Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.0.1
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
1.1.1
Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, μέγα καὶ θαυμαστόν· καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος, οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ' ὡς ἐγχειρισθέντα, καὶ ἀνάγκην ἔχοντα. Καὶ γὰρ ὅταν λέγῃ κλητὸν ἑαυτὸν, καὶ ὅταν λέγῃ, Διὰ θελήματος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ μοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο ἀφωρίσθαι λέγῃ, ταῦτα πάντα ἀναίρεσις φιλοτιμίας καὶ ἀλαζονείας ἐστίν. Ὥσπερ γὰρ ὁ ἐπιπηδῶν μὴ δεδομένῃ παρὰ Θεοῦ τιμῇ, μέμψεως ἄξιος τῆς ἐσχάτης· οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν, ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας. Τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς ὁ Παῦλός φησιν, οὕτω λέγων, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ. Οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ, Κατ' ἐπιταγήν. Ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξ ἴσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. Καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; Εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ πανταχοῦ δὲ γράφων προστίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα· ὁ γὰρ Ἀπόστολος οὐδὲν ἂν ἴδιον λέγοι· καὶ εἰπὼν Ἀπόστολον, εὐθέως τοῦ ἀκροατοῦ τὴν διάνοιαν εἰς τὸν ἀποστείλαντα παραπέμπει. Διὰ τοῦτο πασῶν τῶν ἐπιστολῶν τοῦτο προτίθησιν, ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ οὕτω λέγων· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν. Καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ διαλέγεται· τί γάρ φησι; Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε· καὶ πάλιν, Καίσαρί σε δεῖ παραστῆναι. Ἀλλ' ἅπερ ἂν ὁ Υἱὸς ἐπιτάξῃ, [καὶ] ταῦτα τοῦ Πατρὸς ἐπιτάγματα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ. Ἰδοὺ γὰρ ἐξεπέμφθη, ὑπὸ τοῦ Πνεύματος, ἀφωρίσθη ὑπὸ τοῦ Πνεύματος, καί φησιν ἐπιταγὴν εἶναι Θεοῦ. Τί οὖν; μὴ ἄρα ἐλαττοῖ τοῦ Υἱοῦ τὴν ἐξουσίαν τὸ τὸν Ἀπόστολον αὐτοῦ κατ' ἐπιταγὴν τοῦ Πατρὸς πεπέμφθαι; Οὐδαμῶς· ὅρα γὰρ πῶς αὐτὴν κοινὴν ἐποίησεν. Εἰπὼν γὰρ, Κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, ἐπήγαγε, Καὶ Κυρίου Χριστοῦ Ἰησοῦ, τῆς ἐλπίδος ἡμῶν. Ὅρα πῶςκυρίως τὰ ἐπώνυμα τέθεικε. Καὶ μὴν ὁ Ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι, λέγων, Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς· καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθί φησιν, Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας. Πατάξω γὰρ, φησὶ, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ' αὐτῶν ὁ διάβολος πνεῖ, ἅτε ἐν τῇ τούτων ἀναιρέσει καὶ τοῦ ποιμνίου διασπειρομένου. Πρόβατα μὲν γὰρ ἀποκτείνας, τὸ ποίμνιον ἠλάττωσε· τὸν δὲ ποιμένα ἐκ μέσου ποιήσας, ὁλόκληρον τὴν ποίμνην ἐλυμήνατο. Ἅτε οὖν ἐν ἐλάττονι πόνῳ μείζονα ἐργαζόμενος, καὶ ἐν μιᾷ ψυχῇ τὸ πᾶν λυμαινόμενος, τούτοις ἐφίσταται μᾶλλον. Διὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστᾷ λέγων, Σωτῆρα τὸν Θεὸν ἔχομεν, καὶ ἐλπίδα τὸν Χριστόν. Πολλὰ πάσχομεν, ἀλλ' ἔχομεν ἐλπίδας μεγάλας· κινδυνεύομεν, ἐπιβουλευόμεθα, ἀλλ' ἔχομεν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Οὔτε οὖν ὁ σώζων ἀσθενεῖ· Θεὸς γάρ ἐστι, καὶ οἷοι ἐὰν ὦσιν οἱ κίνδυνοι, οὐ περιέσονται ἡμῶν· οὔτε ἡ ἐλπὶς καταισχύνεται· Χριστὸς γάρ ἐστι. Δύο γὰρ τούτοις φέρομεν τοὺς κινδύνους, ἢ ταχέως αὐτῶν ἀπαλλαττόμενοι, ἢ χρησταῖς ἐλπίσι τρεφόμενοι. Πῶς δὲ οὐδαμοῦ τοῦ Πατρὸς Ἀπόστολον ἑαυτὸν εἶναί φησιν, ἀλλὰ τοῦ Χριστοῦ; Πάντα κοινοποιεῖ, καὶ Εὐαγγέλιον δὲ αὐτὸ λέγει τοῦ Θεοῦ· Ὅσα γὰρ ἂν πάθωμεν, φησὶν, οὐδέν ἐστι τὰ ἐνταῦθα. Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει. Καὶ τοῦτο παρακλητικόν. Εἰ γὰρ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, οὐχ ἁπλῶς, ἀλλὰ γνήσιον, θαῤῥήσει καὶ περὶ τῶν μελλόντων. Πίστεως δὲ τὸ, κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴκαταπίπτειν μηδὲ θορυβεῖσθαι. Ἀλλ' ἰδοὺ καὶ τέκνον, καὶ γνήσιον τέκνον, καὶ οὐδαμοῦ τῆς αὐτῆς ἐστιν οὐσίας. Ἀλλὰ τί; ἄλογον ἦν; Ἀλλ' οὐκ ἦν ἐκ Παύλου, φησίν· ὥστε οὐ τοῦ ἔκ τινος εἶναι τοῦτο δηλωτικόν. Τί οὖν; ἑτεροούσιος ἦν; Οὐδὲ τοῦτο. Εἰπὼν γὰρ τέκνον, διὰ τοῦτο προσέθηκεν, Ἐν πίστει, ὥστε δηλῶσαι ὅτι γνήσιος ἦν καὶ ἐξ αὐτοῦ ἦν· οὐδὲν ἐνήλλακτο, κατὰ τὴν πίστιν τὸ ἐμφερὲς εἶχεν· ὃ καὶ ἐν τοῖς ἀνθρωπίνοις ἐπὶ τῆς οὐσίας ἐστὶν, ὅμοιός ἐστιν υἱὸς τῷ πατρὶ, ἀλλ' οὐχ οὕτως, ὡς ἐπὶ Θεοῦ· πλείων γὰρ ἐγγύτης ἐκεῖ. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ τῇ οὐσίᾳ ταυτόν εἰσιν, ἀλλ' ἑτέροις πολλοῖς διεστήκασι, χρώματι, σχήματι, συνέσει, χρόνῳ, προαιρέσει, τοῖς περὶ ψυχὴν, τοῖς περὶ σῶμα, τοῖς ἐκτὸς, καὶ πλείοσιν ἑτέροις διεστήκασιν ἀλλήλων, ἢ συνάπτονται πρὸς ἀλλήλους· ἐκεῖ δὲ τούτων οὐδὲν ἔστι τῶν διαφραγμάτων. Τὸ, Κατ' ἐπιταγὴν, τοῦ, Κλητὸς, ἐνεργέστερόν ἐστι, καθὼς καὶ ἀλλαχόθεν ἔστι μαθεῖν. Ὅμοιον δὲ τοῦ, Τιμοθέῳ γνησίῳ τέκνῳ, καὶ Κορινθίοις φησὶν, Ἐν Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα, τουτέστιν ἐν πίστει. Τὸ δὲ, γνήσιον, προστίθησι, τὴν ἀκριβῆ καὶ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα δεῖξαι βουλόμενος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν, καὶ τὴν διάθεσιν τὴν πολλήν. Ἰδοὺ τὸ, ἐν, πάλιν ἐπὶ τῆς πίστεως· Γνησίῳ γὰρ τέκνῳ ἐν πίστει, φησίν. Ὅρα δὲ καὶ τὸ ἐγκώμιον ὅσον, εἴ γε μὴ μόνον υἱὸν αὑτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
1.2.1
Διὰ τί τῶν ἄλλων ἐπιστολῶν οὐδαμοῦ τὸν ἔλεον προέταξεν, ἀλλ' ἐνταῦθα; Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων. Οὕτω γὰρ ἐδεδοίκει, ὡς, ὃ μηδαμοῦ πεποίηκε, καὶ σωματικῶν ἕνεκεν ἐπιστεῖλαι πρὸς αὐτὸν, ὡς ὅταν λέγῃ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου. Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Πάλιν ἐνταῦθα παραμυθία. Εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων κήδεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν. Ἄκουε τὸ προσηνὲς, πῶς οὐ διδασκάλου κέχρηται φωνῇ, ἀλλ' οἰκέτου σχεδόν. Οὐ γὰρ εἶπεν, Ἐπέταξα, οὐδὲ, Ἐκέλευσα, οὐδὲ, Παρῄνεσα, ἀλλὰ τί; Παρεκάλεσά σε. Οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι ἡμᾶς χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέρους καὶ ἐναρέτους, πρὸς δὲ τοὺς ἄλλους τοὺς διεφθαρμένους καὶ μὴ γνησίους, ἑτέρως· καθὼς καὶ αὐτὸς γράφων ἀλλαχοῦ φησιν, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς. Καὶ ἐνταῦθα δὲ ὅρα τί φησιν· Ἵνα παραγγείλῃς τισὶν, οὐχ, Ἵνα παρακαλέσῃς, ἀλλ', Ἵνα παραγγείλῃς μὴ ἑτεροδιδασκαλεῖν. Τί τοῦτό ἐστιν; οὐ γὰρ ἤρκει ἡ Παύλου ἐπιστολὴ, ἣν ἐπέστειλεν αὐτοῖς; Ἤρκει μὲν, ἀλλὰ πρὸς τὰ γράμματα καταφρονητικώτερον οἱ ἄνθρωποι ἔχουσιν. Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν, ἢ ὅτι καὶ πρὸ τῶνγραμμάτων ταῦτα ἦν. Καὶ αὐτὸς δὲ πολὺν ἐν τῇ πόλει ταύτῃ χρόνον πεποίηκε, καὶ ἐνταῦθα τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἦν, ἐνταῦθα ἔπαθε τὰ δεινὰ ἐκεῖνα. Μετὰ γὰρ τὸ λυθῆναι τὸ θέατρον, καλέσας καὶ παρακαλέσας τοὺς μαθητὰς, οὕτως ἐξέπλει, καὶ πάλιν παρεγένετο αὐτοῖς. Ἄξιον δὲ ζητῆσαι, εἰ νῦν ἐνίδρυσεν ἐκεῖ τὸν Τιμόθεον· φησὶ γάρ· Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. Ἐνταῦθά τινες ἦσαν ἐξ Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται. Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέλειν ἔχειν μαθητὰς, καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, καὶ πρὸς αὐτὸν ζηλοτύπως ἔχοντες. Τοῦτό ἐστιν Ἑτεροδιδασκαλεῖν. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Μύθους οὐ τὸν νόμον φησὶν, ἄπαγε· ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα. Εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα λόγον ἀναλίσκειν, πάππους καὶ προπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας δόξαν ἔχωσιν. Ἵνα παραγγείλῃς τισὶ, φησὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Τί ἐστιν, Ἀπεράντοις; Ἤτοι πέρας οὐδὲν ἐχούσαις, ἢ οὐδὲν χρήσιμον, ἢ δυσκατάληπτον ἡμῖν. Εἶδες πῶς διαβάλλει τὴν ζήτησιν; Ἔνθα γὰρ πίστις, οὐ χρεία ζητήσεως· ἔνθα μηδὲν δεῖ περιεργάζεσθαι, τί δεῖ ζητήσεως; ἡ ζήτησις τῆς πίστεώς ἐστιν ἀναιρετική. Ὁ γὰρ ζητῶν, οὐδέπω εὗρεν· ὁ ζητῶν, πιστεῦσαι οὐ δύναται. Διὰ τοῦτό φησι, Μὴ ἀσχολώμεθα περὶ τὰς ζητήσεις· ἐπεὶ εἰ ζητοῦμεν, οὐκ ἔστι τοῦτο πίστις· ἡ γὰρ πίστις ἀναπαύει τὸν λογισμόν. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς ἐν ταύταις δοκεῖτε ζωὴν αἰώνιον ἔχειν; Ἐκεῖ μὲν τὸ, Ζητεῖτε, περὶ αἰτήσεως λέγει καὶ σφοδροῦ πόθου· ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ' ἐκβάλλοντος. Εἶπε γὰρ, Ἐρευνᾶτε τὰς Γραφὰς, τουτέστιν; ὥστε τὴν ἀκρίβειαν αὐτῶν καταμαθεῖν καὶ εἰδέναι, οὐχ ἵνα ἀεὶ ζητῶμεν, ἀλλ' ἵνα παυώμεθα ζητοῦντες. Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν, Οἰκονομίαν Θεοῦ· μεγάλα γὰρ ἡμῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ' οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν. Διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ, ὅπερ ἐστὶ φάρμακον ψυχῶν μέγιστον. Ἡ τοίνυν ζήτησις ἐναντία ἐστὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ. Τί γὰρ ἀπὸ πίστεως οἰκονομεῖται; Δέξασθαι τὰς εὐεργεσίας αὐτοῦ, καὶ γενέσθαι βελτίους, καὶ περὶ μηδενὸς ἀμφισβητεῖν καὶ ἀμφιβάλλειν, ἀλλ' ἀναπαύεσθαι. Ἅπερ γὰρ ἡ πίστις ἤνυσε καὶ ᾠκοδόμησε, ταῦτα αὕτη καταστρέφει, ζητήσεις παρέχουσα, καὶ τὴν πίστιν ἐκβάλλουσα. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Καὶ αἱ γενεαλογίαι, φησὶ, τί ἔβλαπτον; Ἔλεγεν ὁ Χριστὸς, ὅτι διὰ πίστεως δεῖ σωθῆναι· ἐκεῖνοι ἐζήτουν, καὶ ἔλεγον ὅτι οὐκ ἔνι τοῦτο. Ἐπειδὴ γὰρ ἡ μὲνἀπόφασις κατὰ τὸ παρὸν ἦν, ἡ δὲ ἔκβασις τῆς ἀποφάσεως ἐν τῷ μέλλοντι, πίστεως ἔδει. Ἐκεῖνοι δὲ προκατειλημμένοι τοῖς νομικοῖς παρατηρήμασιν, ἐνεπόδιζον τῇ πίστει. Οἶμαι δὲ καὶ Ἕλληνας αὐτὸν ἐνταῦθα αἰνίττεσθαι, ὅταν λέγῃ, Μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς θεοὺς αὐτῶν καταλεγόντων.
1.3.1
Μὴ τοίνυν προσέχωμεν ταῖς ζητήσεσι. Πιστοὶ γὰρ διὰ τοῦτο κεκλήμεθα, ἵνα ἀνενδοιάστως τοῖς λεγομένοις πιστεύωμεν, ἵνα μηδὲν ἀμφιβάλλωμεν. Εἰ μὲν γὰρ ἀνθρώπινα τὰ λεγόμενα ἦν, ἐχρῆν αὐτὰ βασανίζεσθαι· εἰ δὲ Θεοῦ, τιμᾶσθαι αὐτὰ μόνον χρὴ καὶ πιστεύεσθαι· ἂν δὲ μὴ πιστεύωμεν, οὐδὲ ὅτι Θεὸς ἔστι πεισόμεθα. Πῶς γὰρ οἶδας ὅτι Θεὸς ἔστιν, εὐθύνας αὐτὸν ἀπαιτῶν; Τοῦτο πρῶτον τεκμήριον τοῦ τὸν Θεὸν εἰδέναι, τὸ πιστεύειν οἷς ἂν λέγῃ χωρὶς τεκμηρίων καὶ ἀποδείξεων. Τοῦτο καὶ Ἕλληνες ἴσασιν· ἐπίστευον γὰρ τοῖς θεοῖς, φησὶ, καίτοι γε ἄνευ τεκμηρίων λέγουσι. Τί δήποτε; Ὅτι ἔκγονοί εἰσι θεῶν. Ὁρᾷς ὅτι καὶ Ἕλληνες τοῦτο ἴσασι; Καὶ τί λέγω ἐπὶ θεῶν; ἐπὶ ἀνθρώπου τοῦτο ἐποίουν γόητος καὶ μάγου, τοῦ Πυθαγόρου λέγω· Αὐτὸς ἔφη· καὶ ἐπὶ ναῶν ἡ σιγὴ ἄνωθεν ἐγέγραπτο, καὶ κατεῖχε τῷ δακτύλῳ τὸ στόμα, καὶ ἐπισφίγγουσα τὰ χείλη, πᾶσι τοῖς παριοῦσι σιγᾷν παρῄνει. Εἶτα ἐκεῖνα μὲν οὕτω σεμνὰ, τὰ δὲ ἡμέτερα οὐχ οὕτως, ἀλλὰ καταγέλαστα; καὶ ποίας οὐχὶ μανίας ἂν εἴη τοῦτο ὑπερβολή; Τὰ μὲν γὰρ Ἑλλήνων εἰκότως ζητεῖται· τοιαῦτα γάρ ἐστι, μάχαι τῶν λογισμῶν καὶ ἀμφισβητήσεις καὶ συμπεράσματα· τὰ δὲ ἡμέτερα τούτων ἁπάντων κεχώρισται. Ἐκεῖνα μὲν γὰρ ἀνθρωπίνη εὗρε σοφία, ταῦτα δὲ χάρις ἐδίδαξε πνευματική· ἐκεῖνα μωρίας καὶ ἀνοίας, ταῦτα τῆς ὄντως σοφίας δόγματα. Ἐκεῖ οὐκ ἔστι μαθητὴς, οὐδὲ διδάσκαλος, ἀλλὰ πάντες συζητοῦσιν· ἐνταῦθα κἂν διδάσκαλος ᾖ, κἂν μαθητὴς, μαθεῖν παρ' οὗ μαθεῖν χρὴ, πείθεσθαι, οὐκ ἀμφισβητεῖν, πιστεύειν, οὐ συλλογίζεσθαι. Διὰ πίστεως γὰρ πάντες εὐδοκίμησαν οἱ παλαιοὶ, καὶ ταύτης ἄνευ πάντα διέφθαρται. Καὶ τί λέγω περὶ τῶν ἐπουρανίων; κἂν τὰ ἐπὶ γῆς ἐξετάσωμεν, ταύτης εὑρήσεις ἐχόμενα· οὔτε γὰρ συναλλάγματα, οὔτε τέχναι, οὔτε ἄλλο οὐδὲν ἔσται τοιοῦτον χωρὶς ταύτης. Εἰ δὲ ἐνταῦθα, ἔνθα περὶ ψευδῶν πραγμάτων, ταύτης δεῖ, πολλῷ μᾶλλον ἐν ἐκείνοις. Ταύτης οὖν ἐχώμεθα, ταύτην μετίωμεν· οὕτω πάντα τὰ ὀλέθρια δόγματα τῆς ψυχῆς ἐκβάλλομεν τῆς ἡμετέρας, οἷον γένεσιν λέγω καὶ εἱμαρμένην. Ἂν πιστεύσῃς ὅτι ἔστιν ἀνάστασις καὶ κρίσις, πάντα τὰ τοιαῦτα δυνήσῃ τῆς ψυχῆς ἐκβαλεῖν· πίστευσον ὅτι ἔστι Θεὸς δίκαιος, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις ἄδικος· πίστευσον ὅτι ἔστι Θεὸς προνοῶν, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις πάντα συνέχουσα· πίστευσον ὅτι ἔσται κόλασις καὶ βασιλεία, καὶ οὐ πιστεύσεις ὅτι ἔστι γένεσις, τὸ μὲν ἐφ' ἡμῖν ἀναιροῦσα, ὑποβάλλουσα δὲ ἡμᾶς ἀνάγκῃ καὶ βίᾳ. Μὴ σπείρῃς, μὴ φυτεύσῃς, μὴ στρατεύσῃ, μηδὲν ὅλως ἐργάσῃ· πάντως γὰρ καὶ ἑκόντος σου καὶ ἄκοντος ἥξει τὰ τῆς γενέσεως. Τί ἡμῖν δεῖ λοιπὸν εὐχῶν; διὰ τί οὖν θέλεις γενέσθαι Χριστιανὸς, εἰ γένεσις ἔστιν; οὐ γὰρ ὑπὸ ἔγκλημα ἔσῃ. Πόθεν τέχναι; ἀπὸ γενέσεως; Ναὶ, φησὶ, καὶ εἵμαρται τῷ δεῖνι γενέσθαι σοφῷ μετὰ πόνων. Καὶ δεῖξόν μοί τινα χωρὶς τοῦ πονεῖν, μαθόντα τέχνην· ἀλλ' οὐκ ἂν ἔχοις· οὕτως οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τῶν πόνων. Πόθεν οὖν ὁ δεῖνα πλούσιός ἐστι μιαρὸς ὢν, φησὶ, καὶ πονηρὸς, παρὰ πατρὸς μὴ δεξάμενος τὴν κληρονομίαν· ἕτερος δὲ μυρία μοχθῶν, πένης ὑπάρχει; ταῦτα γὰρ συνεχῶς γυμνάζουσι πάντα ἐπὶ πλούτου καὶ πενίας κινοῦντες, οὐδὲν ἐπὶ κακίας καὶ ἀρετῆς. Ἀλλ' ἐνταῦθα μὴ τοῦτο εἴπῃς, ἀλλὰ δεῖξον εἴ τις κακὸς ἐγένετο σπουδάζων, εἴ τις ἀγαθὸς ῥᾳθυμῶν· εἰ γὰρ ἰσχὺν ἔχει ἡ εἱμαρμένη, ἐπὶ τῶν μεγίστων ἐνδεικνύσθω τὴν ἰσχὺν, ἐπὶ ἀρετῆς καὶ κακίας, μὴ ἐπὶ πλούτου καὶ πενίας. Καὶ πόθεν ὁ δεῖνα ἐν νόσοις, φησὶν, ὁ δεῖνα ἐν ὑγείᾳ; πόθεν ὁ δεῖνα εὐδοκιμεῖ, ἕτερος δὲ ἀσχημονεῖ; πόθεν ἐκείνῳ κατὰ γνώμην τὰ πράγματα προχωρεῖ, ἑτέρῳ δὲ μυρία ἐπὶ μυρίοις ἐμποδίσματα; Ἀπόστηθι τῆς γενέσεως, καὶ εἴσῃ ταῦτα· ἀκριβῶς πίστευσον ὅτι Θεός ἐστιν ὁ προνοῶν, καὶ εἴσῃ σαφῶς ταῦτα. Ἀλλ' οὐ δύναμαι, φησίν· οὐ γὰρ ἀφίησιν ἡ σύγχυσις τῶν πραγμάτων τούτων ὑποπτεῦσαι πρόνοιαν. Εἰ Θεοῦ ταῦτα ἔργα, πῶς δύναμαι πιστεῦσαι ὅτι Θεὸς ὁ ἀγαθὸς τῷ πόρνῳ, τῷ μιαρῷ, τῷ πλεονέκτῃ χρήματα δίδωσι, τῷ δὲ ἀγαθῷ οὐκέτι; πόθεν πιστεύσω; ἀπὸ γὰρ πραγμάτων δεῖ πιστεύειν. Καλῶς· οὐκοῦν γενέσεως ἐκεῖνα δικαίας, ἢ ἀδίκου; Ἀδίκου, φής. Τίς οὖν ταύτην ἐποίησεν; ἆρα ὁ Θεός; Οὒ, φησὶν, ἀλλ' ἀγέννητός ἐστι. Καὶ πῶς ἀγέννητος οὖσα τοιαῦτα ἐργάζεται; ἐναντία γὰρ ταῦτα. Οὐκ ἔστιν οὖν ὅλως Θεοῦ ταῦτα. Οὐκοῦν ἐξετάσωμεν, τίς τὸν οὐρανὸν ἐποίησεν. Ἡ γένεσις, φησί. Τίς τὴν γῆν, τίς τὴν θάλασσαν, τίς τὰς ὥρας; Εἶτα ἐν μὲν τοῖς ἀψύχοις τοσαύτην εὐταξίαν ἐποίησε, τοσαύτην ἁρμονίαν, ἐν δὲ ἡμῖν, δι' οὓς τὰ πάντα, τοσαύτην ἀταξίαν; ὥσπερ ἂν εἴ τις τῆς μὲν οἰκίας, ὅπως ἔσται θαυμαστὴ, προνοήσειε, τῶν δὲ οἰκετῶν μηκέτι. Τίς τὴν διαδοχὴν τῶν ὡρῶν φυλάττει; τίς τοὺς εὐτάκτους τῆς φύσεως νόμους τέθεικε; τίς ἡμέρας καὶ νυκτὸς δρόμους ἔταξε; Ταῦτα ἐκείνης τῆς γενέσεως ἀνώτερά ἐστιν. Οὒ, φησὶν, ἀλλ' αὐτόματα γέγονε. Καὶ πῶς ἂν εὐταξία τοσαύτη αὐτομάτη γένοιτο ἄν; Πόθεν οὖν, φησὶν, οἱ πλούσιοι, οἱ ὑγιαίνοντες, οἱ εὐδοκιμοῦντες, οἱ μὲν ἀπὸ πλεονεξίας, οἱ δὲ ἀπὸ κληρονομίας, οἱ δὲ ἀπὸ βίας; τίνος οὖν ἕνεκεν εὐημερεῖν τοὺς κακοὺς συνεχώρησεν ὁ Θεός; Ὅτι οὐκ ἔστιν ἐνταῦθα ἡ τοῦ κατ' ἀξίαν ἀντίδοσις, ἀλλ' ἐν τῷ μέλλοντι καιρῷ· τότε μοι δεῖξον τοιοῦτόν τι γινόμενον. Τέως ἐνταῦθά μοι δὸς, φησὶ, καὶ ἐκεῖ οὐ ζητῶ. Ἀλλὰ διὰ τοῦτο οὐ λαμβάνεις, ἐπεὶ ζητεῖς. Εἰ γὰρ ἐκτὸς ὢν τῆς ἡδονῆς οὕτως αὐτὰ ζητεῖς, ὡς ἐκείνων προτιμᾷν, πολλῷ μᾶλλον, εἰ καὶ ἡδονῆς καθαρᾶς ἀπέλαυες. Διὰ τοῦτο ταῦτα δείκνυσί σοι, ὅτι οὐδέν εἰσιν, ὅτι ἀδιάφορά ἐστιν· οὐ γὰρ ἂν, εἰ μὴ ἀδιάφορα ἦν, καὶ ἐκείνοις αὐτὰ ἔδωκεν ἄν· εἰπέ μοι, τὸ μέλανα εἶναι, ἢ μακρὸν, ἢ μικρὸν, οὐχὶ ἀδιάφορον· οὕτω καὶ ὁ πλοῦτος. Εἰπὲ γάρ μοι, ἐπὶ τῶν ἀναγκαίων οὐκ ἐξ ἴσης πᾶσι δέδοται, οἷον ἐπιτηδειότης πρὸς ἀρετὴν, τῶν πνευματικῶν δωρεῶν ἡ διανομή; Εἰ ᾔδεις τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐκ ἂν ἐκείνων ἐξ ἴσης ἀπολαύων ἐν τούτοις ἠγανάκτησας, οὐδ' ἂν ταύτην τὴν πλεονεξίαν ἐζήτησας. ἐκείνην τὴν ἰσομοιρίαν εἰδώς; Ὥσπερ ἂν ὁ οἰκέτης τροφὰς μὲν τὰς παρὰ δεσπότου καὶ ἐνδύματα καὶ οἰκήματα καρπούμενος, καὶ πάντων τῶν ἄλλων ἐξ ἴσης τοῖς ἄλλοις ἀπολαύων, εἰ τρίχας ἔχοι περιττὰς ἐπὶ τῆς κεφαλῆς, ἢ ὄνυχας μείζονας, πλέον ἔχειν νομίζοι τῶν ἄλλων· τὸν αὐτὸνδὴ τρόπον καὶ ὁ τοιοῦτος μάτην ἐπὶ τούτοις μέγα φρονεῖ, ἐφ' οἷς τὴν ἀπόλαυσιν πρόσκαιρον ἔχει. Διὰ ταῦτα ἡμᾶς ἀφίστησιν αὐτῶν, ἵνα τὴν μανίαν ταύτην σβέσῃ, ἵνα μεταγάγῃ τὸν πρὸς αὐτὰ πόθον εἰς τὸν οὐρανόν. Ἡμεῖς δὲ οὐδὲ οὕτω σωφρονιζόμεθα. Ὡς γὰρ τὸ παιδίον εἴ τι παιδικὸν ἔχοι, καὶ προτιμᾷ τοῦτο τῶν ἀναγκαίων, ἀποστερεῖ αὐτὸ ὁ πατὴρ τῶν παιδικῶν, ἵνα καὶ ἄκοντα μεταγάγῃ πρὸς τὸ τέλειον. οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ, ἵνα ἡμᾶς μεταγάγῃ εἰς τὸν οὐρανόν. Πῶς οὖν τοὺς πονηροὺς ἀφίησι πλουτεῖν, φησίν; Ὅτι οὐ πολὺς αὐτῷ λόγος ἐκείνων. Πῶς οὖν καὶ τοὺς δικαίους; Οὐκ αὐτὸς, ἀλλ' ἁπλῶς συγχωρεῖ. Καὶ ταῦτα μὲν νῦν ἐπιπολαίως ἡμῖν εἴρηται, ὡς πρὸς ἀγνοοῦντας τὰς Γραφάς· εἰ δὲ ἐβούλεσθε πιστεύειν καὶ προσέχειν τοῖς θείοις λόγοις, οὐδὲν ἂνἡμῖν τούτων ἐδέησε τῶν λόγων· ἐκ τούτων γὰρ πάντα ἂν ᾔδειμεν. Ἵνα γὰρ μάθῃς, ὅτι οὐδέν ἐστιν ὁ πλοῦτος, οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ σοι δείκνυμι πολλοὺς, οἷς ἐξὸν κερδαίνειν, οὐ κερδαίνουσιν, οἷς ἐξὸν ὑγιαίνειν, κατατήκουσιν ἑαυτῶν τὰ σώματα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι. Οὐδεὶς μέντοι ἀγαθὸς ὢν, σπουδάζει εἶναι κακός. Οὐκοῦν παυσώμεθα τοῦ ζητεῖν τὰ ἐνταῦθα ἀγαθὰ, καὶ ζητήσωμεν τὰ ἐν οὐρανοῖς. Οὕτω γὰρ αὐτῶν καὶ τυχεῖν δυνησόμεθα, καὶ τῆς ἀϊδίου τροφῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note