In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.8
Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑµῖν λαλῆσαι ὡς πνευµατικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑµᾶς ἐπότισα, καὶ οὐ βρῶ µα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. αʹ. Καθελὼν τὴν φιλοσοφίαν τὴν ἔξωθεν, καὶ τὸν τῦφον αὐτῆς καταβαλὼν ἅπαντα, ἐφ' ἑτέραν ὑπόθεσιν ἔρχεται. Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ µὲν τὰ Πλάτωνος ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν φιλοσόφων ἀπηγγέλλοµεν, εἰκότως οὕτω µακρὸν καθ' ἡµῶν ἀπέτεινες λόγον· ἐπεὶ δὲ τὰ τοῦ Πνεύµατος καταγγέλλοµεν, τίνος ἕνεκεν τὴν ἔξωθεν σοφίαν ἄνω καὶ κάτω στρέφεις; Πῶς οὖν πρὸς τοῦτο ἵσταται, ἄκουσον. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑµῖν λαλῆσαι ὡς πνευµατικοῖς. Μάλιστα µὲν γὰρ, εἰ καὶ τέλειοι, φησὶν, ἦτε καὶ ἐν τοῖς πνευµατικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι· οὐδὲ γὰρ τὰ ὑµέτερα καταγγέλλετε, οὐδὲ ἅπερ αὐτοὶ οἴκοθεν εὑρήκατε· νυνὶ δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ µαθηταί ἐστε καὶ πάντων ἔσχατοι. Ὥστε εἰ µὲν ἐπὶ τῇ ἔξωθεν σοφίᾳ φρονεῖτε µεγάλα, ἐλήλεγκται οὐδὲν οὖσα αὕτη, ἀλλὰ καὶ ἐπὶ τοῖς πνευµατικοῖς ἐναντία ἡµῖν· εἰ δὲ καὶ ἐπὶ τοῖς πνευµατικοῖς, καὶ ἐν τούτοις τὸ ἔλαττον κατέχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστήκατε.∆ ιό φησιν· Οὐκ ἠδυνήθην ὑµῖν λαλῆσαι ὡς πνευµατι κοῖς. Οὐκ εἶπεν, Οὐκ ἐλάλησα, ἵνα µὴ δόξῃ φθόνου τὸ πρᾶγµα εἶναι· ἀλλὰ διπλῇ αὐτῶν καθαίρει τὸ φρόνηµα, ἑνὶ µὲν τρόπῳ, δείξας ὅτι οὐκ ἴσασι τὰ τέλεια, δευτέρῳ δὲ, ὅτι αὐτοὶ τοῦ µὴ εἰδέναι γεγόνασιν αἴτιοι, καὶ τρίτῳδὲ πρὸς τούτοις, τῷ δεικνύναι, ὅτι οὐδὲ ἔτι νῦν δύνανται. Τὸ µὲν γὰρ τὴν ἀρχὴν µὴ δυνηθῆναι, ἴσως τῆς τοῦ πράγµατος φύσεως ἦν· καίτοι γε οὐδὲ ταύτην αὐτοῖς ἀφίησι τὴν ἀπολογίαν. Οὐ γὰρ διὰ τὸ µὴ δύνασθαι δέξασθαι τὰ ὑψηλά φησιν αὐτοὺς µὴ δεδέχθαι, ἀλλὰ διὰ τὸ σαρκικοὺς εἶναι. Πλὴν ἀλλ' ἐν ἀρχῇ µὲν οὕτως οὐκ ἦν κατηγορίας ἄξιον· τὸ δὲ, καὶ χρόνου παρελθόντος τοσούτου, µηδέπω πρὸς τὰ τελειότερα φθάσαι, τοῦτο τῆς ἐσχάτης νωθείας ἦν. Τοῦτο γοῦν ἐγκαλεῖ καὶ Ἑβραίοις, ἀλλ' οὐ µετὰ τοσαύτης σφοδρότητος. Ἐκείνους µὲν γὰρ καὶ διὰ τὴν θλῖψιν τοιούτους εἶναί φησι, τούτους δὲ δι' ἐπιθυµίαν τῆς πονηρίας· οὐκ ἔστι δὲ ἴσον τοῦτο κἀκεῖνο. Καὶ δείκνυσιν ὅτι ἐκείνοις µὲν ἐπιτιµῆσαι βουλόµενος, τούτους δὲ διεγείρων µᾶλλον, ἔλεγε ταῦτα ἀληθεύων. Τούτοις µὲν γάρ φησιν· Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἐκείνοις δὲ,∆ ιόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώµεθα· καὶ πάλιν, Πεπείσµεθα δὲ περὶ ὑµῶν τὰ κρείττονα καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦµεν. Καὶ πῶς τοὺς Πνεύµατος ἐπιτυχόντας τοσούτου, σαρκικοὺς καλεῖ, καὶ ὧν ἀρχόµενος τοσαῦτα διῆλθεν ἐγκώµια; Ἐπεὶ κἀκεῖνοι σαρκικοὶ ἦσαν, πρὸς οὕς φησιν ὁ Κύριος· Ὑπάγετε ἀπ' ἐµοῦ, οὐκ οἶδα ὑµᾶς, οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν· καίτοι καὶ δαίµονας ἐξέβαλον, καὶ νεκροὺς ἀνέστησαν, καὶ προφητείας ἐπεδείξαντο. Ὥστε ἔστι καὶ σηµεῖα ποιήσαντα εἶναι σαρκικόν. Καὶ γὰρ τῷ Βαλαὰµ ἐνήργησεν ὁ Θεὸς, καὶ τῷ Φαραὼ τὰ µέλλοντα ἀπεκάλυψε, καὶ τῷ Ναβουχοδονόσορ, καὶ Καϊάφας προεφήτευσε, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ ἕτεροι δέ τινες δαιµόνια ἐξέβαλον τῷ αὐτοῦ ὀνόµατι, οὐκ ὄντες µετ' αὐτοῦ, ἐπειδὴ οὐ διὰ τοὺς ποιοῦντας ταῦτα γίνεται, ἀλλὰ δι' ἑτέρους. Πολλάκις δὲ καὶ δι' ἀναξίων ταῦτα ἐγίνετο. Καὶ τί θαυµάζεις, εἰ ἐπὶ ἀνδρῶν ἀναξίων δι' ἑτέρους ταῦτα γίνεται, ὅπου γε καὶ δι' ἁγίων; καὶ γὰρ Παῦλός φησι· Πάντα ὑµῶν εἰσιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε ζωὴ εἴτε θάνατος· καὶ πάλιν, ὅτι Αὐτὸς ἔδωκε τοὺς µὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιµένας καὶ διδασκάλους πρὸς καταρτισµὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἐπεὶ εἰ µὴ τοῦτο ἦν, οὐδὲν ἂν ἐκώλυσε πάντας διαφθαρῆναι. Συµβαίνει γὰρ ἄρχοντας µὲν εἶναι φαύλους καὶ µιαροὺς, τοὺς δὲ ἀρχοµένους ἐπιεικεῖς καὶ µετρίους, καὶ λαϊκοὺς µὲν ἐν εὐλαβείᾳ ζῇν, ἱερέας δὲ ἐν πονηρίᾳ· καὶ οὐκ ἔµελλεν οὐδὲ βάπτισµα εἶναι, οὔτε σῶµα Χριστοῦ, οὔτε προσφορὰ δι' ἐκείνων, εἰ πανταχοῦ τὴν ἀξίαν ἡ χάρις ἐζήτει. Νυνὶ δὲ καὶ δι' ἀναξίων εἴωθεν ἐνεργεῖν ὁ Θεὸς, καὶ οὐδὲν τοῦ βαπτίσµατος ἡ χάρις παρὰ τοῦ βίου τοῦ ἱερέως παραβλάπτεται· ἐπεὶ ἔµελλεν ὁ λαµβάνων ἐλαττοῦσθαι. Ὥστε εἰ καὶ σπανιάκις γίνεται ταῦτα, γίνεται γοῦν ὅµως. Ταῦτα δὲ λέγω, ἵνα µή τις τῶν παρεστώτων τὸν βίον περιεργαζόµενος τοῦ ἱερέως, σκανδαλίζηται περὶ τὰ τελούµενα. Οὐδὲν γὰρ ἄνθρωπος εἰς τὰ προκείµενα εἰσάγει, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ δυνάµεως ἔργον ἐστὶ, κἀκεῖνός ἐστιν ὑµᾶς ὁ µυσταγωγῶν. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑµῖν λαλῆσαι ὡς πνευµατικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑµᾶς ἐπότισα, οὐ βρῶµα· οὔπω γὰρ ἐδύνασθε. Ἵνα γὰρ µὴ δόξῃ φιλοτιµίας ἕνεκεν εἰρηκέναι ταῦτα ἅπερ εἴρηκεν, ὅτι Ὁ πνευµατικὸς ἀνακρίνει τὰ πάντα, καὶ ὅτι Ὑπ' οὐδενὸς ἀνακρίνεται, καὶ ὅτιΝοῦν Χριστοῦ ἔχοµεν, καὶ τὸν τῦφον αὐτῶν καταστέλλων, ὅρα τί φησιν· Οὐ διὰ τοῦτο, φησὶν, ἐσίγησα, ὡς οὐδὲν πλέον δυνάµενος ὑµῖν εἰπεῖν, ἀλλ' ὅτι σαρκικοί ἐστε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. βʹ.∆ ιὰ τί µὴ εἶπεν, Οὐ θέλετε, ἀλλ', Οὐ δύνασθε; Ὅτι[ καὶ] τοῦτο ἀντ' ἐκείνου τέθεικε. Τὸ γὰρ µὴ δύνασθαι, τοῦτο ἀπὸ τοῦ µὴ θέλειν ἐστίν· ὅπερ αὐτοῖς µὲν φέρει κατηγορίαν, τῷ δὲ διδασκάλῳ συγγνώµην. Εἰ µὲν γὰρ ἀπὸ φύσεως οὐκ ἠδύναντο, ἴσως ἄν τις συνέγνω· ἐπειδὴ δὲ ἀπὸ προαιρέσεως, ἀπεστέρηνται τῆς ἀπολογίας. Εἶτα λέγει καὶ τὸ εἶδος τὸ ποιοῦν αὐτοὺς σαρκικούς· Ὅπου γὰρ ἐν ὑµῖν ἔρις καὶ ζῆλος καὶ διχοστασία, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καίτοι καὶ πορνείας καὶ ἀσελγείας ἔχων αὐτῶν εἰπεῖν, ἐκεῖνο µᾶλλον τίθησι τὸ ἁµάρτηµα, ὅπερ ἐσπούδασε διορθώσασθαι τέως. Εἰ δὲ ζῆλος σαρκικοὺς ποιεῖ, ὥρα λοιπὸν ἅπαντας ὀλολῦξαι µέγα καὶ σάκκον περιβαλέσθαι καὶ σποδὸν ὑποστρώσασθαι. Τίς γὰρ τοῦ πάθους τούτου καθαρός; πλὴν εἰ µὴ ἀπ' ἐµαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζοµαι. Εἰ ζῆλος σαρκικοὺς ποιεῖ καὶ οὐκ ἀφίησιν εἶναι πνευµατικοὺς, καίτοι γε προφητεύοντας καὶ ἕτερα θαυµαστὰ ἐπιδεικνυµένους· ὅταν µηδὲ χάρις τοσαύτη παρῇ, ποῦ θήσοµεν τὰ ἡµέτερα, ὅταν µὴ ἐπὶ τούτῳ µόνῳ, ἀλλὰ καὶ ἐφ' ἑτέροις µείζοσιν ὦµεν ἁλισκόµενοι; Ἐντεῦθεν µανθάνοµεν, ὅτι εἰκότως ἔλεγεν ὁ Χριστὸς, ὅτι ὁ ποιῶν τὰ φαῦλα οὐκ ἔρχεται πρὸς τὸ φῶς, καὶ ὅτι βίος ἀκάθαρτος ἐµποδίζει δόγµασιν ὑψηλοῖς, οὐκ ἀφεὶς τὸ διορατικὸν φανῆναι τῆς διανοίας. Ὥσπερ οὖν οὐκ ἔστιν ἐν πλάνῃ ὄντα καὶ ὀρθῶς βιοῦντα µεῖναι ἐν πλάνῃ ποτὲ, οὕτως οὐ ῥᾴδιον πονηρίᾳ συντρεφόµενον ἀναβλέψαι ταχέως πρὸς τὸ τῶνπαρ' ἡµῖν δογµάτων ὕψος, ἀλλὰ χρὴ πάντων καθαρεύειν τῶν παθῶν τὸν µέλλοντα θηρᾷν τὴν ἀλήθειαν. Ὁ γὰρ τούτων ἀπηλλαγµένος, καὶ τῆς πλάνης ἀπαλλαγήσεται, καὶ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ γάρ µοι τὸ µὴ πλεονεκτεῖν µόνον, µηδὲ τὸ µὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό σοι νόµιζε, ἀλλὰ χρὴ πάντα συνδραµεῖν τῷ ζητοῦντι τἀληθές.∆ ιό φησι Πέτρος· Ἐπ' ἀληθείας καταλαµβάνοµαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούµενος αὐτὸν, καὶ ἐργαζόµενος δικαιοσύνην, δεκτὸςαὐτῷ ἐστι· τουτέστι, καλεῖ καὶ ἐπισπᾶται αὐτὸν πρὸς τὴν ἀλήθειαν. Οὐχ ὁρᾷς Παῦλον, ὅτι πάντων σφοδρότερος ἦν ἐν τῷ πολεµεῖν καὶ διώκειν; ἀλλ' ὅµως ἐπειδὴ βίον ἄληπτον εἶχε, καὶ οὐ πάθει ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, καὶ ἐδέχθη καὶ πάντας ὑπερηκόντισεν. Εἰ δὲ λέγοι τις, Πῶς ὁ δεῖνα ὁ Ἕλλην, χρηστὸς ὢν καὶ ἀγαθὸς καὶ φιλάνθρωπος, µένει πλανώµενος; ἐκεῖνο ἂν εἴποιµι· ὅτι ἕτερον ἔχει πάθος, κενοδοξίαν ἢ νωθείαν ψυχῆς, ἢ τὸ µὴ µεριµνᾷν περὶ τῆς οἰκείας σωτηρίας, ἀλλ' ἁπλῶς καὶ εἰκῆ τὰ κατ' αὐτὸν φέρεσθαι νοµίζειν. Ὁ δὲ Παῦλος τὸν ἐργαζόµενον δικαιοσύνην, τὸν ἐν πᾶσιν ἄληπτόν φησι, κατὰ δικαιοσύνην τὴν ἐν νόµῳ γενόµενον· καὶ, Χάριν ἔχω τῷ Θεῷ ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. Πῶς οὖν, φησὶν, ἀκάθαρτοι κατηξιώθησαν τοῦ κηρύγµατος; Ἐπειδὴ ἠθέλησαν καὶ ἐπεθύµησαν. Τοὺς µὲν γὰρ καὶ πεπλανηµένους ἕλκει, ἐπειδὰν παθῶν καθαρεύωσι· τοὺς δὲ ἀφ' ἑαυτῶν προσιόντας οὐ διωθεῖται· πολλοὶ δὲ καὶ ἀπὸ προγόνων ἐδέξαντο τὴν εὐσέβειαν. Ὅπου γὰρ ἐν ὑµῖν ζῆλος καὶ ἔρις. Λοιπὸν πρὸς τοὺς ἀρχοµένους ἀποδύεται. Ἐν µὲν γὰρ τοῖς ἔµπροσθεν τοὺς ἄρχοντας κατέβαλεν, εἰπὼν, ὅτι οὐδενὸς ἀξία ἡ σοφία τοῦ λόγου· ἐνταῦθα δὲ τοὺς ἀρχοµένους πλήττει, λέγων· Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ µὲν εἰµὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε; καὶ δείκνυσιν ὅτι τοῦτο οὐ µόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν µειζόνων ὠφέλειαν ἐνεπόδισε. Τοῦτο γὰρ ζῆλον ἔτεκεν· ὁ δὲ ζῆλος σαρκικοὺς ἐποίησε· τὸ δὲ γενέσθαι σαρκικοὺς, οὐκ ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; Μετὰ γὰρ τὴν τῶν πραγµάτων κατασκευὴν καὶ ἀπόδειξιν, γυµνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ· καὶ τὸ αὐτοῦ ὄνοµα τίθησι, πᾶσαν περιαιρῶν τραχύτητα, καὶ οὐκ ἀφεὶς ὀργισθῆναι πρὸς τὰ λεγόµενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι καὶ οὐκ ἀγανακτεῖ, πολλῷ µᾶλλον ἐκείνους δυσχεραίνειν οὐκ ἐχρῆν.∆ ιπλῇ τοίνυν αὐτοὺς παραµυθεῖται, τῷ τε ἑαυτὸν ὑποθεῖναι, καὶ τῷ µὴ παντὸς αὐτοὺς ἀποστερῆσαι ὡς οὐδὲν συντελοῦντας· ἀλλὰ δίδωσι µὲν αὐτοῖς τι µικρὸν, δίδωσι δὲ ὅµως. Εἰπὼν γὰρ, Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; ἐπήγαγεν· ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε; Τοῦτο δὲ αὐτὸ µὲν καθ' ἑαυτὸ µέγα καὶ πολλῶν ἄξιον µισθῶν, πρὸς δὲ τὸ ἀρχέτυπον καὶ τὴν ῥίζαν τῶν ἀγαθῶν οὐ δέν. Οὐ γὰρ ὁ διακονούµενος τοῖς ἀγαθοῖς, ἀλλ' ὁ παρέχων αὐτὰ καὶ διδοὺς, οὗτός ἐστιν ὁ εὐεργέτης. Καὶ οὐκ εἶπεν, Εὐαγγελισταὶ, ἀλλ', Ἢ διάκονοι· ὅπερ πλέον ἐστίν. Οὐ γὰρ ἁπλῶς εὐηγγελίσαντο, ἀλλὰ καὶ διηκόνησαν ἡµῖν· τὸ µὲν γὰρ λόγου µόνον ἐστὶ, τὸ δὲ καὶ ἔργον ἔχει. Ὥστε εἰ καὶ ὁ Χριστὸς διάκονος µόνον ἐστὶν ἀγαθῶν, καὶ οὐχ ἡ ῥίζα αὐτὸς καὶ πηγὴ, ὡς Υἱὸς µέντοι, ὅρα ποῦ τοῦτο τὸ πρᾶγµα κατάγεται. γʹ. Πῶς οὖν, φησὶ, λέγει αὐτὸν διάκονον γεγενῆσθαι περιτοµῆς; Περὶ τῆς κατὰ σάρκα οἰκονοµίας ἐκεῖ λέγων, καὶ οὐδὲ τούτῳ τῷ τρόπῳ, ᾧ νῦν εἰρήκαµεν· ἐκεῖ µὲν γὰρ διάκονον τὸν πληρωτήν φησιν, οὐχὶ τὸν οἴκοθεν παρασχόµενον τὰ ἀγαθά. Καὶ οὐκ εἶπεν, Οἱ προσαγόµενοι ὑµᾶς εἰς τὴν πίστιν, ἀλλὰ,∆ ι' ὧν ἐπιστεύσατε· πάλιν ἐκείνοις τὸ πλέον διδοὺς, καὶ τοὺς διακόνους κἀντεῦθεν δηλῶν. Εἰ τοίνυν ἑτέρῳ διηκονοῦντο, πῶς οὗτοι τὴν ἀξίαν ἁρπάζουσι; Σὺ δέ µοι σκόπει, πῶς οὐδαµῶς αὐτοῖς ἐγκαλεῖ ὡς ἁρπάζουσιν, ἀλλὰ τοῖς παρέχουσιν· ἡ γὰρ ὑπόθεσις τοῦ σφάλµατος ἐν τῷ πλήθει ἦν· καὶ γὰρ ἐκεῖνοι εἰ ἀπέστησαν, οὗτοι διελύοντο.∆ ύο τοίνυν κατεσκεύασε σοφῶς, ὅθεν τε ἔδει καθελεῖν τὸ ἁµάρτηµα, ἐκεῖθεν ὑπορύξας, καὶ πρὸς ἐκείνους ἀπέχθειαν µὴ κτησάµενος, µηδὲφιλονεικοτέρους ποιήσας. Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ µικρὸν παρ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. Ἵνα γὰρ µὴ λέγωσι, Τί οὖν; τοὺς διακονουµένους ἡµῖν οὐ στέρξοµεν; Ναὶ, φησὶν, ἀλλ' εἰδέναι χρὴ µέχρι τίνος· οὐδὲ γὰρ τοῦτο αὐτὸ παρ' αὐτῶν, ἀλλὰ παρὰ τοῦ δόντος Θεοῦ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Τουτέστι, Πρῶτος κατέβαλον τὸν λόγον· ὥστε δὲ µὴ ξηρανθῆναι τοῖς πειρασµοῖς τὰ σπέρµατα, Ἀπολλὼς τὰ παρ' ἑαυτοῦ προσέθηκε· τὸ δὲ πᾶν, τοῦ Θεοῦ γέγονεν. Ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός. Ὁρᾷς πῶς αὐτοὺς παραµυθεῖται, ὥστε µὴ τραχυτέρους γενέσθαι τῷ ἀκοῦσαι· Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ὁ δεῖνα; ἀµφότερα γὰρ φορτικὰ, καὶ τὸ εἰπεῖν, Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ἐστιν ὁ δεῖνα; καὶ τὸ εἰπεῖν, Οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἔστι τι. Πῶς οὖν αὐτὰ παρεµυθήσατο; Τῷ τε ἐπὶ τοῦ οἰκείου προσώπου προσάγειν τὴν ἐξουδένωσιν. Τίς γάρ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ τῷ τὸ πᾶν ἀναθεῖναι τῷ πάντα δεδωκότι Θεῷ. Εἰπὼν γὰρ, ὅτι Οὗτος ἐφύτευσε, καὶ προσθεὶς, ὅτι οὐδέν ἐστιν ὁ φυτεύων, ἐπήγαγεν· Ἀλλ' ὁ αὐξάνων Θεός. Καὶ οὐδὲ µέχρι τούτου ἔστη, ἀλλ' ἑτέρᾳ ἐπαγωγῇ πάλιν αὐτὸ θεραπεύει λέγων· Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσι.∆ ιὰ γὰρ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ µὴ ἐπαίρεσθαι κατ' ἀλλήλων. Ἓν δὲ εἶναι αὐτούς φησι, πρὸς τὸ µηδὲν δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὐδὲ τοὺς πολλὰ κάµνοντας ἀφῆκε κατεξανίστασθαι τῶν ἐλάττονα εἰσενεγκάντων, οὔτε τοὺς ἑτέρους τούτοις φθονεῖν. Εἶτα, ἐπειδὴ τοῦτο ῥᾳθυµοτέρους ἐποίει, τὸ πάντας ἓν εἶναι νοµίζεσθαι, καὶ τοὺς πολλὰ καµόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο, εἰπών· Ἕκαστος δὲ τὸν ἴδιον µισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Ὡς ἂν εἰ ἔλεγε· Μὴ φοβοῦ, ὅτι εἶπον, ὅτι ἕν εἰσι· πρὸς γὰρ τὸ τοῦ Θεοῦ ἔργον παραβαλλόµενοι, ἕν εἰσιν· ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν, ἀλλὰ ἕκαστος τὸν ἴδιον µισθὸν λήψεται. Εἶτα καὶ λιπαίνει πλέον αὐτὸ, κατορθώσας ὅπερ ἐβούλετο, καὶ χαρίζεται ἐν οἷς ἔξεστι µετὰ φιλοτιµίας. Θεοῦ γάρ ἐσµεν συνεργοί· Θεοῦ γεωργιόν ἐστε, Θεοῦ οἰκοδοµή ἐστε. Ὁρᾷς πῶς καὶ αὐτοῖς ἔργον ἔδωκεν οὐ µικρὸν, κατασκευάσας πρότερον, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἀεὶ παραινεῖ πείθεσθαι τοῖς ἡγουµένοις, διὰ τοῦτο οὐ σφόδρα ἐξευτελίζει τοὺς διδασκάλους. Θεοῦ γεώργιόν ἐστε. Ἐπειδὴ γὰρ εἶπεν, Ἐφύτευσα, τῇ τροπῇ ἐπέµεινεν. Εἰ δὲ Θεοῦ γεώργιον, οὐκ ἀπὸ τῶν γεωργούντων ὑµᾶς, ἀλλ' ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου. Θεοῦ οἰκοδοµή ἐστε. Πάλιν ἡ οἰκοδοµὴ οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκοδοµή ἐστε, οὐ χρὴ διεσπάσθαι· ἐπεὶ οὐκ ἂν εἴη τοῦτο οἰκοδοµή. Εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ' ἑνὶ φραγµῷ τῷ τῆς ὁµονοίας τειχίζεσθαι. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν µοι, ὡς σοφὸς ἀρχιτέκτων, θεµέλιον τέθεικα. Σοφὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ τύπον αὐτοῖς διδοὺς, καὶ δεικνὺς, ὅτι τοῦτό ἐστι σοφοῦ, τὸ ἕνα θεῖναι θεµέλιον. Ὅρα γοῦν πῶς µετριάζει. Εἰπὼν γὰρ σοφὸν ἑαυτὸν, οὐκ ἀφῆκεν αὐτοῦ τοῦτο εἶναι, ἀλλ' ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε ἑαυτὸν οὕτως ἐκάλεσε· Κατὰ γὰρ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν µοι, φησίν. Ὁµοῦ γὰρ δείκνυσιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ, καὶ ὅτι τοῦτο µάλιστά ἐστι χάρις, τὸ µὴ διῃρῆσθαι, ἀλλ' ἐφ' ἑνὶ κεῖσθαι θεµελίῳ. Ἄλλος ἐποικοδοµεῖ· ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδοµεῖ. Ἐνταῦθά µοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐµβάλλειν ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησε. Θεµέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείµενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Οὐ δύναται δὲ, ἕως ἂν ᾖ ἀρχιτέκτων· ἂν δὲ τεθῇ, οὐκέτι ἐστὶν ἀρχιτέκτων. δʹ. Ἴδε πῶς καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν κατασκευάζει τὸ προκείµενον ἅπαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κατήγγειλα τὸν Χριστὸν, παρέδωκα ὑµῖν τὸν θεµέλιον, σκοπεῖτε πῶς ἐποικοδοµεῖτε, εἰ κενοδόξως, εἰ πρὸς ἀνθρώπους ἀποσπῶντες τοὺς µαθητάς. Μὴ τοίνυν προσέχωµεν ταῖς αἱρέσεσι· θεµέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείµενον. Ἐπὶ τοῦτον οὖν οἰκοδοµῶµεν, καὶ ὡς θεµελίου ἐχώµεθα, ὡς κλῆµα ἀµπέλου, καὶ µηδὲν ἔστω µέσον ἡµῶν καὶ Χριστοῦ· ἂν γὰρ γένηταί τι µέσον, εὐθέως ἀπολλύµεθα. Καὶ γὰρ τὸ κλῆµα κατὰ τὸ συνεχὲς ἕλκει τὴν πιότητα, καὶ ἡ οἰκοδοµὴ κατὰ τὸ κεκολλῆσθαι ἕστηκεν· ὡς ἂν διαστῇ, ἀπόλλυται, οὐκ ἔχουσα ποῦ ἐρείσει ἑαυτήν. Μὴ τοίνυν ἁπλῶς ἐχώµεθα τοῦ Χριστοῦ, ἀλλὰ κολληθῶµεν αὐτῷ· ἂν γὰρ διαστῶµεν, ἀπολλύµεθα. Οἱ γὰρ µακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται, φησί. Κολλώµεθα τοίνυν αὐτῷ, καὶ κολλώµεθα διὰ τῶν ἔργων· Ὁ γὰρ τηρῶν τὰς ἐντολάς µου, αὐτὸς ἐν ἐµοὶ, φησὶ, µένει. Καὶ γὰρ διὰ πολλῶν ἡµᾶς ὑποδειγµάτων ἑνοῖ. Σκόπει δέ· Αὐτὸς ἡ κεφαλὴ, ἡµεῖς τὸ σῶµα· µὴ δύναται µέσον τι εἶναι κεφαλῆς καὶ σώµατος διάστηµα κενόν; Αὐτὸς θεµέλιος, ἡµεῖς οἰκοδοµή· αὐτὸς ἄµπελος, ἡµεῖς κλήµατα· αὐτὸς ὁ νυµφίος, ἡµεῖς ἡ νύµφη· αὐτὸς ὁ ποιµὴν, ἡµεῖς τὰ πρόβατα· ὁδὸς ἐκεῖνος, ἡµεῖς οἱ βαδίζοντες· ναὸς πάλιν ἡµεῖς, αὐτὸς ἔνοικος· αὐτὸς ὁ πρωτότοκος, ἡµεῖς οἱ ἀδελφοί· αὐτὸς ὁ κληρονόµος, ἡµεῖς οἱ συγκληρονόµοι· αὐτὸς ἡ ζωὴ, ἡµεῖς οἱ ζῶντες· αὐτὸς ἡ ἀνάστασις, ἡµεῖς οἱ ἀνιστά µενοι· αὐτὸς τὸ φῶς, ἡµεῖς οἱ φωτιζόµενοι. Ταῦτα πάντα ἕνωσιν ἐµφαίνει, καὶ οὐδὲν µέσον κενὸν ἀφίησιν εἶναι, οὐδὲ τὸ µικρότατον. Ὁ γὰρ µικρὸν ἀποστὰς, καὶ πολὺ προϊὼν ἀποστήσεται. Καὶ γὰρ τὸ σῶµα, ἂν µικρὰν ἀπὸ ξίφους διάστασιν δέξηται, διαφθείρεται· καὶ ἡ οἰκοδοµὴ, κἂν µικρὸν διαχάνῃ, καταλύεται· καὶ τῆς ῥίζης τὸ κλῆµα, κἂν µικρὸν ἀποκοπῇ, γέγονεν ἄχρηστον. Ὥστε τὸ µικρὸν τοῦτο οὐκ ἔστι µικρὸν, ἀλλὰ καὶ σχεδὸν τὸ ὅλον ἐστίν. Ὅταν οὖν µικρόν τι πληµµελήσωµεν ἢ καὶ ῥᾳθυµήσωµεν, µὴ παρίδωµεν τὸ µικρόν· ἐπεὶ ταχέως παροφθὲν τοῦτο µέγα γίνεται. Οὕτω καὶ ἱµάτιον ἀρχὴν λαβὸν ῥήγνυσθαι καὶ ἀµεληθὲν, διόλου τὸ σχίσµα προήγαγε· καὶ ὄροφος ὀλίγων κεράµων καταπεσόντων παροφθεὶς, ὁλόκληρον τὸν οἶκον κατήνεγκε. Ταῦτ' οὖν ἡµεῖς λογιζόµενοι, µηδέποτε τῶν µικρῶν καταφρονῶµεν, ἵνα µὴ εἰς τὰ µεγάλα ἐµπέσωµεν· ἂν δ' ἄρα καταφρονήσωµεν, καὶ εἰς τὸ βάθος ἔλθωµεν τῶν κακῶν, µηδὲ ἐκεῖσε γενόµενοι ἀπογνῶµεν, ἵνα µὴ ἐµπέσωµεν εἰς καρηβαρίαν.∆ ύσκολον γὰρ λοιπὸν ἀνελθεῖν ἐκεῖθεν τὸν µὴ σφόδρα νήφοντα, οὐ διὰ τὸ µῆκος µόνον, ἀλλὰ καὶ διὰ τὴν θέσιν αὐτήν. Βάθος γάρ ἐστι καὶ ἡ ἁµαρτία, καὶ κάτω φέρουσα θλίβει. Καὶ καθάπερ οἱ εἰς φρέαρ ἐµπεσόντες οὐκ ἂν ῥᾳδίως ἀνέλθοιεν, ἀλλ' ἑτέρων δεήσονται τῶν ἀναγόντων αὐτούς· οὕτω καὶ ὁ εἰς βάθος ἐλθὼν τῶν ἁµαρτηµάτων. Χαλάσωµεν οὖν σχοινία πρὸς τοὺς τοιούτους, καὶ ἀνιµησώµεθα· µᾶλλον δὲ οὐχ ἑτέρων δεῖ µόνον, ἀλλὰ καὶ ἡµῶν αὐτῶν, ἵνα καὶ ἑαυτοὺς ἐπιδῶµεν, καὶ ἀναβησώµεθα οὐ τοσοῦτον, ὅσον κατέβηµεν, ἀλλὰ πολλῷ πλέον, ἐὰν βουλώµεθα. Καὶ γὰρ ὁ Θεὸς βοηθεῖ· Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁµαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτόν. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, µηδεὶς τὸ τῶν ἀσεβῶν πασχέτω πάθος· ἐκείνων γάρ ἐστι τὸ τοιοῦτον ἁµάρτηµα. Ἀσεβὴς γὰρ, φησὶ, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὥστε οὐ τὸ πλῆθος τῶν ἁµαρτηµάτων ποιεῖ τὴν ἀπόγνωσιν, ἀλλ' ἡ τοῦ ἀσεβοῦς γνώµη. Κἂν πᾶσαν τοίνυν ἐπέλθῃς κακίαν, εἰπὲ πρὸς ἑαυτόν· Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τῆς σωτηρίας ἐπιθυµεῖ τῆς ἡµετέρας. Ἐὰν γὰρ ὦσιν αἱ ἁµαρτίαι ὑµῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, φησὶ, καὶ πρὸς τὴν ἐναντίαν ἕξιν µεταστήσω. Μὴ τοίνυν ἀπαγορεύσωµεν· οὐ γὰρ τὸ πεσεῖν οὕτω χαλεπὸν, ὡς τὸ πεσόντα κεῖσθαι· οὔτε τὸ τρωθῆναι δεινὸν, ὡς τὸ τρωθέντα µὴ βούλεσθαι θεραπεύεσθαι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁµαρτιῶν; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυµοτέρους ὑµᾶς ποιήσω, ἀλλ' ἵνα κωλύσω εἰς ἀπόγνωσιν ἐµπεσεῖν. εʹ. Βούλει µαθεῖν πῶς ἐστιν ἡµῶν ἀγαθὸς ὁ∆ εσπότης; Ἀνῆλθεν ὁ τελώνης µυρίων γέµων κακῶν, καὶ εἰπὼν, Ἱλάσθητί µοι, µόνον, κατῆλθε δεδικαιωµένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός·∆ ι' ἁµαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάµην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας ταύτης ἴσον; Ἵνα στυγνάσῃ µόνον, φησὶν, ἀφῆκα τὰ ἁµαρτήµατα. Ἡµεῖς δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦµεν· διὸ µάλιστα τὸν Θεὸν παροργίζοµεν. Ὁ γὰρ καὶ διὰ µικρῶν ἵλεως γενόµενος, ὅταν µὴ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν ἐσχάτην ἀπαιτεῖ τιµωρίαν ἡµᾶς· ὑπερβαλλούσης γάρ ἐστι τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι' ἁµαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξε; τίς ἐµερίµνησεν; Οὐδένα ἔγωγε οἶµαι· ἀλλὰ µυρίας µὲν ἡµέρας θρηνοῦσιν ἄνθρωποι ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζηµίας χρηµάτων· τὴν δὲ ψυχὴν ἀπολλύντες καθ' ἑκάστην ἡµέραν, οὐδὲ εἰς νοῦν βαλλόµεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσασθαι, ὅταν µηδὲ ὅτι ἥµαρτες, εἰδῇς; Ναὶ, φησὶν, ἥµαρτον. Ναὶ, µοὶ λέγεις τῇ γλώττῃ, εἰπέ µοι τῇ διανοίᾳ, καὶ µετὰ τοῦ ῥήµατος στέναξον, ἵνα διηνεκῶς εὐθυµῇς. Καὶ γὰρ εἰ ἠλγοῦµεν ἐπὶ τοῖς ἁµαρτήµασιν, εἰ ἐστενάζοµεν ἐπὶ τοῖς πληµµελήµασιν, οὐδὲν ἂν ἄλλο ἡµᾶς ἐλύπησε, τῆς ὀδύνης ταύτης πᾶσανἀθυµίαν παρωθουµένης. Ὥστε καὶ ἕτερον ἂν ἐκερδαίνοµεν µετὰ τῆς ἐξοµολογήσεως, τὸ µὴ βαπτίζεσθαι τοῖς λυπηροῖς τοῦ παρόντος βίου, µηδὲ φυσᾶσθαι τοῖς λαµπροῖς· καὶ ταύτῃ πάλιν µειζόνως ἂν ἐξιλεωσάµεθα τὸν Θεὸν, ὥσπερ οὖν, οἷς ποιοῦµεν νῦν, παροξύνοµεν. Εἰπὲ γάρ µοι, εἴ τινα ἔχεις οἰκέτην, καὶ πολλὰ παθὼν ἐκεῖνος κακὰ παρὰ τῶν ὁµοδούλων, τῶν µὲν ἄλλων µηδενὸς λόγον ποιοῖτο, ὑπὲρ δὲ τοῦµὴ παροργίζεσθαι τὸν δεσπότην φροντίζοι µόνον, ἆρα οὐχ ἱκανὸς ἀπὸ τούτου µόνου λῦσαί σου τὴν ὀργήν; Τί δὲ, ἂν τῶν µὲν εἰς σὲ πληµµεληµάτων µηδεµίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁµοδούλους φροντίζοι, οὐχὶ µείζονα ἐπάξεις τὴν τιµωρίαν; Οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ὅταν µὲν ἀµελῶµεν αὐτοῦ τῆς ὀργῆς, σφοδροτέραν ἐπάγει αὐτήν· ὅταν δὲ φροντίζωµεν, ἡµερωτέραν· µᾶλλον δὲ οὐδὲ ἐπάγει λοιπόν· βούλεται γὰρ ἡµᾶς ἑαυτοὺς ἀπαιτεῖν τὴν τιµωρίαν τῶν ἡµαρτηµένων, καὶ οὐκέτι λοιπὸν αὐτὸς ἀπαιτεῖ.∆ ιὰ τοῦτο γὰρ καὶ ἀπειλεῖ τὴν τιµωρίαν, ἵνα τῷ φόβῳ τὴν καταφρόνησιν ἀνέλῃ· ὅταν δὲ ἐξ ἀπειλῆς φοβηθῶµεν µόνης, οὐκ ἀφίησιν ὑποµεῖναι τὴν πεῖραν. Ὅρα γοῦν πρὸς τὸν Ἱερεµίαν τί φησιν· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οἱ πατέρες αὐτῶν καίουσι πῦρ, οἱ υἱοὶ αὐτῶν συνάγουσι ξύλα, αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς.∆ έος µὴ καὶ περὶ ἡµῶν λεχθῇ τι τοιοῦτον. Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οὐδεὶς τὰ τοῦ Χριστοῦ ζητεῖ, ἀλλὰ πάντες τὰ ἑαυτῶν. Οἱ υἱοὶ αὐτῶν εἰς ἀσελγείας τρέχουσιν, οἱ πατέρες αὐτῶν εἰς πλεονεξίαν καὶ ἁρπαγὴν, αἱ γυναῖκες αὐτῶν ἐπὶ τὰς φαντασίας τὰς βιωτικὰς, οὐ µόνονοὐκ ἐγκόπτουσαι τοὺς ἄνδρας, ἀλλὰ καὶ παροξύνουσαι. Στῆθι γοῦν ἐπὶ τῆς ἀγορᾶς· ἐρώτησον τοὺς ἀπιόντας καὶ ἐπανιόντας, καὶ οὐδένα ὄψει ὑπὲρ πνευµατικοῦ πράγµατος σπεύδοντα, ἀλλὰ πάντας ὑπὲρ σαρκικῶν τρέχοντας. Μέχρι τίνος οὐκ ἀνανήφοµεν; µέχρι τίνος εἰς ὕπνον καταφερόµεθα βαθύν; οὐκ ἐλάβοµεν κόρον τῶν κακῶν; καίτοι γε καὶ χωρὶς τῶν ῥηµάτων ἀρκεῖ καὶ αὐτὴ τῶν πραγµάτων ὑµᾶς ἡ πεῖρα διδάξαι τῶν παρόντων τὴν οὐδένειαν καὶ τὸ µοχθηρὸν ἅπαν. Ἄνθρωποι γοῦν τὴν ἔξωθεν σοφίαν ἀσκοῦντες, καὶ µηδὲν τῶν µελλόντων εἰδότες, ἐπειδὴ κατέγνωσαν πολ λὴν τῶν παρόντων πραγµάτωνεὐτέλειαν, διὰ τοῦτο ἀπέστησαν µόνον. Ποίας οὖν σὺ τεύξῃ συγγνώµης, χαµαὶ συρόµενος, καὶ µὴ καταφρονῶν τῶν µικρῶν καὶ παρερχοµένων ὑπὲρ τῶν µεγάλων καὶ διαιωνιζόντων, ὁ καὶ αὐτοῦτοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων; Ὅτι γὰρ οὐχ ἱκανὰ ταῦτα κατασχεῖν, ἔδειξαν οἱ καὶ χωρὶς ἐπαγγελίας τῶν µειζόνων ἀπεχόµενοι τούτων. Ποῖον γὰρ πλοῦτον προσδοκήσαντες ἐπὶ πενίαν ἦλθον; Οὐδένα· ἀλλ' ἀπὸτοῦ σφόδρα εἰδέναι, ὅτι ἡ τοιαύτη πενία πλούτου κρείττων ἐστί. Ποίαν ζωὴν ἐλπίσαντες ἀφῆκαν τρυφὴν, καὶ σκληραγωγίᾳ ἔδωκαν ἑαυτούς; Οὐδεµίαν· ἀλλ' αὐτὴν τῶν πραγµάτων τὴν φύσιν µαθόντες, καὶ συνιδόντες, ὅτι τοῦτο µᾶλλον ἐπιτηδειότερον καὶ πρὸς ψυχῆς φιλοσοφίαν, καὶ πρὸς σώµατος ὑγίειαν. Ταῦτ' οὖν καὶ ἡµεῖς ἀναλογιζόµενοι, καὶ τὰ µέλλοντα ἀγαθὰ συνεχῶς ἐν ἑαυτοῖς στρέφοντες, ἀποστῶµεν τῶν παρόντων, ἵνα τύχωµεν ἐκείνωντῶν µελλόντων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων. Ἀµήν.