In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
9.9
Εἴ τις ἐποικοδοµεῖ ἐπὶ τὸν θεµέλιον τοῦτον, χρυ σὸν, ἄργυρον, λίθους τιµίους, ξύλα, χόρτον, καλάµην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται. Ἡ γὰρ ἡµέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκα λύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιµάσει. Εἴ τινος τὸ ἔργον µένει ὃ ἐπῳκοδόµησε, µισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζηµιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. αʹ. Οὐ µικρὸν ἡµῖν τοῦτο τὸ προκείµενον ζήτηµα, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσιν ἄνθρωποι, εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ. Ὅτι µὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Καὶ οἶδα µὲν, ὅτι ναρκᾶτε ταῦτα ἀκούοντες· ἀλλὰ τί πάθω; καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων·∆ ιάστειλαι τῷ λαῷ τούτῳ· καὶ ἡµεῖς εἰς διακονίαν λόγου τετάγµεθα, καὶ ἀνάγκη φορτικὸν εἶναι τοῖς ἀκροαταῖς, οὐχ ἑκόντα, ἀλλ' ἀναγκαζόµενον. Μᾶλλον δὲ, εἰ βούλεσθε, οὐκ ἐσόµεθα φορτικοί· Ἂν γὰρ, φησὶ, ποιῇς τὸ ἀγαθὸν, µὴ φοβοῦ. Ὥστε ἔξεστιν ὑµῖν µὴ µόνον µὴ µετὰ ἀπεχθείας, ἀλλὰ καὶ µετὰ ἡδονῆς ἡµῶν ἀκούειν. Ὅτι µὲν οὖν οὐκ ἔχει τέλος, καὶ ὁ Χριστὸς ἀπεφήνατο· καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον τὴν κόλασιν, ὅτι οἱ ἁµαρτάνοντες δίκην τίσουσι ὄλεθρον αἰώνιον· καὶ πάλιν, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε µοιχοὶ, οὔτε µαλακοὶ βασιλείαν Θεοῦ κληρονοµήσουσι· καὶ Ἑβραίοις δὲ ἔλεγεν· Εἰρήνην διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ὁ Χριστὸς δὲ τοῖς εἰρηκόσιν, Ἐν τῷ ὀνόµατί σου δυνάµεις πολλὰς ἐποιήσαµεν, φησί· Πορεύεσθε ἀπ' ἐµοῦ, οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν· οὐκ οἶδα ὑµᾶς. Καὶ αἱ παρθένοι δὲ ἀποκλεισθεῖσαι, οὐκ ἔτι εἰσῆλθον· καὶ περὶ τῶν µὴ θρεψάντων δὲ αὐτὸν φησὶν, ὅτι Ἀπελεύσονται εἰς κόλασιν αἰώνιον. Καὶ µή µοι λέγε· Ποῦ ὁ τοῦ δικαίου διαφυλάττεται λόγος, εἰ µὴ ἔχει τέλος ἡ κόλασις; Ὅταν γὰρ ὁ Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ µὴ ὑπόβαλλε λογισµοῖς ἀνθρωπίνοις τὰ λεγόµενα. Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν µυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ µήτε ἀπειλῇ µήτε εὐεργεσίᾳ βελτίωγενόµενον, κολάζεσθαι; Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς ἡµᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίου λόγον· µᾶλλον δὲ οὐδὲ τότε κατὰ τὸν τοῦ δικαίου λόγον µόνον. Καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθοµεν τὸ γινόµενον. Ὅταν µὲν γάρ τις τὸν µηδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα µὲν, εὖ ποιήσαντα δὲ µυρία, καὶ µόνον τοῦ εἶναι γενόµενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴνἐµπνεύσαντα, καὶ µυρία χαρισάµενον, καὶ εἰς οὐρανὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον µετὰ τοσαύτας εὐεργεσίας µὴ µόνον ὑβρίζει, ἀλλὰ καὶ καθ' ἡµέραν ὑβρίζειδι' ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώµης; Οὐχ ὁρᾷς πῶς τὸν Ἀδὰµ ἐκόλασε διὰ µίαν ἁµαρτίαν; Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε. Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁµαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ. Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁµαρτάνεις, ἀλλ' ἐν τοῖς µυρίοις τοῦ παρόντος βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳσωφρονέστερος γίνῃ· ὥσπερ ἂν εἴ τις δεδεµένος χρῷτο τῇ πονηρίᾳ. Σοὶ δὲ καὶ παραδείσου µείζονα ἐπηγγείλατο· καὶ οὔτε ἔδωκεν ἤδη, ἵνα µή σε διαχέῃ ἐν τῷ καιρῷ τῶν ἀγώνων, οὔτε ἐσίγησεν, ἵνα µή σε καταβάλ[ λ] ῃ τοῖς πόνοις. Κἀκεῖνος µὲν µίαν ἁµαρτίαν ἁµαρτὼν, θάνατον ὁλόκληρον ἐπεσπάσατο, ἡµεῖς δὲ µυρία καθ' ἑκάστην ἡµέραν πληµµελοῦµεν. Εἰ δὲ µίαν ἐργασάµενος ἐκεῖνος τοσοῦτον ἐπεσπάσατο κακὸν, καὶ θάνατον εἰσήνεγκεν· οἱ διηνεκῶς ἐν ἁµαρτήµασι ζῶντες, τί οὐ πεισόµεθα, οἱ ἀντὶ παραδείσου τὸν οὐρανὸν προσδοκῶντες; Φορτικὸς ὁ λόγος, καὶ λυπεῖ τὸν ἀκροατήν· καὶ ἐξ ὧν αὐτὸς πάσχω, τοῦτο οἶδα· καὶ γὰρ ἡ καρδία µου ταράττεται καὶ πάλλει· καὶ ὅσῳ ἂν ἴδω κατασκευαζόµενον τὸν τῆς γεέννης λόγον, τοσούτῳ µᾶλλον τρέµω καὶ ἀναδύοµαι τῷ δέει. Ἀλλ' ἀνάγκη ταῦτα λέγειν, ἵνα µὴ περιπέσωµεν τῇ γεέννῃ. Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ φυτὰ, ἀλλ' οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ µᾶλλον ἡµεῖς οἱ πλείονα ἁµαρτάνοντες καὶ ἐπὶ µείζοσι κεκληµένοι, τὰἀνήκεστα ὑποµενοῦµεν. Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ θανάτῳ µένει διὰ µίαν ἁµαρτίαν τὸ γένος τὸ ἡµέτερον. Πεντακισχίλια ἔτη καὶ πλείω παρῆλθε, καὶ ὁ θάνατος οὐδέπω λέλυται διὰ µίαν ἁµαρτίαν. Καὶ οὐδὲ ἔχοµεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰµ, οὐδὲ ὅτι ἐπὶ ἁµαρτήµασιν ἑτέρους κολαζοµένους εἶδε, καὶ φοβηθῆναι ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ παραδείγµατι σωφρονισθῆναι· πρῶτος γὰρ ἦν τότε καὶ µόνος, ἀλλ' ὅµως ἐτιµωρεῖτο. Σὺ δὲ οὐδὲν ἂν ἔχοις τούτων προβαλέσθαι, ὁ µετὰ τοσαῦτα παραδείγµατα γενόµενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύµατος, καὶ οὐ µίαν οὐδὲδύο καὶ τρεῖς, ἀλλὰ µυρίας ἐφελκόµενος ἁµαρτίας. Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁµαρτήµατα γίνεται, τοῦτο σκόπει, καὶ διὰ τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόµιζε. Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις ὑπὲρ µιᾶς κλοπῆς καὶ µιᾶς µοιχείας ἐν µικρᾷ ῥοπῇ γινοµένης ἐν δεσµωτηρίοις καὶ µετάλλοις ὁλόκληρον αὐτῶντὸν βίον ἀνάλωσαν, λιµῷ διηνεκεῖ καὶ µυρίοις παλαίοντες θανάτοις; καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁµάρτηµα γέγονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁµαρτίᾳ καὶ τὸνχρόνον ἔχειν. βʹ. Ἀλλ' ἄνθρωποι, φησὶν, εἰσὶν, οἱ ταῦτα ποιοῦντες, ὁ δὲ Θεὸς φιλάνθρωπός ἐστι. Πρῶτον µὲν οὖν οὐδὲ ἄνθρωποι ὠµότητι ταῦτα πράττουσιν, ἀλλὰ φιλανθρωπίᾳ· καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Ὅταν οὖν εἴπῃς φιλάνθρωπον τὸν Θεὸν, τότε µείζονά µοι λέγεις τῆς κολάσεως τὴν ἀφορµὴν, ὅτι εἰς τοιοῦτον ἁµαρτάνοµεν.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Φοβερὸν τὸ ἐµπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἀνάσχεσθε, παρακαλῶ, τῆς πυρᾶς τῶν ῥηµάτων· ἴσως γὰρ, ἴσως ἔσται τις ὑµῖν ἐντεῦθεν παραµυθία. Τίς ἀνθρώπων δύναται κολάσαι οὕτως, ὡς ἐκόλασεν ὁ Θεὸς, κατακλυσµὸν ποιήσας καὶ πανωλεθρίαν τοσούτου γένους, καὶ µετὰ µικρὸν πάλιν πῦρἄνωθεν βρέξας, καὶ πάντας ἄρδην ἀφανίσας; ποία ἀνθρώπων τιµωρία δύναται εἶναι τοιαύτη; Οὐχ ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖσαν; Τετρακισχίλια ἔτη παρῆλθε, καὶ ἡ τιµωρία µένει τῶν Σοδοµιτῶν ἀκµάζουσα. Ὥσπερ γὰρ ἡ φιλανθρωπία αὐτοῦ µεγάλη, οὕτω καὶ ἡ κόλασις. Καὶ γὰρ εἰ µὲν φορτικά τινα ἐπέταξε καὶ ἀδύνατα, ἴσως ἄν τις εἶχε τὴν δυσκολίαν προβαλέσθαι τῶν νόµων· εἰ δὲ σφόδρα ῥᾷστα, τί ἂν ἔχοιµεν εἰπεῖν µηδὲ τούτων ποιούµενοι λόγον; Νηστεῦσαι οὐ δύνασαι, οὐδὲ παρθενίαν ἀσκῆσαι; Καίτοι γε δύνασαι, ἐὰν θέλῃς, καὶ κατηγοροῦσιν ἡµῶν οἱ δυνηθέντες· ἀλλ' ὅµως οὐκ ἐχρήσατο ταύτῃ πρὸς ἡµᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνοµοθέτησεν, ἀλλ' ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώµῃτῶν ἀκουόντων· σωφρονεῖν δὲ ἐν γάµῳ δύνασαι, καὶ µὴ µεθύειν δύνασαι. Χρήµατα κενῶσαι οὐ δύνασαι πάντα; Καίτοι γε δύνασαι, καὶ δηλοῦσιν οἱ ἐργασάµενοι· ἀλλ' ὅµως οὐδὲ τοῦτο ἐπέταξεν, ἀλλὰ µὴ ἁρπάζειν ἐκέλευσε, καὶ ἐκ τῶν ὄντων τοῖς δεοµένοις ἐπικουρεῖν. Εἰ δὲ λέγοι τις, ὅτι Οὐδὲ τῇ γυναικὶ µόνον ἀρκεσθῆναι δύναµαι, ἀπατᾷ ἑαυτὸν καὶ παραλογίζεται· καὶ κατηγοροῦσιν οἱ χωρὶς γυναικὸς σωφρονοῦντες. Τί δὲ, εἰπέ µοι, µὴ λοιδορεῖσθαι οὐ δύνασαι; µὴ καταρᾶσθαι οὐ δύνασαι; Καὶ µὴν τὸ ταῦτα ποιεῖν φορτικὸν, οὐ τὸ µὴ ποιεῖν. Ποίαν οὖν ἔχοµεν ἀπολογίαν, τὰ οὕτω κοῦφα καὶ εὔκολα µὴ φυλάττοντες; Οὐκ ἔστιν εἰπεῖν οὐδεµίαν. Ὅτι µὲν οὖν ἀθάνατος ἡ κόλασις, ἐκ τῶν εἰρηµένων ἁπάντων δῆλον· ἐπειδὴ δὲ δοκεῖ τισι τὸ τοῦ Παύλου ῥῆµα ἀντιπίπτειν, φέρε καὶ αὐτὸ καταµάθωµεν ἀγαγόντες εἰς µέσον. Εἰπὼν γὰρ, Εἴ τινος τὸ ἔργον µένει, ὃ ἐπῳκοδόµησε, µισθὸν λήψεται· καὶεἴ τινος τὸ ἔργον κατακαήσεται, ζηµιωθήσεται, ἐπήγαγεν· Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Τί οὖν ἂν εἴποιµεν πρὸς τοῦτο· Σκοπήσωµεν πρότερον τίς ἐστιν ὁ θεµέλιος, καὶ τίς ὁ χρυσὸς, καὶ τίνες οἱ λίθοι οἱ τίµιοι, καὶ τίς ὁ χόρτος, καὶ τίς ἡ καλάµη. Τὸν µὲν οὖν θεµέλιον φανερῶς αὐτὸς ἐδήλωσεν ὄντα τὸν Χριστὸν εἰπών· Θεµέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείµενον, φησὶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ἡ δὲ οἰκοδοµὴ πράξεις ἐµοὶ δοκοῦσιν εἶναι. Καίτοι γέ τινές φασιν, ὅτι καὶ αὐτὸ τοῦτο περὶ διδασκάλων εἴρηται καὶ µαθητῶν, καὶ περὶ αἱρέσεων διεφθαρµένων· ἀλλ' ὁ λόγος οὐ παραδέχεται. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ µὲν ἔργον ἀπόλλυται, ὁ δὲ οἰκοδοµῶν σωθήσεται κἂν διὰ πυρός; τὸν γὰρ αἴτιον µᾶλλον ἀπόλλυσθαι ἐχρῆν; νυνὶ δὲ εὑρεθήσεται πλείονα δίκην διδοὺς ὁ οἰκοδοµηθείς. Εἰ µὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην· πῶς οὖν σωθήσεται; εἰ δ' οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ µαθηταὶ τοιοῦτοι γεγόνασιν, οὐδ' ὅλως ἄξιος δοῦναι δίκην, ἀλλ' οὐδὲ ζηµίαν ὑποστῆναι ὁκαλῶς οἰκοδοµήσας. Πῶς οὖν φησι, Ζηµιωθήσεται; Ὅθεν δῆλον ὅτι περὶ πράξεων ὁ λόγος. Ἐπειδὴ γὰρ µέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι, ἄνωθεν καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίµια. Οἶδε γὰρ, περὶ ἑτέρου διαλεγόµενος, ἐν αὐτῇ τῇ περὶ ἑτέρου διαλέξει προκατασκευάζειν ἕτερον, ἐφ' ὃ µέλλει ἰέναι. Καὶ γὰρ ἐπιτιµῶν περὶ τοῦ µὴ ἀναµένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν µυστηρίων κατεσκεύασε λόγον. Ὅτι δὲ καὶ νῦν πρὸς τὸν πεπορνευκότα ἐπείγεται, περὶ τοῦ θεµελίου εἰπὼν, ἐπήγαγεν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦµα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑµῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ταῦτα δὲ ἔλεγεν ἤδη διασαλεύων τῷ φόβῳ τὴν ψυχὴν τοῦ πεπορνευκότος. Εἴ τις ἐποικοδοµεῖ ἐπὶ τὸν θεµέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιµίους, ξύλα, χόρτον, καλάµην. Μετὰ γὰρ τὴν πίστιν οἰκοδοµῆς χρεία· διὸ καὶ ἀλλαχοῦ φησιν· Οἰκοδοµεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Καὶ γὰρ καὶ ὁ τεχνίτης καὶ ὁ µαθητὴς συνεισφέρουσιν ἐν τῇ οἰκοδοµῇ· διὸ λέγει· Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδοµεῖ. γʹ. Εἰ δὲ περὶ πίστεως ταῦτα εἴρητο, λόγον οὐκ ἔχει τὸ λεγόµενον. Ἐν γὰρ τῇ πίστει ἴσους πάντας εἶναι χρὴ, ἐπειδὴ µία πίστις· ἐν δὲ ἀρετῇ βίου οὐκ ἔνι πάντας εἶναι τοὺς αὐτούς. Πίστις µὲν γὰρ οὐκ ἔστιν ἡ µὲν ἐλάττων, ἡ δὲ βελτίων, ἀλλ' ἡ αὐτὴ πάντων τῶν ἀληθῶς πιστευόντων· ἐπὶ δὲ βίου ἔστι τοὺς µὲν σπουδαιοτέρους εἶναι, τοὺς δὲ ῥᾳθυµοτέρους· καὶ τοὺς µὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς µὲν τὰ µείζω, τοὺς δὲ τὰ ἐλάττω κατωρθωκέναι· καὶ τοὺς µὲν χαλεπώτερα, τοὺς δὲ καταδεέστερα πεπληµµεληκέναι.∆ ιὰ τοῦτο εἶπε χρυσὸν, ἄργυρον, λίθους τιµίους, ξύλα, χόρτον, καλάµην. Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Τὴν πρᾶξιν ἐνταῦθά φησιν. Εἴ τινος τὸ ἔργον µενεῖ, ὃ ἐπῳκοδόµησε, µισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζηµιωθήσεται. Καίτοι γε εἰ περὶ µαθητῶν καὶ διδασκάλων τὸ λεγόµενον ἦν, οὔτε ζηµιοῦσθαι ἐχρῆν, εἰ µὴ ἤκουσαν οἱ µαθηταί,∆ ιὰ γὰρ τοῦτό φησιν· Ἕκα στος τὸν ἴδιον µισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὸν κόπον. Τί γὰρ, εἰ µὴ προσεῖχον οἱ ἀκούοντες; Ὅθεν δῆλον καὶ ἐντεῦθεν, ὅτι περὶ ἔργων τὸ λεγόµενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἴ τις κακὸν βίον ἔχει µετὰ πίστεως ὀρθῆς, οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ µὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιοµένου. Τὸ δὲ, Κατακαήσεται, τοῦτ' ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύµην. Ἀλλ' ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθοι ποταµὸν πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ µόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. Οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόµενος καὶ διακαιοµένων, τοῦτο λέγει, ἀλλὰ τὸν φόβον µᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυµνὸν ἀσφαλείας τὸνἐν κακίᾳ ὄντα.∆ ιὸ καὶ ἔλεγε· Ζηµιωθήσεται. Ἰδοὺ µία κόλασις. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ἰδοὺ καὶ δευτέρα. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα, εἰς τὸ µηδὲν χωρῶν· ἀλλὰ µενεῖ ἐν τῷ πυρί. Σωτηρίαν γοῦν τὸ πρᾶγµα καλεῖ, φησί. Οὐχ ἁπλῶς· διὰ τοῦτο προσέθηκεν· Ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡµῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν µὴ κατακαιοµένων καὶ τεφρουµένων εὐθέως ὑλῶν. Μὴ οὖν, ἐπειδὴ πῦρ ἤκουσας, νοµίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιοµένους. Εἰ δὲ σωτηρίαν καὶ τὴν τοιαύτην τιµωρίαν καλεῖ, µὴ θαυµάσῃς· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεµφάτων καλοῖς ὀνόµασι κεχρῆσθαι, καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις. Οἷον, τὸ τῆς αἰχµαλωσίας ὄνοµα, πονηροῦ πράγµατος δοκεῖ εἶναι ὄνοµα· ἀλλ' ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων· Αἰχµαλωτίζοντες πᾶν νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ ἐπὶ κακῷ πάλιν εὐφήµῳ κέχρηται ὀνόµατι, λέγων· Ἐβασίλευσεν ἡ ἁµαρτία· καίτοι γε τὸ τῆς βασιλείας ὄνοµα εὔφηµόν ἐστι µᾶλλον. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιµωρίας ᾐνίξατο, ὡσανεὶ ἔλεγεν· Αὐτὸς δὲ µενεῖ διηνεκῶς κολαζόµενος. Εἶτα καὶ ἐπιφέρει λέγων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε; Ἐπειδὴ γὰρ περὶ τῶν διατεµνόντων τὴν Ἐκκλησίαν ἐν τοῖς ἔµπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς µὲν οὐδέπω, ἀορίστωςδὲ, αἰνιττόµενος τὸν διεφθαρµένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁµάρτηµα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Εἶτα καὶ τοὺς ἄλλους ἐντρέπει ἀπὸ τῶν αὐτῶν τούτων τῶν ἤδη ὑπαρξάντων. Ἢ γὰρ ἀπὸ τῶν µελλόντων, ἢ ἀπὸ τῶν ἤδη γεγενηµένων, ἢ λυπηρῶν, ἢ χρηστῶν, ἀεὶ τοῦτο ποιεῖ· ἀπὸ µὲν τῶν µελλόντων· Ἡ γὰρ ἡµέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ἀπὸ δὲ τῶν ἤδη γεγενηµένων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦµα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑµῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁρᾷς τὴν καταφορὰν τοῦ λόγου; Ἀλλ' ἕως τὸ πρόσωπον ἄδηλόν ἐστιν, οὐχ οὕτως ἐπαχθὲς τὸ λεγόµενον, πάντων διανεµοµένων τὸν τῆς ἐπιτιµήσεως φόβον. Φθερεῖ τοῦτον ὁ Θεός· τουτέστιν, ἀπολεῖ. Τοῦτο δὲ οὐχὶ καταρωµένου ἐστὶν, ἀλλὰ προφητεύοντος. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν. Ὁ δὲ πεπορνευµένος βέβηλος. Εἶτα, ἵνα µὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει· Οἵτινές ἐστε ὑµεῖς. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Καὶ τοῦτο πρὸς ἐκεῖνον, ὡς νοµίζοντά τι εἶναι, καὶ ἀπὸ τῆς σοφίας αὐχοῦντα. Καὶ ἵνα µὴ δόξῃ παρέργως µέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐµβαλὼν αὐ τὸν εἰς ἀγωνίαν καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν ἐπὶ τὸκοινὸν ἔγκληµα τὸν λόγον ἄγει, λέγων· Εἴ τις δοκεῖ φρόνιµος εἶναι ἐν ὑµῖν ἐν τῷ αἰῶνι τούτῳ, µωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ποιεῖ δὲ αὐτὸ λοιπὸν µετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισάµενος αὐτοὺς ἱκανῶς. Κἂν γὰρ πλούσιος ᾖ τις, κἂν εὐγενὴς, τῶν εὐτελῶν ἐστιν εὐτελέστερος, ὅταν ὑπὸ τῆς ἁµαρτίας ἁλῶ. Ὥσπερ γὰρ κἂν βασιλεὺς ᾖ τις, δοῦλος δὲ γένηται βαρβάρων, πάντων ἐστὶν ἀθλιώτερος· οὕτω καὶ ἐπὶ τῆς ἁµαρτίας. Βάρβαρος γάρ ἐστιν ἡ ἁµαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ' ἐπὶ λύµῃ τῶν ἐπιδεχοµένων αὐτὴν τυραννοῦσα. δʹ. Οὐδὲν γὰρ οὕτως ἀλόγιστον, ὡς ἁµαρτία, οὐδὲν οὕτως ἀνόητον καὶ µωρὸν καὶ ῥαγδαῖον· πάντα ἀνατρέπει καὶ συγχεῖ καὶ ἀπόλλυσι ἔνθα ἂν εἰσπηδήσῃ· ἀηδὴς ἰδεῖν, φορτικὴ καὶ ἐπαχθής. Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε ζωγράφος, οὐκ ἄν µοι δοκεῖ ἁµαρτεῖν οὕτως αὐτὴν ἀναπλάττων, γυναῖκά τινα θηριόµορφον, βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, µέλαιναν, οἵας οἱ τῶν ἔξωθεν ποιηταὶ τὰς Σκύλλας ὑπογράφουσι. Μυρίαις γὰρ χερσὶν ἐπιλαµβάνεται τῶν ἡµετέρων λογισµῶν, καὶ ἀδοκήτως ἐπεισέρχεται, καὶ πάντα διασπαράττει, καθάπερ οἱ κύνες οἱ λάθρα δάκνοντες. Μᾶλλον δὲ τί δεῖ ζωγραφίας ἡµῖν, δέον τοὺς κατ' αὐτὴν πεποιηµένους εἰς µέσον ἀγαγεῖν; Τίνα οὖν βούλεσθε πρότερον ὑπογράψωµεν; τὸν πλεονέκτην καὶ ἅρπαγα; Καὶ τί τῶν ὀφθαλµῶν ἐκείνων ἀναισχυντότερον; τί ἀναιδέστερον καὶ κυνικώτερον; οὐ γὰρ οὕτω κύων ἕστηκεν ἀναιδευόµενος, ὡς οὗτος, ὅταν τὰ πάντων ἁρπάζῃ. Τί τῶν χειρῶν µιαρώτερον ἐκείνων; τί τοῦ στόµατος ἰταµώτερον τοῦ πάντα καταπίνοντος, καὶ οὐ κορεννυµένου; Μὴ γὰρ εἰς τὸ πρόσωπον καὶ τοὺς ὀφθαλµοὺς ἴδῃς, ὅτι ἀνθρώπου· οὐ γὰρ τὰ τοιαῦτα βλέπουσιν οἱ ἀνθρώπινοι ὀφθαλµοί. Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐ βλέπει τὸν οὐρανὸν οὐρανὸν, οὐδὲ ἀνανεύει πρὸς τὸν∆ εσπότην, ἀλλὰ πάντα χρήµατα εἶναι νοµίζει. Οἱ ἀνθρώπων ὀφθαλµοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονηµένους, καὶ ἐπικλᾶσθαι· οὗτοι δὲ τοῦ ἅρπαγος ὁρῶσι πένητας, καὶ ἐκθηριοῦνται· οἱ ἀνθρώπων ὀφθαλµοὶ οὐχ ὡς ἴδια τὰ ἀλλότρια βλέπουσιν, ἀλλὰ καὶ τὰ ἴδια ὡς ἀλλότρια, καὶ οὐκ ἐφίενται τῶν ἑτέροις δεδοµένων, ἀλλὰ καὶ εἰςἑτέρους κενοῦσι τὰ ἑαυτῶν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ µὴ τὰ πάντων λάβοιεν· οὐ γὰρ ἀνθρώπινον, ἀλλὰ θηριῶδες ἔχουσιν ὄµµα. Οἱ ἀνθρώπων ὀφθαλµοὶ γυµνὸν ἰδεῖν τὸ σῶµα τὸ ἑαυτῶν οὐκ ἀνέχονται· αὐτῶν γάρ ἐστι, κἂν ἑτέρων ᾖ κατὰ πρόσωπον· οὗτοι δὲ εἰ µὴ πάντα γυµνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθωνται, οὐδέποτε κόρον λαµβάνουσι, µᾶλλον δὲ οὐδέποτε ἐµπιπλῶνται.∆ ιόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη µόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκτοι µὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον, τῆς τοιαύτης τροφῆς ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡµῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶµεν, οὐχ ἵνα ἐπιβουλεύωµεν. Εἰ δὲ µέλλοιµεν αὐταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆναι, καὶ χωρὶς τούτων εἶναι. Σὺ δὲ ἂν µὲν πρόβατον σπαράττῃ θηρίον, ἀλγεῖς· εἰς αὐτὸν δὲ τὸν ὁµόφυλον τοῦτο ἐργαζόµενος, οὐ νοµίζεις τι ποιεῖν δεινόν; καὶ πῶς ἂν εἴης ἄνθρωπος; Οὐχ ὁρᾷς ὅτι ἀνθρώπι νον πρᾶγµα καλοῦµεν, τὸ ἐλέου γέµον καὶ φιλανθρωπίας; ὅταν δὲ ὠµόν τι καὶ ἀπηνὲς ἐργάσηται, ἀπάνθρωπον τὸν τοιοῦτον ὀνοµάζοµεν. Οὐκοῦν τὸν χαρακτῆρα τοῦ ἀνθρώπου ἀπὸ τοῦ ἐλεεῖν, τοῦ δὲ θηρίου ἀπὸ τοῦ ἐναντίου ὑπογράφοµεν, λέγοντες ἀεί· Μὴ γὰρ ἄνθρωπος; θηρίον ἢ κύων. Οἱ γὰρ ἄνθρωποι πενίαν διορθοῦσιν, οὐκ αὔξουσι. Τούτων καὶ τὰ στόµατα θηρίων ἐστὶ στόµατα, µᾶλλον δὲ καὶ ταῦτα ἐκείνων ἀγριώτερα· καὶ γὰρ ῥήµατα φθέγγονται µᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόµενα. Καὶ εἰ πάντα τις ἐπέλθοι, τότε ὄψεται καλῶς, πῶς θηρία ἀπὸ ἀνθρώπων τοὺς χρωµένους ἡ ἀπανθρωπία ποιεῖ. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκέτι θηρία µόνον, ἀλλὰ καὶ δαίµονας αὐτοὺς προσερεῖ. Καὶ γὰρ πολλῆς γέµουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁµόδουλον ἔχθρας· καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συµπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταµότης, καὶ ὑπεροψίατῶν µελλόντων ἁπάντων· καὶ µῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήµατα τὰ περὶ κολάσεως, καὶ γέλως ἡ ἀπειλή. Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια. Ὅταν οὖν ἔνδοθεν µὲν δαίµονες ὦσιν, ἔξωθεν δὲ θηρία, καὶ θηρίων χείρους, ποῦ θήσοµεν τοὺς τοιούτους, εἰπέ µοι; Ὅτι γὰρ καὶ θηρίων χείρους, δῆλον ἐκεῖθεν· Τὰ θηρία τῇ φύσει τοιαῦτά ἐστιν· οὗτοι δὲ κατὰ φύσιν τὸ ἥµερον ἔχοντες, παρὰ φύσιν εἰς τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται. Καὶ οἱ δαίµονες δὲ τοὺς ἐπιβουλεύοντας ἀνθρώπους συµπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ µὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ' ἡµῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζοµένων κρατεῖν ἐπιχειροῦσι. Πάλιν ὁ δαίµων ἀνθρώπῳ πολεµεῖ, οὐ δαίµοσι τοῖς ὁµοφύλοις· οὗτος δὲ τὸ συγγενὲς καὶ οἰκεῖον παντὶ τρόπῳ κακοῦν ἐπείγεται, καὶ οὐδὲ τὴν φύσιν αἰδεῖται. Οἶδα ὅτι πολλοὶ πρὸς ἡµᾶς ὑπὲρ τούτων ἀπεχθάνονται τῶν ῥηµάτων· ἐγὼ δὲ οὐκ ἀπεχθάνοµαι πρὸς αὐτοὺς, ἀλλ' ἐλεῶ καὶ δακρύω τοὺς οὕτω διακειµένους· κἂν πλῆξαι θέλωσιν, ἡδέως ἂν ἀνασχοίµην, εἰ ἀπέχοιντο τῆς θηριωδίας ταύτης. Οὐδὲ γὰρ ἐγὼ µόνος, ἀλλὰ καὶ ὁ προφήτης µεθ' ἡµῶν τοὺς τοιούτους ἐκβάλλει τῆς τῶν ἀνθρώπων συγγενείας, λέγων, ὅτι Ἄνθρωπος ἐν τιµῇ ὢν οὐσυνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Γενώµεθα τοίνυν ἄνθρωποί ποτε, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψωµεν, καὶ τὸ κατ' εἰκόνα ἀπολάβωµεν, καὶ ἑαυτοὺς ἀνακτησώµεθα, ἵνα καὶ τῶνµελλόντων ἀγαθῶν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.