John Chrysostom PG 47-64
In epistulam i ad Timotheum
Timo 15.3.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
15.3.1
Τί οὖν; οὐχὶ σκανδαλίζει μᾶλλον τὸ ἐνώπιον πάντων ἐλέγχεσθαι; Πῶς; Ὅταν γὰρ τὸ ἁμάρτημα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, μᾶλλον σκανδαλίζονται. Ὥσπερ γὰρ ἀτιμωρήτων μενόντων τῶν ἁμαρτανόντων, πολλοὶ οἱ πλημμελοῦντες· οὕτω κολαζομένων, πολλοὶ οἱ κατορθοῦντές εἰσιν. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε· τὸν Φαραὼ εἰς μέσον ἀγαγὼν ἐκόλασε, καὶ τὸν Ναβουχοδονόσορ, καὶ πολλοὺς ἑτέρους καὶ κατὰ πόλιν, καὶ κατὰ ἄνθρωπον ὁρῶμεν δίκην δεδωκότας. Ἄρα βούλεται πάντας φόβον ἔχειν παρὰ τοῦ ἐπισκόπου, καὶ πᾶσιν αὐτὸν ἐφίστησιν. Ἐπειδὴ γὰρ πολλὰ ἀπὸ ὑπονοίας κρίνεται, δεῖ, φησὶν, εἶναι τοὺς μαρτυροῦντας, καὶ διελέγχοντας αὐτὸν κατὰ τὸν παλαιὸν νόμον. Ἐπὶ γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Κατὰ πρεσβυτέρου, φησὶ, κατηγορίαν μὴ παραδέχου. Οὐκ εἶπε, μὴ κατακρίνῃς, ἀλλὰ, μηδὲ δέξῃ κατηγορίαν, μηδὲ ὅλως εἰς κρίσιν καταθῇς. Τί οὖν, ἂν καὶ οἱ δύο ψεύδωνται; Τοῦτο σπανιάκις συμβαίνει· ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόμενον καὶ τοῦτο γενέσθαι δῆλον. Τὰ γὰρ ἁμαρτήματα ἀγαπητὸν καὶ δύο μάρτυρας ἔχειν, διὰ τὸ λάθρα γίνεσθαι καὶ κεκρυμμένως· ὥστε πολλῆς δοκιμασίας σημεῖον τοῦτο. Τί οὖν, ἂν μὲν ὡμολογημένα ᾖ τὰ ἁμαρτήματα, μάρτυρας δὲ μὴ ἔχῃ, ἀλλὰ πονηρὰν ὑπόνοιαν; Εἶπον ἄνω, φησὶ, Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν. Μετὰ φόβου τοίνυν ἀγαπῶμεν τὸν Θεόν· δικαίῳ μὲν γὰρ νόμος οὐ κεῖται· οἱ δὲ πολλοὶ καὶ τὴν ἀρετὴν ἀνάγκῃ μετερχόμενοι, καὶ οὐ προθέσει, μεγάλα ἀπὸ τοῦ φόβου καρποῦνται, πολλάκις τὰς ἐπιθυμίας ἐκκόπτοντες τὰς ἑαυτῶν. Διὰ τοῦτο περὶ γεέννης ἀκούωμεν, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου τούτου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προεῖπε ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μήτε ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε, ἅπερ ἀεί φημι, τῆς βασιλείας οὐχ ἧττον ἡ γέεννα τοῦ Θεοῦ τὴν κηδεμονίαν δείκνυσιν. Ἡ γέεννα γὰρ τῇ βασιλείᾳ συμπράττει, τοὺς ἀνθρώπους τῷ φόβῳ ὠθοῦσα πρὸς αὐτήν. Μὴ οὖν ἀπηνείας μηδὲ ὠμότητος εἶναι τὸ πρᾶγμα νομίσωμεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεμονίας καὶ φίλτρου τοῦ περὶ ἡμᾶς. Εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν, ὅτι Καταστραφήσεται Νινευῒ, οὐκ ἂν ἔστη Νινευΐ· εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσομεν· εἰ μὴ ἠπειλήθη πῦρ, οὐδεὶς ἂν διέφυγε τὸ πῦρ. Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται. Οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, καὶ λέγει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἐμβάλῃ εἰς θάνατον· οὐκ εἶπε ῥήματι μόνον, ἀλλὰ καὶ τὸ ἔργον δείκνυσιν, ἵνα φεύγωμεν. Ἵνα δὲ μή τις νομίσῃ ἀπειλὴν εἶναι τὸ πρᾶγμα μόνον, ἀλλὰ καὶ ὄντως εἶναι, ἀπὸ τῶν ἐνταῦθα γεγονότων δῆλον τοῦτο ἐποίησεν. Ἢ οὐ δοκεῖ σοι τῆς γεέννης εἶναι σύμβολον ὁ κατακλυσμὸς, ὁ τῆς παντελοῦς πανωλεθρίας τοῦ ὑετοῦ τοῦ πυρός; Ὥσπερ γὰρ, φησὶν, ἐν ταῖς ἡμέραις Νῶε ἦσαν γαμοῦντες καὶ ἐκγαμίζοντες, οὕτω καὶ νῦν. Προεῖπε πρὸ πλείονος χρόνου τότε, καὶ νῦν προλέγει πρὸ ἐτῶν τετρακοσίων, ἢ καὶ πλειόνων, ἀλλ' οὐδεὶς ὁ προσέχων· πάντες μύθους τὸ πρᾶγμα εἶναι νομίζουσι, πάντες γέλωτα, οὐδένα φόβος ἔχει, οὐδεὶς δακρύει, οὐδεὶς πατάσσει τὸ στῆθος. Ὁ ποταμὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίεται, καὶ ἡμεῖς γελῶμεν καὶ τρυφῶμεν καὶ ἁμαρτάνομεν ἀδεῶς. Οὐδεὶς εἰς νοῦν τὴν ἡμέραν ἐκείνην λαμβάνει ποτὲ, οὐδεὶς ἐννοεῖ, ὅ τι παρέρχεται τὰ παρόντα, ὅτι πρόσκαιρα ταῦτα, καίτοι τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων, καὶ φωνὴν ἀφιέντων. Οἱ ἄωροι θάνατοι, αἱ τῶν πραγμάτων μεταβολαὶ, καὶ ζώντων ἡμῶν γινόμεναι, οὐ παιδεύουσιν ἡμᾶς, αἱἀῤῥωστίαι καὶ τὰ λοιπὰ νοσήματα. Οὐκ ἐν τοῖς ἡμετέροις δὲ σώμασι τὰς μεταβολὰς μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς στοιχείοις ἴδοι τις ἄν· καὶ ἐν ταῖς ἡλικίαις δὲ καθ' ἑκάστην ἡμέραν τὸν θάνατον μελετῶμεν, καὶ ἐν πᾶσι τὸ ἄστατον πανταχοῦ διὰ τῶν πραγμάτων χαρακτηρίζεται. Οὐδέποτε χειμὼν ἔμεινεν, οὐδέποτε θέρος, οὐδὲ ἔαρ, οὐδὲ μετόπωρον, ἀλλὰ πάντα τρέχει καὶ ἀφίπταται καὶ ῥεῖ. Ἀλλὰ τί βούλει εἴπω τὰ ἄνθη, τὰ ἀξιώματα, τοὺς βασιλεῖς τοὺς νῦν ὄντας, καὶ αὔριον οὐκ ὄντας; ἀλλὰ τοὺς πλουτοῦντας; ἀλλὰ τὰ οἰκοδομήματα τὰ λαμπρά; ἀλλὰ νύκτα καὶ ἡμέραν; ἀλλὰ τὸν ἥλιον; ἀλλὰ τὴν σελήνην; οὐ φθίνει καὶ αὐτή; καὶ αὐτὸς δὲ ὁ ἥλιος οὐκ ἐκλείπει πολλάκις, οὐ σκοτίζεται, οὐ νέφος αὐτὸν κρύπτει; Μή τι τῶν ὁρωμένων παραμένει διαπαντός; Οὐδὲν, ἀλλ' ἡ ψυχὴ μόνη τῶν ἐν ἡμῖν, καὶ ταύτης ἀμελοῦμεν. Τῶν μὲν ἀλλοιουμένων, ὡς μενόντων πολλὴν ποιούμεθα πρόνοιαν· τῆς δὲ μενούσης, ἀεὶ ὡς παρερχομένης οὐδένα ἔχοντες λόγον. Ὁ δεῖνα μεγάλα δύναται; Ἀλλ' ἕως αὔριον, μετὰ δὲ ταῦτα ἀπολεῖται· καὶ δῆλον ἐκ τῶν μείζονα δυνηθέντων, καὶ νῦν οὐδαμοῦ φαινομένων. Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος φανείσης πάντα ἀφίπταται· οὕτω καὶ νῦν τῆς συντελείας γενομένης, καὶ τῆς κοινῆς καὶ τῆς ἑνὸς ἑκάστου, πάντα λύεται καὶ ἀφανίζεται. Καὶ ξύλον μὲν, ὃ ἐφύτευσας, μένει, καὶ ἡ οἰκία, ἣν οἰκοδομεῖς, καὶ αὐτὴ μένει· ὁ δὲ τεχνίτης καὶ ὁ γεωργὸς ἀπάγονται καὶ διαφθείρονται. Καὶ τούτων γινομένων, οὐδὲ οὕτως ἐντρεπόμεθα, ἀλλ' ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζομεν, τρυφῶντες καὶ σπαταλῶντες.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).