Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.5
Βλέπετε γὰρ τὴν κλῆσιν ὑµῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ µωρὰ τοῦ κό σµου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. αʹ. Εἰπὼν, ὅτι τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν, ἔδειξεν ὅτι ἐκβέβληται ἡ σοφία ἡ ἀνθρωπίνη ἀπό τε τῆς µαρτυρίας τῶν Γραφῶν, ἀπό τετῆς τῶν πραγµάτων ἐκβάσεως· ἀπὸ µὲν τῆς µαρτυρίας, εἰπὼν, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἀπὸ δὲ τῆς ἐκβάσεως, κατὰ ἐρώτησιν προαγαγὼν τὸν λόγον καὶ εἰπὼν, Ποῦ σοφός; ποῦ γραµµατεύς; Πάλιν συναπέδειξεν, ὅτι καὶ οὐ νεώτερον τὸ πρᾶγµα, ἀλλὰ καὶ παλαιὸν, ὡς ἄνωθεν αὐτὸ προδιατυποῦσθαι καὶ προλέγεσθαι· Γέγραπται γὰρ, φησίν· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. Μετὰ τούτων ἀπέδειξεν, ὅτι καὶ χρησίµως καὶ εὐλόγως ταῦτα οὕτω γέγονεν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσµος τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς µωρίας τοῦ κηρύγµατος σῶσαι τοὺς πιστεύοντας· καὶ ὅτι ὁ σταυρὸς ἀφάτου δυνάµεως καὶ σοφίας ἀπόδειξις, καὶ ὅτι πολλῷ µεῖζον τὸ µωρὸν τοῦ Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰτῶν διδασκάλων, ἀλλὰ καὶ δι' αὐτῶν ἀποδείκνυσι τῶν µαθητῶν· Βλέπετε γὰρ, φησὶ, τὴν κλῆσιν ὑµῶν. Οὐ γὰρ µόνον διδασκάλους ἰδιώτας, ἀλλὰ καὶ µαθητὰς ἐπελέξατο τοιούτους· Οὐ γὰρ πολλοὶ σοφοὶ, φησὶ, κατὰ σάρκα. Οὕτω δείκνυται τοῦτο καὶ ἰσχυρότερον καὶ σοφώτερον, ὅταν καὶ πολλοὺς πείσῃ καὶ ἀσόφους πείσῃ. Καὶ γὰρ δυσκολώτατον ἰδιώτην πεῖσαι, µάλιστα ὅταν περὶ πραγµάτων ἀναγκαίων καὶ µεγάλων ὁ λόγος ᾖ. Ἀλλ' ὅµως ἔπεισαν· καὶ τούτου µάρτυρας αὐτοὺς καλεῖ· Βλέπετε γὰρ τὴν κλῆσιν ὑµῶν, ἀδελφοὶ, φησὶν, ἐπισκέψασθε, διερευνήσασθε. Τὸ γὰρ δόγµατα οὕτω σοφὰ καὶ πάντων σοφώτερα καταδέξασθαι τοὺς ἰδιώτας, µεγίστην τῷ διδασκάλῳ µαρτυρεῖ σοφίαν. Τί δέ ἐστι, κατὰ σάρκα; Κατὰ τὸ φαινόµενον, κατὰ τὸν παρόντα βίον, κατὰ τὴν ἔξωθεν παίδευσιν. Εἶτα, ἵνα µὴ δόξῃ ἑαυτῷ περιπίπτειν( καὶ γὰρ τὸν ἀνθύπατον ἔπεισε καὶ τὸν Ἀρεοπαγίτην καὶ τὸν Ἀπολλὼ, καὶ ἑτέρους δὲ εἴδοµεν σοφοὺς τῷκηρύγµατι προσελθόντας), οὐκ εἶπεν, ὅτι Οὐδεὶς σοφὸς, ἀλλ', Οὐ πολλοὶ σοφοί. Οὐ γὰρ ἀποκεκληρωµένως τοὺς ἰδιώτας ἐκάλει καὶ τοὺς σοφοὺς ἠφίει, ἀλλὰ καὶ τούτους ἐδέχετο, πολλῷ δὲ πλείους ἐκείνους. Τί δήποτε; Ὅτι ὁ κατὰ σάρκα σοφὸς πολλῆς γέµει τῆς ἀνοίας, καὶ οὗτος µάλιστά ἐστιν ὁ µωρὸς, ὅταν τὴν διεφθαρµένην διδασκαλίαν ἐκβαλεῖν µὴ βούληται. Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ µὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώµενοι τῇ τέχνῃ καὶκατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνά σχοιντο µαθεῖν ῥᾳδίως, οἱ δὲ µηδὲν ἐπιστάµενοι µάλιστα ἂν καταδέξαιντο τὰ λεγόµενα· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν· οἱ ἰδιῶται µᾶλλον ἐπείσθησαν· τὴν γὰρ ἐσχάτην ἀπόνοιαν οὐκ εἶχον, τὸ νοµίζειν ἑαυτοὺς εἶναι σοφούς. Καὶ γὰρ οἱ σφόδρα µωροὶ, οὗτοι µάλιστά εἰσιν οἱ λογισµοῖς ἐπιτρέποντες ἅπερ οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἢ διὰ πίστεως. Καὶ γὰρ εἴ τις, τοῦ χαλκευτικοῦ διὰ τῆς πυράγρας τὸν πεπυρακτωµένον ἐξέλκοντος σίδηρον, οὗτος διὰ τῆς χειρὸς φιλονεικοίη τοῦτο ποιεῖν, τὴνἐσχάτην αὐτοῦ καταψηφιούµεθα ἄνοιαν· οὕτω καὶ οἱ φιλόσοφοι δι' ἑαυτῶν ταῦτα εὑρεῖν φιλονεικήσαντες, τὴν πίστιν ἠτίµασαν.∆ ιά τοι τοῦτο οὐχ εὗρον τῶν ζητουµένων οὐδέν. Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς. Καὶ γὰρ καὶ οὗτοι τύφου πεπληρωµένοι εἰσίν. Οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπόνοια καὶ τὸ προσηλῶσθαι πλούτῳ. Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυµάζειν καὶ µηδένα τῶν µελλόντων ποιεῖσθαι λόγον, καὶ ἐµφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων. Ἀλλὰ τὰ µωρὰ τοῦ κόσµου ἐξελέξατο ὁ Θεός. Ὅπερ ἐστὶ µέγιστον τῆς νίκης δεῖγµα, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ. βʹ. Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν· ἀλλὰ τότε ἐγκαλύπτονται, ὅταν ἴδωσι τὸν χειροτέχνην καὶ τὸν ἐπὶ τῆς ἀγορᾶς ὑπὲρ αὐτοὺς φιλοσοφοῦντα.∆ ιὸ καὶ αὐτὸς ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ οὐκ ἐνταῦθα µόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πλεονεκτηµάτων τοῦ βίου. Καὶ γὰρ τὰ ἀσθενῆ τοῦ κόσµου ἐξελέξατο, φησὶ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Οὐ γὰρ ἰδιώτας µόνον, ἀλλὰ καὶ πένητας καὶ εὐκαταφρονήτους καὶ ἀσήµους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις ὄντας ταπεινώσῃ. Καὶ τὰ ἀγεννῆ τοῦ κόσµου καὶ τὰ ἐξουθενηµένα, καὶ τὰ µὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ µὴ ὄντα καλεῖ; Τοὺς µηδὲν εἶναι λογιζοµένους διὰ τὴν πολλὴν οὐδένειαν. Οὕτω τὴν πολλὴν δύναµιν ἐπεδείξατο, διὰ τῶν µηδὲν εἶναι δοκούντων τοὺς µεγάλους κατενεγκών· ὅπερ καὶ ἀλλαχοῦ λέγει, ὅτι Ἡ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Μεγάλη γὰρ δύναµις τὸ τοὺς ἀπεῤῥιµµένους καὶ µηδενὸς µηδέποτε µαθήµατος ἁψαµένους, τούτους ἀθρόον τὰ ὑπὲρ τὸν οὐρανὸν παιδεύειν φιλοσοφεῖν. Ἐπεὶ καὶ ἰατρὸν καὶ ῥήτορα καὶ τοὺς ἄλλους ἅπαντας τότε µάλιστα θαυµάζοµεν, ὅταν τοὺς σφόδρα ἰδιώτας πείθωσι καὶ παιδεύωσιν. Εἰ δὲ τοὺς περὶ τέχνης λόγους θαῦµα µέγα ἐνθεῖναι ἰδιώτῃ, πολλῷ µᾶλλον τοὺς ὑπὲρ τοσαύτης φιλοσοφίας. Οὐ θαύµατος δὲ ἕνεκεν µόνον, οὐδὲ τοῦ δεῖξαι τὴν ἑαυτοῦ δύναµιν τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ καταστεῖλαι τοὺς ἀλαζόνας.∆ ιὸ καὶ ἔµπροσθεν ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφοὺς, ἵνα καταργήσῃ τὰ ὄντα, καὶ ἐνταῦθα πάλιν· Ὅπως µὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ,[ ἵνα τὸν τῦφον καὶ τὸ φρόνηµα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ· καὶ ὑµεῖς ἐπὶ τούτῳ, φησὶ, ἐνδιατρίβετε; πάντα ποιεῖ,] ἵνα µηδὲν ἑαυτοῖς λογιζώµεθα, ἵνα πάντα τῷ Θεῷ ἐπιγράφωµεν. Καὶ ὑµεῖς ἐπὶ τῷ δεῖνι καὶ τῷ δεῖνι ὑµᾶς αὐτοὺς προσενείµατε; Καὶ ποίας τεύξεσθε συγγνώµης; Καὶ γὰρ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δυνατὸν δι' ἑαυτῶν σωθῆναι µόνον, καὶ τοῦτο παρὰ τὴν ἀρχὴν ἐποίησεν. Οὐ γὰρ τότε δι' ἑαυτῶν σωθῆναι ἐνῆν, ἀλλ' ἔδει κάλλος οὐρανοῦ καὶ γῆς µέγεθος καὶ τῆς ἄλλης κτίσεως τὸ σῶµα περιελθόντας, οὕτω χειραγωγεῖσθαιπρὸς τὸν τῶν ἔργων δηµιουργόν. Ἐποίησε δὲ τοῦτο, προαναστέλλων τὴν µέλλουσαν οἰησισοφίαν. Ὡς ἂν εἴ τις διδάσκαλος κελεύσας ἕπεσθαι τῷ µαθητῇ ᾗπερ ἂν ἡγῆται, ἐπειδὰν ἴδῃ προλαβόντα καὶ βουλόµενον ἀφ' ἑαυτοῦ πάντα µαθεῖν, ἀφεὶςδιαµαρτεῖν, καὶ δείξας ὡς οὐκ ἀρκεῖ πρὸς τὴν µάθησιν, οὕτως αὐτῷ τότε ἐπεισάγοι τὰ παρ' ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ἐκέλευσε παρὰ τὴν ἀρχὴν ἕπεσθαι διὰ τῆς κατὰ τὴν κτίσιν καταλήψεως· ἐπειδὴ δὲ οὐκ ἐθέλησαν, δείξας διὰ τῆς πείρας, ὅτι οὐκ ἀρκοῦσιν ἑαυτοῖς, τότε αὐτοὺς πρὸς ἑαυτὸν ἑτέρως πάλιν ἄγει· ἔδωκεν ἀντὶ δέλτου τὸν κόσµον. Οὐδὲ ἐν τούτοις ἐµελέτησαν οἱ φιλόσοφοι, οὐδὲ αὐτῷ πεισθῆναι ἠθέλησαν, οὐδὲ ταύτην ἐλθεῖν τὴν ὁδὸν πρὸς αὐτὸν, ἣν αὐτὸς ἐκέλευσεν. Εἰσήγαγεν ἑτέραν ὁδὸν τῆς προτέρας σαφεστέραν, πείθουσαν ὅτι οὐκ αὐτάρκης ἄνθρωπος αὐτὸς ἑαυτῷ µόνος. Τότε µὲν γὰρ καὶ λογισµοὺς ἦν ἀνακινεῖν, καὶ τῇ ἔξωθεν κεχρῆσθαι σοφίᾳ διὰ τῆς κτίσεως χειραγωγουµένους· νῦν δὲ ἂν µή τις γένηται µωρὸς, τουτέστιν, ἂν µὴ πάντα λογισµὸν καὶ πᾶσαν κενώσῃ σοφίαν, καὶ τῇ πίστει ἑαυτὸν παραδῷ, ἀµήχανον σωθῆναι. Οὐ µικρὸν τοίνυν µετὰ τοῦ ποιῆσαι ῥᾳδίαν τὴν ὁδὸν, καὶ νόσηµα ἀνέσπασεν ἐντεῦθεν, τὸ µὴ καυχᾶσθαι µηδὲ µέγα φρονεῖν· Ὅπως µὴ καυχήσηται πᾶσα σάρξ. Ἀπὸ γὰρ τούτου ἡ ἁµαρτία, ὅτι σοφώτεροι τῶν τοῦ Θεοῦ νόµων εἶναι ἐφιλονείκησαν, οὐ θέλοντες οὕτω µαθεῖν ὡς αὐτὸς ἐνοµοθέτησε.∆ ιὰ τοῦτο οὐδὲ ὅλως ἔµαθον. Οὕτω καὶ ἐξ ἀρχῆς ἐγένετο. Εἶπε τῷ Ἀδάµ· Τόδε τι πρᾶξον, καὶ τόδε µὴ πράξῃς. Ἐκεῖνος ὡς πλέον τι νοµίζων εὑρίσκειν, παρήκουσε, καὶ ὅπερ εἶχεν, ἀπώλεσεν. Εἶπε τοῖς ἑξῆς· Μὴ ἐναποµένετε τῇ κτίσει, ἀλλὰ διὰ ταύτης τὸν∆ ηµιουργὸν θεωρεῖτε. Ἐκεῖνοι δῆθεν, ὡς σοφώτερόν τι τῶν εἰρηµένων εὑρίσκοντες, µυρίους ἐκίνησαν λαβυρίνθους.∆ ιὰ τοῦτο καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συνεῤῥάγησαν, καὶ οὔτε τὸν Θεὸν εὗρον, οὔτε περὶ τῆς κτίσεώς τι σαφὲς ἔγνωσαν, οὐδὲ προσήκουσαν καὶ ἀληθῆπερὶ αὐτῆς δόξαν ἔσχον.∆ ιὰ τοῦτο πάλιν ἐκ πολλοῦ τοῦ περιόντος τὴν οἴησιν αὐτῶν καθαιρῶν, τοὺς ἰδιώτας πρώτους εἰσήγαγε, δείξας ὡς πάντες τῆς ἄνωθεν δέονται σοφίας. Οὐ µόνον δὲ ἐν τῷ περὶ γνώσεως λόγῳ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ἀνθρώπους καὶ τὰ ἄλλα πάντα κτίσµατα ἐν πολλῇ χρείᾳ αὐτοῦ κατέστησεν, ἵνα µεγίστην ἀφορµὴν ἔχῃ καὶ ταύτην ὑποταγῆς καὶ οἰκειώσεως, ἵνα µὴ ἀποπηδήσαντα ἀπόληται.∆ ιὰ τοῦτο οὐκ ἀφῆκεν αὐτάρκεις αὐτοὺς ἑαυτοῖς εἶναι. Εἰ γὰρ καὶ νῦν ἐν χρείᾳ ὄντες πολλοὶ καταφρονοῦσιν, εἰ µὴ τοῦτο ἦν, ποῦ οὐκ ἂν ἐξῆλθον ὑπεροψίας; Ὥστε τὸ οὕτω καυχᾶσθαι οὐ φθονῶν αὐτοῖς ἀνεῖλεν, ἀλλ' ἀφέλκων αὐτοὺς τῆς ἀπωλείας τῆς ἐντεῦθεν γινοµένης. Ἐξ αὐτοῦ δὲ ὑµεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡµῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνη καὶ ἁγιασµὸς καὶ ἀπολύτρωσις. Τὸ, Ἐξ αὐτοῦ, ἐνταῦθα οὐ περὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς οἶµαι λέγειν αὐτὸν, ἀλλὰ περὶ τῆς πίστεως· τουτέστι, τέκνα Θεοῦ γενέσθαι οὐκ ἐξ αἱµάτων, οὐδὲ ἐκ θελήµατος σαρκός. Μὴ νοµίσητε τοίνυν, ὅτι ἀφελόµενος ἡµᾶς τοῦ καυχήµατος, εἴασεν οὕτω· µεῖζον γὰρ ἕτερον ἔδωκε καύχηµα. Ἐκείνου γὰρ ἐνώπιον οὐ δεῖ καυχᾶσθαι. Παῖδες αὐτοῦ ἐστε, διὰ τοῦ Χριστοῦ τοῦτο γενόµενοι. Καὶ ἐπειδὴ εἶπε, Τὰ µωρὰ τοῦ κόσµου ἐξελέξατο καὶ τὰ ἀγεννῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα. Τῆς δὲ εὐγενείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστὸς ἡµῖν ἐστιν αἴτιος, σοφοὺς ἡµᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους· τοῦτο γάρ ἐστιν· Ἐγενήθη ἡµῖν σοφία. γʹ. Τίς οὖν ἡµῶν σοφώτερος τῶν οὐ τὴν Πλάτωνος ἐχόντων σοφίαν, ἀλλ' αὐτὸν τὸν Χριστὸν, τοῦτο τοῦ Θεοῦ βουληθέντος; Τί δέ ἐστιν, Ἀπὸ Θεοῦ; Ὅτανµεγάλα εἴπῃ περὶ τοῦ Μονογενοῦς, τότε προσάπτει τὸν Πατέρα, ἵνα µὴ νοµίσῃ τις ἀγέννητον εἶναι τὸν Υἱόν. Ἐπειδὴ οὖν εἶπεν, ὅτι τοσαῦτα ἴσχυσε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Υἱῷ, σοφίαν αὐτὸν λέγων ἡµῖν γεγενῆσθαι καὶ δικαιοσύνην καὶ ἁγιασµὸν καὶ ἀπολύτρωσιν.∆ ιὰ τοῦ Υἱοῦ πάλιν τὸ πᾶν ἀνατιθεὶς τῷ Πατρὶ εἶπεν· Ἀπὸ Θεοῦ.∆ ιὰ τί δὲ µὴ εἶπεν, Ἐσόφισεν ἡµᾶς, ἀλλ', Ἐγενήθη ἡµῖν σοφία; Τὸ δαψιλὲς ἐνδεικνύµενος τῆς δωρεᾶς· ὡς ἂν εἰ ἔλεγεν· Ἑαυτὸν ἡµῖν ἔδωκε. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Πρότερον γὰρ ἡµᾶς σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης, καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦµα χαρισάµενος, καὶ οὕτως ἀπήλλαξεν ἡµᾶςἁπάντων τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι. Καὶ οὐ τῆς οὐσιώσεως τοῦτο δηλωτικὸν, ἀλλὰ τῆς πίστεως. Ἀλλαχοῦ µὲν οὖν φησιν, ὅτι ἡµεῖς ἐγενόµεθα δικαιοσύνη ἐν αὐτῷ, οὕτω λέγων· Τὸν µὴ γνόντα ἁµαρτίαν, ἁµαρτίαν ὑπὲρ ἡµῶν ἐποίησεν, ἵνα ἡµεῖς γενώµεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· νῦν δὲ αὐτόν φησι δικαιοσύνην ἡµῖν γεγενῆσθαι, ὥστε ἔξεστι τῷ βουλοµένῳ µετέχειν δαψιλῶς. Οὐ γὰρ ὁ δεῖνα σοφοὺς ἐποίησε καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστός. Ὁ τοίνυν καυχώµενος, ἐν αὐτῷ καυχάσθω, µὴ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι· παρὰ τοῦ Χριστοῦ γέγονεν ἅπαντα.∆ ιὸ εἰπὼν, Ὃς ἐγενήθη ἡµῖν σοφία καὶ δικαιοσύνη καὶ ἁγιασµὸς καὶ ἀπολύτρωσις, ἐπήγαγεν· Ἵνα, καθὼς γέγραπται, Ὁ καυχώµενος, ἐν Κυρίῳ καυχάσθω.∆ ιὰ τοῦτο καὶ σφοδρῶς κατηνέχθη κατὰ τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τούτῳ αὐτῷ πείσῃ τοὺς ἀνθρώπους, ὥσπερ οὖν καὶ ἔστι δίκαιον, ἐν Θεῷ καυχᾶσθαι. Ὅταν γὰρ παρ' ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶµεν, οὐδὲν µωρότερον, οὐδὲν ἀσθενέστερον ἡµῶν γίνεται. Γλῶτταν µὲν γὰρ ἔχειν ἠκονηµένην, δυνατὸν, δόγµατα δὲ ἰσχυρὰ, ἀµήχανον· ἀλλὰ τοῖς τῶν ἀραχνίων ὑφάσµασιν ἐοίκασιν οἱ λογισµοὶ καθ' ἑαυτοὺς ὄντες. Εἰς τοῦτο γάρ τινες παρήλασαν µανίας, ὡς µηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων, ἀλλὰ πάντα ἐναντία διϊσχυρίζεσθαι τῶν φαινοµένων. Μηδὲν τοίνυν εἴπῃς σαυτοῦ, ἀλλ' ἐν πᾶσιν ἐν Θεῷ καυχῶ· µηδενὶ ἀνθρώπῳ τί ποτε λογίσῃ. Εἰ γὰρ Παύλῳ οὐδὲν χρὴ λογίζεσθαι, πολλῷ µᾶλλον ἑτέροις· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Ὁ µαθὼν ἐν Κυρίῳ καυχᾶσθαι, οὐδέποτε ἐπαρθήσεται, ἀλλ' ἀεὶ καὶ µετριάσει, καὶ ἐν πᾶσιν ἔσται εὐχάριστος. Ἀλλ' οὐ τὰ τῶν Ἑλλήνων τοιαῦτα, ἀλλὰ πάντα ἑαυτοῖς ἀνατι θέασι.∆ ιὸ καὶ ἀπὸ ἀνθρώπων ποιοῦσι θεούς· οὕτως αὐτοὺς ἡ ἀπόνοια ἐξετραχήλισεν. Ὥρα δὴ λοιπόν ἐστι πρὸς τὴν τούτων ἐξελθεῖν µάχην. Ποῦ τοίνυν κατελίποµεν τὸν λόγον τῇ προτέρᾳ; Ἐλέγοµεν, ὅτι οὐκ ἦν δυνατὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν περιγενέσθαι τῶν φιλοσόφων τοὺς ἁλιέας· ἀλλ' ὅµως γέγονε δυνατόν· ὅθεν δῆλον, ὅτι χάριτι γέγονεν. Ἐλέγοµεν, ὅτι οὐκ ἦν δυνατὸν οὐδὲ ἐννοῆσαι αὐτοὺς τοσαῦτα κατορθώµατα· καὶ ἐδείξαµεν, ὅτι οὐ µόνον ἐνενόησαν, ἀλλὰ καὶ εἰς τέλος ἤγαγον µετὰ πολλῆς τῆς εὐκολίας. Τὸ αὐτὸ δὴ καὶ σήµερον γυµνάσωµεν τοῦ λόγου τὸ κεφάλαιον, πόθεν αὐτοῖς ἐπῆλθε προσδοκῆσαι τῆς οἰκουµένης περιγενέσθαι, εἰ µὴ εἶδον τὸνΧριστὸν ἀναστάντα. Μὴ γὰρ ἐξεστήκεσαν, ὥστε τοιοῦτόν τι λογίσασθαι ἁπλῶς καὶ εἰκῆ; Καὶ γὰρ ὑπερβάλλει πᾶσαν µανίαν τὸ προσδοκῆσαι ἄνευ θείας χάριτος τοσούτου περιγενέσθαι πράγµατος. Πῶς δ' ἂν αὐτὸ κατώρθωσαν µαινόµενοι καὶ ἐξεστηκότες; Εἰ δὲ ἐσωφρόνουν, ὥσπερ οὖν καὶ τὰ πράγµατα ἔδειξε, πῶς ἄνευ τοῦ λαβεῖν ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέµενον πρὸς τοσούτους ἐξελθεῖν πολέµους, καὶ γῆς καὶ θαλάττης κατατολµῆσαι, καὶ πρὸς µεταβολὴν τῶν τῆς οἰκουµένης ἁπάσης ἐθῶν τῶν ἐν χρόνῳτοσούτῳ παγέντων ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως οὕτω; Καὶ τὸ δὴ µεῖζον, πρὸς τὸν οὐρανὸν καλοῦντες καὶ τὰς ἄνω διατριβὰς, πόθεν προσεδόκων πείθειν τοὺς ἀκούοντας; Καὶ εἰ µὲν ἦσαν ἐν δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ παιδεύσει τραφέντες, µάλιστα µὲν οὐδὲ οὕτω πρὸς τοσοῦτον ὄγκον πραγµάτων εἰκὸς ἦναὐτοὺς ἐπαρθῆναι· πλὴν ἀλλὰ µᾶλλόν τινα λόγον εἶχεν ἡ προσδοκία· νῦν δὲ οἱ µὲν πρὸς λίµνας, οἱ δὲ περὶ δέρµατα ἠσχόληντο, οἱ δὲ περὶ τελωνίαν. Οὐδὲν δὲ τούτων τῶν ἐπιτηδευµάτων ἀχρηστότερον πρὸς φιλοσοφίαν καὶ πρὸς τὸ πεῖσαι µεγάλα φαντάζεσθαι, καὶ µάλιστα ὅταν µὴ παράδειγµά τις ἔχῃ. Μᾶλλον δὲ οὐ µόνον παραδείγµατα οὐκ εἶχον, ὅτι περιέσονται, ἀλλ' ὅτι καὶ οὐ περιέσονται, καὶ ταῦτα δὴ ἔναυλα. Πολλοὶ γὰρ ἐπιχειρήσαντες καινοτοµίαις ἐσβέσθησαν( οὐχὶ τὰ παρ' Ἕλλησι λέγω· ἐκεῖνα γὰρ οὐδὲ ἦσαν, ἀλλὰ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις ἐν αὐτῷ τῷ καιρῷ), οὐχὶ µετὰ δώδεκα ἀνθρώπων, ἀλλὰ µετὰ πλήθους πολλοῦ τοῖςπράγµασιν ἐπιτιθέµενοι. Καὶ γὰρ Θευδᾶς καὶ Ἰούδας συστήµατα ἔχοντες µεγάλα ἀνθρώπων µετὰ τῶν µαθητῶν ἀπώλοντο. Καὶ ὁ παρ' ἐκείνων φόβος ἱκανὸς ἦν τούτους παιδεῦσαι, εἰ µὴ σφόδρα ἦσαν πεπεισµένοι, ὅτι ἄνευ θείας δυνάµεως ἀµήχανον περιγενέσθαι. Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ µὴ πρὸς τὰ µέλλοντα ἑώρων; Θῶµεν δὲ, ὅτι καὶ ἤλπιζον κρατῆσαι· τί προσεδόκων κερδαίνειν ἐκ τοῦ προσάγειν ἅπαντας τῷ µὴ ἀναστάντι, καθώς φατε; δʹ. Εἰ γὰρ νῦν πιστεύσαντες ἄνθρωποι περὶ βασιλείας οὐρανῶν καὶ µυρίων ἀγαθῶν, δυσκόλως καταδέχονται κινδύνους, πῶς ἂν ἐκεῖνοι µάτην τοσαῦταἂν ὑπέµειναν, µᾶλλον δὲ καὶ ἐπὶ κακῷ; Εἰ γὰρ µὴ ἐγένετο τὰ γεγενηµένα, µηδὲ εἰς τὸν οὐρανὸν ὁ Χριστὸς ἀνέβη, πάντως, ταῦτα πλάττειν φιλονεικοῦντες καὶ τοὺς ἄλλους πείθειν, τῷΘεῷ προσκρούειν ἔµελλον καὶ µυρίους ἄνωθεν προσδοκᾷν κεραυνούς. Ἄλλως δὲ, εἰ καὶ ζῶντος τοῦ Χριστοῦ τοσαύτην εἶχον προθυµίαν, ἀποθανόντος ἂν ἔσβεσαν αὐτήν. Ἔδοξε γὰρ ἂν αὐτοῖς, εἰ µὴ ἀνέστη, ἀπατεὼν εἶναί τις καὶ εἴρων. Οὐκ ἴστε, ὅτι τὰ στρατόπεδα, τοῦ µὲν στρατηγοῦ καὶ βασιλέως ζῶντος, κἂν ἀσθενῆ ᾖ, συγκροτεῖται· ἀπελθόντων δὲ ἐκείνων, κἂν ἰσχυρὰ ᾖ, διαλύεται; Ποίοις οὖν, εἰπέ µοι, λόγοις ἐκέχρηντο πιθανοῖς, µέλλοντες ἅπτεσθαι τοῦ κηρύγµατος καὶ πρὸς τὴν οἰκουµένην ἐξιέναι ἅπασαν; ποίοις δὲ κωλύµασιν οὐκ ἂν κατεσχέθησαν; Εἰ γὰρ µαινόµενοι ἦσαν( τὸ γὰρ αὐτὸ λέγων οὐ παύσοµαι), οὐδὲ ὅλως κατορθῶσαι ἔδει· οὐδεὶς γὰρ µαινοµένοις πείθεται· εἰ δὲ κατώρθωσαν, ὥσπερ οὖν καὶ κατώρθωσαν, καὶ δείκνυσι τὸ τέλος, πάντων ἦσαν σοφώτεροι. Εἰ δὲ πάντων ἦσαν σοφώτεροι, εὔδηλον ὅτι οὐκ ἂν ἁπλῶς ἦλθον ἐπὶ τὸ κήρυγµα. Εἰ γὰρ µὴ εἶδον αὐτὸν ἀναστάντα, τί ἦν ἱκανὸν αὐτοὺς ἐξαγαγεῖν ἐπὶ τὸν πόλεµον τοῦτον; τί δὲ οὐκ ἂν αὐτοὺς ἀπέτρεψεν; Εἶπεν αὐτοῖς, ὅτι Μετὰ τρεῖς ἡµέρας ἀναστήσοµαι, καὶ περὶ βασιλείας οὐρανῶν ἐπηγγείλατο· εἶπεν, ὅτι Κρατήσουσι τῆς οἰκουµένης Πνεῦµα λαβόντες ἅγιον· καὶ µυρία πρὸς τούτοις ἕτερα πᾶσαν ὑπερβαίνοντα φύσιν. Ὥστε εἰ µηδὲν τούτων γέγονεν, εἰ καὶ ζῶντι ἐπείθοντο, τελευτήσαντος οὐκ ἂν ἐπείσθησαν, εἰ µὴ εἶδον ἀναστάντα. Εἶπον γὰρ ἄν· Μετὰ τρεῖς ἡµέρας, ἔλεγεν, ἀναστήσοµαι, καὶ οὐκ ἀνέστη· Πνεῦµα ὑπέσχετο δώσειν, καὶ οὐκ ἔπεµψε· πῶς οὖν ὑπὲρ τῶν µελλόντων αὐτῷ πιστεύσοµεν, τῶν παρόντων ἐληλεγµένων; Τίνος δὲ ἕνεκεν µὴ ἀναστάντος, ἐκήρυττον ὅτι ἀνέστη; Ἐπειδὴ ἐφίλουν αὐτὸν, φησί. Καὶ µὴν µισεῖν λοιπὸν εἰκὸς ἦν ἀπατήσαντα καὶ προδεδωκότα, καὶ ὅτι µυρίαις αὐτοὺς ἐλπίσιν ἐπάρας, καὶ οἰκίας καὶ γονέων καὶ πάντων ἀποστήσας, καὶ ὁλόκληρον ἔθνος ἐκπολεµώσας αὐτοῖς τὸ Ἰουδαίων, προέδωκεν ὕστερον. Καὶ εἰ µὲν ἀσθενείας ἦν τὸ γενόµενον, συνέγνωσαν ἄν· νυνὶ δὲ κακουργίας πολλῆς εἶναι ἐνοµίζετο. Ἔδει γὰρ τἀληθὲς εἰπεῖν, καὶ µὴ τὸν οὐρανὸν ἐπαγγείλασθαι ἄνθρωπον ὄντα θνητὸν, ὥς φατε. Ὥστε τοὐναντίον εἰκὸς ἦν αὐτοὺς ποιεῖν, κηρύττειν τὴν ἀπάτην, καὶ λέγειν αὐτὸν εἴρωνα καὶ γόητα· οὕτω γὰρ ἂν καὶ τῶν κινδύνων ἀπηλλάγησαν, οὕτω καὶ τὸν πόλεµον ἔλυσαν. Εἰ γὰρ τοῖς στρατιώταις ἀργύριον ἔδωκαν οἱ Ἰουδαῖοι ἵνα εἴπωσιν, ὅτι ἔκλεψαν τὸ σῶµα· εἰ παρελθόντες εἶπον οἱ µαθηταὶ ὅτι Ἐκλέψαµεν, καὶ οὐκ ἀνέστη, ποίας ἂν οὐκ ἀπέλαυσαν τιµῆς; Ὥστε ἐξῆν αὐτοῖς καὶ τιµᾶσθαι καὶ στεφανοῦσθαι. Τίνος οὖν ἕνεκεν τὸ ὑβρίζεσθαι καὶ κινδυνεύειν ἀντικατηλλάξαντο τούτων, εἰ µὴ θεία τις ἦν ἡ πείθουσα αὐτοὺς δύναµις, ἡ τούτων ἁπάντων δυνατωτέρα; Εἰ δὲ µηδέπω πείθοµεν, λογίζου κἀκεῖνο, ὅτι εἰ µὴ τοῦτο ἦν, κἂν εἰ σφόδρα παρεσκευάζοντο, οὐκ ἂν ἐπ' αὐτῷ τὸ κήρυγµα ἐκήρυξαν, ἀλλ' ἀπεστράφησαν αὐτόν. Ἴστε γὰρ ὅτι οὐδὲ τὰ ὀνόµατα βουλόµεθα τῶν τὰ τοιαῦτα ἀπατώντων ἡµᾶς ἀκούειν. Τίνος δὲ ἕνεκεν καὶ ἐκήρυττον αὐτοῦ τὸ ὄνοµα; προσδοκῶντες ὅτι κρατήσουσι δι' αὐτοῦ; καὶ µὴν τοὐναντίον ἐχρῆν προσδοκᾷν, ὅτι εἰ καὶ ἔµελλον κρατήσειν, ἀπώλοντο ἀπατεῶνος ὄνοµα φέροντες εἰς µέσον. Εἰ δὲ συσκιάσαι τὰ πρότερα ἐβούλοντο, ἔδει σιγῆσαι· ὡς τό γε ἐπαγωνίζεσθαι, µειζόνως ἀνῆπτε καὶ τὸν πόλεµον καὶ τὸν γέλωτα. Πόθεν οὖν ἐπῆλθεν αὐτοῖς ἀναπλάσαι τοιαῦτα; καὶ γὰρ ἅπερ ἤκουσαν, ἀπώλεσαν. Εἰ δὲ οὐκ ὄντος φόβου πολλὰ ἐπελανθάνοντο, καί τινα οὐδὲ ἐνόουν, καθὼς καὶ ὁ εὐαγγελιστής φησι, τοσούτου κινδύνου καταλαβόντος, πῶς οὐκ ἂνἅπαντα αὐτῶν ἀπέπτη; Καὶ τί λέγω τὰ ῥήµατα; ὅπου γε καὶ ὁ πρὸς αὐτὸν τὸν διδάσκαλον πόθος ἠρέµα κατεµαραίνετο τῷ φόβῳ τῶν ἐσοµένων· ὅπερ αὐτοῖς καὶ ὠνείδισεν. Ἐπειδὴ γὰρ πρὸ τούτου µὲν ἐκκρεµάµενοι αὐτοῦ, συνεχῶς ἠρώτων, Ποῦ ὑπάγεις; ὕστερον δὲ, ὅτε τοὺς µακροὺς ἀπέτεινε λόγους τὰ δεινὰ διηγούµενος τὰ παρ' αὐτὸν τὸν σταυρὸν καταληψόµενα αὐτοὺς, εἶτα τῷ δέει παγέντεςἐναπέµειναν ἀχανεῖς· ἄκουσον πῶς τοῦτο αὐτὸ προφέρει αὐτοῖς λέγων· Οὐδεὶς ἐξ ὑµῶν ἐρωτᾷ µε· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι λελάληκα ὑµῖν ταῦτα, ἡ λύπη πεπλήρωκεν ὑµῶν τὴν καρδίαν. Εἰ τοίνυν προσδοκῶντες αὐτὸν ἀποθανεῖσθαι καὶ ἀναστήσεσθαι οὕτως ἤλγουν, ἀναστάντα αὐτὸν µὴ ἰδόντες, πῶς οὐκ ἂν ἀπώλοντο, καὶ εἰς αὐτὴνἂν ἐσπούδασαν καταδῦναι τὴν γῆν, καὶ ἀθυµίᾳ τῇ τῆς ἀπάτης καὶ δέει τῶν ἐσοµένων πολιορκούµενοι; εʹ. Πόθεν δὲ καὶ τὰ ὑψηλὰ αὐτοῖς δόγµατα; τὰ γὰρ ὑψηλότερα ὕστερον εἶπεν αὐτοὺς ἀκούσεσθαι· Πολλὰ γὰρ ἔχω λέγειν ὑµῖν, φησὶν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὥστε τὰ λειπόµενα ὑψηλότερα ἦν. Εἷς δὲ τῶν µαθητῶν οὐδὲ εἰς τὴν Ἰουδαίαν ἤθελεν ἀπελθεῖν µετ' αὐτοῦ, ἐπειδὴ κινδύνων ἤκουσεν, ἀλλ' ἔλεγεν· Ἀπέλθωµεν καὶ ἡµεῖς, ἵνα ἀποθάνωµεν µετ' αὐτοῦ· βαρυνόµενος ἐπειδὴ προσεδόκησεν ἀποθανεῖσθαι. Εἰ δὲ µετ' αὐτοῦ ὢν προσεδόκησεν ἀποθανεῖσθαι, καὶ ἀνεδύετο διὰ τοῦτο, χωρὶς αὐτοῦ καὶ τῶν λοιπῶν µαθητῶν τί οὐκ ἂν ἤλπισε τότε παθεῖν; Καὶ πολὺς ὁ ἔλεγχος ἦν τῆς ἀναισχυντίας. Τί δὲ καὶ εἶχον εἰπεῖν ἐξιόντες; Τὸ µὲν γὰρ πάθος ἡ οἰκουµένη πᾶσα ᾔδει· καὶ γὰρ ἐφ' ὑψηλοῦ ἐκρέµατο τοῦ ἰκρίου, καὶ ἐν ἡµέρᾳ µέσῃ, καὶ ἐν µητροπόλει, καὶ ἐν ἑορτῇ µεγίστῃ, ἐν ᾗ µάλιστα οὐκ ἐνῆν τινα ἀπολειφθῆναι· τὴν δὲ ἀνάστασιν οὐδεὶς εἶδε τῶν ἔξωθεν, ὅπερ οὐ µικρὸν αὐτοῖς πρὸς τὸ πείθειν ἐµπόδιον ἦν. Καὶ ὅτι µὲν ἐτάφη, πάντες διεθρύλλουν· καὶ ὅτι ἔκλεψαν τὸ σῶµα αὐτοῦ οἱ µαθηταὶ, οἱ στρατιῶται µετὰ τῶν Ἰουδαίων ἁπάντων ἔλεγον· ὅτι δὲ ἀνέστη, τῶν ἔξωθεν οὐδεὶς εἶδε. Πόθεν οὖν προσεδόκησαν πείθειν τὴν οἰκουµένην; Εἰ γὰρ θαυµάτων γινοµένων στρατιῶται ἐπείσθησαν τὰ ἐναντία µαρτυρῆσαι, πόθεν προσεδόκων οὗτοι χωρὶς θαυµάτων κηρύττειν, καὶ µηδὲὀβολὸν κεκτηµένοι πείθειν γῆν καὶ θάλατταν περὶ τῆς ἀναστάσεως; εἰ δὲ δόξης ἐρῶντες τοῦτο ἐποίουν, πολλῷ µᾶλλον ἂν ἕκαστος ἑαυτῷ δόγµατα ἐπεφήµισεν, οὐχὶ τῷ ἀπελθόντι. Ἀλλ' οὐκ ἂν ἐπείσθησαν αὐτοῖς οἱ ἄνθρωποι; Καὶ περὶ τίνος ἀκούοντες µᾶλλον ἐπίστευον; περὶ ἐκείνου τοῦ συλληφθέντος καὶ σταυρωθέντος, ἢ περὶ αὐτῶν τῶν τὰς χεῖρας ἐκφυγόντων τὰς Ἰουδαϊκάς; Τίνος δὲ ἕνεκεν, εἰπέ µοι, µέλλοντες τοῦτο ποιεῖν, οὐκ εὐθέως τὴν Ἰουδαίαν ἀφέντες, εἰς τὰς ἔξω πόλεις ἀπῆλθον, ἀλλ' ἔνδον ἐστρέφοντο; Πῶς δὲ, εἰ µὴ σηµεῖα ἐποίουν, ἔπειθον; Καὶ εἰ µὲν ἐποίουν( ἐποίουν γὰρ), Θεοῦ δύναµις ἦν τὸ γινόµενον· εἰ δὲ µὴ ἐποίουν καὶ ἐκράτουν, πολὺ θαυµαστότερον ἦν τὸ συµβάν. Οὐκ ᾔδεσαν Ἰουδαίους, εἰπέ µοι, καὶ τὴν πονηρὰν αὐτῶν µελέτην καὶ τὴν φθόνων γέµουσαν ψυχήν; Καὶ γὰρ Μωϋσέα ἐλίθασαν µετὰ τὸ πέλαγος ὅπερ ἐπέζευσαν, µετὰ τὴν νίκην καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ θαυµαστὸν, ὅπερ ἔστησαν ἀναιµωτὶ διὰ τῶνἐκείνου χειρῶν κατὰ τῶν δουλωσαµένων αὐτοὺς Αἰγυπτίων, µετὰ τὸ µάννα, µετὰ τὰς πέτρας καὶ τὰς πηγὰς τῶν ποταµῶν τὰς ἐκεῖθεν ῥαγείσας, µετὰ τὰµυρία θαύµατα τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς καὶ τῆς ἐρήµου· Ἱερεµίαν εἰς λάκκον ἐνέβαλον, καὶ πολλοὺς τῶν προφητῶν κατέσφαξαν. Ἄκουσον γοῦν τί φησιν Ἠλίας µετὰ τὸν φοβερὸν λιµὸν ἐκεῖνον καὶ τὸν θαυµαστὸν ὑετὸν καὶ τὴν λαµπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ τὸπαράδοξον ὁλοκαύτωµα, ὡς ποῤῥωτάτω τῆς χώρας αὐτῶν ἐλαυνόµενος· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην µόνος, καὶ ζητοῦσι τὴν ψυχήν µου. Καίτοι γε οὐδὲν τῶν νοµίµων ἐκίνουν. Τούτοις οὖν πόθεν εἶχον προσέχειν; εἰπέ µοι· καὶ γὰρ ἁπάντων ἦσαν ἐκείνων εὐτελέστεροι, καὶ τοιαῦτα ἐκαινοτόµουν, δι' ἃ καὶ τὸν∆ ιδάσκαλον ἐσταύρωσαν. Καὶ ἄλλως δὲ, οὐχ οὕτως ἐδόκει δεινὸν εἶναι τὸ τὸν Χριστὸν ταῦτα λέγειν, καὶ τούτους. Τὸν µὲν γὰρ ἴσως ἐνόµιζον ἑαυτῷ δόξαν κτώµενον ταῦτα ποιεῖν, τούτους δὲ καὶ µειζόνως ἂν ἐµίσησαν, ἅτε ὑπὲρ ἑτέρου πολεµοῦντας αὐτοῖς. Ἀλλ' οἱ νόµοι αὐτοῖς ἐβοήθουν οἱ Ῥωµαίων; Ἀλλ' ἀπὸ τούτων καὶ ἐνεποδίζοντο µᾶλλον· καὶ γὰρ ἔλεγον· Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Ὥστε τοῦτο µόνον ἱκανὸν ἦν ἐµποδίσαι, ὅτι τοῦ νοµισθέντος εἶναι τυράννου καὶ µαθηταὶ ἦσαν, καὶ τὰ ἐκείνου κρατύνειν ἐβούλοντο. Τί δὲ ὅλως αὐτοὺς ἐπῆρεν εἰς τοσούτους κινδύνους ἐµπεσεῖν; τί δὲ περὶ αὐτοῦ λέγοντες ἐδόκουν εἶναι πιθανοί; ὅτι ἐσταυρώθη; ὅτι ἀπὸ γυναικὸς ἐτέχθη Ἰουδαίας πτωχῆς, Ἰουδαίῳ τέκτονι µεµνηστευµένης; ὅτι ἐξ ἔθνους ἦν τῇ οἰκουµένῃ ἀπεχθανοµένου; Ἀλλὰ ταῦτα πάντα οὐχὶ πείθειν µόνον καὶ ἐφέλκεσθαι τοὺς ἀκούοντας, ἀλλὰ καὶ προσίστασθαι πᾶσιν ἦν ἱκανὰ, καὶ µάλιστα τὰ παρὰ τοῦ σκηνοποιοῦ καὶτοῦ ἁλιέως λεγόµενα. Οὐκ ἂν οὖν ταῦτα πάντα ἐνενόησαν οἱ µαθηταί; καὶ γὰρ αἱ δειλαὶ φύσεις πλείονα τῶν ὄντων ἀναπλάττειν δύνανται· τοιαῦται δὲ ἦσαν αἱ ἐκείνων. Πόθεν οὖν ἤλπιζον κατορθώσειν; µᾶλλον δὲ οὐκ ἤλπισαν, µυρίων ὄντων τῶν ἀπαγόντων αὐτοὺς, εἴ γε µὴ ἀνέστη ὁ Χριστός. σʹ. Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι εἰ µὴ δαψιλοῦς καὶ µεγάλης ἀπέλαυσαν χάριτος, καὶ ἐνέχυρα τῆς ἀναστάσεως ἔλαβον, οὐ µόνον πρᾶξαικαὶ ἐπιχειρῆσαι, ἀλλ' οὐδὲ ἐννοῆσαι ταῦτα ἠδύναντο; Εἰ γὰρ τοσούτων ὄντων κωλυµάτων πρὸς τὸ βουλεύσασθαι, οὐ λέγω πρὸς τὸ κατορθῶσαι, καὶ ἐβουλεύσαντο καὶ εἰς ἔργον ἐξήγαγον καὶ µείζοναπάσης ἐλπίδος ἐποίησαν, παντί που δῆλον, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάµει, ἀλλὰ θείᾳ χάριτι πάντα εἰργάζοντο. Τούτους τοίνυν τοὺς λόγους γυµνάζωµεν, µὴ καθ' ἑαυτοὺς µόνον, ἀλλὰ καὶ µετὰ ἀλλήλων· οὕτω δ' ἂν εὐκολωτέρα γένοιτ' ἂν ἡµῖν καὶ ἡ τῶν λοιπῶν εὕρεσις. Μηδὲ, ὅτι χειροτέχνης εἶ, ἀλλοτρίαν τὴν µελέτην ταύτην εἶναι νόµιζε. Καὶ γὰρ Παῦλος σκηνοποιὸς ἦν, ἀλλὰ καὶ πολλῆς ἐνεπλήσθη τότε χάριτος, φησὶ, κἀκεῖθεν ἅπαντα ἐφθέγγετο. Ἀλλὰ καὶ πρὸ τῆς χάριτος παρὰ τοὺς πόδας Γαµαλιήλου ἦν· καὶ τὴν χάριν δὲ διὰ τοῦτο ἔλαβεν, ἐπειδὴ γνώµην ἀξίαν τῆς χάριτος ἐπεδείξατο, καὶ µετὰ ταῦτα πάλιν τὴν τέχνην µετεχεί ριζε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόντων, ἀλλ' οἱ εἰκῆ τρεφόµενοι καὶ ἀργοῦντες, οἱ διακόνοις κεχρηµένοι πολλοῖς καὶ ἀφάτουθεραπείας ἀπολαύοντες. Τὸ γὰρ διαπαντὸς ἐργαζόµενον τρέφεσθαι, φιλοσοφίας εἶδός ἐστι· τούτων αἱ ψυχαὶ καθαρώτεραι, τούτων αἱ διάνοιαι εὐτονώτεραι. Ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ µᾶλλον φθέγγεται, καὶ πολλὰ εἰκῆ πράσσει, καὶ ἐργάζεται δι' ὅλης ἡµέρας οὐδὲν, πολλῆς νάρκης ἐµπεπλησµένος· ὁ δὲ ἐν ἐργασίᾳ ὢν οὐδὲν ταχέως περιττὸν παραδέξεται οὔτε ἐν ἔργοις οὔτε ἐν λόγοις οὔτε ἐν ἐννοίαις· ὅλη γὰρ διόλου συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. Μὴ τοίνυν καταφρονῶµεν τῶν ἀπὸ τῶν χειρῶν τρεφοµένων, ἀλλὰ καὶ µᾶλλον αὐτοὺς µακαρίζωµεν διὰ τοῦτο. Ποία γάρ σοι χάρις, εἰπέ µοι, ὅταν τὸν κλῆρον παρὰ τοῦ πατρὸς δεξάµενος, µηδὲν πράττων διατελῇς, ἀλλὰ ἀναλώσῃς πάντα ἐκεῖνα εἰκῆ; Οὐκ οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώσοµεν λόγον, ἀλλ' οἱ µὲν πλείονος ἐνταῦθα ἀπολαύσαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πόνοις ἢπενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡµερώτερον; Καὶ ταῦτα ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου δῆλα. Σὺ µὲν γὰρ εἰς οὐδὲν δέον τῇ σχολῇ χρησάµενος εἰκότως ἐγκαλῇ, ὁ δὲ πένης καὶ µετὰ ἀσχολίας τὸ ὑπόλοιπον τοῦ καιροῦ εἰς τὰ δέοντα ἀναλώσας, µεγάλων ἀπολαύσεται τῶν στεφάνων. Ἀλλὰ καὶ στρατείαν µοι προβάλλῃ πάντως, καὶ τῆς ἀσχολίας αὐτὴν αἰτιάσῃ; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον ἡ σκῆψις. Καὶ γὰρ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ οὐδὲν ἡ ζώνη τὴν ἀκριβῆ πολιτείαν παρέβλαψε. Σὺ δὲ ὅταν ὀρχησταῖς καὶ µίµοις σχολάζῃς, καὶ διαπαντὸς ἐπὶ τῆς σκηνῆς ἀναλίσκῃς τὸν βίον, οὐδαµοῦ οὐ στρατείας ἀνάγκην, οὐκ ἀρχόντωνπροβάλλῃ φόβον· ὅταν δὲ ἐπὶ τὴν ἐκκλησίαν καλῶµεν, τότε τὰ µυρία κωλύµατα. Καὶ τί κατὰ τὴν ἡµέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς ποταµοὺς, καὶ τὰ δεσµὰ τὰ ἄλυτα, καὶ βρυχοµένων ἀκούσῃς ὀδόντων; τίς σου προστήσεται κατὰ τὴν ἡµέραν ἐκείνην, ὅταν ἴδῃς τὸν µὲν χειροτέχνην καὶ ὀρθῶς βεβιωκότα, πάσης ἀπολαύοντα δόξης· σαυτὸν δὲ τὸν νῦν ἐν µαλακοῖς ἱµατίοις ὄντα καὶ µύρων πνέοντα, ἀνήκεστα πάσχοντα; τί σοι τοῦ πλούτου καὶ τῆς περιουσίας ἔσται ὄφελος; τί δὲ τῷ χειροτέχνῃ τῆς πενίας βλάβος; Ἵν' οὖν µὴ πάθωµεν ταῦτα, φοβηθῶµεν τὰ λεγόµενα νῦν, καὶ τὴν ἀσχολίαν ἅπασαν εἰς τὴν τῶν ἀναγκαίων πραγµάτων ἀναλώσωµεν διατριβήν. Οὕτω γὰρ ἐξιλεωσάµενοι τὸν Θεὸν ὑπὲρ τῶν παρελθόντων ἁµαρτηµάτων, καὶ τὰ µέλλοντα προσθέντες κατορθώµατα, δυνησόµεθα τῆς βασιλείαςἐπιτυχεῖν τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note