Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.0.1
Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.
4.1.1
Οὕτω μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μήτε ἐνενόησε, μήτε προσεδόκησε νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. Διὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντα. Καθάπερ γὰρ ἐπὶ τῶν μεγάλων ἀγαθῶν τοῦτο πάσχομεν, ἆρα μὴ ὄναρ ἐστίν; λέγοντες, τῷ ἀπιστεῖν· οὕτω καὶ ἐπὶ τῶν τοῦ Θεοῦ δωρεῶν. Τί οὖν ἦν τὸ ἀπιστούμενον; Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁμαρτωλοὶ, εἰ οἱ ἐν νόμῳ μὴ δικαιωθέντες μηδὲ δι' ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως μόνης ἔμελλον τῶν πρωτείων τεύξεσθαι. Πολλὰ μὲν οὖν καὶ ἐν τῇ πρὸς Ῥωμαίους περὶ τούτου διαλέγεται τοῦ κεφαλαίου, πολλὰ δὲ καὶ ἐνταῦθα. Πιστὸς, φησὶν, ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐφείλκοντο, πείθει αὐτοὺς τῷ νόμῳ μὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι' ἐκείνου σωθῆναι πίστεως χωρίς. Πρὸς τοῦτο τοίνυν μάχεται. Ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος πάντα τὸν ἔμπροσθεν καταδαπανήσας βίονεἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσι καταναλώσας, ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης. Διὰ τοῦτό φησι, Πιστὸς ὁ λόγος. Ἀλλά τινες οὐκ ἠπίστουν μόνον, ἀλλὰ καὶ ἐνεκάλουν, ὃ καὶ νῦν ποιοῦσιν Ἕλληνες λέγοντες· Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Ἐπειδὴ γὰρ ἤκουσαν λέγοντος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεξεπερίσσευσεν ἡ χάρις, διασύροντες τὰ ἡμέτερα ἐκεῖνοι ἔλεγον τοῦτο. Οὕτω καὶ ὅταν περὶ γεέννης διαλεγώμεθα αὐτοῖς, Καὶ ποῦ, φασὶ, ταῦτα ἄξια Θεοῦ, εἰ ἄνθρωπος μὲν τὸν οἰκέτην λαβὼν τὸν ἑαυτοῦ πολλὰ ἡμαρτηκότα, ἀφίησι καὶ συγγνώμης ἀξιοῖ· ὁ δὲ Θεὸς ἀθάνατα κολάζει; Καὶ ὅταν περὶ λουτροῦ πάλιν αὐτοῖς διαλεγώμεθα καὶ τῆς διὰ τούτου τῶν ἁμαρτημάτων ἀφέσεως, Ποῦ ταῦτα, φασὶν, ἄξια Θεοῦ, τὸν μυρία ἐργασάμενον κακὰ, ἀφιέναι τῶν ἁμαρτημάτων; Ὁρᾷς τὴν ἐνδιάστροφον γνώμην, πῶς πανταχοῦ τὴν οἰκείαν ἐνδείκνυται φιλονεικίαν; Καὶ μὴν εἰ ἡ ἄφεσις κακὸν, καλὸν ἡ κόλασις· εἰ δὲ ἡ κόλασις οὐ καλὸν, ἡ ἄφεσις καλόν· κατὰ τὸν ἐκείνων φημὶ λόγον· κατὰ γὰρ τὸν ἡμέτερον ἀμφότερα καλά· καὶ πῶς, ἐν ἑτέρῳ δείξομεν καιρῷ· οὐ γὰρ τοῦ παρόντος ἂν εἴη. Βαθὺν γὰρ ὄντα καὶ πολλῆς δεόμενον τῆς ἐπεξεργασίας, ἐν καιρῷ δεῖ τοῦτον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης· τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Πιστὸς, φησὶν, ὁ λόγος. Πόθεν πιστός; Καὶ ἀπὸ τῶν προαγόντων, καὶ ἀπὸ τῶν μετὰ ταῦτα. Ὅρα πῶς καὶ προκατασκευάζει, καὶ μετὰ τὸ κατασκευάσαι αὐτῷ ἐνδιατρίβει. Τὸ γὰρ εἰπεῖν, ὅτι Βλάσφημον ὄντα καὶ διώκτην ἠλέησε, τοῦτο κατασκευάζοντος ἦν. Καὶ οὐκ ἠλέησε, φησὶ, μόνον, ἀλλὰ καὶ πιστὸν ἐποίησε· τοσοῦτον οὐ χρὴ, φησὶν, ἀπιστεῖν ὅτι ἠλέησεν. Οὐδεὶς γὰρ ὁρῶν τὸν δεσμώτην ἐν βασιλείοις στρεφόμενον, ὅτι ἠλεήθη ἀμφιβάλλει ποτέ· ὅπερ ἐπὶ τοῦ Παύλου ἦν ἰδεῖν. Ἀφ' ἑαυτοῦ γὰρ ποιεῖται τὸ σημεῖον, καὶ οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁμαρτωλὸν, ἀλλὰ καὶ μᾶλλον εὐφραίνεται. Οὕτω γὰρ μάλιστα δύναται δεῖξαι τὸ μέγα τῆς τοῦ Θεοῦ κηδεμονίας θαῦμα, καὶ ὅτι φιλανθρωπίας ἠξιώθη τοσαύτης. Καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ, Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, ἐνταῦθά φησιν ἁμαρτωλὸν εἶναι, καὶ πρῶτον τῶν ἁμαρτωλῶν; Ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο, καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ οἱ ἐν τῷ νόμῳ· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ, Τὴν ἐν νόμω. Ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος καθ' ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν θησαυρῶν τῶν βασιλικῶν σφόδρα πένης, καὶ πρῶτος πένης· οὕτω δὴ καὶ ἐνταῦθα, πρὸς τοὺς ἀγγέλους κρινόμενοι, ἁμαρτωλοὶ οἱ ἄνθρωποι, καὶ εἰ δίκαιοι. Εἰ δὲ Παῦλος ὁ τὴν ἐν νόμῳ δικαιοσύνην ἐργασάμενος πρῶτος ἁμαρτωλὸς, τίς ἄρα τῶν ἄλλων δίκαιος ἂν κληθείη; Οὐ γὰρ διαβάλλων αὐτοῦ τὸν βίον ὡς ἀσελγῆ, τοῦτό φησι, μὴ γένοιτο, ἀλλὰ τὴν δικαιοσύνην ἐκείνην πρὸς ταύτην συγκρίνων, τὸ μηδὲν εἶναι δείκνυσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἁμαρτωλοὺς τοὺς ἔχοντας αὐτὴν ἀποφαίνει. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, φησὶν, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν εἰς ζωὴν αἰώνιον.
4.2.1
Ὁρᾷς πῶς πάλιν ταπεινοῖ καὶ καταστέλλει ἑαυτὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν; Τὸ μὲν γὰρ δι' ἄγνοιαν λέγειν ἐλεηθῆναι, οὐ σφόδρα δείκνυσιν ἁμαρτωλὸν τὸν ἐλεούμενον, οὐδὲ ἄγαν κατεγνωσμένον· τὸ δὲ διὰ τοῦτο ἐλεηθῆναι, ἵνα μηδεὶς ἀπαγορεύῃ λοιπὸν τῶν ἡμαρτηκότων, ἀλλὰ θαῤῥῇ ὅτι καὶ αὐτὸς τῶν αὐτῶν τεύξεται, σφόδρα μέγα καὶ μεθ' ὑπερβολῆς. Ὥστε φθεγξάμενος, Πρῶτός εἰμι ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης καὶ ὑβριστής· καὶ, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, καὶ ὅσα εἴρηκεν· ὅμως οὐδὲν οὕτω ταπεινὸν ἐφθέγξατο. Καὶ ἐπὶ ὑποδείγματος δὲ τοῦτο σαφὲς ἔσται. Ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα φαύλους, τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον, πάντας μέντοι κατεγνωσμένους· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως καὶ τιμωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας. Ἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω πιστεύσουσι τῷ λόγῳ, ἕως ἂν ἴδωσι τὸν πάντων φαυλότερον αὑτῶν τούτου τυχόντα· οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο. Οὐ γὰρ ἂν, ἐμοῦ τυχόντος συγχωρήσεως, φησὶ, περὶ τῶν ἄλλων ἀμφισβητήσειέ τις· ὡς ἂν εἰ ἔλεγέ τις καὶ ἐν τῇ συνηθείᾳ, Ἐὰν δὲ τῷδε ὁ Θεὸς συγχωρήσῃ, οὐδένα τῶν ἄλλων κολάσει. Καὶ δείκνυσι διὰ τούτου οὐδὲ ἄξιον ἑαυτὸν ὄντα συγχωρήσεως, ἀλλὰ διὰ τὴν εἰς ἑτέρους σωτηρίαν ταύτης πρότερον ἀπολαύσαντα. Μηδεὶς τοίνυν ἀμφιβαλλέτω, φησὶ, περὶ σωτηρίας, ὁπότε ἐγὼ ἐσώθην. Καὶ ὅρα τοῦ μακαρίου τούτου τὴν ταπεινοφροσύνην. Οὐκ ἔφη, Ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ, Τὴν πᾶσαν μακροθυμίαν· ὡς ἂν εἰ ἔλεγε· Μᾶλλον ἐμοῦ ἐπ' ἄλλῳ οὐκ ἔχει μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους, καθάπερ οἱ ἐπὶ μέρους ἁμαρτάνοντες. Πρὸς ὑποτύπωσιν, φησὶ, τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον, τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπήν. Ἐπειδὴ δὲ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, καὶ ὅτι τοσαύτην ἀγάπην ἐνεδείξατο, ἵνα μή τις νομίσῃ ταύτης ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν ἐπάγων, καί φησι· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὑπὲρ δὴ τούτων, φησὶν οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζομεν. Ἐρώμεθα οὖν τοὺς αἱρετικούς· Ἰδοὺ, Μόνῳ Θεῷ, εἴρηκε περὶ Πατρὸς λέγων· ἆρα οὐ Θεὸς ὁ Υἱός; καὶ, Μόνῳ ἀφθάρτῳ· ἆρα οὐκ ἄφθαρτος ὁ Υἱός; καὶ ὃ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; Ναὶ, φησὶ, καὶ Θεὸς, καὶ ἄφθαρτος, ἀλλ' οὐ τοιοῦτος, οἷος ὁ Πατήρ. Τί φής; οὐ τοιοῦτος, καὶ ἐλάττονος οὐσίας ἐστίν; οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος. Τί δέ ἐστι, μείζων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ μὴ διαφθείρεσθαι. Δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστὶν, ἀφθαρσία δὲ μείζων καὶ ἥττων οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ ὑγεία ἥττων καὶ πλείων· ἢ γὰρ φθείρεσθαί τι δεῖ, ἢ μηδ' ὅλως. Τί οὖν, φησίν; ἡμεῖς καὶ ἄφθαρτοι ὡσαύτως; Μὴ γένοιτο· οὐδαμῶς. Διὰ τί; Ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισάκτως. Ἆρ' οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ οὕτως; Οὐδαμῶς· ἀλλὰ καὶ αὐτὸς φύσει. Τίνος οὖν ἕνεκεν ἡ διαφορά; Ὅτι αὐτὸς μὲν, φησὶ, παρ' οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός. Καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα, ὅτι ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς ἀφθάρτως γεγέννηται. Ὑπὲρ τούτων, φησὶ, τὸν Πατέρα δοξάζομεν, ὅτι τοιοῦτον αὐτὸν ἐγέννησεν. Ὁρᾷς ὅτι τότε μάλιστα δοξάζεται ὁ πατὴρ, ὅταν μεγάλα ᾖ κατωρθωκὼς ὁ παῖς; εἰς αὐτὸν γὰρ ἀναφέρεται τὰ τοῦ υἱοῦ. Οὐκοῦν, ὅταν δυνατὸν ᾖ γεγεννηκὼς, καὶ τοιοῦτον οἷον αὐτὸς, ἡ δόξα τοῦ υἱοῦ μᾶλλόν ἐστιν ἢ τοῦ πατρὸς, ὅταν αὐτάρκη, ὅταν ἑαυτῷ ἀρκοῦντα, ὅταν μὴ ἀσθενῆ. Τῷ δὲ, Βασιλεῖ τῶν αἰώνων, καὶ περὶ τοῦ Υἱοῦ εἴρηται, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τὸ αὐτό ἐστιν ἐνταῦθα. Παρὰ μὲν γὰρ ἡμῖν διῄρηται ἀμφότερα, ἡ δημιουργία, λέγω, καὶ ἡ κτίσις, καὶ ἕτερος μὲν κατασκευάζει καὶ ποιεῖται καὶ ταλαιπωρεῖ, ἕτερος δὲ κρατεῖ. Διὰ τί; Ὅτι ὁ κατασκευάζων ἐλάττων ἐστίν. Ἐκεῖ δὲ οὐδαμῶς· οὐχ ἑτέρου μὲν ἡ δεσποτεία, ἑτέρου δὲ ἡ δημιουργία. Οὐδὲ γὰρ, ἐπειδὰν ἀκούσω, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἀφαιρῶ τὸν Πατέρα τὸ δημιουργικόν· οὔτε δὲ ὅταν ἀκούσω, Ὁ Πατὴρ βασιλεὺς τῶν αἰώνων, τὸν Υἱὸν ἀφαιρῶ τὴν δεσποτείαν· κοινὰ γὰρ καὶ ἐκείνου καὶ τούτου ταῦτα· ἀμφότερα γὰρ ἑκατέροις ἐστίν. Ἔκτισεν ὁ Πατὴρ τῷ δημιουργὸν Υἱὸν γεγεννηκέναι· βασιλεύει ὁ Υἱὸς τῷ Κύριος εἶναι τῶν κτισμάτων. Οὐ γὰρ μισθοῦ ἐργάζεται, καθάπερ οἱ παρ' ἡμῖν, οὐδὲ ἑτέρῳ ὑπακούων, καθάπερ οὗτοι, ἀλλὰ δι' οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν. Τί δέ; ὁ Υἱὸς ὡράθη ποτέ; Οὐκ ἄν τις ἔχοι λέγειν. Τί οὖν ἐστιν, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ; τί δὲ ὅταν λέγῃ, Οὐδὲ γάρ ἐστιν ὄνομα ἕτερον, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς; καὶ πάλιν, Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία; Τιμὴ καὶ δόξα, φησὶν, εἰς τοὺς αἰῶνας. Ἀμήν. Τιμὴ καὶ δόξα οὐ διὰ ῥημάτων γίνεται. Ἐπεὶ οὖν καὶ αὐτὸς οὐ διὰ ῥημάτων ἡμᾶς ἐτίμησεν, ἀλλὰ καὶ διὰ πραγμάτων καὶ δι' ἔργων, οὕτω καὶ ἡμεῖς αὐτὸν τιμήσωμεν καὶ διὰ πραγμάτων καὶ δι' ἔργων. Καίτοι αὕτη μὲν ἡ τιμὴ ἡμῶν ἅπτεται, ἐκείνη δὲ αὐτοῦ οὐδαμῶς· οὐ γὰρ δεῖται τῆς παρ' ἡμῶν, ἡμεῖς δὲ τῆς παρ' αὐτοῦ δεόμεθα.
4.3.1
Ὥστε κἂν τιμήσωμεν αὐτὸν, πάλιν ἡμᾶς αὐτοὺς ἐτιμήσαμεν. Ὥσπερ γὰρ ὁ τοὺς ὀφθαλμοὺς ἀνοίξας, ἵνα τὸ ἡλιακὸν ἴδῃ φῶς, ἑαυτὸν πάλιν ὤνησε, θαυμάζων τὸ κάλλος τοῦ ἄστρου, οὐκ ἐκείνῳ τι κεχάρισται· οὐ γὰρ λαμπρότερον αὐτὸ πεποίηκεν, ἀλλὰ μένει τὸ αὐτό· οὕτω, καὶ πολλῷ μᾶλλον, ἐπὶ τοῦ Θεοῦ· ὁ θαυμάζων τὸν Θεὸν καὶ τιμῶν, ἑαυτὸν ἔσωσε, καὶ ὠφέλησεν ὠφέλειαν μεγίστην. Πῶς; Ὅτι τὴν ἀρετὴν μετερχόμενος, παρ' αὐτοῦ δοξάζεται· Τοὺς γὰρ δοξάζοντάς με, φησὶ, δοξάσω. Πῶς οὖν αὐτὸς δοξάζεται, φησὶν, ἀπὸ τῆς δόξης τῆς ἡμετέρας οὐδὲν ἀπολαύων; Ὥσπερ οὖν καὶ πεινῇν λέγεται, καὶ διψῇν· πάντα γὰρ οἰκειοῦται τὰ ἡμέτερα, ἵνα κἂν οὕτως ἡμᾶς ἐφελκύσηται, καὶ τὰς τιμὰς καὶ τὰς ὕβρεις, ἵνα κἂν οὕτω φοβηθῶμεν· καὶ οὐδ' οὕτως ἐφελκόμεθα. Δοξάσωμεν δὴ τὸν Θεὸν, ἄρωμεν τὸν Θεὸν ἐν τῷσώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν. Καὶ πῶς τις ἐν τῷ σώματι δοξάζει, φησί; πῶς δὲ ἐν τῷ πνεύματι; Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν λέγει, πρὸς ἀντιδιαστολὴν τοῦ σώματος. Πῶς οὖν τις δοξάζει ἐν τῷ σώματι; πῶς δὲ ἐν τῇ ψυχῇ; Ἐν σώματι δοξάζει ὁ μὴ πορνεύων, ὁ μὴ μεθυσκόμενος, ὁ μὴ γαστριζόμενος, ὁ μὴ καλλωπιζόμενος, ὁ τοσαύτην αὐτοῦ ποιούμενος πρόνοιαν, ὅσον πρὸς ὑγείαν ἀρκεῖν μόνον, ὁ μὴ μοιχεύων, ἡ μὴ μυριζομένη, ἡ μὴ χρώματι διαγράφουσα τὸ πρόσωπον, ἡ ἀρκουμένη τῇ πλάσει τοῦ Θεοῦ, καὶ μηδὲν ἐπιτεχνωμένη. Τί γὰρ, εἰπέ μοι, προσάγεις τὰ παρὰ σαυτῆς τῇ ἀπηρτισμένῃ παρὰ τοῦ Θεοῦ δημιουργίᾳ; οὐκ αὐτάρκης σοι γέγονεν ἡ διάπλασις; ὡς βελτίων τοίνυν τεχνῖτις ἐπιχειρεῖς ῥυθμίσαι τὸ ἔργον; Οὐκ ἔστι τοῦτο, ἀλλὰ διὰ τοῦτο καλλωπίζῃ, καὶ ὑβρίζεις τὸν Δημιουργὸν, ἵνα μυρίους ἐραστὰς ἐπισπάσῃ. Καὶ τί πάθω, φησίν; οὐδὲ γὰρ ἐγὼ βούλομαι, ἀλλὰ διὰ τὸν ἄνδρα ταῦτα ποιεῖν ἀναγκάζομαι. Οὐκ ἔνι μὴ βουλομένην ἐρᾶσθαι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα θαυμάζηται καὶ ἐπὶ τούτῳ, οὐχ ἵνα ὑβρίζηται· μὴ τούτοις αὐτὸν ἀμείβου τοῖς δώροις, ἀλλὰ σωφροσύνῃ καὶ κοσμιότητι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα σοι τοὺς τῆς κοσμιότητος ἄθλους αὐξήσῃ. Οὐ γάρ ἐστιν ἴσον, ἐπέραστον οὖσαν σωφρονεῖν, καὶ ὑπ' οὐδενὸς γενομένην περιμάχητον. Ἀκούεις τί φησιν ἡ Γραφὴ περὶ τοῦ Ἰωσήφ; ὅτι Ἦν ὡραῖος καὶ καλὸς τῇ ὄψει. Τί ἡμᾶς τοῦτο ἀκούοντας ὠφελεῖ, ὅτι καλὸς ἦν Ἰωσήφ; Ἵνα μᾶλλον αὐτοῦ τὸ κάλλος θαυμάζωμεν καὶ τὴν κοσμιότητα. Ἐποίησέ σε καλὴν ὁ Θεός; τί τοίνυν κατασκευάζεις ἄμορφον σαυτήν; Ὥσπερ γὰρ ἂν εἴ τις χρυσῷ ἀνδριάντι ἐπιχρίσειε πηλὸν βορβόρου, οὕτως εἰσὶν αἱ τοῖς ἐπιτρίμμασι κεχρημέναι· γῆν καταπάσσεις σαυτὴν τὴν μὲν φοινικῆν, τὴν δὲ λευκήν. Ἀλλ' αἱ ἄμορφοι, φησὶν, εἰκότως τοῦτο πράττουσι. Τίνος ἕνεκεν, εἰπέ μοι; ἵνα τὴν ἀμορφίαν κρύψωσιν; Ἀλλὰ ἀνόνητα πονοῦσι. Πότε γὰρ, εἰπέ μοι, τὸ φυσικὸν ὑπὸ τοῦ τεχνικοῦ καὶ ἐπιτετηδευμένου νικᾶται; Τί δὲ ὅλως ἡ ἀμορφία λυπεῖ, ὅταν ψόγον μὴ ἔχῃ; Ἄκουε γὰρ σοφοῦ τινος λέγοντος, Μὴ βδελύξῃ ἄνδρα ἐν ὁράσει αὐτοῦ, μηδὲ αἰνέσῃς ἄνδρα ἐν τῷ κάλλει αὐτοῦ· μᾶλλον μὲν οὖν Θεὸν θαύμασον τὸν ἀριστοτέχνην, ἐκεῖνον δὲ μηκέτι· οὐ γὰρ αὐτοῦ κατόρθωμα τὸ γενόμενον. Ποῖον γὰρ κέρδος ἀπὸ κάλλους, εἰπέ μοι; Οὐδὲν, ἀλλ' ἀγῶνες πλείους, μείζονες ἐπήρειαι, καὶ οἱ κίνδυνοι καὶ αἱ ὑποψίαι. Τὴν μὲν γὰρ οὐ τοιαύτην οὐδ' ἂν ὑποπτεύσειέ τις· ἐκείνη δὲ ἂν μὴ πολλῇ τῇ κοσμιότητι καὶ μεθ' ὑπερβολῆς ᾖ κεχρημένη, εὐθέως δέξεται δόξαν πονηράν· καὶ ὁ ἀνὴρ δὲ μεθ' ὑποψίας συνοικεῖ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; οὐ τοσαύτην ἀπὸ τῆς θέας κτώμενος τὴν ἡδονὴν, ὅσον ἀπὸ τῆς ὑπονοίας καρποῦται τὴν λύπην. Ἐκείνη μὲν γὰρ τῇ συνηθείᾳ μαραίνεται, βλακείας, διαχύσεως, ἀσελγείας δόξαν λαμβανούσης αὐτῆς τῆς ψυχῆς, βαναύσου γινομένης, ἀπονοίας πολλῆς πληρουμένης· πρὸς ταῦτα γὰρ πάντα μᾶλλον ἡ εὐμορφία ἕλκει. Τὴν δὲ οὐ τοιαύτην οὐκ ἂν εὕροιμεν πολλὰ τὰ κωλύματα ἔχουσαν. Οὔτε γὰρ οἱ ἐπιπηδῶντες κύνες εἰσὶν, ἀλλὰ, καθάπερ τις ἀμνὰς, ἐν ἡσυχίᾳ πολλῇ βόσκεται, οὐδενὸςἐνοχλοῦντος λύκου οὐδὲ ἐπιπηδῶντος, ἅτε τοῦ ποιμένος παρακαθημένου αὐτῇ. Οὐκ ἔστι πλεονεξία τὸ ἑτέραν μὲν εἶναι καλὴν, ἑτέραν δὲ μὴ τοιαύτην· πλεονεξία ἐστὶ τὸ ἑτέραν μὲν πορνεύειν καὶ καλὴν μὴ οὖσαν, ἑτέραν δὲ εἶναι πονηράν. Εἰπὲ γάρ μοι, τίς ἀρετὴ ὀφθαλμῶν; ἆρα τὸ ὑγροὺς εἶναι καὶ εὐστρόφους καὶ στρογγύλους καὶ κυανοῦς, ἢ τὸ ὀξεῖς καὶ διορατικούς; Ἐγὼ μὲν τοῦτό φημι, καὶ δῆλον ἐκεῖθεν· Τίς ἀρετὴ λύχνου; τὸ λαμπρὰ φαίνειν καὶ πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλάσθαι καὶ στρογγύλον εἶναι; Ἐκεῖνο πάντως ἂν εἴποιμεν· τοῦτο μὲν γὰρ ἀδιάφορον, τὸ δὲ ζητούμενον ἐκεῖνο. Διὰ τοῦτο καὶ, Σαπρὸν λύχνον ἐποίησας, πρὸς τὴν ἐγκεχειρισμένην θεραπαινίδα ἀεὶ λέγομεν· οὕτω λύχνου τὸ φωτίζειν ἐστίν. Οὐκοῦν καὶ ὀφθαλμὸς, ἐάν τε τοιόσδε ἐάν τε τοιόσδε ᾖ, οὐδέν ἐστιν, ἕως ἂν μετὰ πάσης αὐταρκείας τὴν χρείαν πληροῖ· ὥσπερ οὖν καὶ σαπρὸς λέγεται, ἐὰν ἀμβλυωπῇ, καὶ τὴν σύνθεσιν μὴ ἔχῃ πᾶσαν ἀπηρτισμένην· καὶ γὰρ τοὺς ἀνεῳγμένων τῶν ὀφθαλμῶν μὴ βλέποντας σαπροὺς ἔχειν ὀφθαλμούς φαμεν. Πᾶν γὰρ ὃ μὴ τὴν ἰδίαν χρείαν πληροῖ, σαπρὸν λέγομεν· καὶ τοῦτο ὀφθαλμοῦ κακία. Τῆς δὲ ῥινὸς, εἰπέ μοι, ποία ἀρετή; ἆρα τὸ εὐθεῖαν εἶναι, καὶ ἀπεξεσμένην ἑκατέρωθεν, καὶ τὴν ἀναλογίαν σύμμετρον ἔχειν, ἢ τὸ πρὸς τὴν ὄσφρησιν ἐπιτηδείαν εἶναι, καὶ δυναμένην ταχέως ἀντιλαμβάνεσθαι καὶ παραπέμψαι τῷ ἐγκεφάλῳ; Τοῦτο δὴ παντί που δῆλόν ἐστι. Φέρε δὴ, καὶ ἐπὶ ὑποδείγματι τὸ πρᾶγμα προσεξετάσωμεν, Εἰπὲ γάρ μοι, τοὺς ἅρπαγας, τὰ σκεύη, ποῖα φήσομεν κατεσκευάσθαι καλῶς, τὰ δυνάμενα ἁρπάζειν μετὰ ἀκριβείας καὶ κατέχειν, ἢ τὰ διαπεπλασμένα καλῶς; Δῆλον ὅτι ἐκεῖνα. Τί δὲ ὀδόντας, ποίους εἶναι φήσομεν καλούς; τοὺς τμητικοὺς καὶ εὐκόλως διατέμνοντας τὴν τροφὴν, ἢ τοὺς καλῶς συγκειμένους; Δῆλον ὅτι ἐκείνους. Καὶ ὅλως ἐπὶ παντὸς τοῦ σώματος τούτῳ προσάγοντες τῷ λόγῳ τὴν ζήτησιν, εὑρήσομεν πάντα τὰ ὑγιῆ καὶ καλὰ, ἕως ἂν ἐνεργῇ μετὰ ἀκριβείας τὰ οἰκεῖα τῶν μελῶν ἕκαστον. Οὕτω καὶ σκεῦος ἕκαστον λέγομεν καλὸν, καὶ ζῶον καὶ φυτὸν, οὐκ ἀπὸ τῆς διαπλάσεως, οὐδ' ἀπὸ τοῦ χρώματος, ἀλλ' ἀπὸ τῆς διακονίας. Οὕτω καὶ οἰκέτην καλοῦμεν καλὸν τὸν ἐπιτήδειον ἡμῖν πρὸς διακονίαν, οὐ τὸν ὡραῖον καὶ βλᾶκα. Ὁρᾷς πῶς ἔστιν εἶναι καλήν; Ὅταν τοίνυν τῶνμεγίστων καὶ θαυμαστῶν ὁμοίως ἀπολαύωμεν, οὐδὲν πλεονεκτούμεθα. Οἷόν τι λέγω· Τὸν κόσμον τοῦτον ὁμοίως ὁρῶμεν, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα ὁμοίως ἕλκομεν, τοῦ ὕδατος, τῆς τροφῆς ὁμοίως μετέχομεν, ἄν τε εὔμορφοι ὦμεν, ἄν τε μή. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τῶν εὐμόρφων αἱ μὴ τοιαῦται μᾶλλον ὑγιεινότεραι. Ἐκεῖναι μὲν γὰρ ὡς δὴ τὴν ὥραν διαφυλάττουσαι, καμάτοις ἑαυτὰς οὐ διδόασιν, ἀλλ' ἀργίᾳ καὶ σκιατροφίᾳ, ὑφ' ὧν μάλιστα αἱ τῶν μελῶν ἐνέργειαι ἀμβλύτεραι γίνονται· αὗται δὲ ἁπλῶς καὶ ἄδην, ἅτε οὐδεμίαν περὶ ταῦτα ἔχουσαι τὴν σπουδὴν, ἐκεῖ τὸ πᾶν ἀναλίσκουσι. Δοξάσωμεν τοίνυν τὸν Θεὸν, ἄρωμεν αὐτὸν ἐν τῷ σώματι ἡμῶν, μὴ καλλωπιζώμεθα· περιττὴ αὕτη ἡ σπουδὴ καὶ ἀνόνητος. Μὴ παιδεύωμεν τοὺς ἄνδρας ὄψεις μόνας φιλεῖν· ἂν γὰρ ᾖς οὕτω κοσμουμένη, ταχέως ὑπὸ τῆς ἡταιρηκυίας, μελετήσας ἐν τῇ ὄψει τῇ σῇ, ἁλίσκεται· ἂν μέντοι διδάξῃς αὐτὸν τρόπους φιλεῖν καὶ κοσμιότητα, οὐ ταχέως πορνεύσει· οὐδὲ γὰρ εὑρίσκει ταῦτα παρὰ τῇ πόρνῃ, ἀλλὰ τὰ τούτοις ἐναντία. Μὴ τοίνυν διδάξῃς αὐτὸν ὑπὸ γέλωτος ἁλίσκεσθαι, μηδὲ ὑπὸ σχήματος ἐκκεχυμένου, ἵνα μὴ κατὰ σαυτῆς ἀρτύσῃς τὰ φάρμακα. Παίδευε αὐτὸν κοσμιότητι χαίρειν· δυνήσῃ δὲ τοῦτο, ὅταν καὶ τὸ σχῆμα τοιοῦτον ᾖ· ἐπεὶ ἐὰν ἐπτερωμένη καὶ ἄσωτος ᾖς, πῶς δυνήσῃ προσενεγκεῖν ῥῆμα σεμνόν; τίς δέ σε οὐ χλευάσεται καὶ γελάσει; Πῶς δὲ ἔστι καὶ ἐν τῷ σώματι ἆραι τὸν Θεόν; Ἀρετὴν ἀσκοῦντα, τὴν ψυχὴν καλλωπίζοντα· καὶ γὰρ ἐπ' αὐτῆς τοῦτο οὐ κεκώλυται. Οὕτω δοξάζομεν τὸν Θεὸν, ὅταν πάντοθεν ὦμεν ἀγαθοὶ, καὶ δοξαζόμεθα καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐχ ὁμοίως, ἀλλὰ πολλῷ μειζόνως. Λογίζομαι γὰρ, φησὶν, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note