ὅτι καὶ τῷ νοῒ καὶ τῇ γνώµῃ δεῖ συµφωνεῖν. Οὐδὲ γὰρ ἀπὸ τοῦ διεστάναι κατὰ τὴν πίστιν τὰ σχίσµατα ἐγίνετο, ἀλλὰ ἀπὸ τοῦ τὴν γνώµην διῃρῆσθαι κατὰ ἀνθρωπίνην φιλονεικίαν. Ἀλλ' ἐπειδὴ ὁ ἐγκαλούµενος, ἕως ἂν µὴ ἔχῃ τοὺς µάρτυρας, ἀπαναισχυντεῖ, ὅρα πῶς µὴ συγχωρῶν εἰς ἄρνησιν ἐξελθεῖν µάρτυρας παρήγαγεν. Ἐδηλώθη γάρ µοι περὶ ὑµῶν, ἀδελφοί µου, ὑπὸ τῶν Χλόης. Καὶ οὔτε εὐθέως τοῦτο εἶπεν, ἀλλὰ πρότερον τὸ ἔγκληµα τέθεικεν, ὅπερ πεπιστευκότος ἦν τοῖς δηλώσασιν· εἰ γὰρ µὴ τοῦτο ἦν, οὐδ' ἂν ἐνεκάλεσεν· οὐ γὰρ ἂν ἁπλῶς ὁ Παῦλος ἐπίστευσεν. Οὔτε οὖν εὐθέως εἶπεν ὅτι ἐδηλώθη, ἵνα µὴ δόξῃ ὡς ἐξ ἐκείνων ἐγκαλεῖν, οὔτε ἀπεσιώπησεν, ἵνα µὴ δόξῃ ἐξ ἑαυτοῦ µόνον λέγειν. Καὶ πάλιν ἀδελφοὺς αὐτοὺς ὀνοµάζει. Κἂν γὰρ ᾖ δῆλον τὸ ἁµάρτηµα, οὐδὲν κωλύει ἀδελφοὺς καλεῖν ἔτι. Σκόπει δὲ τὴν σύνεσιν, πῶς οὐ κεχωρισµένον ἔθηκε τὸ πρόσωπον, ἀλλ' ὁλόκληρον οἰκίαν, ὥστε µὴ ἐκπολεµῶσαι αὐτοὺς πρὸς τὸν εἰρηκότα· οὕτω γὰρ καὶ περιέστειλεν ἐκεῖνον, καὶ τὴν κατηγορίαν ἀδεῶς ἐξεκάλυψεν. Οὐ γὰρ τὸ ἐκείνων εἶδε µόνον, ἀλλὰ καὶ τὸ τούτων συµφέρον.∆ ιὰ τοῦτο οὐκ εἶπεν· Ἐδηλώθη µοι παρά τινων, ἀλλὰ καὶ τὴν οἰκίαν δήλην ἐποίησεν, ὥστε µὴ νοµίζεσθαι πλάττειν. Τί ἐδηλώθη; Ὅτι ἔριδες ἐν ὑµῖν εἰσιν. Ὅτε µὲν οὖν αὐτοῖς ἐπιτιµᾷ, λέγει· Ἵνα µὴ ἐν ὑµῖν σχίσµατα ᾖ· ὅτε δὲ τὰ ἑτέρων ἀπαγγέλλει, πραότερον ἀπαγγέλλει λέγων, Ἐδηλώθη γάρ µοι, ὅτι ἔριδες ἐν ὑµῖν εἰσιν, ὥστε µὴ συγκροῦσαι τοὺς εἰρηκότας. Εἶτα λέγει καὶ τῆς ἔριδος τὸ εἶδος. Ὅτι ἕκαστος ὑµῶν λέγει· Ἐγὼ µὲν εἰµὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ. Ἔριδαςγὰρ οὔ φηµι, φησὶ, τὰς περὶ ἰδιωτικῶν πραγµάτων, ἀλλὰ τὰς χαλεπωτέρας. Ὅτι ἕκαστος ὑµῶν λέγει. Οὐ γὰρ µέρος, ἀλλὰ τὸ πᾶν ἐπενέµετο τῆς Ἐκκλησίας ἡ φθορά. Καίτοι γε οὐδὲ περὶ ἑαυτοῦ, οὐδὲ περὶ Πέτρου, οὐδὲ περὶ Ἀπολλὼ ἔλεγον· ἀλλὰ δείκνυσιν, ὅτι εἰ τούτοις ἐπερείδεσθαι οὐ χρὴ, πολλῷ µᾶλλον ἑτέροις. Ὅτι γὰρ οὔτε περὶ αὐτῶν ἔλεγον, προϊών φησι· Ταῦτα δὲ µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡµῖν µάθητε τὸ µὴ ὑπὲρ ὃ γέγραπται, φρονεῖν. Εἰ γὰρ Παύλου καὶ Ἀπολλὼ καὶ Κηφᾶ οὐκ ἐχρῆν ἐπιφηµίζειν ἑαυτοῖς τὰ ὀνόµατα, πολλῷ µᾶλλον ἑτέρων. Εἰ τὸν διδάσκαλον, καὶ πρῶτον τῶν ἀποστόλων, καὶ τοσοῦτον κατηχήσαντα δῆµον, οὐκ ἐχρῆν ἐπιγράφεσθαι, πολλῷ µᾶλλον τοὺς οὐδὲν ὄντας. Μεθ' ὑπερβολῆς τοίνυν, ἀπαγαγεῖν αὐτοὺς τοῦ νοσήµατος σπεύδων, ταῦτα τίθησι τὰ ὀνόµατα· ἄλλως δὲ καὶ ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον, οὐκ ὀνοµαστὶ µεµνηµένος τῶν διατεµνόντων τὴν Ἐκκλησίαν, ἀλλ' ὥσπερ τισὶ προσώποις ταῖς τῶνἀποστόλων προσηγορίαις κρύπτων αὐτούς· Ἐγὼ µὲν εἰµὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ. βʹ. Οὐ προτιµῶν ἑαυτὸν τοῦ Πέτρου τέθεικεν ἔσχατον ἐκεῖνον, ἀλλὰ καὶ σφόδρα τὸν Πέτρον ἑαυτοῦ προτιθείς. Κατὰ γὰρ αὔξησιν προήγαγε τὸν λόγον, ἵνα µὴ νοµισθῇ φθόνῳ τοῦτο ποιεῖν καὶ ἀφαιρεῖσθαι ἐκείνους τὴν τιµὴν διὰ βασκανίαν.∆ ιὰ τοῦτο καὶ ἑαυτὸν τέθεικε πρῶτον. Ὁ γὰρ πρῶτον ἑαυτὸν ἀποδοκιµάζων, οὐκ ἀπὸ τοῦ τιµῆς ἐρᾷν τοῦτο ποιεῖ, ἀλλ' ἀπὸ τοῦ σφόδρα καταφρονεῖν τῆς τοιαύτης δόξης. Τὴν τοίνυν ἅπασαν προσβολὴν αὐτὸς δέχεται, καὶ τότε τίθησι τὸν Ἀπολλὼ, καὶ τότε τὸν Κηφᾶν. Οὐ τοίνυν ἐπαίρων ἑαυτὸν τοῦτο ἐποίησεν, ἀλλ' ἐν οἷς οὐκ ἐχρῆν γίνεσθαι, διὰ τοῦ οἰκείου προσώπου πρῶτον ποιεῖται τὴν διόρθωσιν. Ἀλλ' ὅτι µὲν οἱ τῷ δεῖνι καὶ τῷ δεῖνι προσνέµοντες ἑαυτοὺς ἡµάρτανον, δῆλον· καὶ καλῶς ἐνεκάλεσεν εἰπὼν, ὅτι Οὐ καλῶς ποιεῖτε λέγοντες, Ἐγὼ µὲν εἰµὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ· τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐγὼ δὲ Χριστοῦ; Εἰ γὰρ οἱ ἀνθρώποις προσνέµοντες ἑαυτοὺς ἡµάρτανον, οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνατιθέντες. Ἀλλ' οὐ τοῦτο ἐνεκάλει, ὅτι τὸν Χριστὸν ἑαυτοῖς ἐπεφήµιζον, ἀλλ' ὅτι µὴ πάντες µόνον. Οἶµαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι βουλόµενον βαρύτερον τὸ ἔγκληµα ποιῆσαι, καὶ δεῖξαι οὕτω καὶ τὸν Χριστὸν εἰς µέρος δοθέντα ἓν, εἰ καὶµὴ οὕτως ἐποίουν τοῦτο ἐκεῖνοι. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· Μεµέρισται ὁ Χριστός; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κατετέµετε τὸν Χριστὸν καὶ διείλετε αὐτοῦ τὸ σῶµα. Ὁρᾷς θυµὸν, ὁρᾷς ἐπίπληξιν, ὁρᾷς λόγον γέµοντα ἀγανακτήσεως; Ὅταν γὰρ µὴ κατασκευάζῃ, ἀλλ' ἐρωτᾷ µόνον, ὡς ὡµολογηµένου τοῦ ἀτόπου τοῦτο ποιεῖ. Τινὲς δὲ καὶ ἕτερον αὐτόν φασιν αἰνίττεσθαι διὰ τοῦ λέγειν· Μεµέρισται ὁ Χριστός· οἷον, διενείµατο πρὸς ἀνθρώπους καὶ ἐµερίσατο τὴν Ἐκκλησίαν, καὶ µοῖραν τὴν µὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. Εἶτα ἐργάζεται λοιπὸν τὴν ἀναίρεσιν τοῦ ἀτόπου, λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑµῶν, ἢ εἰς τὸ ὄνοµα Παύλου ἐβαπτίσθητε; Ὅρα φιλόχριστον γνώµην, πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόµατος προσάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐ προσήκει οὐδενὶ αὕτη ἡ τιµή. Καὶ ἵνα µὴ δόξῃ φθόνῳ κινούµενος ταῦτα λέγειν, διὰ τοῦτο συνεχῶς ἑαυτὸν περιστρέφει· καὶ σκόπει τὴν σύνεσιν. Οὐ γὰρ εἶπε, Μὴ Παῦλος τὸν κόσµον ἐποίησε; µὴ Παῦλος ὑµᾶς ἀπὸ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν; ἀλλ' ἃ ἦν τῶν πιστῶν ἐξαίρετα µόνον καὶ πολλῆς κηδεµονίας, ταῦτα τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισµα, καὶ τὰ ἐκ τούτων ἀγαθά.∆ είκνυσι µὲν γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ ἡ τοῦ κόσµου δηµιουργία, µάλιστα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκατάβασις. Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἀπέθανεν ὑπὲρ ὑµῶν; ἀλλὰ, Μὴ Παῦλος ἐσταυρώθη; καὶ τὸ εἶδος τοῦ θανάτου τιθείς· ἢ εἰς τὸ ὄνοµα Παύλου ἐβαπτίσθητε; Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἐβάπτισεν ὑµᾶς; ἐβάπτισε γὰρ πολλούς· ἀλλ' οὐ τὸ ζητούµενον τοῦτο ἦν, ὑπὸ τίνος ἐβαπτίσθησαν, ἀλλὰ τὸ εἰς τίνος ὄνοµα ἐβαπτίσθησαν. Ἐπειδὴ γὰρ καὶ τοῦτο αἴτιον ἐγένετο σχισµάτων, τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο διορθοῦται λέγων, Μὴ εἰς τὸ ὄνοµα Παύλου ἐβαπτίσθητε; Καὶ µὴ γὰρ εἴπῃς, φησὶ, Τίς ἐβάπτισεν, ἀλλ', Εἰς τὸ τίνος ὄνοµα; Οὐ γὰρ ὁ βαπτίσας, ἀλλ' ὁ καλούµενος εἰς τὸ βάπτισµα ζητεῖται· οὗτος γὰρ ἀφίησι τὰ ἁµαρτήµατα. Καὶ ἄχρι τούτου στήσας τὸν λόγον, οὐκέτι τοῖς ἑξῆς ἐπεξέρχεται. Οὐ γὰρ λέγει, Μὴ Παῦλος ὑµῖν ἐπηγγείλατο τὰ µέλλοντα ἀγαθά; µὴ Παῦλος ὑµῖν ὑπέσχετο βασιλείαν οὐρανῶν; Τί δήποτε οὖν οὐχὶ καὶ ταῦτα προστίθησιν; Ὅτι οὐκ ἔστιν ἴσον βασιλείαν ἐπαγγείλασθαι, καὶ σταυρωθῆναι. Ἐκεῖνο µὲν γὰρ οὔτε κίνδυνον εἶχεν, οὔτε αἰσχύνην ἔφερε· τοῦτο δὲ ἅπαντα ταῦτα· ἄλλως δὲ καὶ ἐκεῖνα ἀπὸ τούτων κατασκευάζει. Εἰπὼν γὰρ, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἐπήγαγε, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡµῖν χαρίσεται; καὶ πάλιν, Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγηµεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ µᾶλλον καταλλαγέντες σωθησόµεθα. Τούτου ἕνεκεν οὐκ ἐπήγαγεν ἐκεῖνα· καὶ ὅτι τὰ µὲν οὐδέπω εἶχον, τῶν δὲ ἤδη πεῖραν εἰλήφεσαν, καὶ τὰ µὲν ἦν ἐν ἐπαγγελίαις, τὰ δὲ ἤδη γεγένητο. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑµῶν ἐβάπτισα, εἰ µὴ Κρίσπον καὶ Κάϊον. Τί µέγα φρονεῖτε ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ, ὅτι οὐκ ἐποίησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τούτῳ φύσηµα οἰκονοµικῶς, οὐχὶ τὴν δύναµιν τοῦ βαπτίσµατος, µὴ γένοιτο, ἀλλὰ τὴν ἀπόνοιαν τῶν µέγα ἐπὶ τῷβαπτίσαι φρονούντων, πρῶτον µὲν τῷ δεικνύναι, ὅτι οὐκ αὐτῶν ἐστι τὸ δῶρον, δεύτερον δὲ τῷ εὐχαριστεῖν τῷ Θεῷ διὰ τοῦτο. Μέγα µὲν γὰρ τὸ βάπτισµα, ἀλλὰ µέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ' ὁ καλούµενος εἰς τὸ βάπτισµα· ἐπεὶ τὸ βαπτίσαι οὐδέν ἐστιν ὅσον εἰς ἀνθρώπινον πόνον, ἀλλὰ πολλῷ ἔλαττον τοῦ εὐαγγελίσασθαι. Μέγα µὲν γάρ ἐστι, πάλιν φηµὶ, τὸ βάπτισµα, καὶ ἄνευ βαπτίσµατος ἀµήχανον βασιλείας ἐπιτυχεῖν· ἀλλὰ δύναται αὐτὸ καὶ ἀνὴρ οὐ σφόδρα γενναῖος ποιῆσαι, τὸ δὲ εὐαγγελίσασθαι πολλοῦ δεῖται πόνου. γʹ. Λέγει δὲ καὶ τὴν αἰτίαν, δι' ἣν εὐχαριστεῖ, ὅτε οὐδένα ἐβάπτισε. Τίς οὖν ἐστιν αὕτη; Ἵνα µή τις εἴπῃ, φησὶ, ὅτι εἰς τὸ ἐµὸν ὄνοµα ἐβαπτίσθητε. Τί δαί; περὶ γὰρ ἐκείνων τοῦτο ἔλεγον; Οὐδαµῶς· ἀλλὰ δέδοικα, φησὶ, µὴ καὶ εἰς τοῦτο προβῇ τὸ νόσηµα. Εἰ γὰρ εὐτελῶν ἀνθρώπων καὶ οὐδενὸς ἀξίων λόγου βαπτιζόντων, αἵρεσις γέγονεν, εἰ ἐγὼ ὁ καταγγείλας τὸ βάπτισµα πολλοὺς ἐβάπτισα, εἰκὸςἦν συστάντας µὴ µόνον ἐπὶ τῷ ὀνόµατί µου καλεῖσθαι, ἀλλὰ καὶ τὸ βάπτισµα ἐµοὶ ἐπιφηµίζειν. Εἰ γὰρ ἀπὸ τῶν ἐλαττόνων τοσοῦτον ἐγένετο κακὸν, ἴσως ἂν καὶ ἔτι πολλῷ χαλεπώτερον ἀπὸ τῶν µειζόνων προὔβη. Ἐντρέψας τοίνυν τοὺς διεφθαρµένους ταύτῃ, καὶ προσειπὼν, Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον, πάλιν αὐτῶν ὑποσύρει τὸν τῦφον λέγων· Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι οὐδὲ περισπούδαστον ἦν αὐτῷ τῆς ἀπὸ τούτου τιµῆς ἀπολαύειν παρὰ τῶν πολλῶν, οὐδὲ δόξης ἕνεκεν ἐπὶ τοῦτο ἤρχετο. Οὐ τούτοις δὲ µόνον, ἀλλὰ καὶ τοῖς ἑξῆς σφόδρα αὐτῶν καταστέλλει τὴν φλεγµονὴν, λέγων· Οὐ γὰρ ἀπέστειλέ µε Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι. Τὸ γὰρ ἐπιπονώτερον καὶ πολλοῦ δεόµενον µόχθου καὶ ψυχῆς σιδηρᾶς, καὶ ὃ πάντα συνεῖχε, τοῦτο ἦν.∆ ιὸ καὶ Παῦλος αὐτὸ ἐνεχειρίζετο. Καὶ τίνος ἕνεκεν µὴ ἀποσταλεὶς βαπτίζειν, ἐβάπτιζεν; Οὐ µαχόµενος τῷ ἀποστείλαντι, ἀλλ' ἐκ περιουσίας τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, ὅτι Ἐκωλύθην, ἀλλ' ὅτι Οὐκ ἀπεστάλην ἐπὶ τούτῳ, ἀλλ' ἐπὶ τῷ ἀναγκαιοτάτῳ. Τὸ µὲν γὰρ εὐαγγελίζεσθαι ἑνός που καὶ δευτέρου, τὸ δὲ βαπτίζειν παντὸς ἂν εἴη τοῦ τὴν ἱερωσύνην ἔχοντος. Ἄνθρωπον µὲν γὰρ κατηχούµενον λαβόντας καὶ πεπεισµένον βαπτίσαι, παντὸς οὑτινοσοῦν ἐστιν· ἡ γὰρ προαίρεσις τοῦ προσιόντος λοιπὸν ἐργάζεται τὸ πᾶν, καὶ ἡ τοῦ Θεοῦ χάρις· ὅταν δὲ ἀπίστους δέῃ κατηχῆσαι, πολλοῦ δεῖ πόνου, πολλῆς τῆς σοφίας· τότε δὲ καὶ τὸ κινδυνεύειν προσῆν. Ἐκεῖ µὲν γὰρ τὸ πᾶν γέγονε, καὶ πέπεισται ὁ µυσταγωγεῖσθαι µέλλων, καὶ οὐδὲν µέγα, πεισθέντα βαπτίσαι· ἐνταῦθα δὲ πολὺς ὁ πόνος ὥστε µεταπεῖσαι προαίρεσιν, καὶ µεταθεῖναι γνώµην, καὶ ἀναµοχλεῦσαι πλάνην, καὶ καταφυτεῦσαι τὴν ἀλήθειαν. Ἀλλ' οὐ λέγει ταῦτα οὕτως, οὐδὲ κατασκευάζει καί φησιν, ὅτι οὐδένα πόνον ἔχει τὸ βαπτίσαι, ἀλλὰ τὸ εὐαγγελίσασθαι· οἶδε γὰρ ἀεὶ µετριάζειν· ἀλλ' ἐν τῇ συγκρίσει τῆς ἔξωθεν σοφίας σφόδρα ἀποτείνεται, ἔνθα καταφορικωτέρῳ ἠδύνατο χρήσασθαι λόγῳ. Οὐ τοίνυν ἐναντιούµενος τῷ πέµποντι ἐβάπτιζεν· ἀλλ' ὥσπερ ἐπὶ τῶν χηρῶν, εἰπόντων τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλιπόντας ἡµᾶς τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκονήσατο, οὐκ ἐναντιούµενος ἐκείνοις, ἀλλ' ἐκ περιουσίας ποιῶν· οὕτω καὶ ἐνταῦθα. Ἐπεὶ καὶ νῦν τοῖς µὲν ἀφελεστέροις τῶν πρεσβυτέρων τοῦτο ἐγχειρίζοµεν, τὸν δὲ διδασκαλικὸν λόγον τοῖς σοφωτέροις· ἐκεῖ γάρ ἐστιν ὁ πόνος καὶ ὁ ἱδρώς.∆ ιὸ καὶ αὐτός φησιν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιµῆς ἀξιούσθωσαν, µάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὥσπερ γὰρ τὸ µὲν διδάξαι τοὺς παλαίοντας, ἀνδρός ἐστι γενναίου καὶ παιδοτρίβου σοφοῦ, τὸ δὲ ἐπιθεῖναι τὸν στέφανον τῷ νικήσαντι καὶ τοῦ µὴδυναµένου παλαίειν ἐστὶ, καίτοι γε ὁ στέφανος λαµπρότερον ποιεῖ τὸν νικήσαντα· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσµατος· ἀδύνατον µὲν γὰρ χωρὶς αὐτοῦ σωθῆναι, οὐδὲν δὲ µέγα ὁ βαπτίζων ποιεῖ, προαίρεσιν παρεσκευασµένην λαβών. Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Καθελὼν τὸ φύσηµα τῶν διὰ τὸ βαπτίζειν µέγα φρονούντων, µεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κοµπάζοντας, καὶ κατ' αὐτῶνὁπλίζεται σφοδρότερον. Πρὸς µὲν γὰρ τοὺς ἐπὶ τῷ βαπτίζειν πεφυσιωµένους ἔλεγεν, Εὐχαριστῶ, ὅτι οὐδένα ἐβάπτισα, καὶ ὅτι οὐκ ἀπέστειλέ µε ὁ Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ, ἀλλ' αἰνιξάµενος δι' ὀλίγων ἅπερ ἐβούλετο, παρέδραµεν· ἐνταῦθα δὲ ἐκ προοιµίων χαλεπὴν δίδωσι τὴν πληγὴν λέγων· Ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν µέγα φρονεῖς, ἐφ' ᾧ ἐγκαλύπτεσθαι ἔδει; Εἰ γὰρ πολεµεῖ τῷ σταυρῷ καὶ µάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ' αὐτῇ, ἀλλὰ καὶ καταδύεσθαι δεῖ. Τοῦτο γὰρ αἴτιον τοῦ µὴ γενέσθαι τοὺς ἀποστόλους σοφοὺς, οὐκ ἀσθενείᾳ τοῦ χαρίσµατος, ἀλλ' ἵνα µὴ βλαβῇ τὸ κήρυγµα. Οὐκ ἄρα ἐκεῖνοι ἦσαν οἱ συνιστῶντες τὸν λόγον, ἀλλὰ καὶ λυµαινόµενοι· οἱ δὲ ἰδιῶται οἱ βεβαιοῦντες. Τοῦτο οἶδε κολάσαι τῦφον, τοῦτο καταστεῖλαι φλεγµονὴν, τοῦτο πεῖσαι µετριάζειν. Καὶ εἰ οὐκ ἐν σοφίᾳ λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλὼ λόγιον ὄντα ἔπεµψαν, φησί; Οὐ τῇ τῶν λόγων δυνάµει θαῤῥοῦντες, ἀλλ' ὅτι δυνατὸς ἦν ἐν ταῖς Γραφαῖς, καὶ ἤλεγχε τοὺς Ἰουδαίους. Ἄλλως δὲ τὸ ζητούµενον ἦν, τὸ τοὺς πρωτοστάτας καὶ ἀρξαµένους σπείρειν τὸν λόγον µὴ εἶναι λογίους. Οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δεόµενοι δυνάµεως, ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιµίων, καὶ τότε πολλῆς ἔδει τῆς ἰσχύος εἰς αὐτὴν τὴν εἴσοδον. δʹ. Ὁ τοίνυν µὴ δεηθεὶς εὐπαιδεύτων ἐκ προοιµίων, εἰ µετὰ ταῦτα λογίους ἐδέξατο, οὐχ ὡς δεόµενος τοῦτο ἐποίησεν, ἀλλ' ὡς οὐ διακρινόµενος. Ὥσπερ γὰρ οὐκ ἐδεῖτο σοφῶν εἰς τὸ κατορθῶσαι ἅπερ ἐβούλετο, οὕτως οὐδὲ µετὰ ταῦτα εὑρεθέντας διὰ τοῦτο ἐξέβαλε. Σὺ δὲ ἐκεῖνό µοι δεῖξον, εἰ Πέτρος λόγιος ἦν καὶ Παῦλος. Ἀλλ' οὐκ ἂν ἔχοις· ἰδιῶται γὰρ ἦσαν, καὶ ἀγράµµατοι. Ὥσπερ οὖν ὁ Χριστὸς, ὅτε τοὺς µαθητὰς ἔπεµπεν εἰς τὴν οἰκουµένην, δείξας αὐτοῦ τὴν δύναµιν αὐτοῖς ἐν Παλαιστίνῃ πρῶτον, καὶ εἰπὼν, Ὅτεἀπέστειλα ὑµᾶς χωρὶς βαλαντίου καὶ πήρας καὶ ὑποδήµατος, µή τινος ὑστερήσατε; τότε ἐπέτρεψε λοιπὸν καὶ πήραν καὶ βαλάντιον ἔχειν· οὕτω καὶ ἐνταῦθα ἐποίησε. Τὸ γὰρ ζητούµενον ἦν δειχθῆναι τοῦ Χριστοῦ τὴν δύναµιν, οὐ διὰ τὴν ἔξωθεν σοφίαν ἐκβάλλεσθαι τῆς πίστεως τοὺς προσιόντας. Ὅταν οὖν Ἕλληνες κατηγορήσωσι τῶν µαθητῶν ὡς ἰδιωτῶν, πλέον ἡµεῖς ἐκείνων κατηγορῶµεν αὐτῶν. Μηδὲ λεγέτω τις, ὅτι σοφὸς ἦν ὁ Παῦλος· ἀλλ' ἐπαίροντες ἐπὶ σοφίᾳ τοὺς µεγάλους παρ' ἐκείνοις καὶ ἐπὶ εὐγλωττίᾳ θαυµασθέντας, τοὺς παρ' ἡµῖν ἅπαντας λέγωµεν ἰδιώτας γεγονέναι. Οὐ µικρῶς γὰρ αὐτοὺς καὶ κατὰ τοῦτο καταβαλοῦµεν τὸ µέρος· οὕτω γὰρ ἔσται λαµπρὰ τὰ νικητήρια. Ταῦτα δὲ εἶπον, ἐπειδή τινος ἤκουσά ποτε Χριστιανοῦ πρὸς Ἕλληνα καταγελάστως διαλεγοµένου, καὶ ἀµφοτέρων ἐν τῇ πρὸς ἀλλήλους µάχῃ τὰἑαυτῶν καταλυόντων. Ἃ γὰρ ἔδει τὸν Χριστιανὸν εἰπεῖν, ταῦτα ὁ Ἕλλην ἔλεγε· καὶ ἃ τὸν Ἕλληνα εἰκὸς ἦν εἰπεῖν, ταῦτα ὁ Χριστιανὸς προεβάλλετο. Περὶ Παύλου γὰρ καὶ Πλάτωνος ζητήσεως οὔσης, ὁ µὲν Ἕλλην ἐπειρᾶτο δεικνύναι, ὅτι ὁ Παῦλος ἦν ἀµαθὴς καὶ ἰδιώτης· ὁ δὲ Χριστιανὸς ὑπὸ ἀφελείας ἐσπούδαζε κατασκευάζειν, ὅτι Πλάτωνος λογιώτερος ἦν ὁ Παῦλος. Οὕτω δὲ τοῦ Ἕλληνος ἐγίνετο τὰ νικητήρια, τούτου κρατοῦντος τοῦ λόγου. Εἰ γὰρ Πλάτωνος ἐλλογιµώτερος ἦν ὁ Παῦλος, πολλοὺς εἰκὸς ἀντιλέγειν, ὅτι οὐ τῇ χάριτι, ἀλλὰ τῇ εὐγλωττίᾳ περιεγένετο. Ὥστε ὑπὲρ τοῦ Ἕλληνος ἦν τὸ λεγόµενον ὑπὸ τοῦ Χριστιανοῦ· ὃ δὲ ἔλεγεν ὁ Ἕλλην, ὑπὲρ τοῦ Χριστιανοῦ ἦν. Εἰ γὰρ Παῦλος ἀπαίδευτος ἦν, ἐκράτησε δὲ Πλάτωνος, ὅπερ ἔλεγον, λαµπρὰ γέγονεν ἡ νίκη. Τοὺς γὰρ ἐκείνου µαθητὰς λαβὼν ὁ ἀµαθὴς ἅπαντας ἔπεισε, καὶ πρὸς ἑαυτὸν ἤγαγεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, τὸ κήρυγµα περιγέγονεν, ἀλλὰ Θεοῦ χάριτι. Ἵν' οὖν µὴ ταυτὰ πάσχωµεν, µηδὲ καταγελώµεθα οὕτω διαλεγόµενοι πρὸς Ἕλληνας, ἐπειδὰν ἡµῖν πρὸς αὐτοὺς ἀγὼν ᾖ, κατηγορῶµεν τῶν ἀποστόλωνὡς ἀµαθῶν· ἡ γὰρ κατηγορία αὕτη ἐγκώ µιον. Καὶ ὅταν εἴπωσιν ἐκεῖνοι, ὅτι ἄγροικοι ἦσαν οἱ ἀπόστολοι, προσθῶµεν ἡµεῖς, καὶ εἴπωµεν, ὅτι καὶ ἀµαθεῖς καὶ ἀγράµµατοι καὶ πένητες καὶ εὐτελεῖςκαὶ ἀσύνετοι καὶ ἀφανεῖς. Οὐκ ἔστι βλασφηµία τῶν ἀποστόλων ταῦτα, ἀλλὰ καὶ δόξα, τὸ τοὺς τοιούτους τῆς οἰκουµένης πάσης λαµπροτέρους φανῆναι. Οὗτοι γὰρ οἱ ἰδιῶται καὶ ἄγροικοι καὶ ἀµαθεῖς τοὺς σοφοὺς καὶ δυνατοὺς καὶ τοὺς τυράννους, καὶ τοὺς ἐπὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἔξωθενπᾶσι κοµπάζοντας, ὡς οὐδὲ ἄνδρας, οὕτω κατηγωνίσαντο. Ὅθεν δῆλον, ὅτι µεγάλη ἡ τοῦ σταυροῦ δύναµις, καὶ οὐκ ἀνθρωπίνῃ ἰσχύϊ ταῦτα ἐγίνετο. Οὐ γὰρ ἔχει φύσιν τὰ γινόµενα, ἀλλ' ὑπὲρ φύσιν ἦν τὰ κατορθούµενα. Ὅταν δὲ ὑπὲρ φύσιν τι γένηται, καὶ ὑπὲρ φύσιν παρὰ πολὺ µετὰ τοῦ προσήκοντος καὶ τοῦ χρησίµου, εὔδηλον ὅτι θείᾳ τινὶ ταῦτα δυνάµει καὶσυνεργείᾳ γίνεται. Σκόπει δέ· Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράµµατος, ἐκ Παλαιστίνης τῆς χώρας µακρὰν κειµένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάµενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ µετὰ κινδύνων πολλῶν, δήµων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς µαχοµένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιµόνων ὁπλιζοµένων, διαβόλου παραταττοµένουκαὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήµους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόµους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους µυρίους καὶ παντοδαπούς. Ἀλλ' ὅµως ἅπαντα ταῦτα οὕτως ἠλέγχετο καὶ παρεχώρει, τῶν ἁλιέων φθεγγοµένων, ὡς κόνις λεπτὴ σφοδρῶν ἀνέµων ἐµβολὴν ἐνεγκεῖν µὴ δυναµένη. Μάθωµεν τοίνυν οὕτω πρὸς Ἕλληνας διαλέγεσθαι, ἵνα µὴ ὦµεν ὡς θρέµµατα καὶ βοσκήµατα, ἀλλ' ὦµεν παρεσκευασµένοι περὶ τῆς ἐν ἡµῖν ἐλπίδος. Καὶ τέως τοῦτο τὸ κεφάλαιον µελετήσωµεν οὐκ ὂν µικρὸν, καὶ λέγωµεν πρὸς αὐτούς· Πόθεν οἱ ἀσθενεῖς τῶν ἰσχυρῶν περιεγένοντο, οἱ δώδεκα τῆς οἰκουµένης, οὐχὶ τοῖς αὐτοῖς ὅπλοις κεχρηµένοι, ἀλλὰ γυµνοὶ πρὸς ἐνόπλους µαχόµενοι; εʹ. Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεµικῶν ἄπειροι πραγµάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισµένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι µόνον, ἀλλὰκαὶ ἀσθενεῖς τὸ σῶµα, ὑπὸ µὲν ἐκείνων οὐδὲν ἔπαθον, µηδὲ µυρίοις βαλλόµενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐµπεπερονηµένα τὰ βέλη γυµνῷ τῷ σώµατιπάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρηµένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς µὲν ἀνεῖλον, τοὺς δὲ αἰχµαλώτους λαβόντες ἀπήγαγον, µηδὲ τραύµατααὐτοὶ δεξάµενοι, ἆρά τις τὸ γινόµενον ἀνθρώπινον εἶναι ἔφησε; Καίτοι τὸ τῶν ἀποστόλων τρόπαιον πολλῷ ἐκείνου θαυµαστότερον. Τοῦ γὰρ γυµνὸν µὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράµµατον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ µήτε ὑπὸτῆς ὀλιγότητος, µήτε ὑπὸ τῆς πενίας, µήτε ὑπὸ τῶν κινδύνων, µήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, µήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγµάτωνὧν ἐπέταττον, µήτε ὑπὸ τῶν καθηµερινῶν θανάτων, µήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, µήτε ὑπὸ τοῦ ἀξιώµατος τῶν ἀπατησάντων διακωλυθῆναι. Οὕτω τοίνυν αὐτοὺς καταβάλωµεν, καὶ µαχώµεθα πρὸς ἐκείνους, καὶ πρὸ τῶν λόγων διὰ τοῦ βίου καταπληξώµεθα. Αὕτη γάρ ἐστιν ἡ µεγάλη µάχη, οὗτος ὁ συλλογισµὸς ὁ ἀναν τίῤῥητος ὁ διὰ τῶν ἔργων· ἐπεὶ κἂν µυρία φιλοσοφήσωµεν διὰ τῶν λόγων, βίον δὲ µὴ παρεχώµεθα ἐκείνων βελτίονα, τὸ κέρδος οὐδέν. Οὐ γὰρ τοῖς λεγοµένοις προσέχουσιν, ἀλλ' ἃ πράττοµεν ἐξετάζουσι, καί φασι· Σὺ πρότερος τοῖς σοῖς ῥήµασι πείθου, καὶ τότε ἑτέροις παραίνει. Εἰ δὲ λέγεις µὲν µυρία εἶναι ἀγαθὰ ἐν τῷ µέλλοντι, ὡς οὐκ ὄντων δὲ οὕτω φαίνοιο τοῖς παροῦσι προσηλωµένος, τὰ ἔργα σου τῶν ῥηµάτων ἐµοὶ πιστότερα. Ὅταν γὰρ ἴδω σε ἁρπάζοντα τὰ ἑτέρων, θρηνοῦντα ἀµέτρως ἐπὶ τοῖς ἀπελθοῦσι, πολλὰ ἕτερα πληµµελοῦντα, πῶς σοι πιστεύσω ὅτι ἔστιν ἀνάστασις; Κἂν γὰρ µὴ λέγωσι ταῦτα, ὅµως ἐννοοῦσι ταῦτα, καὶ περιστρέφουσιν ἐπὶ τῆς διανοίας. Καὶ τοῦτό ἔστι τὸ κωλύον τοὺς ἀπίστους γενέσθαι Χριστιανούς. Ἐναγάγωµεν τοίνυν αὐτοὺς διὰ τῆς ζωῆς τῆς ἡµετέρας. Πολλοὶ καὶ ἰδιῶται ἄνδρες φιλοσόφων οὕτω κατέπληξαν τὴν διάνοιαν, ὡς καὶ τὴν τῶν ἔργων ἐπιδειξάµενοι φιλοσοφίαν, καὶ φωνὴν σάλπιγγοςλαµπροτέραν διὰ τῆς πολιτείας καὶ φιλοσοφίας ἀφέντες· αὕτη γὰρ τῆς γλώττης ἰσχυροτέρα. Ὅταν δὲ εἴπω, ὅτι οὐ χρὴ µνησικακεῖν, εἶτα τὸν Ἕλληνα µυρία ἐργάσωµαι κακὰ, πῶς δυνήσοµαι τοῖς λόγοις αὐτὸν ἐναγαγεῖν, διὰ τῶν ἔργωναὐτὸν ἀποσοβῶν; Θηρεύσωµεν τοίνυν αὐτοὺς διὰ τῆς πολιτείας, καὶ διὰ τῶν ψυχῶν τούτων οἰκοδοµῶµεν τὴν Ἐκκλησίαν, καὶ τούτων συναγάγωµεν τὸν πλοῦτον. Οὐκ ἔστι ψυχῆς οὐδὲν ἀντάξιον, οὐδὲ ὁ κόσµος ἅπας. Ὥστε κἂν µυρία δῷς χρήµατα πένησιν, οὐδὲν τοιοῦτον ἐργάσῃ, οἷον ὁ µίαν ψυχὴν ἐπιστρέφων. Ὁ γὰρ ἐξάγων τίµιον ἐξ ἀναξίου, ὡς στόµα µου ἔσται, φησί. Μέγα µὲν γὰρ ἀγαθὸν καὶ τὸ ἐλεεῖν τοὺς πενοµένους· ἀλλ' οὐδὲν τοιοῦτον, οἷον τὸ πλάνης ἀπαλλάττειν· ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται καὶ Πέτρον. Ἔξεστι γὰρ ἀναδέξασθαι τὸ ἐκείνων κήρυγµα, οὐχ ἵνα κινδυνεύωµεν καθάπερ ἐκεῖνοι, καὶ λιµοὺς καὶ λοιµοὺς καὶ τὰ ἄλλα ὑποφέρωµεν( εἰ ρήνης γὰρὁ παρὼν καιρὸς), ἀλλ' ἵνα τὴν ἀπὸ προθυµίας σπουδὴν ἐπιδειξώµεθα. Καὶ γὰρ ἔξεστιν οἴκοι καθηµένους ταύτην τὴν ἁλείαν ἐργάζεσθαι. Εἴ τις ἔχει φίλον καὶ συγγενῆ καὶ οἰκεῖον, ταῦτα ποιείτω, ταῦτα λεγέτω· καὶ ἔσται κατὰ Πέτρον καὶ Παῦλον. Καὶ τί λέγω Πέτρον καὶ Παῦλον; Στόµα ἔσται τοῦ Χριστοῦ· Ὁ γὰρ ἐξαγαγὼν τίµιον ἐξ ἀναξίου, ὡς στόµα µου ἔσται, φησί. Κἂν µὴ σήµερον πείσῃς, αὔριον πείσεις· κἂν µηδέποτε πείσῃς, σὺ τὸν µισθὸν ἕξεις ἀπηρτισµένον· κἂν µὴ πάντας πείσῃς, ὀλίγους ἀπὸ πολλῶν δυνήσῃ· ἐπεὶ καὶ οἱ ἀπόστολοι οὐχὶ πάντας τοὺς ὄντας ἀνθρώπους ἔπεισαν, ἀλλ' ὅµως πᾶσι διελέχθησαν, καὶ τὸν ἐπὶ πᾶσι µισθὸν ἔχουσιν. Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουµένων, ἀλλὰ πρὸς τὴν γνώµην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε. Κἂν δύο καταβάλῃς ὀβολοὺς, δέχεται· καὶ ὅπερ ἐπὶ τῆς χήρας ἐποίησε, τοῦτο καὶ ἐπὶ τῶν διδασκόντων ἐργάζεται. Μὴ τοίνυν, ἐπειδὴ τὴν οἰκουµένην οὐ δύνασαι σῶσαι καὶ τῶν ὀλίγων καταφρόνει, µηδὲ τῇ τῶν µεγάλων ἐπιθυµίᾳ τῶν µικρῶν ἀφελκύσῃς σεαυτόν. Κἂν ἑκατὸν µὴ δυνηθῇς, τῶν δέκα ἐπιµελήθητι· κἂν δέκα µὴ δυνηθῇς, µηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε µὴ δυνηθῇς, τοῦ ἑνὸς µὴ ὑπερίδῃς· κἂν τὸν ἕνα µὴ δυνηθῇς, µηδὲ οὕτως ἀθύµει, µηδὲ τὰ παρὰ σαυτοῦ κωλύσῃς. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τοῖς συναλλάγµασιν οὐ µόνον ἀπὸ χρυσίου, ἀλλὰ καὶ ἐξ ἀργυρίου τὰς ἐµπορίας ποιοῦνται οἱ περὶ ταῦτα σχολάζοντες; Ἂν µὲν γὰρ µηδέπω τῶν µικρῶν καταφρονῶµεν, καὶ τῶν µεγάλων ἀνθεξόµεθα· ἂν δὲ τῶν µικρῶν ὑπερίδωµεν, οὐδὲ ἐκείνων ἐπιληψόµεθα εὐκόλως. Οὕτως ἕκαστος πλούσιος γίνεται, καὶ µικρὰ καὶ µεγάλα συλλέγων· οὕτω καὶ ἡµεῖς ποιῶµεν, ἵνα ἐν πᾶσι πλουτήσαντες, ἐπιτύχωµεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.