John Chrysostom PG 47-64
In epistulam i ad Timotheum
Timo 14.6.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
14.6.1
Εἰπὲ οὖν μοι, φησὶν, εἰ ἁγίων τις πόδας ἔνιψεν ἐν τῇ ἐκκλησίᾳ, εἰ ἔνεστι καὶ ἐνταῦθα τοιούτους εὑρεῖν. Ἔνεστι, καὶ πάνυ ἔνεστι· μόνον μὴ, ἐπειδὴ ἐκείνων τὸν βίον διηγησάμεθα, τῶν ἐν ταῖς ἐκκλησίαις καταφρονῶμεν. Πολλοὶ πολλάκις τοιοῦτοι καὶ ἐν μέσαις ταῖς ἐκκλησίαις εἰσὶν, ἀλλ' ἐν τῷ λανθάνοντι. Μὴ γὰρ ἐπειδὴ οἰκίας περινοστοῦσι, μηδὲ ἐπειδὴ εἰς ἀγορὰν ἐμβάλλουσι, μηδὲ ἐπειδὴ προΐστανται, καταφρονῶμεν αὐτῶν. Καὶ τοῦτο ὁ Θεὸς ἐπέταξε· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Πολλαὶ τῆς ἀρετῆς αἱ ὁδοὶ, ὥσπερ οὖν καὶ τῶν μαργαριτῶν πολλὴ ἡ διαφορὰ, καίτοι πάντες μαργαρῖται λέγονται, ἀλλ' ὁ μέν ἐστι λαμπρὸς καὶ στρογγύλος πάντοθεν, ἕτερος δὲ τοῦτο μὲν οὐκ ἔχει τὸ κάλλος, ἕτερον δέ. Ποῖον δὴ τοῦτο; Ὥσπερ ἀπό τινος τέχνης τὸ κοράλλιον ἐπιμήκη ἔχει τὴν γραμμὴν, καὶ τὰς γωνίας ἐκτετορευμένας, καὶ τοῦ λευκοῦ χρώματος ἕτερον ἐπιτερπέστερον, τὸ δὲ πράσινον πολὺ πάσης χλωρότητος ἐπιτερπέστερον· ἄλλος τοῦ αἵματος τὸ ἀνθηρὸν παρέχεται τῷ εὐανθεῖ, ἄλλος τῆς θαλάττης ἐστὶ κυανώτερος, ἄλλος τῆς ἁλουργίδος στιλβότερος· καὶ ἄλλα δὲ μυρία ἄν τις εὕροι τοῖς ἄνθεσιν ἁμιλλώμενα κατὰ τὸ ποικίλον, ἢ τοῖς τοῦ ἡλίου χρώμασιν ἐξισούμενα· τοιοῦτοι δὴ καὶ οἱ ἅγιοι· οἱ μὲν ἑαυτοὺς ἀσκοῦσιν, οἱ δὲ καὶ τὰς ἐκκλησίας. Καλῶς ἄρα ἔλεγεν, Εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν. Ὥστε γὰρ πάντας ἐπᾶραι πρὸς μίμησιν, διὰ τοῦτο οὕτως εἶπεν. Οὐκοῦν καὶ ἡμεῖς ἐπιδράμωμεν τῷ πράγματι, ἵνα ἔχωμεν καυχᾶσθαι ἐκεῖ, ὅτι ἐνίψαμεν πόδας ἁγίων. Εἰ δὲ πόδας αὐτῶν νίπτειν δεῖ, πολλῷ μᾶλλον καὶ ἐκ χειρὸς ἐπιδιδόναι αὐτοῖς τὰ χρήματα, καὶ σπουδάζειν λανθάνειν. Μὴ γνώτω, φησὶν, ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Τί μυρίους παραλαμβάνεις μάρτυρας; μηδὲ οἰκέτης ἰδέτω, εἰ δυνατὸν, μηδὲ γυνή. Πολλὰ τὰ σκάνδαλα τοῦ δολίου· πολλάκις ἡ μηδέποτε ἐμποδίσασα, τότε ἐμποδίζει ἢ ὑπὸ κενοδοξίας, ἢ ὑπὸ ἑτέρου τινός. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, καίτοι θαυμαστὴν ἔχων γυναῖκα, τὸν υἱὸν μέλλων ἀναφέρειν, ἔκρυπτε, καίτοι γε οὐκ εἰδὼς τὸ ἐκβησόμενον, ἀλλὰ πεπεισμένος, ὅτι πάντως ἀναιρήσει. Τί οὖν ἔμελλε λέγειν, εἴ τις ἦν ἄνθρωπος τῶν πολλῶν; οὐκ ἂν εἶπε, Τίς ἐστιν οὗτος ὁ ταῦτα διαπραττόμενος; οὐκ ἂν ἐπὶ ἀπηνείᾳ αὐτὸν διέβαλε καὶ ἀγροικίᾳ; Οὐδὲ ἰδεῖν κατηξιώθη τὸ παιδίον τὸ ἑαυτῆς ἡ γυνὴ, οὐδὲ ὑστέρας ἀκοῦσαι φωνῆς, οὐδὲ σπαῖρον θεάσασθαι, ἀλλ' ὥσπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγεν. Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν ὁ δίκαιος ἐκεῖνος, μεθύων τῷ πόθῳ. Οὐδὲν γὰρ ἄλλο ἑώρα, ἀλλὰ τὸ προσταττόμενον ὅπως ἐργάσαιτο, οὐδὲ παῖς ἦν ἐκεῖ, οὐδὲ γυνή· μᾶλλον δὲ οὐδὲ αὐτὸς ᾔδει τὸ ἐκβησόμενον· οὕτω πάντοθεν ἐσπούδαζε καθαρὸν τὸ ἱερεῖον ἀναγαγεῖν, μὴ δάκρυσιν αὐτὸ, μὴ ἀντιλογίᾳ μολῦναι. Ὅρα δὲ μεθ' ὅσης ἡμερότητος ὁ Ἰσαὰκ ἐρωτᾷ, καὶ τί φησι πρὸς αὐτόν· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ τὸ πρόβατον; Τί οὖν ὁ Πατήρ; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Λέγεται δὲ τοῦτο καὶ ὡς προφητεία, ὅτι τὸν Υἱὸν ὄψεται ἑαυτῷ Θεὸς εἰς ὁλοκάρπωσιν· καὶ ἅμα καὶ τότε ἐκβέβηκε. Τί καὶ αὐτὸν κρύπτεις, εἰπὲ, τὸν σφαγιασθησόμενον; Ναὶ, φησὶ, δέδοικα μὴ ναρκήσῃ, δέδοικα μὴ ἀνάξιος ὀφθῇ. Εἶδες πῶς μετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα ἔπραττεν; Ἄρα καλῶς εἶπεν ἡ Γραφὴ, Μὴ γνώτωἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· τουτέστι, Κἂν ὡς οἰκεῖον μέλος ἔχωμέν τινα, μὴ σπουδάζωμεν αὐτῷ δεικνύναι, πλὴν εἰ μὴ ἀνάγκη εἴη. Πολλὰ γὰρ ἀπὸ τούτου γίνεται τὰ δεινά. Εἰς κενοδοξίαν τις αἴρεται, κώλυμα γίνεται πολλάκις. Διὰ δὴ τοῦτο καὶἑαυτοὺς λανθάνωμεν, εἰ δυνατὸν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).