Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.4
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς µὲν ἀπολλυµέ νοις µωρία ἐστὶ, τοῖς δὲ σωζοµένοις ἡµῖν δύ ναµις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συν ετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραµµατεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; αʹ. Τοῖς κάµνουσι καὶ ψυχοῤῥαγοῦσι καὶ αἱ τροφαὶ αἱ ὑγιεῖς ἀηδεῖς, οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπαχθεῖς, καὶ οὐδὲ γνωρίζονται πολλάκις, ἀλλὰ καὶἐνοχλεῖν δοκοῦσιν. Οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυµένοις συµβαίνειν εἴωθε· τὰ γὰρ πρὸς σωτηρίαν φέροντα ἀγνοοῦσι, καὶ τοὺς κηδοµένους αὐτῶν ἐνοχλεῖν νοµίζουσι. Γίνεται δὲ τοῦτο οὐ παρὰ τὴν τοῦ πράγµατος φύσιν, ἀλλὰ παρὰ τὴν ἐκείνων νόσον. Καὶ ὅπερ οἱ παραπαίοντες ποιοῦσιν, ἀπεχθανόµενοι πρὸς τοὺς ἐπιµελοµένους αὐτῶν, καὶ λοιπὸν λοιδορούµενοι· τοῦτο καὶ οἱ ἄπιστοι πάσχουσιν. Ἀλλ' ὥσπερ ἐπ' ἐκείνων οἱ ὑβριζόµενοι τότε µάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγµα ἔσχατον τῆς ἐπιτεταµένης ἀῤῥωστίας τοῦτο ποιούµενοι, ὅταντοὺς φιλτάτους ἀγνοῶσιν· οὕτω καὶ ἡµεῖς ἐπὶ τῶν Ἑλλήνων ποιήσωµεν, καὶ µᾶλλον τῶν γυναικῶν ὀλολύξωµεν ἐπ' αὐτοῖς, ὅτι τὴν κοινὴν ἀγνοοῦσι σωτηρίαν. Οὐ γὰρ οὕτω γυναῖκα ἄνδρα δεῖ φιλεῖν, ὡς ἡµᾶς πάντας ἀνθρώπους, καὶ πρὸς σωτηρίαν ἐφέλκεσθαι, κἂν Ἕλλην ᾖ, κἂν ὁστισοῦν. Θρηνῶµεν τοίνυν αὐτοὺς, ὅτι ὁ λόγος τοῦ σταυροῦ µωρία αὐτοῖς ἐστιν, ὁ αὐτὸς σοφία καὶ δύναµις ὤν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς µὲν ἀπολλυµένοις, φησὶ, µωρία ἐστίν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζοµένου, τῇ σοφίᾳ τῇ δῆθεν παρ' ἑαυτῶν ἀνθίστασθαι καὶ πολεµεῖν θορυβουµένουςτοῖς παρὰ τῶν Ἑλλήνων λεγοµένοις, παραµυθούµενος ὁ Παῦλός φησι· Μὴ νοµίσητε ξένον γίνεσθαι καὶ παράδοξον. Ταύτην ἔχει τὴν φύσιν τὸ πρᾶγµα, ὥστε ὑπὸ τῶν ἀπολλυµένων µὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναµιν· ἐξεστήκασι γὰρ καὶ παραπαίουσι.∆ ιὰ τοῦτο καὶ λοιδοροῦνται καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρµακα. Τί δὲ λέγεις, ἄνθρωπε; δοῦλος ὁ Χριστὸς ἐγένετο διὰ σὲ µορφὴν δούλου λαβὼν, καὶ ἐσταυρώθη καὶ ἀνέστη· καὶ δέον ἀναστάντα προσκυνῆσαι διὰ τοῦτο, καὶ θαυµάσαι τὴν φιλανθρωπίαν, ὅτι ὅπερ οὔτε πατὴρ οὔτε φίλος οὔτε υἱὸς ὑπὲρ σοῦ ἐποίησε, ταῦτα ὁ∆ εσπότης πάντα εἰργάσατο ὑπὲρ σοῦ τοῦ ἐχθροῦ καὶ προσκεκρουκότος· δέον τοίνυν θαυµάζειν ὑπὲρ τούτων αὐτὸν, σὺ δὲ µωρίαν καλεῖς πρᾶγµα τοσαύτης σοφίας γέµον; Ἀλλ' οὐδὲν θαυµαστόν· τῶν γὰρ ἀπολλυµένων ἐστὶ µὴ ἐπιγινώσκειν τὰ πρὸς σωτηρίαν φέροντα. Μὴ θορυβεῖσθε οὖν· οὐ γὰρ ξένον οὐδὲ παρὰ προσδοκίαν τὸ γινόµενον, τὸ χλευάζεσθαι τὰ µεγάλα παρὰ τῶν ἐξεστηκότων. Τοὺς δὲ οὕτω διακειµένους διὰ σοφίας ἀνθρωπίνης πείθειν οὐκ ἔνι· ἀλλὰ, κἂν βουληθῇς οὕτω πεῖσαι, τὸ ἐναντίον ποιεῖς· τὰ γὰρ ὑπερβαίνοντα λογισµὸν πίστεως δεῖται µόνης. Καὶ γὰρ, ἂν θέλωµεν πείθειν διὰ λογισµῶν, πῶς ἄνθρωπος ἐγένετο ὁ Θεὸς, καὶ εἰς µήτραν εἰσῆλθε παρθενικὴν, καὶ µὴ τῇ πίστει τὸ πρᾶγµαἐπιτρέψωµεν, µᾶλλον ἐκεῖνοι καταγελάσονται. Ἄρα οἱ λογισµοῖς ζητοῦντες, οὗτοί εἰσιν οἱ ἀπολλύµενοι. Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν κτισµάτων ἂν τοῦτο ποιήσωµεν, πολὺς ἕψεται γέλως. Ἔστω γὰρ ἄνθρωπος πάντα βουλόµενος λογισµοῖς µανθάνειν, καὶ πειράσθω τῷ παρὰ σοῦ λόγῳ πείθεσθαι, πῶς βλέποµεν τὸ φῶς· σὺ δὲ αὐτὸν λογισµῷ πείθειν πειρῶ. Ἀλλ' οὐκ ἂν ἔχοις· ἂν γὰρ εἴπῃς, ὅτι ἀρκεῖ τοὺς ὀφθαλµοὺς ἀνοίξαντα βλέπειν, οὐ τὸν τρόπον εἴρηκας, ἀλλὰ τὸ γινόµενον.∆ ιὰ τί γὰρ µὴ τῇ ἀκοῇ βλέποµεν, φησὶ, καὶ τοῖς ὀφθαλµοῖς ἀκούοµεν; διὰ τί γὰρ µὴ τῇ ῥινὶ ἀκούοµεν, καὶ τῇ ἀκοῇ ὀσφραινόµεθα; Ἂν τοίνυν, ἀποροῦντος αὐτοῦ περὶ τούτων, µὴ δυνώµεθα τὸν λόγον ἀποδοῦναι τούτων, ἐκεῖνος µέλλει γελᾷν; οὐ µειζόνως ἡµεῖς καταγελασόµεθα; Εἰ γὰρ ἀµφότερα ἐξ ἑνὸς ἐγκεφάλου τὴν ἀρχὴν ἔχει, καὶ ἀµφότερα ἀλλήλοις γειτνιάζει τὰ µέλη, πῶς οὐ τὰ αὐτὰ δύναται ποιεῖν; Ἀλλ' οὐ δυνησόµεθα εἰπεῖν τὴν αἰτίαν οὐδὲ τὸν τρόπον τῆς ἀφάτου καὶ ποικίλης ἐνεργείας, ἀλλὰ, κἂν ἐπιχειρήσωµεν, καταγελώµεθα.∆ ιά τοι τοῦτο τῇ τοῦ Θεοῦ δυνάµει καὶ τῇ ἀπείρῳ σοφίᾳ παραχωροῦντες, σιγήσωµεν. Οὕτω τοίνυν καὶ τὰ τοῦ Θεοῦ ἐὰν τῇ ἔξωθεν σοφίᾳ βουληθῶµεν παραστῆσαι, πολὺς ἕψεται γέλως, οὐ παρὰ τὴν τῶν πραγµάτων ἀσθένειαν, ἀλλὰ παρὰτὴν τῶν ἀνθρώπων ἄνοιαν. Τὰ γὰρ µεγάλα λόγος οὐδεὶς παραστῆσαι δύναται. Σκόπει δέ· Ὅταν εἴπω, Ἐσταυρώθη, ὁ Ἕλλην λέγει· Καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; ἑαυτῷ οὐκ ἤµυνε σταυρουµένῳ καὶ πειραζοµένῳ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ, καὶ πῶς µετὰ ταῦτα ἀνέστη, καὶ ἑτέροις ἤµυνεν; εἰ γὰρ ἐδύνατο, πρὸ τοῦ θανάτου ἔδει( τοῦτο γὰρ καὶ Ἰουδαῖοι ἔλεγον)· ὁ δὲ ἑαυτῷ µὴ ἀµύνας, πῶς ἄλλοις ἤµυνεν; οὐκ ἂν ἔχοι λόγον, φησί. Εἰκότως· καὶ γὰρ ὑπὲρ λόγον ἐστὶν, ἄνθρωπε, καὶ ἀφάτου δυνάµεως ὁ σταυρός. Τὸ γὰρ ἐν τοῖς δεινοῖς γενόµενον, ἀνώτερον φανῆναι τῶν δεινῶν, καὶ συµπλακέντα νικῆσαι, δυνάµεώς ἐστιν ἀπείρου. Ὥσπερ γὰρ ἐπὶ τῶν τριῶν παίδων, τοῦ µὴ ἐµβῆναι εἰς τὴν κάµινον, τὸ ἐµβάντας καταπατῆσαι τὴν φλόγα, θαυµαστότερον ἦν· καὶ ἐπὶ τοῦ Ἰωνᾶ, τοῦ µὴ ἐµπεσεῖν εἰς τὸ κῆτος, τὸ ἐµπεσόντα µηδὲν ἀπὸ τοῦ θηρίου παθεῖν ἀηδὲς, πολλῷ µεῖζον ἦν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, τοῦ µὴ ἀποθανεῖν, τὸ ἀποθανόντα διαλῦσαι τὸν θάνατον, παραδοξότερον ἦν. Μὴ τοίνυν λέγε·∆ ιὰ τί οὐκ ἤµυνεν ἑαυτῷ ἐν τῷ σταυρῷ; αὐτῷ γὰρ συµπλακῆναι ἠπείγετο τῷ θανάτῳ. Οὐκατέβη ἀπὸ τοῦ σταυροῦ, οὐκ ἐπειδὴ οὐκ ἠδύνατο, ἀλλ' ἐπειδὴ οὐκ ἠβούλετο. Ὃν γὰρ ἡ τυραννὶς οὐ κατέσχε τοῦ θανάτου, πῶς ἧλοι σταυροῦ κατασχεῖν ἠδύναντο; βʹ. Ἀλλὰ ταῦτα ἡµῖν γνώριµα, τοῖς δὲ ἀπίστοις οὐκέτι.∆ ιὰ τοῦτο ἔλεγεν, ὅτι ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς µὲν ἀπολλυµένοις µωρία ἐστὶ, τοῖς δὲ σωζοµένοις ἡµῖν δύναµις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὐδὲν παρ' ἑαυτοῦ φορτικὸν τέως τίθησιν, ἀλλὰ πρότερον ἐπὶ τὴν µαρτυρίαν ἔρχεται τῆς Γραφῆς, καὶ τότε τὴν ἐκεῖθεν παῤῥησίαν λαβὼνκαταφορικώτερον κέχρηται τοῖς λόγοις, καί φησιν· Οὐχὶ ἐµώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσµου τούτου; ποῦ σοφός; ποῦ γραµµατεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐµώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσµου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσµος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς µωρίας τοῦ κηρύγµατος σῶσαι τοὺς πιστεύοντας. Εἰπὼν ὅτι Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, τὴν ἀπὸ τῶν πραγµάτων ἀπόδειξιν ἐπάγει λέγων· Ποῦ σοφός; ποῦ γραµµατεύς; ὁµοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόµενος. Ποῖος γὰρ φιλόσοφος, τίς τῶν περὶ τοὺς συλλογισµοὺς ἐσχολακότων, τίς τῶν τὰ Ἰουδαίων εἰδότων ἔσωσε, καὶ τὴν ἀλήθειαν ἐγνώρισεν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλὰ τῶν ἁλιέων τὸ πᾶν γέγονε. Συµπεράνας τοίνυν τὸ προκείµενον, καὶ κατενεγκὼν αὐτῶν τὸν τῦφον, καὶ εἰπών· Οὐχὶ ἐµώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσµου τούτου; λέγει καὶ τὴν αἰτίαν, δι' ἢν ταῦτα γέγονεν οὕτως. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσµος διὰ τῆς σοφίας τὸν Θεὸν, ὁ σταυρὸς ἐφάνη. Τί δέ ἐστιν, Ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ; Τῇ διὰ τῶν ἔργων φαινοµένῃ, δι' ὧν ἠθέλησε γνωρισθῆναι.∆ ιὰ τοῦτο γὰρ αὐτὰ καὶ τοιαῦτα κατεσκεύασεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωµένων ὁ ποιητὴς θαυµάζηται. Μέγας ὁ οὐρανὸς, καὶ ἀπειροπληθὴς ἡ γῆ· θαύµασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ µέγας οὗτος οὐ µόνον ἐγένετο ὑπ' αὐτοῦ, ἀλλὰ καὶ µετ' εὐκολίας, καὶ ἡ ἄπειρος ἐκείνη γῆ καὶ αὐτὴ ὡς οὐδὲν παρήγετο.∆ ι ὰ τοῦτο περὶ µὲν ἐκείνου φησὶν, ὅτι Ἔργα τῶν δακτύλων σού εἰσιν οἱ οὐρανοί· περὶ δὲ τῆς γῆς, Ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν. Ἐπεὶ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησε γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης µωρίας εἶναι τοῦ κηρύγµατος ἔπεισεν, οὐ διὰ λογισµῶν, ἀλλὰ διὰτῆς πίστεως. Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης. Τὸ µὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσµον τὸν τοσοῦτον καὶ οὕτω µέγαν, Θεὸν εἶναι εἰκὸς δύναµιν ἀµήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον, σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαµβάνειν· νῦν δὲ οὐκέτι λογισµῶν, ἀλλὰ πίστεως δεῖ µόνης. Τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα πιστεύειν καὶ πεπληροφορῆσθαι, ὅτι οὗτος αὐτὸς καὶ ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ δεῖταιοὐδὲ λογισµῶν, ἀλλὰ πίστεως. Καὶ γὰρ οἱ ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον, ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι, καὶ τοσούτῳ µᾶλλον, ὅσῳ τοῦλογισµοὺς κινεῖν τὸ πίστει τὰ τοῦ Θεοῦ δέχεσθαι µεῖζον· τοῦτο γὰρ ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν. Πῶς δὲ ἀπώλεσε τὴν σοφίαν;∆ ιὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡµῖν, ἔδειξεν αὐτὴν οὖσαν ἀνόνητον. Πρὸς γὰρ τὸ δέξασθαι τὸ κήρυγµα τὸ εὐαγγελικὸν οὔτε ὁ σοφὸς ὠφελεῖταί τι παρὰ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τι παρὰ τῆς ἀµαθίας· ἀλλ' εἰ δεῖ τι καὶ θαυµαστὸν εἰπεῖν, µᾶλλον ἰδιωτεία, ἢ σοφία πρὸς τὴν ὑποδοχήν ἐστιν ἐπιτήδειον καὶ εὐκολώτερον. Ὁ γὰρ ποιµὴν καὶ ἄγροικος ταύτην θᾶττον ὑποδέξεται, καθάπαξ καὶ τοὺς λογισµοὺς καταστέλλων, καὶ τῷ∆ εσπότῃ ἑαυτὸν παραδιδούς. Οὕτω τοίνυν τὴν σοφίαν ἀπώλεσεν. Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλε, πρὸς οὐδὲν χρησίµη λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν∆ εσπότην, οὐκ ἠθέλησε.∆ ιὰ τοῦτο, κἂν θέλῃ νῦν ἐπεισαγαγεῖν ἑαυτὴν, οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγµατα· ἡ γὰρ ὁδὸς ἡ τῆς θεογνωσίας πολλῷ µείζων ἐκείνης αὕτη.∆ ιά τοι τοῦτο πίστεως καὶ ἀφελείας χρεία, καὶ ταύτην πανταχοῦ ζητεῖν δεῖ, καὶ τῆς ἔξωθεν προτιµᾷν σοφίας· Ἐµώρανε γὰρ ὁ Θεὸς, φησὶ, τὴν σοφίαν. Τί δέ ἐστιν, Ἐµώρανε; Μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ἐπειδὴ γὰρ µέγα ἐφρόνουν ἐπ' αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως. Ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν µὴ εὑρίσκῃ; Ἐποίησε τοίνυν φανῆναι µωρὰν, ἐπειδὴ ἑαυτὴν ἐκείνη πρώτη ἤλεγξεν. Εἰ γὰρ ὅτε λογισµοῖς ἦν εὑρεῖν, οὐδὲν ἔδειξε, νῦν ὅτε µείζονα φέρεται τὰ πράγµατα, πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία µόνης, καὶ οὐχὶ δεινότητος; Μωρὰν τοίνυν αὐτὴν ἔδειξεν ὁ Θεός· ηὐδόκησε δὲ διὰ τῆς µωρίας τοῦ κηρύγµατος σῶσαι, µωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης. Τὸ γὰρ µεῖζον τοῦτό ἐστιν, ὅτι οὐχ ἑτέραν σοφίαν τοιαύτην ἐκείνης πλείονα εἰσαγαγὼν, ἀλλὰ τὴν δοκοῦσαν εἶναι µωρίαν, οὕτω περιγέγονε. Καὶ γὰρ Πλάτωνα ἐξέβαλεν, οὐχὶ δι' ἑτέρου φιλοσόφου σοφωτέρου, ἀλλὰ διὰ ἁλιέως ἀµαθοῦς. Οὕτω γὰρ γέγονε µείζων ἡ ἧττα, καὶ λαµπροτέρα ἡ νίκη. Εἶτα δεικνὺς τοῦ σταυροῦ τὴν δύναµιν, φησίν· Ἐπειδὴ καὶ οἱ Ἰουδαῖοι σηµεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡµεῖς δὲ κηρύσσοµεν Χριστὸν ἐσταυρωµένον, Ἰουδαίοις µὲν σκάνδαλον, Ἕλλησι δὲ µωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι ΧριστὸνΘεοῦ δύναµιν καὶ Θεοῦ σοφίαν. γʹ. Πολλὴ τῶν εἰρηµένων ἡ σύνεσις. Θέλει γὰρ εἰπεῖν, πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεὸς, καὶ πῶς οὐκ ἔστιν ἀνθρώπινον τὸ κήρυγµα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν εἴπωµεν, φησὶν, Ἰουδαίοις, Πιστεύσατε, λέγουσιν, Ἀναστήσατε νεκροὺς, ἰάσασθε δαιµονῶντας, δείξατε ἡµῖν σηµεῖα. Ἡµεῖς δὲ ἀντὶ τούτων τί λέγοµεν; Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόµενος. Τοῦτο δὲ ἱκανὸν οὐ µόνον τοὺς µὴ βουλοµένους µὴ ἐφέλκεσθαι, ἀλλὰ καὶ τοὺς βουλοµένους διακρούσασθαι· ἀλλ' ὅµως οὐ διακρούεται, ἀλλὰ ἐφέλκεται καὶ κρατεῖ καὶ περιγίνεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡµᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισµάτων· ἡµεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττοµεν· καὶ ὅπερ ἐπὶ Ἰουδαίων δοκεῖ ἀσθενείας εἶναι, τοῦτο ἐπὶ Ἑλλήνων µωρία. Ὅταν οὖν µὴ µόνον ἃ αἰτοῦσι µὴ παρέχωµεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσιν· ὁ γὰρ σταυρὸς οὐ µόνον οὐ δοκεῖ σηµεῖον εἶναι κατὰ λογισµὸν ἐξεταζόµενον, ἀλλὰ καὶ σηµείου ἀναίρεσις· καὶ οὐ µόνον οὐ δοκεῖ δυνάµεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος· οὐ µόνον οὐ δοκεῖ σοφίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ µωρίας ὑπόληψις· ὅταν οὖν οἱ σηµεῖα καὶ σοφίαν ζητοῦντες µὴ µόνον µὴ λαµβάνωσιν ἅπερ αἰτοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐπιθυµοῦσιν ἀκούωσιν, εἶτα διὰ τῶνἐναντίων πείθωνται, πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττοµένου δύναµις; Ὥσπερ ἂν εἴ τινι τῶν κλυδωνιζοµένων καὶ λιµένος ἐπιθυµούντων µὴ λιµένα δείξας, ἀλλ' ἕτερον µέ ρος τοῦ πελάγους ἀγριώτερον, δυνηθῇςποιῆσαι µετὰ χάριτος ἕπεσθαι· ἢ ἰατρὸς τὸν τετρωµένον καὶ φαρµάκων ἐπιθυµοῦντα µὴ διὰ φαρµάκων, ἀλλὰ διὰ τοῦ καίειν πάλιν ἐπαγγελλόµενος ὑγιῆ ποιεῖν, ἐφέλκοιτο πρὸςἑαυτὸν( µεγάλης γὰρ τοῦτο δυνάµεως)· οὕτω καὶ οἱ ἀπόστολοι οὐ µόνον οὐ διὰ σηµείου, ἀλλὰ καὶ διὰ πράγµατος δοκοῦντος ἐναντίου εἶναι τοῖς σηµείοις περιεγένοντο· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ πεποίηκεν ὁ Χριστός. Βουλόµενος γὰρ αὐτὸν θεραπεῦσαι, διὰ πράγµατος ἐπιτείνοντος τὴν πήρωσιν ἀνεῖλε· πηλὸν γὰρ ἐπέθηκεν. Ὥσπερ οὖν διὰ πηλοῦ τὸν τυφλὸν ἐθεράπευσεν, οὕτω καὶ τὴν οἰκουµένην διὰ σταυροῦ προσηγάγετο· ὅπερ προσθήκη ἦν σκανδάλου, οὐκ ἀναίρεσις σκανδάλου. Οὕτω καὶ ἐπὶ τῆς κτίσεως ἐποίησε, τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων. Ψάµµῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυρὸν χαλινώσας· ὕδατι γῆν ἐπέθηκε, τῷ χαύνῳ καὶ διαῤῥέοντι τὸ βαρὺ καὶ πυκνὸν ἐποχεῖσθαι παρασκευάσας.∆ ιὰ τῶν προφητῶν πάλιν ξύλῳ µικρῷ σίδηρον ἐµετεώρισεν. Οὕτω δὴ καὶ σταυρῷ τὴν οἰκουµένην ἐπεσπάσατο. Ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουµένην. Μεγάλης τοίνυν δυνάµεως καὶ σοφίας ἀπόδειξις τὸ διὰ τῶν ἐναντίων πείθειν. Καὶ γὰρ σκανδάλου πρᾶγµα ὁ σταυρὸς εἶναι δοκεῖ, ἀλλ' ὅµως οὐ µόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται. Ταῦτ' οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος καὶ ἐκπλαγεὶς, ἔλεγεν, ὅτι Τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· περὶ τοῦ σταυροῦ λέγων τὸ µωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισµῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα εἶναι µωρία κατώρθωσε; Τίς οὖν σοφώτερος; ὁ τοὺς πολλοὺς πείθων, ἢὁ ὀλίγους, µᾶλλον δὲ οὐδένα; ὁ περὶ τῶν µεγίστων πείθων, ἢ ὁ περὶ τῶν µὴ δεόντων; Πόσα ἔκαµε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραµµῆς καὶ γωνίας καὶ στιγµῆς καὶ ἀριθµῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶτῶν τοιούτων διαλεγόµενος ἡµῖν ἀραχνίων( καὶ γὰρ τῶν ὑφασµάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ µέγαν, οὐ µικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸνβίον κατέλυσε! πόσα ἔκαµε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουµένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγµάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν µελλόντων κρίσεως· καὶ πάντας ἐποίησε φιλοσόφους, τοὺς ἀγροίκους, τοὺς ἰδιώτας. Ὅρα πῶς τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον. Πῶς ἰσχυρότερον; Ὅτι τὴν οἰκουµένην ἐπέδραµεν ἅπασαν, καὶ πάντας κατὰ κράτος εἷλε, καὶ µυρίων ἐπιχειρούντων σβέσαι τοῦ σταυρωθέντος τὸ ὄνοµα, τοὐναντίον ἐγένετο. Τοῦτο µὲν γὰρ ἤνθησε καὶ ἐπέδωκεν ἐπὶ µεῖζον, ἐκεῖνοι δὲ ἀπώλοντο καὶ διεφθάρησαν, καὶ οἱ ζῶντες τῷ νεκρωθέντι πολεµοῦντες, οὐδὲν ἴσχυσαν. Ὥστε ἐπειδὰν εἴπῃ µε µωρὸν ὁ Ἕλλην, τότε δείκνυσιν ἑαυτὸν µεθ' ὑπερβολῆς µωρόν· ὅταν ἐγὼ νοµιζόµενος εἶναι παρ' αὐτῷ µωρὸς, τοῦ σοφοῦ φαίνωµαι σοφώτερος· ὅταν ἐµὲ καλέσῃ ἀσθενῆ, τότε ἑαυτὸν ἀσθενέστε ρον δείκνυσιν. Ἃ γὰρ ἴσχυσαν κατορθῶσαι τῇ τοῦ Θεοῦ χάριτι τελῶναι καὶ ἁλιεῖς, ταῦτα φιλόσοφοι καὶ ῥήτορες καὶ τύραννοι καὶ πᾶσα ἁπλῶς ἡ οἰκουµένηµυρία περιδραµοῦσα οὐδὲ φαντασθῆναι ἴσχυσαν. Τί γὰρ οὐκ εἰσήγαγεν ὁ σταυρός; Τὸν περὶ ἀθανασίας ψυχῆς λόγον, τὸν περὶ τῆς ἀναστάσεως τῶν σωµάτων, τὸν περὶ τῆς ὑπεροψίας τῶν παρόντων, τὸν περὶ τῆς ἐπιθυµίας τῶν µελλόντων. Καὶ ἀγγέλους τοὺς ἀνθρώπους ἐποίησε, καὶ πάντες πανταχοῦ φιλοσοφοῦσι, καὶ πᾶσαν ἀνδρείαν ἐπιδείκνυνται. δʹ. Ἀλλὰ καὶ παρ' αὐτοῖς, φησὶ, πολλοὶ θανάτου καταφρονοῦντες γεγόνασι. Τίνες, εἰπέ µοι; ἆρα ὁ τὸ κώνειον πιών; Ἀλλ' εἰ βούλει, τοιούτους µυρίους ἀπὸ τῆς Ἐκκλησίας παράσχωµαι. Εἰ γὰρ ἐνῆν, διωγµοῦ καταλαβόντος, κώνειον πιόντας ἀπελθεῖν, πάντες ἂν ἐκείνου λαµπρότεροι γεγόνασι. Ἄλλως δὲ ἐκεῖνος οὐχὶ κύριος ὢν τοῦ µὴ πιεῖν ἢ πιεῖν, ἔπιεν· ἀλλὰ καὶ ἄκοντα καὶ ἑκόντα ἔδει τοῦτο παθεῖν, ὅπερ οὐκ ἦν ἀνδρείας, ἀλλὰ ἀνάγκης λοιπόν. Καὶ γὰρ καὶ λῃσταὶ καὶ ἀνδροφόνοι ὑπὸ τῇ ψήφῳ γενόµενοι τῶν δικαζόντων χαλεπώτερα ἔπαθον. Παρ' ἡµῖν δὲ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄκοντες οἱ µάρτυρες ὑπέµειναν, ἀλλ' ἑκόντες καὶ κύριοι τοῦ µὴ παθεῖν ὄντες, ἀδάµαντος παντὸς στεῤῥοτέραν ἐπιδεικνύντες τὴν ἀνδρείαν. Οὐ τοίνυν τοῦτο θαυµαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ µηκέτι κύριος ὢν τοῦ µὴ πιεῖν, καὶ πρὸς ἔσχατον γῆρας ἐληλακώς· καὶ γὰρ ἔλεγεν ἐτῶν ἑβδοµήκοντα εἶναι, ὅτε κατεφρόνησε ζωῆς, εἴ γε καὶ τοῦτο καταφρονῆσαί ἐστιν· οὐ γὰρ ἔγωγε ἂν εἴποιµι, µᾶλλον δὲ οὐδὲ ἄλλος οὐδείς. Ἀλλὰ δεῖξόν µοί τινα ὑπὲρ εὐσεβείας βασάνοις ἐγκαρτερήσαντα, καθάπερ ἐγὼ µυρίους πανταχοῦ τῆς οἰκουµένης. Τίς τῶν ὀνύχων ἀνορυττοµένων, γενναίως ἤνεγκε; τίς τῶν ἄρθρων ἀνασκαπτοµένων; τίς τοῦ σώµατος αὐτοῦ κατὰ µέρος πορθουµένου; τίς τῶν ὀστέων τῆς κεφαλῆς ἀναµοχλευοµένων; τίς ἐπὶ τήγανα συνεχῶς τιθέµενος; τίς εἰς λέβητα ἐµβαλλόµενος; Ταῦτά µοι δεῖξον. Τὸ γὰρ κωνείῳ τελευτῆσαι, ἴσον ἐστὶ τῷ καθευδήσαντα ἐναποµεῖναι· καὶ γὰρ ὕπνου ἡδίων οὗτος ὁ θάνατος λέγεται εἶναι. Εἰ δέ τινες καὶ βασάνους ὑπέµειναν, ἀλλὰ καὶ τούτων τὸ ἐγκώµιον ἀπόλωλεν· ὑπὲρ γὰρ αἰσχρᾶς αἰτίας ἀπώλοντο, οἱ µὲν ὡς ἀπόῤῥητα ἐξειπόντες, οἱ δὲ ὡς τυραννίδι ἐπιθέµενοι, οἱ δὲ ἐπὶ τοῖς αἰσχίστοις ἁλόντες· οἱ δὲ εἰκῆ καὶ µάτην καὶ ἁπλῶς, αἰτίας µὴ οὔσης, ἑαυτοὺς ἀπήνεγκαν. Ἀλλ' οὐχὶ παρ' ἡµῖν οὕτω.∆ ιὰ τοῦτο τὰ µὲν ἐκείνων σεσίγηται, ταῦτα δὲ ἀνθεῖ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡµέραν. Ὅπερ ἐννοῶν ὁ Παῦλος ἔλεγε· Τὸ ἀσθενὲς τοῦ Θεοῦ πάντων ἰσχυρότερόν ἐστι τῶν ἀνθρώπων. Ὅτι γὰρ θεῖον τὸ κήρυγµα, καὶ ἐντεῦθεν δῆλον. Πόθεν γὰρ ἐπῆλθεν ἀνθρώποις δώδεκα καὶ ἰδιώταις πράγµασιν ἐπιχειρῆσαι τοσούτοις, ἐν λίµναις, ἐν ποταµοῖς, ἐν ἐρηµίαις διατρίβουσιν, οὐδέποτε εἰςπόλιν ταχέως οὐδὲ εἰς ἀγορὰν ἐµβεβληκόσι; πόθεν ἐπῆλθε πρὸς τὴν οἰκουµένην πᾶσαν παρατάξασθαι; Ὅτι γὰρ δειλοὶ ἦσαν καὶ ἄν ανδροι, δείκνυσιν ὁ περὶ αὐτῶν γράψας, καὶ µὴ παραιτησάµενος, µηδὲ ὑποµείνας συσκιάσαι αὐτῶν τὰ ἐλαττώµατα, ὅπερ µέγιστον καὶ τοῦτο τῆς ἀληθείας ἐστὶ τεκµήριον. Τί οὖν οὗτός φησι περὶ αὐτῶν; Ὅτι τοῦ Χριστοῦ συλληφθέντος, µετὰ µυρία θαύµατα οἱ µὲν ἔφυγον, ὁ δὲ µείνας κορυφαῖος ὢν τῶν ἄλλων ἠρνήσατο. Πόθεν οὖν οἱ ζῶντος τοῦ Χριστοῦ τὴν Ἰουδαϊκὴν ὁρµὴν οὐκ ἐνεγκόντες, τελευτήσαντος καὶ ταφέντος καὶ µὴ ἀναστάντος, ὥς φατε, µηδὲ διαλεχθέντοςαὐτοῖς, µηδὲ θάρσος ἐνθέντος, πρὸς τοσαύτην παρετάττοντο οἰκουµένην; Οὐκ ἂν εἶπον πρὸς ἑαυτοὺς, Τί δὴ τοῦτό ἐστιν; ἑαυτὸν οὐκ ἴσχυσε σῶσαι, καὶ ἡµῶν προστήσεται; ἑαυτῷ οὐκ ἤµυνε ζῶν, καὶ ἡµῖν χεῖρα ὀρέξει τετελευτηκώς; αὐτὸς ζῶν οὐδὲ ἓν ἔθνος ὑπέταξε, καὶ ἡµεῖς τὴν οἰκουµένην ὅλην πείσοµεν τὸ ἐκείνου λέγοντες ὄνοµα; καὶ πῶς ἂν ἔχοι λόγον οὐχὶ ποιῆσαι ταῦτα µόνον, ἀλλ' ἐννοῆσαι γοῦν; Ὅθεν δῆλον ὅτι, εἰ µὴ εἶδον ἀναστάντα καὶ τῆς δυνάµεως αὐτοῦ µεγίστην ἔλαβον ἀπόδειξιν, οὐκ ἂν τοσοῦτον ἀνέῤῥιψαν κύβον. Εἰ γὰρ καὶ φίλους εἶχον µυρίους, οὐκ ἂν εὐθέως ἐχθροὺς ἐκτήσαντο πάντας, παλαιὰ ἔθη κινοῦντες καὶ πατρῷα ὅρια µεταίροντες; νυνὶ δὲ καὶ πάντας πολεµίους ἐκέκτηντο, καὶ τοὺς ἰδίους καὶ τοὺς ἀλλοτρίους. Εἰ γὰρ καὶ αἰδέσιµοι πάντων ἕνεκεν ἦσαν τῶν ἔξωθεν, οὐκ ἂν πάντες αὐτοὺς ἐβδελύξαντο καινὴν πολιτείαν εἰσάγοντας; νῦν δὲ καὶ ἔρηµοι πάντων ἐτύγχανον, καὶ εἰκὸς ἦν κἀντεῦθεν µισητοὺς γενέσθαι παρὰ πᾶσι καὶ εὐκαταφρονήτους. Τίνας γὰρ βούλει εἰπεῖν; Ἰουδαίους; Ἀλλ' ἄφατον εἶχον πρὸς αὐτοὺς µῖσος ἐκ τῶν πρὸς τὸν διδάσκαλον γεγενηµένων. Ἀλλ' Ἕλληνας; Ἀλλὰ καὶ οὗτοι οὐκ ἐλάττοναἐκείνων ἀπεστράφησαν, καὶ ἴσασι ταῦτα µάλιστα Ἕλληνες. Πλάτων γὰρ ὁ πολιτείαν τινὰ καινοτοµῆσαι βουληθεὶς, µᾶλλον δὲ µέρος πολιτείας, καὶ οὐ τὰ τῶν θεῶν µετατιθεὶς νόµιµα, ἀλλ' ἁπλῶς πράξειςεἰσαγαγὼν ἑτέρας ἀνθ' ἑτέρων, ἐκινδύνευσε Σικελίας ἐκπεσὼν ἀποθανεῖν· ἐπειδὴ δὲ τοῦτο οὐ γέγονε, τῆς ἐλευθερίας ἐξέπεσεν αὐτῆς. Καὶ εἰ µὴ βάρβαρός τις τοῦ Σικελίας τυράννου γέγονεν ἡµερώτερος, οὐδὲν ἐκώλυε διαπαντὸς δουλεύειν τὸν φιλόσοφον ἐν ἀλλοτρίᾳ. Καίτοιγε οὐκ ἴσον ἐστὶ τὰ περὶ βασιλείας καινοτοµεῖν, καὶ τὰ περὶ θρησκείας· τοῦτο γὰρ µάλιστα θορυβεῖ καὶ ταράττει τοὺς ἀνθρώπους. Τὸ γὰρ εἰπεῖν, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα τὴν δεῖνα γαµείτωσαν, καὶ Οἱ φύλακες τοῦτον τὸν τρόπον ἔστωσαν φύλακες, οὐ σφόδρα ἱκανὸν θορυβῆσαι· καὶ µάλιστα, ὅταν ἐν βιβλίῳ ᾖ ταῦτα κείµενα, καὶ µὴ πολλὴ σπουδὴ τοῦ νοµοθετοῦντος γίνηται εἰς ἔργον ἄγειν τὰ λεγόµενα· τὸ µέντοι γε λέγειν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ θεραπευόµενοι, ἀλλ' ὅτι δαίµονές εἰσιν, ὅτι ὁ ἐσταυρωµένος Θεὸς, ἴστε πόσην ἀνῆψεν ὀργὴν, πόσην ἂν ἐποίησεδοῦναι δίκην, πόσον ἀνεῤῥίπισε πόλεµον. εʹ. Καὶ γὰρ Πρωταγόρας παρ' αὐτοῖς, ἐπειδὴ ἐτόλµησεν εἰπεῖν, ὅτι οὐκ Οἶδα θεοὺς, οὐ τὴν οἰκουµένην περιιὼν καὶ κηρύττων, ἀλλ' ἐν µιᾷ πόλει, περὶτῶν ἐσχάτων ἐκινδύνευσε. Καὶ∆ ιαγόρας ὁ Μιλήσιος, καὶ Θεόδωρος ὁ λεγόµενος Ἄθεος, καίτοι φίλους εἶχον καὶ δύναµιν τὴν ἀπὸ τῶν λόγων, καὶ ἐπὶ φιλοσοφίᾳ ἐθαυµάζοντο, ἀλλ' ὅµως οὐδὲν τούτων αὐτοὺς ὤνησε· καὶ ὁ µέγας δὲ Σωκράτης καὶ πάντων τῶν παρ' αὐτοῖς φιλοσοφίᾳ κρατῶν διὰ τοῦτο τὸ κώνειον ἔπιεν, ἐπειδὴ ἐν τοῖς περὶ θεῶν λόγοις µικρόν τιπαρακινεῖν ὑπωπτεύετο. Εἰ δὲ ὑπόληψις µόνη καινοτοµίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ µυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ µόνον οὐκἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυµάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουµένης τοσαῦτα ἐργασάµενον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περιγενόµενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων; Ἀλλ' οὗτοι, φησὶν, οὐχὶ θεοὺς εἰσήγαγον ξένους, ὥσπερ ἐκεῖνοι. Αὐτὸ µὲν οὖν µάλιστα τὸ θαυµαστόν µοι λέγεις, ὅτι διπλῆ ἡ καινοτοµία, καὶ τὸ τοὺς ὄντας καθαιρεῖν, καὶ τὸν ἐσταυρωµένον ἀναγγέλλειν. Πόθεν γὰρ αὐτοῖς ἐπῆλθε τοιαῦτα κηρύττειν; πόθεν ὑπὲρ τοῦ τέλους αὐτῶν θαῤῥεῖν; τίνας τῶν πρὸ αὐτῶν τοιοῦτόν τι κατορθωκότας εἶχον ἰδεῖν; οὐ πάντες δαίµονας προσεκύνουν; οὐ πάντες τὰ στοιχεῖα ἐθεοποίουν; οὐ διάφορος ἦν τῆς ἀσεβείας ὁ τρόπος; Ἀλλ' ὅµως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ ἐπέδραµον ἐν βραχεῖ καιρῷ τὴν οἰκουµένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐκινδύνους λογιζόµενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγµατος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουµένων, οὐ τὴν ἐξουσίαν, οὐτὴν δυναστείαν, οὐ τὴν σοφίαν τῶν πολεµούντων. Εἶχον γὰρ τούτων ἁπάντων µείζονα συµµαχίαν, τὴν τοῦ σταυρωθέντος καὶ ἀναστάντος δύναµιν. Οὐκ ἦν οὕτω θαυµαστὸν, εἰ πολεµῆσαι εἵλοντο τῇ οἰκουµένῃ πόλεµον αἰσθητὸν, ὡς τοῦτο τὸ γεγενηµένον νῦν. Ἐπὶ µὲν γὰρ τοῦ νόµου τῆς µάχης ἐξῆν ἀπεναντίας ἵστασθαι τῶν πολεµίων, καὶ χώραν ἀπολαµβάνοντας ἐναντίαν οὕτω παρατάττεσθαι πρὸςτοὺς ἐναντιουµένους, καὶ καιρὸν ἔχειν ἐπιθέσεως καὶ συµβολῆς· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ στρατόπεδον ἴδιον εἶχον, ἀλλὰ αὐτοῖς ἀνεµίγνυντο τοῖς πολεµίοις, καὶ οὕτως αὐτῶν ἐκράτουν· καὶ ἐν µέσοις τοῖς ἐχθροῖς ἀναστρεφόµενοι, διωλίσθαινον αὐτῶν τὰς λαβὰς, καὶ περιεγίνοντο καὶ ἐνίκων νίκην λαµπρὰν πληροῦσαν προφητείαν λέγουσαν· Καὶ κατακυριεύσεις ἐν µέσῳ τῶν ἐχθρῶν σου. Τοῦτο γὰρ ἦν τὸ πολλῆς ἐκπλήξεως γέµον, ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσµωτήριον ἐµβάλλοντες καὶ δεσµοὺς, οὐ µόνον αὐτῶν οὐπεριεγένοντο, ἀλλὰ καὶ αὐτοὶ µετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον, οἱ µαστίζοντες τοῖς µαστιζοµένοις, οἱ δεσµοῦντες τοῖς δεδεµένοις, οἱ διώκοντες τοῖς ἐλαυνοµένοις. Ταῦτα δὴ πάντα πρὸς Ἕλληνας λέγοµεν, µᾶλλον δὲ καὶ τούτων πλείονα· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Κἂν γὰρ παρακολουθῆτε τῇ ὑποθέσει, πᾶσαν ὑµᾶς τὴν πρὸς αὐτοὺς διδάξοµεν µάχην· τέως δὲ ταυτὶ δύο διατηρῶµεν κεφάλαια, πῶς οἱ ἀσθενεῖς τοὺς ἰσχυροὺς ἐνίκησαν, καὶ πόθεν αὐτοῖς ἐπῆλθε τοιούτοις οὖσι τοιαῦτα βουλεύσασθαι, εἰ µὴθείας ἀπέλαυον συµµαχίας. αʹ. Καὶ τὰ παρ' ἡµῶν ὧδε. Παρεχώµεθα δὲ ἐπὶ τῶν ἔργων τὰ τοῦ βίου κατορθώµατα, καὶ δαψιλὲς τὸ πῦρ ἀνάπτωµεν τῆς ἀρετῆς. Φωστῆρες γάρ ἐστε, φησὶν, ἐν µέσῳ τοῦ κόσµου λάµποντες· καὶ µείζονα ἡµῶν ἑκάστῳ χρείαν ἐνεχείρισεν ὁ Θεὸς, ἢ τῷ ἡλίῳ, µείζονα οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τοσούτῳ µείζονα, ὅσῳ τὰ πνευµατικὰτῶν αἰσθητῶν διενήνοχεν. Ὅταν οὖν πρὸς τὸν ἡλιακὸν ἴδωµεν κύκλον, καὶ θαυµάσωµεν τὸ κάλλος καὶ τὸ σῶµα καὶ τὴν φαιδρότητα τοῦ ἄστρου, λογιζώµεθα πάλιν, ὅτι µεῖζονκαὶ ἄµεινον τὸ ἐν ἡµῖν φῶς, καθάπερ καὶ τὸ σκότος χαλεπώτερον, ἂν µὴ προσέχωµεν· καὶ γὰρ νὺξ βαθεῖα κατέχει τὴν οἰκουµένην ἅπασαν. Ταύτην τοίνυν ἀνατρέψωµεν καὶ λύσωµεν. Νὺξ οὐκ ἐν αἱρετικοῖς οὐδὲ ἐν Ἕλλησι µόνον, ἀλλὰ καὶ πολλοῖς τοῖς παρ' ἡµῖν δογµάτων ἕνεκεν καὶ βίου. Πολλοὶ γὰρ τῇ ἀναστάσει διαπιστοῦσι, πολλοὶ καὶ γένεσιν ἑαυτοῖς ἐπιτειχίζουσι, πολλοὶ καὶ παρατηρήσεις φυλάττουσι καὶ κληδωνισµοῖς καὶ οἰωνισµοῖςκαὶ συµβόλοις· οἱ δὲ καὶ περιάπτοις καὶ ἐπῳδαῖς κέχρηνται. Ἀλλὰ καὶ πρὸς τούτους µὲν ὕστερον ἐροῦµεν, ὅταν τὰ πρὸς Ἕλληνας διανύσωµεν· τέως δὲ τὰ εἰρηµένα κατέχετε, καὶ συλλάβεσθέ µοι τῆς µάχης, διὰ τοῦ βίου πρὸς ἡµᾶς ἕλκοντες αὐτοὺς καὶ µεθιστῶντες. Ὅπερ γὰρ ἀεὶ λέγω, τὸν περὶ φιλοσοφίας διδάσκοντα, πρότερον ἐν ἑαυτῷ τοῦτο διδάσκειν χρὴ καὶ ποθεινὸν εἶναι τοῖς ἀκούουσι. Γενώµεθα τοίνυν ποθεινοὶ, καὶ εὐνοϊκῶς διαθῶµεν πρὸς ἡµᾶς τοὺς Ἕλληνας. Τοῦτο δὲ ἔσται, ἐὰν µὴ κακῶς ποιεῖν, ἀλλὰ καὶ κακῶς πάσχειν ὦµεν παρεσκευασµένοι. Οὐχ ὁρῶµεν τὰ παιδία, ὅταν ὑπὸ τῶν πατέρων βασταζόµενα ἐντείνῃ πληγὰς εἰς τὰς γνάθους τοῦ φέροντος, πῶς ὁ πατὴρ ἡδέως παρέχει τῷ παιδὶ τῆςὀργῆς ἐµφορηθῆναι, καὶ ὅταν ἴδῃ κενώσαντα τὸν θυµὸν φαιδρύνεται; Οὕτω καὶ ἡµεῖς ποιῶµεν· καὶ καθάπερ πατέρες πρὸς παιδία, τοῖς Ἕλλησι διαλεγώµεθα. Παιδία γάρ εἰσιν ἅπαντες Ἕλληνες· καὶ ταῦτά τινες τῶν παρ' αὐτοῖς εἰρήκασιν, ὅτι ἀεὶ παῖδες ἐκεῖνοι, καὶ γέρων Ἕλλην οὐδείς. Τὰ δὲ παιδία ὑπὲρ οὐδενὸς ἀνέχεται φροντίζειν χρησίµου· οὕτω καὶ οἱ Ἕλληνες παίζειν ἀεὶ βούλονται καὶ χαµαὶ κεῖνται, χαµαιπετεῖς ὄντες καὶ χαµαίζηλοι. Τὰ δὲ παιδία πολλάκις περὶ ἀναγκαίων ἡµῶν διαλεγοµένων οὐδενὸς ἐπαισθάνεται τῶν λεγοµένων, ἀλλ' ἀεὶ καὶ γελᾷ· τοιοῦτοι καὶ οἱ Ἕλληνες· ὅταν περὶ βασιλείας διαλεγώµεθα, γελῶσι. Καὶ καθάπερ ἐκ παιδικοῦ στόµατος πολὺς ἀποβλύζων σίελος πολλάκις καὶ σιτίον καὶ ποτὸν ἐµόλυνεν· οὕτω καὶ τὰ ἀπὸ τοῦ στόµατος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήµατα µάταια καὶ ἀκάθαρτα· κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφηµίας ἀεὶ, καὶ δέονται διαβαστάζεσθαι. Τὰ παιδία πάλιν ὅταν ἴδωσι λῃστὴν εἰσιόντα καὶ τὰ ἔνδον ἀφαιρούµενον, οὐ µόνον οὐκ ἀµύνει, ἀλλὰ καὶ προσγελᾷ τῷ ἐπιβούλῳ· ἂν δὲ τὸν καλαθίσκον ἢ τὰ σεῖστρα ἀφέλῃς, ἢ ἄλλο τι τῶν ἀθυρµάτων, δεινοπαθεῖ καὶ δυσχεραίνει, σπαράττεται καὶ λακτίζει τὸ ἔδαφος. Οὕτω δὴ καὶ οἱ Ἕλληνες, τὸν µὲν διάβολον ὁρῶντες πάντα ὑφαιρούµενον αὐτῶν τὰ πατρῷα καὶ τὸ συνέχοντα αὐτῶν τὴν ζωὴν, γελῶσιν ὥσπερφίλῳ προστρέχοντες· ἂν δὲ κτῆµά τις ἢ πλοῦτον ἢ ὁτιοῦν τοιοῦτον τῶν παιδικῶν, ἀφέληται, ὀδύρονται, σπαράττονται· καὶ καθάπερ τὰ παιδία ἀναισθήτως γυµνοῦται καὶ οὐκ ἐρυθριᾷ, οὕτω καὶ οἱ Ἕλληνες πόρνοις καὶ µοιχοῖς συγκυλινδούµενοι, καὶ τοὺς τῆς φύσεωςγυµνοῦντες νόµους, καὶ παρανόµους εἰσάγοντες µίξεις, οὐκ ἐπιστρέφονται. Ἐκροτήσατε σφόδρα καὶ ἐπῃνέσατε· ἀλλὰ µετὰ τοῦ κρότου σπουδάσατε, ὅπως µὴ καὶ περὶ ὑµῶν ταῦτα λέγηται.∆ ιὸ παρακαλῶ πάντας γενέσθαι ἄνδρας· ἐπεὶ, ὅταν αὐτοὶ παῖδες ὦµεν, πῶς ἐκείνους διδάξοµεν ἄνδρας εἶναι; πῶς εἴρξοµεν αὐτοὺς τῆς παιδικῆς ἀνοίας; Γενώµεθα τοίνυν ἄνδρες, ἵνα φθάσωµεν εἰς τὸ µέτρον τῆς ἡλικίας τῆς ὡρισµένης παρὰ τοῦ Χριστοῦ, καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτικαὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note