Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.0.1
Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
3.1.1
Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην, ἀλλὰ ταπεινοῤῥημοσύνην μὲν πολλὴν, καὶ πέρα τοῦ δέοντος, ταπεινοφροσύνην δὲ οὐδαμοῦ. Ὁ δὲ μακάριος οὕτως αὐτὴν μετεδίωκε Παῦλος, ὡς καὶ ἐπινοεῖν πολλὰς πανταχοῦ προφάσεις πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. Ἐπειδὴ γὰρ μάλιστα ἐκείνους εἰκὸς κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν δὲ εἰκὸς καὶ αὐτὸν βίαν πάσχειν, ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὑπό τινος ῥεύματος, ὀγκούμενον· ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ. Εἶπεν, ὅτι Ἐπιστεύθην ἐγὼ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ· Εὐαγγέλιον, οὗ μετέχειν θέμις οὐκ ἔνι τοὺς ἔτι νόμῳ χρωμένους· ἀντίκειται γὰρ αὐτῷ ἔτι, καὶ τοσοῦτον αὐτοῦ τὸ μέσον, ὡς τοὺς ὑπ' ἐκείνου φερομένους μηδέπω ἀξίους εἶναι τούτου μετέχειν· ὥσπερ ἂν εἴ τις λέγοι, ὅτι τοὺς δεσμῶν δεομένους καὶ δίκης οὐ θέμις εἰς φιλοσόφων εἰσφέρειν χορόν. Ἐπεὶ οὖν ἐφυσήθη, καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν· γράφων τε, Ὃ ἐπιστεύθην ἐγὼ, ταχέως ἐπελάβετο ἑαυτοῦ, ἵνα μὴ νομίσῃς, ὅτι ἐξ ὑπερηφανίας τοῦτό φησιν. Ὅρα τοίνυν ποίᾳ κέχρηται διορθώσει ἐπάγων καὶ λέγων· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν. Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωμα κρύπτει, καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, ἀλλ' ἐπὶ τοσοῦτον, ἐφ' ὅσον τὸ αὐτεξούσιον μὴ λυμήνασθαι; Ἔφη γὰρ ἂν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ' ἡμῶν εἰσφέρεται, ἀλλ' ὡς ξύλα καὶ λίθους μετακινεῖ πρὸς φιλοσοφίαν ἀπὸ κακίας· τί δήποτε Παῦλον μὲν τοιοῦτον εἰργάσατο, τὸν δὲ Ἰούδαν οὐκέτι; Ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, ὅρα πῶς μετὰ συνέσεως τῷ λόγῳ κέχρηται. Ἐπιστεύθην, φησὶν, ἐγώ. Τοῦτο αὐτοῦ κατόρθωμα καὶ ἀξίωμα, ἀλλ' οὐκ αὐτοῦ ὅλον· ὅρα γὰρ τί φησι· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ. Τοῦτο τοῦ Θεοῦ· εἶτα πάλιν τὸ αὐτοῦ, ὅτι Πιστόν με ἡγήσατο· πάντως, ἐπειδὴ ἔμελλεν ἀφ' ἑαυτοῦ χρησιμεύειν. Θέμενος, φησὶν, εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὅρα πῶς καὶ τὸ αὑτοῦ τίθησι, καὶ τὸ τοῦ Θεοῦ, τὸ πλέον νέμων τῇ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὑτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὴν αὐτεξουσίαν. Τί δέ ἐστι, Τῷ ἐνδυναμώσαντί με; Ἄκουε· φορτίον ὑπῆλθε μέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. Ἐννόησον γὰρὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον. Τοῦτο οὐκ ἦν ἀνθρωπίνης ἰσχύος, ἀλλ' οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως. Ὅτι γὰρ προειδὼς αὐτὸν τίς ἔσται, εἵλετο αὐτὸν, ἄκουσον τί φησι, πρὶν ἢ ἅψασθαι αὐτὸν τοῦ κηρύγματος· Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ὥσπερ γὰρ οἱ βαστάζοντες τὸ σημεῖον τὸ βασιλικὸν ἐν πολέμῳ, τὸ λεγόμενον τῇ συνηθείᾳ λάβουρον, πολλῆς δέονται τῆς ἰσχύος καὶ τῆς ἐμπειρίας, ὥστε αὐτὸ μὴ προδοῦναι τοῖς πολεμίοις· οὕτω καὶ οἱ τὸ ὄνομα τοῦ Χριστοῦ βαστάζοντες οὐκ ἐν πολέμῳ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ, πολλῆς δέονται τῆς δυνάμεως, ὥστε τοῖς κατηγόροις αὐτὸ μὴ ἐκδοῦναι στόμασιν, ἀλλὰ βαστάζειν καλῶς καὶ φέρειν τὸν σταυρόν. Πολλῆς γὰρ ὄντως δεῖ τῆς ἰσχύος, ὥστε βαστάσαι τὸ ὄνομα τοῦ Χριστοῦ. Ὁ γὰρ ἀνάξιόν τι ἢ λέγων, ἢ πράττων, ἢ φρονῶν, οὐκ ἐβάστασε τὸ ὄνομα, οὐκ ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ. Πομπεύει δὲ ὁ βαστάζων, οὐ δι' ἀγορᾶς ἀλλὰ διὰ τῶν οὐρανῶν, καὶ πάντες πεφρίκασιν, ἄγγελοι δορυφοροῦντες καὶ θαυμάζοντες. Χάριν ἔχω, φησὶ, τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅρα πῶς καὶ τῶν αὐτοῦ χάριν αὐτῷ οἶδεν. Ὅτι γὰρ σκεῦος ἐκλογῆς ἐστι, φησὶν αὐτῷ χάριν εἰδέναι. Καίτοι τοῦτο σὸν γέγονεν, ὦ μακάριε Παῦλε· οὐ γὰρ προσωπολήπτης ὁ Θεός. Ἀλλὰ χάριν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γάρ με τοῦ πιστὸν εἶναι νομίζειν σημεῖον. Καθάπερ γὰρ ἐν οἰκίᾳ οὐ τῷ πιστευθῆναι μόνον ὁ οἰκονόμος χάριν ἔχει τῷ δεσπότῃ, ἀλλὰ καὶ τὸ σημεῖον τίθησι τοῦτο, ὅτι αὐτὸν τῶν ἄλλων ἡγεῖται πιστότερον· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. Εἶτα σκόπει πῶς ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. Τὸν πρότερον ὄντα, φησὶ, βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Καὶ ὅταν μὲν περὶ Ἰουδαίων διαλέγηται τῶν ἔτι ἀπίστων, μεθ' ὑποστολῆς κέχρηται τῷ λόγῳ· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· περὶ δὲ ἑαυτοῦ φησι, Βλάσφημον ὄντα καὶ διώκτην καὶ ὑβριστήν. Ὁρᾷς τὴν καταφορὰν αὐτοῦ, πῶς οὐκ ἔστι φίλαυτος, πῶς συνεσταλμένην κέκτηται τὴν διάνοιαν; Οὐκ ἤρκει εἰπεῖν, Βλάσφημον ὄντα καὶ διώκτην, ἀλλ' ὅτι καὶ μετ' ἐπιτάσεως τοῦτο ἔπραττε. Οὐ μόνον γὰρ, φησὶ, μέχρις ἐμοῦ ἵστων τὸ φαῦλον, οὐδὲ ἠρκούμην αὐτὸς βλασφημῶν, ἀλλὰ καὶ τοὺς βουλομένους εὐσεβεῖν ἐδίωκον. Πολλὴ τῆς βλασφημίας ἡ μανία. Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.
3.2.1
Τίνος οὖν ἕνεκεν καὶ ἄλλοι Ἰουδαῖοι οὐκ ἠλεήθησαν; Ὅτι οὐκ ἐξ ἀγνοίας, ἀλλὰ καὶ εἰδότες καὶ σφόδρα ἐπιστάμενοι ἔπραττον ἅπερ ἔπραττον. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος, ὅτι Πολλοὶ ἐκ τῶν Φαρισαίων καὶ Ἰουδαίων ἐπίστευον μὲν, οὐχ ὡμολόγουν δέ. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον, ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Καὶ πάλιν ὁ Χριστός φησι· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; καὶ πάλιν, Ταῦτα εἶπον, φησὶν, οἱ γονεῖς τοῦ τυφλοῦ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι πάλιν ἔλεγον, Ὁρᾶτε ὅτι οὐδὲν ὠφελοῦμεν, ὅτι πᾶς ὁ κόσμος ὑπάγει ὀπίσω αὐτοῦ. Πανταχοῦ γὰρ αὐτοῖς τὸ τῆς φιλαρχίας πάθος ἠνώχλει. Καὶ μὴν αὐτοὶ εἶπον, ὅτι Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· καὶ εὐθέως ἐποίησε τοῦτο, ὅπερ ἔφησαν εἶναι σημεῖον Θεοῦ. Οὐκ ἦν οὖν ταῦτα ἀγνοίας. Ποῦ δὲ ὁ Παῦλος ἦν τότε; Ἴσως ἄν τις εἴποι· Παρὰ τοὺς πόδας Γαμαλιὴλ, οὐδὲν κοινὸν μετὰ τῶν ὄχλων ἔχων τῶν στασιαστῶν. Ὁ δὲ Γαμαλιὴλ ἀνήρ τις ἦν οὐ φιλαρχίας ἕνεκέν τι ποιῶν. Πῶς οὖν μετὰ ταῦτα εὑρίσκεται μετὰ τοῦ ὄχλου ὁ Παῦλος; Ἑώρα αὐξανόμενον τὸ δόγμα, καὶ κρατοῦν λοιπὸν, καὶ πάντας αὐτοὺς πειθομένους. Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ ποτὲ μὲν αὐτῷ συνῄεσαν, ποτὲ δὲ τοῖς διδασκάλοις· ὅτε δὲ τέλεον ἀπεσχοινίσθησαν, τότε λοιπὸν, οὐχ ὡς οἱ λοιποὶ φιλαρχίας ἕνεκεν ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ ζήλου. Τίνος γὰρ ἕνεκεν εἰς Δαμασκὸν ἐπορεύετο; Λύμην τὸ πρᾶγμα ἐνόμιζε, καὶ ἐδεδοίκει μὴ πανταχοῦ διαδοθῇ τὸ κήρυγμα. Οἱ δὲ Ἰουδαῖοι οὐχ οὕτως· οὐ γὰρ τῆς προστασίας τῶν πολλῶν ἕνεκεν, ἀλλὰ φιλαρχίας χάριν πάντα ἔπραττον. Ὅρα γοῦν τί φασιν· Ἀροῦσιν ἡμῶν τὸ ἔθνος καὶ τὴν πόλιν. Ποῖος αὐτοὺς κατέσεισε φόβος; ἀνθρώπινος. Ἐκεῖνο δὲ ἄξιον ἐξετάσαι, πῶς ἀκριβὴς ὢν περὶ τὸν νόμον, οὐδὲν ἔγνω· αὐτὸς γὰρ ἦν ὁ λέγων. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ. Πῶς οὖν οὐκ οἶδας ζηλωτὴς ὑπάρχων τοῦ πατρῴου νόμου, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος; ἀλλ' οἱ μὲν ἐν λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελῶναι προσέδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής; Διὰ τοῦτο κατεγίνωσκεν ἑαυτοῦ, λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ, ἣν ἡ ἀπιστία ἔτικτε· διὰ τοῦτό φησιν ἐλεηθῆναι. Τί ἐστι, Πιστόν με ἡγήσατο; Οὐδὲν τῶν Δεσποτικῶν προεδίδου· πάντα αὑτοῦ ἔλεγεν εἶναι, καὶ τὰ ἴδια. Οὐκ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν. Ἄκουε γὰρ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, Ἄνδρες, τί ἡμῖν προσέχετε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Τοῦτό ἐστι, Πιστόν με ἡγήσατο. Καὶ πάλιν ἀλλαχοῦ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, φησίν· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί· καὶ πάλιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Δείκνυσιν ἑαυτὸν ἐκ τούτου τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται. Καὶ πάλιν ἀλλαχοῦ φησι· Πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν. Ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, φησὶν, ὑπερεπλεόνασε μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἵνα μὴ ἀκούσας, Ἠλεήθην, τοσοῦτον μόνον νομίσῃς, Βλάσφημος, φησὶν, ἤμην καὶ διώκτης καὶ ὑβριστής· οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ' οὐκ ἐτιμωρήθην· ἠλεήθην γάρ. Ἆρ' οὖν τοῦτομόνον, καὶ μέχρι τούτου ὁ ἔλεος τοῦ μὴ δοῦναι τιμωρίαν; Οὐδαμῶς, ἀλλὰ καὶ ἕτερα πολλὰ καὶ μεγάλα. Οὐ γὰρ τῆς ἐπηρτημένης ἡμᾶς δίκης μόνης ἀπήλλαξεν ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ φίλους καὶ κληρονόμους καὶ συγκληρονόμους. Διὰ τοῦτό φησιν, Ὑπερεπλεόνασεν ἡ χάρις, δηλῶν ὅτι ὑπερέβη καὶ τὸν ἔλεον τὰ δῶρα. Ταῦτα γὰρ οὐκ ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος, καὶ σφόδρα ἀγαπῶντος. Εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφημον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην ἠλέησε, καὶ ὅτι οὐ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ μεγάλων ἑτέρων ἠξίωσε, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνήρηται· ἐπήγαγε γοῦν, Μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τοσοῦτον μόνον, φησὶν, ἡμεῖς εἰσηνέγκαμεν· ἐπιστεύσαμεν, ὅτι δύναται ἡμᾶς σῶσαι.
3.3.1
Ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ. Τί ἐστι, Διὰ τοῦ Χριστοῦ; Ὅτι αὐτὸς ἡμῖν τούτου πρόξενος γέγονεν, οὐχ ὁ νόμος. Ὁρᾷς τίνων μὲν ὁ Χριστὸς αἴτιος ἡμῖν γέγονεν ἀγαθῶν, τίνων δὲ ὁ νόμος; Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπλεόνασεν ἡ χάρις,
3.61.1
Ὑπερεπλεόνασε. Καὶ γὰρ ὄντως ὑπερεπλεόνασε, τοὺς μυρίων κολάσεων ἀξίους, τούτους εἰς υἱοθεσίαν ἀγαγοῦσα ἐξαίφνης. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνον, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ καὶ νῦν εἰσιν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τὰ τῶν φιλούντων πράσσοντες· πῶς γὰρ, ὅταν πάντα αὐτοῦ προτιμῶσι, χρήματα, γένεσιν, εἱμαρμένην, παρατήρησιν, κλῃδονισμοὺς, οἰωνισμούς; Ὅταν δὲ εἰς ὕβριν αὐτοῦ ζῶμεν, εἰπέ μοι, ποία ἀγάπη; Εἴ τις ἔχει φίλον θερμὸν καὶ διάπυρον, κἂν οὕτω φιλείτω τὸν Χριστόν· κἂν οὕτω φιλείτω τὸν ὑπὲρ τῶν ἐχθρῶν τὸν Υἱὸν αὐτοῦ δεδωκότα, οὐδὲν ἡμῶν κατωρθωκότων. Τί λέγω, κατωρθωκότων; μεγάλα μὲν οὖν ἐργασαμένων κακὰ, καὶ τετολμηκότων ἀτόλμητα ἀντ' οὐδενός. Καὶ ὁ μὲν μετὰ τὰς μυρίας εὐεργεσίας καὶ κηδεμονίας οὐδὲ οὕτως ἔῤῥιψεν, ἀλλὰ τότε μάλιστα τὸν Υἱὸν ἔδωκεν, ὅτε μείζονα ἠδικήσαμεν· ἡμεῖς δὲ μετὰ τὸ τοσούτων τυχεῖν, μετὰ τὸ γενέσθαι φίλοι, μετὰ τὸ πάντων τῶν ἀγαθῶν ἀξιωθῆναι δι' αὐτοῦ, οὐδὲ ὡς φίλον ἠγαπήσαμεν. Καὶ τίς ἡμῖν ἔσται ἐλπίς; Τάχα φρίττετε πρὸς τὸ ῥῆμα· ἀλλ' εἴθε πρὸς τὰ πράγματα. Καὶ πῶς, φησὶν, οὐδὲ ὡς τοὺς φίλους οὕτω φιλήσομεν τὸν Θεόν; Πῶς; ἐγὼ πειράσομαι δεῖξαι· καὶ εὔχομαι μὲν μηδὲν δόξαι λέγειν, ἀλλὰ ληρεῖν· φοβοῦμαι δὲ μὴ κατὰ πραγμάτων ᾖ τὰ λεγόμενα ῥήματα. Σκόπει δέ· ὑπὲρ φίλων, τῶν ὄντως φίλων, πολλοὶ καὶ ζημιωθῆναι εἵλοντο πολλάκις· τοῦ δὲ Χριστοῦ ἕνεκεν οὐ μόνον ζημιωθῆναι, ἀλλὰ τοῖς οὖσιν ἀρκεῖσθαι οὐδεὶς ἀνέχεται. Ὑπὲρ φίλου πολλάκις καὶ ὑβρίσθημεν, καὶ ἔχθρας ἀνεδεξάμεθα· διὰ δὲ τὸν Χριστὸν οὐδεὶς ἔχθραν ἀναδέχεται, ἀλλ' εἰκῆ, φησὶ, φιλοῦ, εἰκῆ μὴ μισοῦ. Τὸν φίλον λιμώττοντα οὐδέποτε περιοψόμεθα· τὸν δὲ Χριστὸν καθ' ἡμέραν ἡμῖν προσιόντα οὐχ ὑπέρ τινος μεγάλου, ἀλλ' ὑπὲρ ἄρτου μόνον, οὐδὲ προσιέμεθα, καὶ ταῦτα ἐρευγόμενοι δυσωδίας, καὶ διασπώμενοι καὶ γαστριζόμενοι, καὶ τὸν χθεσινὸν οἶνον ἀποπνέοντες, καὶ τρυφῶντες, καὶ οἱ μὲν πόρναις διδόντες, οἱδὲ παρασίτοις, οἱ δὲ κόλαξιν, οἱ δὲ τέρασι καὶ μωροῖς καὶ νάννοις· καὶ γὰρ τὰ τῆς φύσεως ἁμαρτήματα ταῦτα φέρουσιν εἰς τέρψιν. Καὶ φίλοις τοῖς ὄντως φίλοις οὐδέποτε φθονοῦμεν, οὐδὲ δακνόμεθα τῇ τούτων εὐπραγίᾳ· ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τοῦτο πάσχομεν· καὶ μείζονα ἴδοι τις ἂν τὴν φιλίαν ἰσχύουσαν, ἢ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ ὁ ὕπουλος καὶ ὁ φθονερὸς μᾶλλον τοῦ Θεοῦ τοὺς ἀνθρώπους αἰδεῖται. Πῶς; ἐγὼ λέγω· ὅτι τοῦ μὲν Θεοῦ ὁρῶντος τὰ κατὰ καρδίαν, οὐκ ἀφίσταται ἄνθρωπος δόλους ῥάπτων· ἂν δὲ ἄνθρωπον ἴδῃ ἄνθρωπος, ἀπόλωλε, καὶ ἐρυθριᾷ. Τί τοῦτο λέγω; Πρὸς φίλον μὲν κακούμενον ἀπερχόμεθα, κἂν μικρόν τι ἀναβαλώμεθα, φοβούμεθα μὴ καταγνωσθῶμεν· τοῦ δὲ Χριστοῦ πολλάκις ἐν δεσμοῖς ἀποθανόντος, οὐδὲ ἐπεσκεψάμεθα. Καὶ πρὸς τοὺς φίλους δὲ τοὺς πιστοὺς, οὐκ ἐπειδὴ πιστοί εἰσιν, ἀπερχόμεθα, ἀλλ' ἐπειδὴ φίλοι.
3.4.1
Ὁρᾷς οὐδὲν φόβῳ Θεοῦ γινόμενον, οὐδὲ τῷ περὶ αὐτὸν φίλτρῳ, ἀλλὰ τὰ μὲν φιλίᾳ, τὰ δὲ συνηθείᾳ; Ὁρῶντες φίλον ἀποδημοῦντα, κλαίομεν, στένομεν, ἂν δὲ καὶ ἀποθανόντα ἴδωμεν, ὀλοφυρόμεθα, καίτοι γε εἰδότες ὅτι οὐ διαπαντὸς ἡμῶν διαστήσεται, ἀλλ' αὐτὸν ἐν τῇ ἀναστάσει ἀποληψόμεθα· τοῦ δὲ Χριστοῦ χωριζομένου ἡμῶν καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ τὸν Χριστὸν καθ' ἑκάστην ἡμέραν ἀπελαύνοντες ἀφ' ἡμῶν, οὐκ ἀλγοῦμεν, οὐδὲ δεινόν τι ποιεῖν νομίζομεν, ἀδικοῦντες, λυποῦντες, παροξύνοντες, τὰ μὴ δοκοῦντα αὐτῷ πράσσοντες. Ἀλλ' οὔπω τοῦτο φρικτὸν, εἰ μηδὲ ὡς φίλῳ αὐτῷ κεχρήμεθα· ἐγὼ γὰρ δείξω, ὅτι καὶ ὡς ἐχθρῷ αὐτῷ χρώμεθα. Πῶς; Τὸ φρόνημα τῆς σαρκὸς, φησὶν ὁ Παῦλος, ἔχθρα εἰς Θεόν. Ἡμεῖς δὲ τοῦτο μὲν ἀεὶ περιφέρομεν, τὸν δὲ Χριστὸν ἀεὶ βουλόμενον ἡμῖν ἐπιτρέχειν, καὶ πρὸς τὰς θύρας ἡμῶν ἐρχόμενον διώκομεν (αἱ γὰρ πονηραὶ πράξεις τοῦτο ἐργάζονται)· καὶ ποιοῦμεν αὐτὸν ὑβρίζεσθαι καθ' ἑκάστην ἡμέραν, διὰ τὰς πλεονεξίας ἡμῶν, διὰ τὰς ἁρπαγάς. Δοξάζεταί τις εὐδοκιμῶν, καὶ τὰ αὑτοῦ φθεγγόμενος, καὶ τὴν Ἐκκλησίαν ὠφελῶν; καὶ ἡμεῖς τούτῳ φθονοῦμεν, ὅτι τὰ τοῦ Θεοῦ ἐργάζεται· καὶ δοκοῦμεν μὲν φθονεῖν ἐκείνῳ, ὁ δὲ φθόνος διαβαίνει εἰς Χριστόν. Οὒ, φησὶν, ἀλλὰ βουλόμεθα οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἡμῶν τὴν ὠφέλειαν γίνεσθαι. Οὐ διὰ τὸν Χριστὸν, ἀλλὰ δι' ἡμᾶς· ἐπεὶ εἰ διὰ τὸν Χριστὸν, ἀδιάφορον ἂν ἦνἡμῖν τὸ καὶ δι' ἑτέρων, καὶ δι' ἡμῶν ταῦτα γίνεσθαι. Εἰπὲ γάρ μοι, εἴ τις ἰατρὸς παῖδα ἔχων τυφλοῦσθαι μέλλοντα, αὐτὸς μὲν ἐξασθενήσει πρὸς τὴν ἰατρείαν, ἕτερον δὲ εὕροι δυνάμενον τοῦτο ἐργάζεσθαι, ἆρα ἂν ἀπήλασεν αὐτόν; Οὐδαμῶς· ἀλλὰ μονονουχὶ ἐρεῖ πρὸς αὐτόν· Εἴτε διὰ σοῦ, εἴτε δι' ἐμοῦ, τὰ τῆς ὠφελείας γινέσθω. Τί δήποτε; Ὅτι οὐ τὸ ἑαυτοῦ ὁρᾷ, ἀλλὰ τὸ τῷ παιδὶ συμφέρον. Οὕτω καὶ ἡμεῖς, εἰ τὸ τοῦ Χριστοῦ ἑωρῶμεν, εἴπομεν ἂν, Εἴτε δι' ἡμῶν, εἴτε δι' ἑτέρου τινὸς, τὸ λυσιτελὲς γινέσθω· Εἴτε ἀληθείᾳ, εἴτε προφάσει, φησὶ, Χριστὸς καταγγέλλεται. Ἄκουε γὰρ τοῦ Μωϋσέως λέγοντος πρὸς τοὺς παροξῦναι αὐτὸν βουλομένους, ἡνίκα οἱ περὶ Ἐλδὰδ καὶ Μωδὰδ προεφήτευον· Μὴ ζηλοῖς σὺ ἐμοί· καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ταῦτα δὲ πάντα ἀπὸ φιλοδοξίας γίνεται. Ἆρα οὐκ ἐχθρῶν ταῦτα καὶ πολεμίων; Εἶπέ σέ τις κακῶς; ἀγάπησον αὐτὸν σύ. Καὶ πῶς δυνατόν; Δυνατὸν, καὶ σφόδρα δυνατὸν, ἐὰν θέλῃς. Ἂν δὲ καλῶς εἰπόντα φιλήσῃς, οὐκ ἔτι σοι χάρις· οὐ γὰρ διὰ τὸν Κύριον, ἀλλὰ διὰ τὴν εὐφημίαν τοῦτο πεποίηκας. Ἔβλαψέ σέ τις; εὐεργέτησον· ἂν δὲ ὠφελήσαντα ὠφελήσῃς, οὐδὲν μέγα πεποίηκας. Ἠδικήθης καὶ ἐζημιώθης τὰ μεγάλα; τοῖς ἐναντίοις ἀμείψασθαι σπούδασον. Ναὶ, παρακαλῶ, οὕτω διοικῶμεν τὰ καθ' ἑαυτούς· παυσώμεθα τοῦ ἀδικεῖν καὶ μισεῖν τοὺς ἐχθρούς· αὐτὸς τοὺς ἐχθροὺς κελεύει φιλεῖν, ἡμεῖς δὲ καὶ αὐτὸν φιλοῦντα διώκομεν. Μὴ γένοιτο, φησί. Τῷ ῥήματι τοῦτο πάντες φθεγγόμεθα, διὰ δὲ τῶν ἔργων οὐ πάντες. Τοσαύτη ἡ τῆς ἁμαρτίας σκότωσις, ὅτι ἅπερ οὐκ ἔστι λόγῳ φορητὰ, ταῦτα δι' ἔργων φορητά ἐστιν. Ἀπιστῶμεν ὀψὲ γοῦν ποτε τῶν βλαπτόντων καὶ λυμαινομένων ἡμῶν τὴν σωτηρίαν, ἵνα τύχωμεν ὧν τοὺς φίλους εἰκὸς τυχεῖν. Θέλω γὰρ, φησὶν, ἵν', ὅπου εἰμὶ ἐγὼ, ὦσι καὶ οἱ μαθηταί μου, ἵνα τὴν δόξαν ὁρῶσι τὴν ἐμήν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note