John Chrysostom PG 47-64
In epistulam i ad Timotheum
Timo 18.2.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
18.2.1
Καλῶς οὕτως εἶπεν. Ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν. Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγελλόμενοι, φησὶ, περὶ τὴν πίστιν ἠστόχησαν. Ὁρᾷς πῶς πάλιν κελεύει μηδὲ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους; Ἐκτρεπόμενος, φησὶ, τὰς ἀντιθέσεις. Ἄρα εἰσὶν ἀντιθέσεις, πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή. Διὰ τί; Ὅτι τῆς πίστεως ἐκβάλλουσιν, ὅτι οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως οὐδὲ πεπηγέναι. Μὴ δὴ ταύτης ἐχώμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀῤῥαγοῦς. Οὔτε γὰρ ποταμοὶ, οὔτε ἄνεμοι προσπεσόντες δυνήσονταί τι λυμήνασθαι ἡμῖν· ἑστήκαμεν γὰρ ἐπὶ τῆς πέτρας ἀπαρασάλευτοι. Οὕτω καὶ ἐπὶ τοῦ βίου τούτου, ἂν ἐκεῖνον ἑλώμεθα τὸν ὄντως θεμέλιον, ἑστήκαμεν πάλιν οὐδὲν πάσχοντες δεινόν. Ὁ τὸν πλοῦτον αἱρούμενος ἐκεῖνον, οὐδὲν πείσεται δεινὸν, ὁ τὴν εὐδοκίμησιν, ὁ τὴν δόξαν, ὁ τὴν τιμὴν, ὁ τὴν ἡδονήν· πάντα ἐκεῖνα βέβαια, μεταβολὴ οὐδεμία· πάντα τὰ ἐνταῦθα ἀλλοιοῦται καὶ ὑπὸ τροπὴν κεῖται, πάντα μεταβάλλεται. Τί γὰρ βούλει; δόξαν; Οὐ συγκαταβήσεται, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλάκις δὲ οὐδὲ ζῶντι παραμένει. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, ἀλλὰ πάντα μένει. Ὁ ἐνταῦθα ἔνδοξος ἀπὸ τῆς ἀρχῆς, ἑτέρου τὴν ἀρχὴν διαδεξαμένου, γέγονεν εὐτελὴς, καὶ τῶν ἀρχομένων εἷς· ὁ πλούσιος, ἢ λῃστῶν ἐπιθεμένων, ἢ συκοφαντῶν καὶ ἐπιβούλων, ἄφνω γέγονε πένης. Ἀλλ' οὐ τὰ παρ' ἡμῖν οὕτως· ὁ σώφρων ἐὰν ἑαυτῷ προσέχῃ, οὐδεὶς αὐτοῦ τὴν σωφροσύνην ἀφελέσθαι δυνήσεται· τὸν ἄρχοντα ἑαυτοῦ καὶ κρατοῦντα οὐδεὶς ἰδιώτην, οὐδὲ ἀρχόμενον ἐργάσεται. Ὅτι γὰρ αὕτη μείζων ἐκείνης ἡ ἀρχὴ, ἀπὸ τῆς ἐξετάσεως μάνθανε. Τί γὰρ ὄφελος, εἰπέ μοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν; Ποία δὲ βλάβη μηδενὸς ἀνθρώπων ἄρχειν, καὶ τῆς τῶν παθῶν τυραννίδος ἀνώτερον εἶναι; Τοῦτο ἐλευθερία, τοῦτο ἀρχὴ, τοῦτο βασιλεία καὶ δυναστεία· ἐκεῖνα δουλεία, κἂν μυρία τις διαδήματα περικέηται. Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήματος ὄφελος; Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς. Ὥσπερ ἂν εἰ παρὰ βαρβάροις βασιλεύς τις γενόμενος ἐδούλευεν, εἶτα ἐκεῖνοι βουλόμενοι μείζονα δεῖξαι τὴν ἀρχὴν, μήτε τὴν ἁλουργίδα, μήτε τὸ διάδημα ἀφέλοιντο, ἀλλὰ μετ' ἐκείνων καὶ ὑδροφορεῖν, καὶ μαγειρεύειν, καὶ τὰ ἄλλα πάντα διακονεῖσθαι προστάττοιεν, ὥστε αὐτοῖς μὲν μείζονα τὴν τιμὴν, ἐκείνῳ δὲ τὴν αἰσχύνην γενέσθαι· οὕτω καὶ νῦν, παντὸς βαρβάρου βαρβαρικώτερον ταῦτα τὰ πάθη ἡμῖν προσφέρεται. Ὁ μὲν γὰρ τούτων καταφρονῶν, καὶ τῶν βαρβάρων καταγελάσεται· ὁ δὲ τούτοις ὑποκύπτων, πολλῷ δεινότερα πείσεται, ἢ παρὰ τῶν βαρβάρων. Ὁ βάρβαρος, ὅταν μεγάλα ἰσχύσῃ, τὸ σῶμα αἰκίζεται, αὗται δὲ τὴν ψυχὴν βασανίζονται καταξαίνουσαι πάντοθεν· ὁ βάρβαρος ὅταν μεγάλα ἰσχύσῃ, θανάτῳ τούτῳ παρέδωκεν, αὗται δὲ τῷ μέλλοντι. Ὥστε μόνος ἐλεύθερος ἐκεῖνος ὁ τὴν ἐλευθερίαν οἴκοθεν ἔχων, ὥσπερ καὶ δοῦλος ἐκεῖνος ὁ τοῖς ἀλόγοις πάθεσιν ὑποκύπτων. Οὐδεὶς ἐπιτάττει δεσπότης, κἂν σφόδρα ἀπηνὴς ᾖ, τοιαῦτα ὠμὰ καὶ ἀπηνῆ προστάγματα· Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ μάτην, πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, μηδεμίαν ἔχε αἰδὼ, στῆθι κατ' αὐτῶν. Τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ ἐπιτάγματα. Θῦσόν μοι, φησὶ, μὴ μόσχους, ἀλλὰ ἀνθρώπους. Καὶ ὁ μὲν προφήτης, Θύσατε, φησὶν, ἀνθρώπους· οἱ μόσχοι γὰρ ἐκλελοίπασιν· αὕτη δὲ οὐ τοῦτό φησιν, ἀλλὰ, μόσχων ὄντων, Θῦσον ἀνθρώπους, κατάθυσον τοὺς μηδὲν ἠδικηκότας· κἂν εὐηργετημένος ᾖς, ἀπόκτεινον. Πάλιν, Ἔσο πολέμιος, κοινὸς ἐχθρὸς ἁπάντων περιέρχου, καὶ τῆς φύσεως αὐτῆς, καὶ τοῦ Θεοῦ· σύναγε χρυσίον, οὐχ ἵνα ἀπολαύσῃς, ἀλλ' ἵνα φυλάξῃς, ἵνα μείζονα ἐργάσῃ τὴν βάσανον. Οὐ γὰρ ἔνι τὸν φιλάργυρον καὶ ἀπολαυστικὸν εἶναι· δέδοικε γὰρ μὴ ἐλαττωθῇ τὸ χρυσίον, μὴ πενιχροὶ γένωνται οἱ θησαυροί. Ἀγρύπνει, φησὶ, πάντας ἔχε δι' ὑποψίας, καὶ οἰκέτας καὶ φίλους· ἔσο φύλαξ τῶν ἀλλοτρίων. Ἂν ἴδῃς πένητα λιμῷ φθειρόμενον, μὴ μεταδῷς, ἀλλ', εἰ δυνατὸν, καὶ τὸ δέρμα αὐτὸν ἀπόδυσον. Ἐπιόρκει, ψεύδου, ὄμνυε, κατηγόρει, συκοφάντει, κἂν εἰς πῦρ ἐμβῆναι δέῃ, μὴ παραιτήσῃ, κἂν μυρίους ὑποστῆναι θανάτους, κἂν λιμῷ διαφθαρῆναι, κἂν προσπαλαῖσαι νόσῳ. Ἢ οὐχὶ ταῦτα νομοθετεῖ ἡ φιλαργυρία; Ἰταμὸς ἔσο καὶ ἀναίσχυντος, ἀνειδὴς καὶ θρασὺς, μιαρὸς καὶ μοχθηρὸς, ἀγνώμων, ἀναίσθητος, ἄφιλος, ἄσπονδος, ἄστοργος, πατραλοίας, θηρίον μᾶλλον ἢ ἄνθρωπος. Παρέλασον πάντα ὄφιν τῇ πικρίᾳ, πάντα λύκον τῇ ἁρπαγῇ, ὑπέρβηθι καὶ τῆς φύσεως ἐκείνης τὴν θηριωδίαν· κἂν εἰς δαίμονος ἐλθεῖν κακίαν δέῃ, μὴ παραιτήσῃ· ἀγνόησον τὸν εὐεργέτην. Οὐχὶ ταῦτα λέγει, καὶ ἀκούεται; Ὁ δὲ Θεὸς τὰ ἐναντία· Ἔσο πᾶσι φίλος, ἔσο ἐπιεικὴς, παρὰ πάντων ἀγαπώμενος, μηδενὶ πρόσκρουε εἰκῆ καὶ μάτην, τίμα τὸν πατέρα, τίμα τὴν μητέρα, δόξης ἀπόλαυε χρηστῆς, ἔσο μὴ ἄνθρωπος, ἀλλὰ ἄγγελος· μηδὲν ἀναίσχυντον εἴπῃς, μηδὲν ψευδὲς, ἀλλὰ μηδὲ ἐννοήσῃς· ἐπικούρει τοῖς δεομένοις, μὴ ἀναγκάζου πράγματα ἔχειν ἁρπάζων, μὴ ἔσο ὑβριστὴς μηδὲ θρασύς· καὶ οὐδεὶς ὁ ἀκούων. Ἆρα οὐ δικαίως ἡ γέεννα; οὐκ εἰκότως τὸ πῦρ; ὁ σκώληξ ὁ ἀτελεύτητος; Μέχρι τίνος κατὰ κρημνῶν ὠθοῦμεν ἑαυτούς; μέχρι τίνος ἐπὶ τῶν ἀκανθῶν βαδίζομεν; μέχρι τίνος ἥλοις διαπείρομεν ἑαυτοὺς, καὶ χάριν ἔχομεν; Ὠμοῖς τυράννοις ὑποκείμεθα, τὸν προσηνῆ Δεσπότην παραιτούμεθα, τὸν οὐδὲν ἐπαχθὲς λέγοντα, οὐδὲ βάρβαρον, οὐδὲ φορτικὸν, οὐδὲ ἀνόνητον, ἀλλὰ πάντα χρήσιμα καὶ ἐπικερδῆ καὶ ὠφέλειαν ἡμῖν μεγάλην παρέχοντα. Διαναστῶμέν ποτε, συστρέψωμεν ἑαυτοὺς, συγκροτήσωμεν, ἀγαπήσωμεν, ὡς δεῖ, τὸν Θεὸν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὑτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).