In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
7.7
Σοφίαν δὲ λαλοῦµεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουµένων· ἀλλὰ λαλοῦµεν Θεοῦ σοφίαν ἐν µυστηρίῳ, τὴν ἀπο κεκρυµµένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡµῶν. αʹ. Τὸ σκότος τοῦ φωτὸς ἐπιτηδειότερον εἶναι δοκεῖ τοῖς τὰς ὄψεις νοσοῦσι· διὸ καὶ µᾶλλον εἰς συνεσκιασµένον δωµάτιον καταφεύγουσι. Τοῦτο καὶ ἐπὶ τῆς σοφίας γέγονε τῆς πνευµατικῆς· ἡ µὲν τοῦ Θεοῦ σοφία µωρία ἐδόκει εἶναι τοῖς ἔξωθεν, ἡ δὲ αὐτῶν, ἀληθῶς οὖσα µωρία, σοφία αὐτοῖς νενόµισται. Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρηµένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶταἐπειρᾶτο λογισµοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν· ἄλλος δέ τις πάντων ἄπειρος, πλοίῳ καὶ κυβερνήτῃ καὶ ναύταις ἐγχειρίσας ἑαυτὸν, οὕτω µετὰ ἀσφαλείας ἔπλει. Καὶ γὰρ ἡ δοκοῦσα εἶναι ἀµαθία τούτου, τῆς ἐκείνου σοφίας σοφωτέρα. Καλὴ µὲν γὰρ ἡ κυβερνητικὴ, ἀλλ' ὅταν µείζονα ἐπαγγέλληται, µωρία τίς ἐστι· καὶ πᾶσα τέχνη ἡ µὴ ἀρκουµένη τοῖς ὅροις τοῖς ἑαυτῆς τοῦτο ἂν εἴη. Οὕτω καὶ ἡ ἔξωθεν σοφία ἦν ἂν σοφία, εἰ Πνεύµατι ἐκέχρητο· ἐπειδὴ δὲ ἑαυτῇ τὸ πᾶν ἐπέτρεψε, καὶ οὐδὲν ἐνόµισε δεῖσθαι τῆς βοηθείας ἐκείνης, µωρία γέγονεν, εἰ καὶ ἐδόκει σοφία εἶναι.∆ ιὸ πρότερον ἐλέγξας τὰ αὐτῆς διὰ τῶν πραγµάτων, τότε αὐτὴν ἐκάλεσε µωρίαν· καὶ πρότερον καλέσας µωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν( µετὰ γὰρ τὰς ἀποδείξεις δυνατὸνµάλιστα τοὺς ἀντιλέγοντας ἐντρέπειν)· καί φησι· Σοφίαν δὲ λαλοῦµεν ἐν τοῖς τελείοις. Ὅταν γὰρ ἐγὼ, νοµιζόµενος µωρὸς καὶ µωρὰ κηρύττειν, τοῦ σοφοῦ περιγένωµαι, οὐ διὰ µωρᾶς· σοφίας περιεγενόµην, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω µείζονος, ὡς ἐκείνην µωρίαν φαίνεσθαι.∆ ιὰ τοῦτο πρότερον αὐτὴν οὕτω καλέσας, ὡς ἐκεῖνοι ὠνόµαζον τότε, καὶ ἀπὸ τῶν πραγµάτων τὴν νίκην δείξας, καὶ ἐκείνους ἀποφήνας σφόδραµωροὺς, τὸ προσῆκον αὐτῇ λοιπὸν ἀπέδωκεν ὄνοµα λέγων· Σοφίαν δὲ λαλοῦµεν ἐν τοῖς τελείοις. Σοφίαν δὲ λέγει τὸ κήρυγµα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι· τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι οἱ τὰ ἀνθρώπινα εἰδότες ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν, ὅτι µηδὲν αὐτοῖς συµβάλλεται πεπεισµένοι, οἷοι γεγόνασινοἱ πιστοί. Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου. Ποῦ γὰρ χρήσιµος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα καὶ περαιτέρω µὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα δυναµένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίµονάς τινας λέγει, καθώς τινες ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώµασι, τοὺς ἐν δυναστείαις, τοὺς τὸ πρᾶγµα περιµάχητον εἶναι νοµίζοντας, φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους· καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δηµαγωγοὶ πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος τούτου ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε· Τῶν καταργουµένων· οἴκοθέν τε αὐτὴν διαβάλλων καὶ ἀπὸ τῶν χρωµένων.∆ είξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι µωρὰ, ὅτι οὐδὲν δύναται εὑρεῖν, ὅτι ἀσθενὴς, δείκνυσιν ὅτι καὶ ὀλιγοχρόνιος. Ἀλλὰ λαλοῦµεν Θεοῦ σοφίαν ἐν µυστηρίῳ. Ποίῳ µυστηρίῳ; Καὶ µὴν φησὶν ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωµάτων. Πῶς οὖν µυστήριον αὐτὴν καλεῖ; Ἐπειδὴ οὔτε ἄγγελος οὔτε ἀρχάγγελος οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναµις ᾔδει, πρὶν γενέσθαι.∆ ιό φησιν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο δὲ ἐποίησεν, ἡµᾶς τιµῶν ὁ Θεὸς, ὥστε µεθ' ἡµῶν ἀκοῦσαι τῶν µυστηρίων. Καὶ γὰρ καὶ ἡµεῖς, οὓς ἂν ποιησώµεθα φίλους, τοῦτο τεκµήριον πρὸς αὐτοὺς εἶναί φαµεν τῆς φιλίας, τὸ µηδενὶ πρὸ αὐτῶν εἰπεῖν τὰ ἀπόῤῥητα. Ἀκουέτωσαν οἱ τὸ κήρυγµα ἐκποµπεύοντες. καὶ πᾶσιν ἁπλῶς ἐκφαίνοντες τοὺς µαργαρίτας καὶ τὸ δόγµα, καὶ τὰ ἅγια κυσὶ καὶ χοίροις ῥιπτοῦντες καὶ λογισµοῖς περιττοῖς. Τὸ γὰρ µυστήριον κατασκευῆς οὐ δεῖται, ἀλλ' ὅπερ ἐστὶ, τοῦτο µόνον ὂν καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται µυστήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τι προσθῇς. Καὶ ἄλλως δὲ µυστήριον καλεῖται, ὅτι οὐχ ἅπερ ὁρῶµεν πιστεύοµεν, ἀλλ' ἕτερα ὁρῶµεν, καὶ ἕτερα πιστεύοµεν. Τοιαύτη γὰρ ἡ τῶν µυστηρίων ἡµῶν φύσις. Ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ τούτων διακείµεθα. Ἀκούω ἐγὼ, ὅτι ἐσταυρώθη ὁ Χριστὸς, καὶ τὴν φιλανθρωπίαν εὐθέως θαυµάζω· ἀκούει ἐκεῖνος, καὶ ἀσθένειαν νοµίζει. Ἀκούω ὅτι δοῦλος γέγονε, καὶ τὴν κηδεµονίαν θαυµάζω· ἀκούει ἐκεῖνος, καὶ ἀτιµίαν λογίζεται. Ἀκούω ὅτι ἀπέθανε, καὶ τὴν δύναµιν ἐκπλήττοµαι, ὅτι ἐν θανάτῳ γενόµενος οὐκ ἐκρατήθη, ἀλλὰ καὶ ἐξέλυσε θάνατον· ἀκούει ἐκεῖνος, καὶ ἀδυναµίαν ὑποπτεύει. Ἀκούων ἀνάστασιν ἐκεῖνος, µῦθον τὸ πρᾶγµά φησιν· ἐγὼ δὲ τὰς διὰ τῶν πραγµάτων δεξάµενος ἀποδείξεις, προσκυνῶ τοῦ Θεοῦ τὴν οἰκονοµίαν. Ἀκούων λουτρὸν ἐκεῖνος, ἁπλῶς ὕδωρ νοµίζει· ἐγὼ δὲ οὐ τὸ ὁρώµενον ἁπλῶς βλέπω, ἀλλὰ τὸν τῆς ψυχῆς καθαρµὸν τὸν διὰ τοῦ Πνεύµατος. Ἐκεῖνος λελοῦσθαί µοι τὸ σῶµα νοµίζει µόνον· ἐγὼ δὲ πεπίστευκα, ὅτι καὶ ἡ ψυχὴ γέγονε καθαρά τε καὶ ἁγία, καὶ λογίζο µαι τὸν τάφον, τὴν ἀνάστασιν, τὸν ἁγιασµὸν, τὴν δικαιοσύνην, τὴν ἀπολύτρωσιν, τὴν υἱοθεσίαν, τὴν κληρονοµίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τοῦ Πνεύµατος τὴν χορηγίαν. Οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαινόµενα, ἀλλὰ τοῖς ὀφθαλµοῖς τῆς διανοίας. Ἀκούω σῶµα Χριστοῦ· ἑτέρως ἐγὼ νοῶ τὸ εἰρηµένον, ἑτέρως ὁ ἄπιστος. βʹ. Καὶ καθάπερ τὰ παιδία τὰ βιβλία ὁρῶντα οὐκ οἶδε τῶν γραµµάτων τὴν δύναµιν, οὐδὲ οἶδεν ἅπερ ὁρᾷ, µᾶλλον δὲ κἂν ἀνὴρ ἄπειρος ᾖ γραµµάτων, ταυτὰ πείσεται· ὁ δὲ ἔµπειρος πολλὴν εὑρήσει τοῖς γράµµασιν ἐναποκειµένην τὴν δύναµιν, καὶ βίους ὁλοκλήρους, καὶ ἱστορίας· καὶ ἐπιστολὴν ὁ µὲν ἄπειρος λαβὼν, χάρτην ἡγήσεται καὶ µέλαν εἶναι· ὁ δὲ ἔµπειρος καὶ φωνῆς ἀκούσεται, καὶ διαλέξεται τῷ ἀπόντι, καὶ ὅπερ ἂν βούληται διὰ τῶν γραµµάτων πάλιν ἐρεῖ· οὕτω καὶ ἐπὶ τοῦ µυστηρίου γίνεται· οἱ µὲν ἄπιστοι, καίτοι γε ἀκούοντες, οὐ δοκοῦσιν ἀκούειν· οἱ δὲ πιστοὶ τὴν διὰ τοῦ Πνεύµατος ἔχοντες ἐµπειρίαν, ὁρῶσι τῶν ἐναποκειµένων τὴν δύναµιν. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι καὶ νῦν τὸ κηρυττόµενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολλυµένοις, φησὶν, ἐστὶ κεκαλυµµένον. Ἄλλως δὲ καὶ τὸ παράδοξον ἐµφαίνει τοῦ κηρύγµατος. Οὕτω δὴ εἴωθε καλεῖν ἡ Γραφὴ τὰ παρ' ἐλπίδας καὶ ὑπὲρ διάνοιαν ἀνθρωπίνην γινόµενα.∆ ιὸ καὶ ἀλλαχοῦ, Τὸ µυστήριόν µου ἐµοὶ καὶ τοῖς ἐµοῖς· καὶ πάλιν ὁ Παῦλος, Ἰδοὺ µυστήριον ὑµῖν λέγω· πάντες µὲν οὐ κοιµηθησόµεθα, πάντες δὲ ἀλλαγησόµεθα. Εἰ δὲ πανταχοῦ κηρύττεται, καὶ οὕτω µυστήριόν ἐστι. Καὶ γὰρ ὥσπερ ἐκελεύσθηµεν ἅπερ ἠκούσαµεν εἰς τὸ οὖς εἰπεῖν ἐπὶ τῶν δωµάτων, οὕτω προσετάγηµεν µὴ δοῦναι τὰ ἅγια τοῖς κυσὶ, µηδὲ ῥῖψαιτοὺς µαργαρίτας ἔµπροσθεν τῶν χοίρων. Οἱ µὲν γάρ εἰσι ψυχικοὶ, καὶ οὐ νοοῦσιν· οἱ δὲ κάλυµµα ἔχουσιν ἐπὶ τῆς καρδίας αὐτῶν, καὶ οὐ βλέπουσιν. Ἄρα µυστήριον τοῦτο µάλιστά ἐστιν, ὃ πανταχοῦ µὲν κηρύττεται, οὐ γνωρίζεται δὲ παρὰ τῶν οὐκ ὀρθὴν ἐχόντων γνώµην· ἐκκαλύπτεται δὲ οὐκ ἀπὸ σοφίας, ἀλλ' ἀπὸ Πνεύµατος ἁγίου, καθόσον ἡµῖν δέξασθαι δυνατόν.∆ ιόπερ οὐκ ἄν τις ἁµάρτοι καὶ µετὰ τοῦτο αὐτὸ µυστήριον αὐτὸ προσειπὼν ἀπόῤῥητον· οὐδὲ γὰρ ἡµῖν τοῖς πιστοῖς πᾶσα ἐνεχειρίσθη σαφήνεια καὶ ἀκρίβεια.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐκ µέρους γινώσκοµεν, καὶ ἐκ µέρους προφητεύοµεν. Βλέποµεν γὰρ ἄρτι δι' ἐσόπτρου ὡς ἐν αἰνίγµατι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.∆ ιὰ τοῦτο ἔλεγε, Λαλοῦµεν σοφίαν ἐν µυστηρίῳ τὴν ἀποκεκρυµµένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡµῶν. Ἀποκεκρυµµένην, τουτέστιν, ὅτι οὐδεὶς πρὸ ἡµῶν ἔµαθε τῶν ἄνω δυνάµεων, ἢ ὅτι οὐδὲ οἱ πολλοὶ νῦν ἴσασιν. Τοῦτο γὰρ δηλοῖ τὸ, Προώρισεν εἰς δόξαν ἡµῶν· καίτοι γε ἀλλαχοῦ φησιν· Εἰς δόξαν ἑαυτοῦ. Ἑαυτοῦ γὰρ ἡγεῖται δόξαν τὴν ἡµετέραν σωτηρίαν, ὥσπερ οὖν καὶ πλοῦτον ἑαυτοῦ καλεῖ, καίτοι γε αὐτὸς πλοῦτος ὢν ἀγαθῶν, καὶ οὐδενὸς δεόµενος εἰςτὸ εἶναι πλούσιος. Προώρισε, φησὶ, τὴν περὶ ἡµᾶς κηδεµονίαν ἐνδεικνύµενος. Καὶ γὰρ ἐκεῖνοι µάλιστα καὶ τιµᾷν καὶ φιλεῖν ἡµᾶς νοµίζονται, ὅσοιπερ ἄνωθεν ὦσιν ἡµᾶς παρεσκευασµένοι ποιεῖν εὖ· ὅπερ καὶ οἱ πατέρες ἐπὶ παίδων ποιοῦσι· καὶ γὰρ εἰ ὕστερον διδόασι τὰ χρήµατα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰσι τοῦτο προῃρηµένοι. Τοῦτο καὶ ὁ Παῦλος σπουδάζει δεῖξαι νῦν, ὅτι ἀεὶ ἡµᾶς ἐφίλει καὶ ἄνωθεν ὁ Θεὸς καὶ µηδέπω γενοµένους. Οὐ γὰρ ἂν, εἰ µὴ ἐφίλει, τὸν πλοῦτον ἡµῖν προώρισε. Μὴ τοίνυν ἐννοήσῃς τὴν ἐν µέσῳ γενοµένην ἔχθραν· πρεσβυτέρα γὰρ ἦν αὐτῆς ἡ φιλία. Τὸ δὲ, Πρὸ τῶν αἰώνων, τὸ ἀΐδιόν φησι· καὶ γὰ ρ ἀλλαχοῦ οὕτω λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εὑρεθήσεται τοίνυν καὶ ὁ Υἱὸς οὕτως ἀΐδιος ὤν. Καὶ γὰρ περὶ αὐτοῦ φησιν, ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ὑπάρχειν. Ὁ γὰρ ποιητὴς πρὸ τῶν ποιηµάτων εὔδηλον ὅτι. Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν οὐδὲ ἐγκληµάτων εἰσὶν ἄξιοι, εἴ γε µὴ ἔγνωσαν, καὶ ἐσταύρωσαν. Καὶ εἰ µὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐτοῖς, Καὶ ἐµὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰµί; Περὶ γὰρ τοῦ Πιλάτου φησὶν ἡ Γραφὴ, ὅτι οὐκ ᾔδει· εἰκὸς δὲ µηδὲ τὸν Ἡρώδην εἰδέναι. Τούτους ἂν εἴποι τις καλεῖσθαι ἄρχοντας τοῦ αἰῶνος τούτου. Εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἂν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁµάρτοι· καὶ γὰρ ἐκείνοις φησὶν, Οὔτε ἐµὲ οἴδατε, οὔτε τὸν Πατέρα µου. Πῶς οὖν ἀνωτέρω φησὶ, Καὶ ἐµὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰµί; Ἀλλὰ τίς ὁ τρόπος τῆς ἀναγνώσεως ταύτης καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται· καὶ, ὥστε µὴ συνεχῶς τὸ αὐτὸ στρέφειν, ἐκεῖ παραπέµποµεν τοὺς ἐντυγχάνοντας. γʹ. Τί οὖν; ἀφείθη, φησὶν, αὐτοῖς τὸ ἐπὶ τοῦ σταυροῦ ἁµάρτηµα; καὶ γὰρ εἶπεν· Ἄφες αὐτοῖς. Εἰ µετενόησαν, ἀφείθη. Καὶ γὰρ ὁ µυρίαις βαλὼν χερσὶ τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. Οὕτως οὖν κἀκείνοις ἀφείθη τοῖς βουληθεῖσι µεταγνῶναι· ὃ δὴ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Καὶ πάλιν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω; Μὴ γένοιτο. Εἶτα δεικνὺς ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν ἡ µετάνοια, τεκµήριον τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγε λέγων· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰµί. Τὸ δὲ, Οὐκ ἔγνωσαν, ἐµοὶ δοκεῖ οὐ περὶ Χριστοῦ ἐνταῦθα εἰρῆσθαι, ἀλλὰ περὶ αὐτῆς τοῦ πράγµατος τῆς οἰκονοµίας· οἷον, τί ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεισαν. Καὶ γὰρ καὶ ἐκεῖ οὐκ εἶπεν, ὅτι Ἐµὲ οὐκ οἴδασιν, ἀλλ', Οὐκ οἴδασι τί ποιοῦσι, τουτέστι, τὴν οἰκονοµίαν τὴν τελουµένην καὶ τὸ µυστήριον ἀγνοοῦσιν. Οὐ γὰρ ᾔδεσαν, ὅτι οὕτω λάµψαι ἔχει ὁ σταυρὸς, ὅτι τῆς οἰκουµένης γίνεται σωτηρία καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγὴ, καὶ ἡ πόλις αὐτῶνἁλώσεται, καὶ δεινὰ ὑποστήσονται τὰ ἔσχατα. Σοφίαν δὲ καὶ τὸν Χριστὸν καλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κήρυγµα. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ, δείκνυσιν ὅτι µεγάλη ἦν δόξα ὁ σταυρός. Ἀλλὰ µεγάλης ἔδει σοφίας, οὐ µόνον τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ µαθεῖν τοῦ Θεοῦ τὴν οἰκονοµίαν ταύτην· ἡ δὲ ἔξωθεν σοφία οὐχὶ τοῦ προτέρου µόνον, ἀλλὰ καὶ τούτου γέγονε κώλυµα. Ἀλλὰ, καθὼς γέγραπται, ἃ ὀφθαλµὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίµασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ποῦ γέγραπται ταῦτα; Λέγεται γὰρ γεγράφθαι, καὶ ὅταν µὴ διὰ τῶν ῥηµάτων, ἀλλὰ δι' αὐτῶν τῶν πραγµάτων κείµενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν· ἢ ὅταν τὸ αὐτὸ µὲν νόηµα κείµενον ᾖ, µὴ ἐπ' αὐτῶν δὲ τῶν ῥηµάτων, ὡς ἐνταῦθα. Τὸ γὰρ, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι· τοῦτο ταυτόν ἐστι τῷ, Ἃ ὀφθαλµὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἢ τοῦτο τοίνυν φησὶν, ἢ εἰκὸς καὶ γεγράφθαι ἐν βίβλοις, καὶ ἠφανίσθαι τὰ βιβλία. Καὶ γὰρ πολλὰ διεφθάρη βιβλία, καὶ ὀλίγα διεσώθη, καὶ ἐπὶ τῆς προτέρας αἰχµαλωσίας. Καὶ τοῦτο δῆλον ἐν ταῖς Παραλειποµέναις· καὶ γάρ φησιν ὁ Ἀπόστολος, ὅτι Ἀπὸ Σαµουὴλ καὶ τῶν ἑξῆς προφητῶν πάντες εἰρήκασι περὶ αὐτοῦ. Καὶ οὐ πάντως φέρεται ταῦτα· τὸν δὲ Παῦλον ἅτε νοµοµαθῆ ὄντα καὶ Πνεύµατι φθεγγόµενον εἰκὸς εἰδέναι πάντα µετὰ ἀκριβείας. Καὶ τί λέγω περὶ τῆς αἰχµαλωσίας; Καὶ γὰρ πρὸ τῆς αἰχµαλωσίας πολλὰ ἠφάνιστο βιβλία, τῶν Ἰουδαίων εἰς ἐσχάτην ἀσέβειαν ἐξοκειλάντων. Καὶ δῆλον ἐκ τοῦ τέλους τῆς τετάρτης τῶν Βασιλειῶν· τὸ γὰρ∆ ευτερονόµιον µόλις που εὕρηται ἐν κοπρίᾳ κατακεχωσµένον. Ἄλλως δὲ εἰσὶ καὶ διπλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκατάληπτοι, ἐξ ὧν πολλὰ τῶν ἀσαφῶν ἔστιν εὑρεῖν. Τί οὖν; οὐκ εἶδεν ὀφθαλµὸς, ἃ ἡτοίµασεν ὁ Θεός; Οὐχί· τίς γὰρ τῶν ἀνθρώπων εἶδε τὰ οἰκονοµεῖσθαι µέλλοντα; Ἆρα οὖν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; καὶ πῶς; Εἰ γὰρ οἱ προφῆται εἶπον, πῶς, φησὶν, οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; Οὐκ ἀνέβη· οὐ γὰρ περὶ αὐτῶν µόνον φησὶν, ἀλλὰ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως. Τί οὖν; οἱ προφῆται οὐκ ἤκουσαν; Ἤκουσαν µὲν, ἀλλ' οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν, ἀλλ' ὡς προφῆται.∆ ιό φησι, Προσέθηκέ µοι ὠτίον ἀκούειν, τὴν προσθήκην τὴν ἀπὸ τοῦ Πνεύµατος λέγων. Ὅθεν δῆλον, ὅτι πρὶν ἢ ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Μετὰ γὰρ τὴν τοῦ Πνεύµατος δόσιν οὐκ ἦν καρδία ἀνθρώπου, ἀλλὰ καρδία πνευµατικὴ ἡ τῶν προφητῶν, καθάπερ καὶ αὐτός φησι· Νοῦν Χριστοῦ ἔχοµεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρὶν ἢ Πνεύµατος ἀπολαῦσαι καὶ µαθεῖν τὰ ἀπόῤῥητα, οὐδὲ ἡµῶν τις οὐδὲ τῶν προφητῶν αὐτὰ ἐνενόησε. Πῶς γὰρ, ὅπου οὐδὲ ἄγγελοι αὐτὰ ᾔδεσαν; Τί γὰρ χρὴ λέγειν, φησὶ, περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ὅπου γε οὐδεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνάµεις; Ποῖα δὴ ταῦτα; Ὅτι διὰ τῆς δοκούσης εἶναι µωρίας τοῦ κηρύγµατος κρατήσει τῆς οἰκουµένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται, καὶ ὅτι καταλλαγὴ τοῦ Θεοῦ πρὸςἀνθρώπους ἔσται, καὶ τοσαῦτα ἡµῖν ἥξει τὰ ἀγαθά. Πῶς οὖν ἔγνωµεν; Ἡµῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύµατος αὐτοῦ. Οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ, καθάπερ τις θεραπαινὶς ἠτιµωµένη, οὐκ ἀφείθη ἔνδον εἰσελθεῖν, καὶ παρακύψαι εἰς τὰ δεσποτικὰ µυστήρια. δʹ. Ὁρᾷς ὅσον τὸ µέσον τῆς σοφίας ταύτης κἀκείνης; Ἅπερ ἄγγελοι οὐκ ἔγνωσαν, ταῦτα ἡµᾶς ἐπαίδευσεν αὕτη. Ἡ δὲ ἔξωθεν τοὐναντίον ἐποίησεν· οὐ µόνον οὐκ ἐπαίδευσεν, ἀλλὰ καὶ ἐκώλυσε καὶ διετείχισε, καὶ µετὰ τὸ γενέσθαι ἐπεσκίαζε τοῖς γεγενηµένοις, τὸν σταυρὸν κενοῦσα. Οὐ τοίνυν τῷ µαθεῖν δείκνυσι τὴν εἰς ἡµᾶς τιµὴν, καὶ τῷ µετὰ ἀγγέλων µαθεῖν, ἀλλὰ καὶ τῷ διὰ τοῦ Πνεύµατος αὐτοῦ µαθεῖν. Εἶτα δεικνὺς τὸ µέγεθος, φησὶν, ὅτι Εἰ µὴ τὸ Πνεῦµα τὸ ἐπιστάµενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ, ἀπεκάλυψεν, οὐκ ἂν ἐµάθοµεν. Οὕτω περισπούδαστον τῷ Θεῷ τὸ πρᾶγµα ἦν, ὥστε ἐν τοῖς ἀποῤῥήτοις εἶναι.∆ ιὸ καὶ ἐκείνου ἐδεήθηµεν διδασκάλου τοῦ ταῦτα σαφῶς εἰδότος. Τὸ γὰρ Πνεῦµα πάντα, φησὶν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ µὴ τὸ πνεῦµα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ µὴτὸ Πνεῦµα τοῦ Θεοῦ. Ἡµεῖς δὲ οὐ τὸ πνεῦµα τοῦ κόσµου ἐλάβοµεν, ἀλλὰ τὸ Πνεῦµα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶµεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡµῖν. Οὐ γὰρ ἀγνοίας, ἀλλ' ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν. Ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνηµα τοῦ Πνεύµατος. Εἶτα περὶ τῆς τοῦ Πνεύµατος γνώσεως µετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴπρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐµάθοµεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν· Ἃ καὶ λαλοῦµεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύµατος ἁγίου, πνευµατικοῖς πνευµατικὰ συγκρίνοντες. Ὁρᾷς ποῦ ἡµᾶς ἀνήγαγεν ἀπὸ τῆς ἀξίας τοῦ διδασκάλου; Τοσοῦτον γὰρ ἡµεῖς ἐκείνων σοφώτεροι, ὅσον τὸ µέσον Πλάτωνός τε καὶ Πνεύµατος ἁγίου. Οἱ µὲν γὰρ τοὺς ἔξωθεν ῥήτορας ἔχουσι διδασκάλους, ἡµεῖς δὲ τὸ Πνεῦµα τὸ ἅγιον. Τί δέ ἐστι, Πνευµατικοῖς πνευµατικὰ συγκρίνοντες; Ὅταν πνευµατικὸν καὶ ἄπορον ᾖ, ἀπὸ τῶν πνευµατικῶν τὰς µαρτυρίας ἄγοµεν. Οἷον λέγω, ὅτι ἀνέστη ὁ Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη. Παράγω µαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν µετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τοκετοὺς, τῆςΣάῤῥας, τῆς Ῥεβέκκας καὶ τῶν λοιπῶν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενηµένην, οὐ σπερµάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατµηθείσης. Τὰ γὰρ µέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ, τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παραγενόµενα. Καὶ δείκνυµι πάλιν, πῶς ἀπὸ γῆς ἄνθρωπος, καὶ πῶς ἀπὸ ἀνθρώπου µόνου ἡ γυνὴ, καὶ οὐδαµοῦ συνουσία, πῶς αὐτὴ ἡ γῆ ἀπ' οὐδενὸς, τῆς δυνάµεωςτοῦ∆ ηµιουργοῦ πανταχοῦ πρὸς πάντα ἀρκούσης. Οὕτω πνευµατικοῖς πνευµατικὰ συγκρίνω, καὶ οὐδαµοῦ χρείαν ἔχω τῆς ἔξωθεν σοφίας, οὐδὲ λογισµῶν οὐδὲ παρασκευῶν. Ἐκεῖνοι γὰρ καὶ παρασαλεύουσι τὴν ἀσθενῆ διάνοιαν καὶ θορυβοῦσι, καὶ ἀποδεῖξαι σαφῶς οὐδὲν ὧν λέγουσιν ἔχουσιν, ἀλλὰ καὶ τοὐναντίον ποιοῦσι· ταράττουσι µᾶλλον, καὶ ζόφου πληροῦσι καὶ ἀπορίας πολλῆς.∆ ιό φησι· Πνευµατικοῖς πνευµατικὰ συγκρίνοντες. Ὁρᾷς, πῶς περιττὴν αὐτὴν δείκνυσιν; οὐ µόνον δὲ περιττὴν, ἀλλὰ καὶ ἐναντίαν καὶ βλαβεράν. Καὶ γὰρ τὸ εἰπεῖν, Ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ, Ἵνα µὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡµῶν, τοῦτο ἐδήλωσεν. Ἐνταῦθα δὲ δείκνυσιν, ὅτι ἀδύνατον θαῤῥοῦντας καὶ τὸ πᾶν ἐπιτρέποντας αὐτῇ, µαθεῖν τι τῶν χρησίµων. Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύµατος.∆ εῖ τοίνυν αὐτὴν ἀποθέσθαι πρότερον. Τί οὖν; διαβέβληται, φησὶν, ἡ σοφία ἡ ἔξωθεν; Καίτοι ἔργον ἐστὶ τοῦ Θεοῦ. Πόθεν δῆλον; Οὐ γὰρ αὐτὸς αὐτὴν ἐποίησεν, ἀλλὰ σὺ ἐπεξεῦρες· καὶ γὰρ σοφίαν ἐνταῦθα τὸ περίεργον τῆς ζητήσεως λέγει, καὶ τὴν περιττὴν εὐγλωττίαν. Εἰ δὲ τὴν σύνεσιν τὴν ἀνθρωπίνην φαίη τις αὐτὸν λέγειν, καὶ οὕτω τὸ ἔγκληµα σόν. Σὺ γὰρ αὐτὴν διαβάλλεις, ὁ κακῶς κεχρηµένος, ὁ πρὸς βλάβην καὶ ἐναντίωσιν Θεοῦ, ὁ ἀπαιτῶν αὐτὴν ἅπερ οὐκ εἶχεν. Ἐπεὶ οὖν ἐν αὐτῇ καυχᾶσαι καὶ Θεῷ πολεµεῖς, ἤλεγξεν αὐτῆς τὴν ἀσθένειαν. Ἐπεὶ καὶ ἰσχὺς σώµατος καλόν· ἀλλ' ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσατο αὐτῇ ὁ Κάϊν, παρέλυσεν αὐτὸν ὁ Θεὸς, καὶ τρέµειν ἐποίησε. Καὶ ὁ οἶνος καλόν· ἀλλ' ἐπειδὴ ἀµέτρως ἀπέλαυσαν οἱ Ἰουδαῖοι, καθόλου τοῖς ἱερεῦσιν ἀπηγόρευσεν ὁ Θεὸς τοῦ καρποῦ τὴν χρῆσιν. Ἐπεὶ οὖν καὶ σὺ τῇ σοφίᾳ εἰς ἀθέτησιν ἀπεχρήσω τοῦ Θεοῦ, καὶ µείζονα ἀπῄτησας αὐτὴν τῆς οἰκείας ἰσχύος, ἀπάγων σε τῆς ἀνθρωπίνης ἐλπίδος, ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν. Καὶ γὰρ καὶ ψυχικός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισµοῖς τοῖς ψυχροῖς διδοὺς, καὶ µὴ νοµίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν αὐτὴν ὁ Θεὸς, ἵνα µανθάνῃ καὶ δέχηται τὸ παρ' αὐτοῦ, οὐχ ἵνα ἑαυτῇ αὐτὴ ἀρκεῖν νοµίζῃ. Καὶ γὰρ οἱ ὀφθαλµοὶ καλοὶ καὶ χρήσιµοι, ἀλλ' ἐὰν βούλωνται χωρὶς φωτὸς ὁρᾷν, οὐδὲν αὐτοὺς τὸ κάλλος ὀνίνησιν οὐδὲ ἡ οἰκεία ἰσχὺς, ἀλλὰκαὶ παραβλάπτει. Οὕτω τοίνυν καὶ ψυχὴ, ἐὰν βουληθῇ χωρὶς Πνεύµατος βλέπειν, καὶ ἐµπόδιον ἑαυτῇ γίνεται. Πῶς οὖν πρὸ τούτου, φησὶν, ἀφ' ἑαυτῆς πάντα ἑώρα; Οὐδέποτε ἀφ' ἑαυτῆς, ἀλλ' εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειµένην ἐν µέσῳ· ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε, καὶ διὰ τοῦ κάλλους τῶν ὁρωµένων γνῶναι τὸν∆ ηµιουργὸν, λογισµοῖς τὰ σκῆπτρατῆς γνώσεως ἐνεχείρισαν, εἰς πέλαγος ἀσεβείας ἀσθενήσαντες κατέδυσαν, εὐθέως τὴν ἄβυσσον τῶν κακῶν εἰσάγοντες. καὶ εἰπόντες οὐδὲν ἐξ οὐκ ὄντων γίνεσθαι, ἀλλ' ἐξ ὕλης ἀγεννήτου, ὅθεν καὶ µυρίας ἔτεκον αἱρέσεις· καὶ ἐν µὲν τοῖς σφόδρα ἀτόποις συνηνέχθησαν, ἐν δὲ οἷς ἐδόκουν ὑγιές τι κἂν ὡς ἐν σκιαῖς ὀνειρώττειν, ἀλλήλοις συνεῤῥάγησαν, ἵν' ἑκατέρωθεν καταγελασθῶσιν. Ὅτι µὲν γὰρ ἐξ οὐκ ὄντων οὐδὲν γίνεται, πάντες ὁµοῦ σχεδὸν εἶπον καὶ ἔγραψαν, καὶ οὕτω µετὰ πολλῆς τῆς σπουδῆς. Ἐν τοῖς ἀτόποις οὖν ἤλασεν αὐτοὺς ὁ διάβολος· ἐν δὲ τοῖς χρησίµοις ἐν οἷς ἔδοξαν κἂν ἐν αἰνίγµατί τι τῶν ζητουµένων εὑρίσκειν, ἐν τούτοις ἑαυτοὺς ἐπολέµησαν· οἷον, ὅτι ἀθάνατος ἡ ψυχὴ, καὶ ὅτι ἡ ἀρετὴ οὐδενὸς δεῖται τῶν ἔξωθεν, καὶ ὅτι οὐκ ἀνάγκης οὐδὲ εἱµαρµένης τὸ γενέσθαι καλοὺς, ἢ µὴ τοιούτους. εʹ. Εἶδες τοῦ διαβόλου κακουργίαν; Εἴ που τι διεφθαρµένον εἶδεν εἰπόντας, ὁµονοῆσαι πάντας ἐποίησεν· εἴ που δέ τι ὑγιὲς φθεγξαµένους, ἑτέρους κατ' αὐτῶν διήγειρεν· ὥστε µήτε τὰ ἄτοπα ἐκπεσεῖν τῇ συµφωνίᾳ βεβαιούµενα, καὶ τὰ χρήσιµα διαῤῥυῆναι ποικίλως βαλλόµενα. Ὅρα πῶς πανταχοῦ ἄτονος ἡ ψυχὴ, καὶ οὐκ ἀρκεῖ ἑαυτῇ. Καὶ τοῦτο εἰκότως γεγένηται. Εἰ γὰρ τοιαύτη γεγονυῖα φιλονεικεῖ µηδενὸς χρείαν ἔχειν, καὶ ἀπάγει ἑαυτὴν τοῦ Θεοῦ, εἰ µὴ τοιαύτη ἐγεγένητο, ποῦ οὐκ ἂν ἐξώλισθε µανίας; Εἰ λαβοῦσα σῶµα θνητὸν, ἀπὸ ψευδοῦς ὑποσχέσεως τοῦ διαβόλου προσεδόκησε πολλῷ µείζονα· Ἔσεσθε γὰρ, φησὶν, ὡς θεοί· εἰ καὶ τοῦτο ἐ ξ ἀρχῆς ἔλαβεν ἀθάνατον, ποῦ οὐκ ἂν ἐξέπεσε; Καὶ γὰρ καὶ µετ' ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόµατος· καὶ τοὺς θεοὺς τοὺς παρ' Ἕλλησιν ἀπὸ τούτου τοῦ νοσήµατος τῆς ὑποθέσεως ἀνέπλασε.∆ ιὰ τοῦτό µοι δοκεῖ καὶ τὴν ἀρετὴν ὁ Θεὸς ἐπίµοχθον ποιῆσαι, κάµπτων αὐτὴν καὶ εἰς τὸ µετριάζειν ἄγων. Καὶ ἵνα µάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὡς ἂν εἴ τις ἀπὸ µικρῶν µεγάλα στοχάσαιτο, ἀπὸ τῶν Ἰσραηλιτῶν αὐτὸ µάθωµεν. Οὗτοι γοῦν ἡνίκα οὐκ ἔζων ἐπίµοχθον βίον, ἀλλ' ἀνέσεως ἀπέλαυον, οὐκ ἐνεγκόντες τὴν εὐηµερίαν, ἐξώλισθον εἰς ἀσέβειαν. Τί οὖν ὁ Θεὸς µετὰ τοῦτο; Πλῆθος νοµίµων ἐπέθηκε, κωλύων αὐτῶν τὴν ἄδειαν. Καὶ ἵνα µάθῃς ὅτι οὐ πρὸς ἀρετήν τινα συντελεῖ τὰ νόµιµα ταῦτα, ἀλλ' ἀντὶ χαλινοῦ τινος ἦν αὐτοῖς διδόµενα, ἀφορµὴν ἀσχολίας παρέχοντα, ἄκουσον τίπερὶ αὐτῶν ὁ προφήτης φησίν· Ἔδωκα αὐτοῖς προστάγµατα οὐ καλά. Τί δέ ἐστιν, Οὐ καλά; Οὐδὲν µέγα πρὸς ἀρετὴν συντελοῦντα· διὸ καὶ ἐπάγει·∆ ικαιώµατα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύµατος. Εἰκότως· ὥσπερ γὰρ τοῖς ὀφθαλµοῖς τούτοις οὐδεὶς ἂν τὰ ἐν τοῖς οὐρανοῖς καταµάθοι· οὕτως οὐδὲ ψυχὴ µόνη τὰ τοῦ Πνεύµατος. Καὶ τί λέγω τὰ ἐν τοῖς οὐρανοῖς; Οὐδὲ τὰ ἐν τῇ γῇ ἅπαντα. Καὶ γὰρ ὁρῶντες πύργον πόῤῥωθεν τετράγωνον, στρογγύλον εἶναι νοµίζοµεν· ἔστι δὲ ὀφθαλµῶν ἀπάτη τὰ τῆς τοιαύτης ὑπολήψεως. Οὕτω τοίνυν καὶ ὅταν τὰ πόῤῥωθεν ἡµῶν πράγµατα διὰ τῆς διανοίας µόνης δοκιµάζῃ τις, γέλως πολὺς ἕψεται. Οὐ γὰρ µόνον, οἷάπερ ἐστὶν αὐτὰ οὐκ ὄψεται, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐστιν ἡγήσεται· διὸ καὶ ἐπήγαγε· Μωρία γὰρ αὐτῷ ἐστι. Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγµατος, ἀλλὰ τῆς ἀσθενείας τοῦ µὴ δυνηθέντος τοῦ µεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων. Εἶτα καὶ τὴν αἰτίαν ἀντιτίθησι λέγων· Ὅτι οὐκ οἶδεν, ὅτι πνευµατικῶς ἀνακρίνεται. Τουτέστιν, ὅτι πίστεως δεῖται τὰ λεγόµενα, καὶ λόγοις αὐτὰ καταλαβεῖν οὐκ ἔνι· ὑπερβαίνει γὰρ αὐτῶν τὸ µέγεθος ἐκ πολλοῦ τοῦ περιόντος τῆς ἡµετέρας διανοίας τὴν εὐτέλειαν.∆ ιό φησιν· Ὁ δὲ πνευµατικὸς ἀνακρίνει µὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Καὶ γὰρ ὁ βλέπων, πάντα µὲν αὐτὸς καθορᾷ καὶ τὰ τοῦ µὴ βλέποντος, τὰ δὲ ἐκείνου τῶν µὴ βλεπόντων οὐδείς. Οὕτω καὶ νῦν, τὰ µὲν ἡµέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσµεν ἡµεῖς, τὰ δὲ ἡµῶν ἐκεῖνοι λοιπὸν οὐκέτι. Καὶ γὰρ ἴσµεν τίς µὲν ἡ τῶν παρόντων πραγµάτων φύσις, τίς δὲ ἡ τῶν µελλόντων ἀξία, καὶ τί ποτε ὁ κόσµος µετὰ ταῦτα γενήσεται, καὶ τί µὲν οἱἁµαρτωλοὶ πείσονται, τίνος δὲ ἀπολαύσονται οἱ δίκαιοι, καὶ ὅτι οὐδενὸς ἄξια τὰ παρόντα πράγµατα καὶ ἴσµεν, καὶ ἐλέγχοµεν αὐτῶν τὴν εὐτέλειαν( τὸ γὰρἀνακρίνειν, καὶ ἐλέγχειν ἐστὶ), καὶ ὅτι τὰ µέλλοντά ἐστιν ἀθάνατα καὶ ἀκίνητα. Ταῦτα ἅπαντα οἶδεν ὁ πνευµατικὸς, καὶ τί πείσεται ὁ ψυχικὸς ἀπελθὼν ἐκεῖ, καὶ τίνος ἀπολαύσεται ὁ πιστὸς ἐντεῦθεν ἀποδηµήσας, ὧν οὐδὲν οἶδεν ὁ ψυχικός.∆ ιὸ καὶ σαφῆ τῶν εἰρηµένων ἀπόδειξιν ἐπαγαγὼν, ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συµβιβάσει αὐτόν; Ἡµεῖς δὲ νοῦν Χριστοῦ ἔχοµεν. Τουτέστι, τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ ταῦτα ἡµεῖς ἴσµεν, καὶ ἅπερ αὐτὸς βούλεται καὶ ἀπεκάλυψεν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι τὸ Πνεῦµα ἀπεκάλυψεν, ἵνα µή τις τὸν Υἱὸν παρώσηται, ἐπάγει ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἡµῖν ἔδειξεν· οὐ τοῦτο λέγων, ὅτι πάντα ἃ οἶδεν ἴσµεν, ἀλλ' ὅτι πάντα ἃ οἴ δαµεν, οὐκ ἀνθρώπινα, ὥστε ὑποπτευθῆναι, ἀλλὰ τοῦ νοῦ ἐκείνου καὶ πνευµατικά. ὰʹ. Τὸν γὰρ νοῦν, ὃν ἔχοµεν περὶ τούτων, τοῦ Χριστοῦ ἔχοµεν· τουτέστι, τὴν γνῶσιν, ἣν ἔχοµεν περὶ τῶν κατὰ τὴν πίστιν πραγµάτων, πνευµατικὴν ἔχοµεν, ὥστε εἰκότως ὑπ' οὐδενὸς ἀνακρινόµεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν· διὸ καὶ ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; τὸν ἡµέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων εἶναι νοῦν. Καὶ τὸ, Ὃς συµβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃ εἶπεν ἤδη, ὅτι Τὸν πνευµατικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύναται τοῦ Θεοῦ τὸν νοῦν, πολλῷ µᾶλλον διδάσκειν καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν, Ὃς συµβιβάσει αὐτόν. Ὁρᾷς ὡς πανταχόθεν ἐξωθεῖ τὴν σοφίαν τὴν ἔξωθεν, καὶ πλείονα εἰδότα καὶ µείζονα δείκνυσι τὸν πνευµατικόν; Ἐπειδὴ γὰρ ἐκεῖναι αἱ αἰτίαι( οἷον τὸ, Ἵνα µὴ καυχήσηται πᾶσα σάρξ· καὶ ὅτι διὰ τοῦτο, Ἐξελέξατο τὰ µωρὰ, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ, Ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ) οὐ σφόδρα τοῖς ἀπίστοις ἀξιόπιστοι εἶναι ἐδόκουν, οὐδὲ ἐπαγωγοὶ καὶ ἀναγκαῖαι καὶ χρήσιµοι, ἑξῆς λοιπὸντίθησι τὴν κυριωτάτην αἰτίαν, ὅτι τούτῳ µάλιστα τῷ τρόπῳ δυνάµεθα ἰδεῖν, ἐξ οὗ καὶ τὰ ὑψηλὰ καὶ τὰ ἀπόῤῥητα, καὶ τὰ ὑπὲρ ἡµᾶς µαθεῖν ἕξοµεν. Καὶ γὰρ ἐκενοῦτο ὁ λόγος τῷ µὴ δύνασθαι ἡµᾶς καταλαβεῖν διὰ τῆς ἔξωθεν σοφίας τὰ ὑπὲρ ἡµᾶς. Ὁρᾷς ὅτι καὶ συνέφερεν οὕτω µᾶλλον µαθεῖν παρὰ τοῦ Πνεύµατος; καὶ γὰρ καὶ εὐκολωτάτη καὶ σαφεστάτη ἡ διδασκαλία. Ἡµεῖς δὲ νοῦν Χριστοῦ ἔχοµεν. Τουτέστι, πνευµατικὸν, θεῖον, οὐδὲν ἀνθρώπινον ἔχοντα. Οὐ γὰρ Πλάτωνος οὐδὲ Πυθαγόρου, ἀλλ' ὁ Χριστὸς τὰ ἑαυτοῦ τῇ ἡµετέρᾳ ἐνέθηκε διανοίᾳ. Τοῦτο γοῦν αἰσχυνθῶµεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώµεθα ἄριστον· ἐπεὶ καὶ αὐτὸς τοῦτο ποιεῖται πολλῆς φιλίας τεκµήριον, τὸ τὰ ἀπόῤῥητα ἡµῖν ἀποκαλύπτειν, λέγων· Οὐκέτι ὑµᾶς λέγω δούλους· πάντες γὰρ ὑµεῖς φίλοι µού ἐστε, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπήγγειλα ὑµῖν· τουτέστιν, Ἐθάῤῥησα ὑµῖν. Εἰ δὲ τοῦτο µόνον φιλίας τεκµήριον, τὸ θαῤῥῆσαι· ὅταν φαίνηται µὴ θαῤῥήσας µόνον τὰ διὰ ῥηµάτων µυστήρια, ἀλλὰ καὶ αὐτὰ ταῦτα διὰ τῶν ἔργων ἡµῖν χαρισάµενος, ἐννόησον πόσης ἀγάπης ἐστὶτὸ γινόµενον! Τοῦτο γοῦν αἰσχυνθῶµεν· καὶ εἰ µηδεὶς γεέννης τοσοῦτος λόγος ἔσται ἡµῖν, ἀλλ' ἔστω γεέννης φοβερώτερον τὸ περὶ τὸν οὕτω φίλον καὶ εὐεργέτην ἀγνώµονας γενέσθαικαὶ ἀχαρίστους· µηδὲ ὡς µισθωτοὶ οἰκέται, ἀλλ' ὡς υἱοὶ καὶ ἐλεύθεροι πάντα πράττωµεν διὰ τὴν τοῦ Πατρὸς φιλίαν, καὶ παυσώµεθά ποτε τῷ κόσµῳ προσηλωµένοι, ἵνακαὶ Ἕλληνας καταισχύνωµεν. Ἐπεὶ καὶ νῦν βουλόµενος πρὸς αὐτοὺς ἀνατείνασθαι, ἀναδύοµαι, µήποτε τοῖς λόγοις αὐτοὺς νικῶντες καὶ τῇ τῶν δογµάτων ἀληθείᾳ, πολὺν τὸνκαταγέλωτα ἀπὸ τῆς τοῦ βίου συγκρίσεως ἡµῖν ἐνέγκωµεν· ὅταν οἱ µὲν τῇ πλάνῃ προσέχοντες καὶ µηδὲν τοιοῦτο πεπεισµένοι, φιλοσοφίας ἔχωνται, ἡµεῖς δὲ τοὐναντίον ἅπαν. Πλὴν ὅµως ἐρῶ· ἴσως γὰρ, ἴσως µελετῶντες πρὸς αὐτοὺς µάχεσθαι, φιλονεικήσοµεν βελτίους αὐτῶν γενέσθαι καὶ κατὰ τὸν βίον αὐτόν. Πρώην µὲν ἔλεγον, ὅτι οὐκ ἂν ἐπῆλθε κηρῦξαι τοῖς ἀποστόλοις ἅπερ ἐκήρυξαν, εἰ µὴ θείας ἀπέλαυσαν χάριτος· καὶ ὅτι οὐ µόνον οὐ κατώρθωσαν, ἀλλ' οὐδ' ἂν ἐβουλεύσαντό τι τοιοῦτον· φέρε δὴ καὶ σήµερον αὐτὸ τοῦτο ἐπεξέλθωµεν τῷ λόγῳ, καὶ δείξωµεν, ὡς ἀδύνατον ἦν τοῦτο κἂν ἑλέσθαι καὶ ἐννοῆσαι, εἰ µὴ τὸν Χριστὸν εἶχονµεθ' ἑαυτῶν· οὐκ ἐπειδὴ ἀσθενεῖς πρὸς ἰσχυροὺς, οὐκ ἐπειδὴ ὀλίγοι πρὸς πολλοὺς, οὐκ ἐπειδὴ πένητες πρὸς πλουσίους, οὐδὲ ἐπειδὴ ἀµαθεῖς πρὸς σοφοὺςπαρετάττοντο, ἀλλ' ἐπειδὴ καὶ τῆς προλήψεως πολλὴ ἦν ἡ ἰσχύς. Ἴστε γὰρ ὡς οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς. Ὥστε εἰ καὶ µὴ δώδεκα ἦσαν µόνον, µηδὲ οὕτως εὐτελεῖς καὶ τοιοῦτοι, ἀλλ' ἑτέρα οἰκουµένη τοσαύτη, καὶ πλῆθος ἀντίῤῥοπον εἶχον µεθ' ἑαυτῶντεταγµένον, ἢ καὶ πολλῷ πλείους, καὶ οὕτω δύσκολον ἦν τὸ γινόµενον. Ἐκείνοις µὲν γὰρ ἡ συνήθεια συνέπραττε, τούτοις δὲ ἡ καινοτοµία ἠναντιοῦτο. Οὐδὲν γὰρ οὕτω θορυβεῖ ψυχὴν, κἂν ἐπὶ χρησίµῳ τινὶ γίνηται, ὡς καινοτοµεῖν τι καὶ ξενίζειν, καὶ µάλιστα ὅταν περὶ λατρείας καὶ περὶ τῆς τοῦ Θεοῦδόξης τοῦτο γίνηται. Καὶ ὅση τούτου τοῦ πράγµατος ἡ ἰσχὺς, ἤδη ποιήσω φανερὸν, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι καὶ ἑτέρα δυσκολία προσῆν πρὸς Ἰουδαίους. Ἐπὶ µὲν γὰρ τῶν Ἑλλήνων καὶτοὺς θεοὺς καὶ τὰ δόγµατα αὐτῶν κατέλυον ἅπαντα, Ἰουδαίοις δὲ οὐχ οὕτω διελέγοντο· ἀλλὰ τῶν µὲν δογµάτων πολλὰ ἔπαυον, τὸν δὲ Θεὸν τὸν νοµοθετήσαντα προσκυνεῖν ἐκέλευον· καὶ λέγοντες, ὅτι δεῖ θεραπεύειν τὸν νοµοθέτην, ἔλεγον· Μὴ πάντα πείθου τῷ νόµῳ τῷ παρ' ἐκείνου τεθέντι, οἷον ἐν τῷ φυλάττειν τὸ σάββατον ἢ περιτοµὴν τηρεῖν ἢ θυσίας προσάγειν ἢ ἄλλο τι τῶν τοιούτων ποιεῖν. Ὥστε οὐ µόνον ἡ θυσία ἐµπόδιον ἦν, ἀλλὰ καὶ τὸ τὸν Θεὸν προσκυνεῖν κελεύοντας, πολλοὺς τῶν ἐκείνου λύειν κελεύειν νόµους. Ἐπὶ δὲ τῶν Ἑλλήνων µεγάλη τῆς συνηθείας ἦν ἡ τυραννίς. ζʹ. Καὶ γὰρ εἰ καὶ δέκα ἐτῶν µόνον, οὐ λέγω χρόνου τοσούτου, καὶ εἰ ἀνθρώπων ὀλίγων, οὐ λέγω τῆς οἰκουµένης ἁπάσης, ὑπὸ συνηθείαςπροκατειληµµένων ἐπῆλθον οὗτοι, καὶ οὕτω δύσκολος ἦν ἡ µετάστασις· νυνὶ δὲ καὶ σοφισταὶ καὶ ῥήτορες καὶ πατέρες καὶ πάπποι καὶ ἐπίπαπποι, καὶ πολλοὶ τῶν τούτων ἀνωτέρω, τῇ πλάνῃ ἦσαν προκατειληµµένοι, καὶ γῆκαὶ θάλαττα καὶ ὄρη καὶ νάπαι, καὶ βαρβάρων πάντα τὰ γένη καὶ Ἑλλήνων δῆµοι πάντες, καὶ σοφοὶ καὶ ἰδιῶται, καὶ ἄρχοντες καὶ ἀρχόµενοι, καὶ γυναῖκες καὶἄνδρες, καὶ νέοι καὶ γέροντες, καὶ δεσπόται καὶ οἰκέται, καὶ γηπόνοι καὶ δηµιουργοὶ, καὶ οἱ τὰς πόλεις καὶ οἱ τὰς χώρας οἰκοῦντες ἅπαντες. Καὶ εἰκὸς ἦν τοὺς κατηχουµένους λέγειν· Τί ποτε τοῦτό ἐστι; πάντες οἱ τὴν οἰκουµένην οἰκοῦντες ἠπάτηνται, καὶ σοφισταὶ καὶ ῥήτορες, καὶ φιλόσοφοι καὶ συγγραφεῖς, οἵ τε παρόντες οἵ τε πρὸ τούτου γενόµενοι, οἱπερὶ Πυθαγόραν καὶ Πλάτωνα, καὶ στρατηγοὶ καὶ ὕπατοι καὶ βασιλεῖς, καὶ οἱ τῶν πόλεων ἐξ ἀρχῆς πολῖται καὶ οἰκισταὶ, καὶ βάρβαροι καὶ Ἕλληνες; καὶ οἱ δώδεκα ἁλιεῖς καὶ σκηνοποιοὶ καὶ τελῶναι πάντων ἐκείνων εἰσὶ σοφώτεροι; καὶ τίς ἂν ταῦτα ἀνάσχοιτο; Ἀλλ' ὅµως οὐκ εἶπον ταῦτα, οὐκ ἐνενόησαν, ἀλλ' ἠνέσχοντο, καὶ ἔγνωσαν ὅτι πάντων ἦσαν σοφώτεροι· διὸ καὶ πάντων ἐκράτησαν. Καὶ ἵνα µάθῃς πόση τῆς συνηθείας ἐστὶν ἡ ἰσχὺς, τῶν τοῦ Θεοῦ προσταγµάτων πολλάκις ἐκράτησε. Καὶ τί λέγω, προσταγµάτων; αὐτῶν µὲν οὖν τῶν εὐεργεσιῶν. Καὶ γὰρ οἱ Ἰουδαῖοι µάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐµέµνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰτὴν συνήθειαν. Οὕτως ἡ συνήθεια τυραννικόν! Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν µαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ θεῶν, καὶταῖς ἑορ ταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεµῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο µαθών. Καὶ γὰρ οὗτος ὑποπτευθεὶς ἐπὶ καινοτοµίᾳ τινὶ τοιαύτῃ, τοσοῦτον ἀπέσχε τοῦ κατορθῶσαι ὅπερ ἐβούλετο, ὅτι καὶ τοῦ ζῇν ἐξέπεσε, καὶταῦτα ἀπολογησάµενος. Πόσους δὲ καὶ νῦν ὁρῶµεν ἀνθρώπους ἀπὸ προλήψεως κατεχοµένους ἐν ἀσεβείᾳ, καὶ εὔλογον µὲν οὐδὲν ἔχοντας εἰπεῖν, ἐπειδὰν ἐγκαλοῖντο Ἕλληνεςὄντες, πατέρας δὲ καὶ πάππους καὶ ἐπιπάππους προβαλλοµένους;∆ ιὰ δὴ τοῦτο καί τινες τῶν ἔξωθεν, δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν. Ὅταν δὲ καὶ ἐν δόγµασιν ἡ συνήθεια ᾖ, βεβαιοτέρα γίνεται· πάντα γάρ τις εὐκολώτερον ἀµείψειεν, ἢ τὰ περὶ θρησκείας. Καὶ τὸ αἰσχύνεσθαι δὲ µετὰ τῆς συνηθείας ἱκανὸν ἦν ἐµποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ µεταµαθεῖν, καὶ παρὰ τῶν ἀσυνετωτέρων. Καὶ τί θαυµάζεις, εἰ ἐπὶ ψυχῆς ταῦτα συµβαίνει, ὅπου γε καὶ ἐπὶ σώµατος µεγάλην ἔχει τὴν ἰσχὺν ἡ συνήθεια; Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐµπόδισµα, τὸ µὴ µόνον συνήθειαν ἀµείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ µετὰκινδύνων τὴν µετάστασιν ποιεῖσθαι. Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγµατα κινδύνους ἀποτελοῦντα. Τὸν γὰρ πιστεύοντα ἔδει εὐθέως δηµεύεσθαι, ἐλαύνεσθαι, πατρίδος ἐκπίπτειν, τὰ ἔσχατα πάσχειν δεινὰ, παρὰ πάντων µισεῖσθαι, κοινὸν εἶναι πολέµιονκαὶ ἰδίοις καὶ ἀλλοτρίοις. Ὥστε εἰ καὶ ἐπὶ συνήθειαν ἐκάλουν ἀπὸ καινοτοµίας, καὶ οὕτω δύσκολον τὸ πρᾶγµα ἦν· ὅπου δὲ ἀπὸ συνηθείας ἐπὶ καινοτοµίαν, καὶ ταῦτα προσῆν τὰ δεινὰ, ἐννόησον πόσον ἦν τὸ ἐµπόδισµα. Καὶ τῶν εἰρηµένων δὲ πάλιν ἕτερον οὐκ ἔλαττον προσέκειτο τούτοις τὸ ποιοῦν δύσκολον τὴν µετάστασιν. Μετὰ γὰρ τῆς συνηθείας καὶ τῶν κινδύνων, καὶ ταῦτα τὰ ἐπιτάγµατα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα. Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ µέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτηµοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους· καὶ τὴν ἐσχάτην διὰ πάντων ἀπῄτουν ἀκρίβειαν· Αἰσχρότης γὰρ, φησὶ, καὶ µωρολογία καὶ εὐτραπελία µὴ ἐκπορευέσθω ἐκ τοῦ στόµατος ὑµῶν. Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ µεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαµόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητοςκαὶ γέλωτος καὶ κωµῳδίας ἁπάσης. Ὥστε οὐ τῷ φιλοσοφία εἶναι τὰ πράγµατα, φορτικὰ ἦν τὰ λεγόµενα µόνον, ἀλλὰ καὶ τῷ ἀνθρώποις λέγεσθαι ἐν ἀδείᾳ τραφεῖσι καὶ αἰσχρότητι καὶµωρολογίᾳ καὶ γέλωτι καὶ κώµοις. Τίς γὰρ τῶν ἐν ἐκείνοις βεβιωκότων ἀκούων, ὅτι Ἐὰν µή τις ἄρῃ ἑαυτοῦ τὸν σταυρὸν, καὶ ἀκολουθήσῃ µοι, οὐκ ἔστι µου ἄξιος· καὶ, ὅτι Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ µάχαιραν, καὶ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς µητρὸς αὐτῆς, οὐκ ἂν ἐνάρκησε; Τίς δὲ ἀκούων, ὅτι Ἐὰν µή τις ἀποτάξηται καὶ οἰκίᾳ καὶ πατρίδι καὶ χρήµασιν, οὐκ ἔστι µου ἄξιος, οὐκ ἂν ὤκνησεν, οὐκ ἂν ἀπηγόρευσεν; Ἀλλ' ὅµως οὐ µόνον οὐκ ἐνάρκων, οὐδὲ ἀνεδύοντο ταῦτα ἀκούοντες, ἀλλὰ προσέτρεχον καὶ ἐπεπήδων τοῖς δεινοῖς, καὶ ἥρπαζον τὰ ἐπιττατόµενα. Τὸ δὲ ἀκούειν, ὅτι Παντὸς ῥήµατος ἀργοῦ δώσοµεν εὐθύνας· καὶ, Ὁ ἐµβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυ µῆσαι, ἤδη ἐµοίχευσεν αὐτὴν ὀφθεῖσαν· καὶ, Ὁ ὀργισθεὶς εἰκῆ, εἰς γέενναν πεσεῖται, τίνα οὐκ ἂν τῶν τότε ἀπεσόβησεν; Ἀλλ' ὅµως πάντες ἐπέδραµον, καὶ πολλοὶ καὶ ὑπὲρ τὰ σκάµµατα ἥλλοντο. Τί οὖν αὐτοὺς ἐπήγετο; οὐκ εὔδηλον ὅτι ἡ δύναµις τοῦ κηρυττοµένου; Εἰ γὰρ µὴ τοῦτο ἦν, τοὐναντίον δὲ ἦν, ἐκεῖνοι µὲν οὗτοι, οὗτοι δὲ ἦσαν ἐκεῖνοι, ἆρ' ἂν εὔκολον ἦν ἔχειν καὶ ἑλκῦσαι τοὺς ἐναντιουµένους; Οὐκ ἔστιν εἰπεῖν. ηʹ. Ὥστε διὰ πάντων δείκνυται θεία δύναµις οὖσα ἡ κατορθώσασα. Ἐπεὶ πόθεν ἔπεισαν, εἰπέ µοι, τοὺς χαύνους καὶ τοὺς διαῤῥέοντας, ἐπὶ τὸν σκληρὸν καὶ τραχὺν φέροντες βίον; Ἀλλὰ τὰ µὲν παραγγέλµατα τοιαῦτα· ἴδωµεν δὲ µήποτε τὸ δόγµα ἐπαγωγὸν ἦν. Καὶ µὴν καὶ τοῦτο ἱκανὸν ἦν τοὺς ἀπίστους ἀποσοβῆσαι. Τί γὰρ ἔλεγον οἱ κηρύσσοντες; Ὅτι τὸν ἐσταυρωµένον δεῖ προσκυνεῖν, καὶ