John Chrysostom PG 47-64
In epistulam i ad Timotheum
Timo 13.4.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
13.4.1
Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάντοθεν; Ἀλλ' ἐσθίει καὶ πίνει; Ἀλλ' οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς τοίνυν τῆς ψυχῆς κειμένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περιβεβλημένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶμα περικείμενον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ. Ὅταν γὰρ ἀεὶ περὶ μαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ μηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωμεν. Οἱ ἔξωθέν φασι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἡμεῖς δὲ μὴ ἀπ' ἐκείνων τὸν ὅρον θώμεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐτῆς· Ἦν ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦτο ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότερον τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπαταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ μηδὲν τούτων φροντίζων; οὐ γὰρ ἔνι σπατάλην ὁμοῦ καὶ νῆψιν συνελθεῖν· ταῦτα ἀλλήλων ἐστὶν ἀναιρετικά. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Οἶδε καὶ ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν· Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι γε καὶ ψυχὴν εἶχον, ἀλλὰ ἐπειδὴ νεκρὰν αὐτὴν περιέφερον, σάρκας αὐτοὺς εἶπεν. Ὥσπερ γὰρ περὶ τῶν ἐναρέτων, κἂν ἔχωσι σῶμα, ὅμως φαμὲν, Ὅλος ψυχή ἐστιν, ὅλος πνεῦμά, ἐστιν, οὕτω καὶ περὶ τῶν οὐ τοιούτων τὰ ἐναντία. Οὕτω καὶ Παῦλος ἔλεγεν· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἐπειδὴ μὴ τὰ τῆς σαρκὸς ἐπετέλουν. Οὕτως οἱ σπαταλῶντες οὐκ εἰσὶν ἐν ψυχῇ, οὐδὲ ἐν πνεύματι. Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, φησίν. Ἀκούσατε αἱ πάντα τὸν χρόνον ἐν κώμοις διατρίβουσαι καὶ μέθαις, αἱ τοὺς μὲν πένητας περιορῶσαι ὑπὸ λιμοῦ τηκομένους καὶ ἀποθνήσκοντας, διηνεκῶς δὲ ὑμεῖς ὑπὸ τῆς τρυφῆς ἀποθνήκουσαι. Δύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβομένων, καὶ τὸν ὑμῶν αὐτῶν, ἀμφοτέρους ἐξ ἀμετρίας. Εἰ δὲ ἐκεράσατε τὴν ὑμετέραν πλησμονὴν ἐκείνῃ τῇ ἐνδείᾳ, δύο ζωὰς ἂν εἰργάζεσθε. Τί διασπᾷς τὴν γαστέρα τὴν σὴν τῇ πλησμονῇ; τί κατατήκεις τὴν τοῦ πένητος ἐν ἐνδείᾳ; Ταύτην πλέον τοῦ μέτρου καταπιαίνεις· ἐκείνην ὑπὲρ τὸ μέτρον ξηραίνεις. Ἐννόησον τίνα ἐστὶ τὰ ἀπὸ τῶν σιτίων, ποῦ μεταβάλλεται, καὶ τί γίνεται. Ἆρα οὐ δυσχεραίνεις καὶ πρὸς τὴν ἀκοήν; τί τοίνυν, ὥστε πλείονα ἐκεῖνα ἀποθέσθαι, σπουδάζεις; Οὐδὲν ἄλλο ἐστὶ τὸ πλέον τῆς τρυφῆς. ἢ κόπρου πλεονασμός. Ἔχει γὰρ ἡ φύσις μέτρα, καὶ τὸ πλέον ἐκείνων οὐκέτι γίνεται τροφὴ, ἀλλὰ λύμη καὶ κόπρος πλείων. Θρέψον τὸ σῶμα, μὴ ἀποκτείνῃς. Διὰ τοῦτο τροφὴ κέκληται, οὐχ ἵνα ἀπολλύωμεν αὐτὸ, ἀλλ' ἵνα τρέφωμεν· διὰ τοῦτο οἶμαι καὶ τὴν τροφὴν εἰς τοῦτο ἐκκρίνεσθαι, ἵνα μὴ τῆς τρυφῆς ὦμεν ἐρασταί· ὡς εἰ μὴ τοῦτο ἦν, μηδὲ εἰς ἄχρηστον ἦγε, μηδὲ ἐλυμαίνετο τῷ σώματι, οὐκ ἂν ἐπαυσάμεθα ἀλλήλους καταπίνοντες. Εἰ γὰρ ὅσον ἐβουλόμεθα δεχομένη ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώματι παρέπεμπε, μυρίους ἂν εἶδες πολέμους καὶ μάχας. Εἰ γὰρ καὶ νῦν τῶν μὲν εἰς κόπρον ἐκκρινομένων, τῶν δὲ εἰς αἷμα καὶ φλέγμα ἄχρηστον καὶ νόθον, ὅμως ἐγκείμεθα τῇ τρυφῇ, καὶ πολλάκις οὐσίας ὁλοκλήρους ἐν τραπέζῃ μιᾷ καταναλίσκομεν· εἰ μὴ τοιοῦτον ἦν τὸ τέλος τῆς τρυφῆς, τί οὐκ ἂν ἐπράξαμεν; Πλείονος δυσωδίας πληροῦμεν ἑαυτοὺς, ὅταν μᾶλλον τρυφήσωμεν, καθάπερ ἀσκοῦ τινος, τοῦ σώματος πάντοθεν διαῤῥέοντος. Ἐρεύγεταί τις τοιοῦτον, ὡς καὶ τὸν ἐγκέφαλον λυμήνασθαι τῶν ἔξωθεν· ἀτμοὶ πάντοθεν ἀπὸ τοῦ σώματος ζοφώδεις προΐενται, καθάπερ ἀπὸ καμίνου τῆς θερμότητος σαπείσης ἔνδον. Εἰ δὲ οἱ ἔξωθεν οὕτω δυσχεραίνουσι, τί οἴει παθεῖν τὸν ἐγκέφαλον ἔνδον, πληττόμενον συνεχῶς ὑπὸ τῶν ἀτμῶν; τί δὲ τοὺς ὀχετοὺς τοῦ αἵματος ζέοντος καὶ ἐμφραττομένου; τί δὲ τὰς δεξαμενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα; τί δὲ αὐτὰς τὰς ἀμάρας τῆς κόπρου; Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας μὲν τὰς ἀμάρας τῆς κόπρου προνοούμεθα, ὅπως μὴ ἐμφραγῶσι, καὶ τὴν κόπρον εἰς τὰ ἄνω πέμψωσι, καὶ πάντα ὑπὲρ τούτου πράττομεν, κοντοῖς ὠθοῦντες, μακέλλαις σύροντες· τὰς δὲ ἀμάρας τῆς ἡμετέρας γαστρὸς οὐ διακαθαίρομεν, ἀλλ' ἐμφράττομεν καὶ πιλοῦμεν· καὶ τῆς κόπρου ἀνιούσης ἄνω, ἔνθα ὁ βασιλεὺς αὐτὸς κάθηται, τὸν ἐγκέφαλον λέγω, οὐδεμίαν ποιούμεθα πρόνοιαν. Διά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες κόσμιον, οὕτω πάντα πράττομεν, ἀλλ' ὡς κύνα τινὰ ἀκάθαρτον. Διὰ τοῦτο ὁ Θεὸς πόῤῥω ἀπῴκισεν ἐκεῖνα τὰ μέλη, ὥστε μηδεμίαν ἐξ αὐτῶν δέχεσθαι λύμην. Ἀλλ' οὐκ ἐῶμεν ἡμεῖς, ἀλλὰ πάντα διαφθείρομεν τῇ ἀμετρίᾳ. Τί δ' ἄν τις εἴποι τὰ ἄλλα κακά; Ἀπόφραξον τοὺς ὀχετοὺς τῶν ἀμαρῶν, καὶ ὄψει λοιμὸν εὐθέως τικτόμενον. Εἶτα ἡ μὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐμπεφραγμένη τῷ στεγανῷ τοῦ σώματος, καὶ μὴ ἔχουσα πόθεν διαφορηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ; Καὶ τὸ δεινὸν, ὅτι πρὸς μὲν τὸν Θεὸν πολλοὶ δυσχεραίνουσι, Τί ποτε τοῦτό ἐστι; λέγοντες· κόπρον βαστάζειν ἡμᾶς ἐνομοθέτησεν· αὐτοὶ δὲ τὴν κόπρον αὔξουσι. Διὰ τοῦτο ὁ Θεὸς ἐνομοθέτησεν, ἵνα κἂν οὕτω τῆς τρυφῆς ἀπαλλάξῃ, ἵνα κἂν οὕτω πείσῃ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς. Σὺ δὲ οὐδὲ οὕτως ἀνέχῃ παύσασθαι τῆς τρυφῆς, ἀλλὰ μέχρι τοῦ φάρυγγος, μέχρι τοῦ καιροῦ τῆς τραπέζης, μᾶλλον δὲ οὐδὲ μέχρι τότε τῆς ἡδονῆς παραμενούσης, ἐπιμένεις τῇ τρυφῇ. Ἢ οὐχ ἅμα μὲν παρέδραμε τὴν γλῶτταν καὶ τὸν αὐχένα, καὶ ἔσβεσται τὰ τῆς ἡδονῆς; Ἡ γὰρ αἴσθησις ἐν τῇ γεύσει, μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλὰ πολλὴ ἡ ἀηδία, ἢ μὴ κατεργαζομένου τοῦ στομάχου, ἢ μετὰ πολλῆς τῆς δυσκολίας τοῦτο ποιοῦντος. Εἰκότως ἄρα ἔλεγεν, Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Οὐδὲν γὰρ οὐκ ἔστιν οὔτε ἀκοῦσαι, οὔτε εἰπεῖν τὴν σπαταλῶσαν ψυχήν· μαλακὴ γίνεται, ἀγεννὴς, ἄνανδρος, ἀνελευθέρα, δειλὴ, θρασύτητος, κολακείας, ἀμαθίας πλήρης, θυμοῦ, ἀκροχολίας, πάντων τῶν κακῶν μεστὴ, τῶν δὲ ἐναντίων ἀγαθῶν ἔρημος. Διὰ τοῦτό φησι· Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. Ὁρᾷς ὅτι νομοθεσίας τὸ πρᾶγμά ἐστιν; Οὐ τῇ προαιρέσει ἐπιτρέπει αὐτό· παράγγελλε, φησὶ, μὴ τρυφᾷν, ὡς ὡμολογημένου ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχωροῦν τὸν τρυφῶντα μυστηρίων μετέχειν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσι, φησίν. Ὁρᾷς ὅτι ἐν τοῖς ἁμαρτήμασι κεῖται τὸ πρᾶγμα; Τὸ γὰρ ἐν τῇ προαιρέσει ὂν, κἂν μὴ πραχθῇ, οὐδὲν κωλύει ἀνεπίληπτον εἶναι. Οὐκοῦν τῷ Παύλῳ πειθόμενοικαὶ ἡμεῖς παραγγέλλωμεν τὰς σπαταλώσας τῶν χηρῶν ἐκτὸς εἶναι τοῦ καταλόγου τῶν χηρῶν. Εἰ γὰρ στρατιώτης λουτροῖς καὶ θεάτροις προσανέχων καὶ πραγματείαις, καθάπερ τις λειποτάκτης κρίνεται, πολλῷ μᾶλλον αἱ χῆραι. Μὴ ζητῶμεν ἐνταῦθα τὴν ἄνεσιν, ἵνα ἐκεῖ αὐτὴν εὕρωμεν· μὴ σπαταλῶμεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωμεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν μυρία ἀγαθὰ ἔχουσαν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).