In epistulam i ad Timotheum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
500.0.1
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
500.1.1
Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ἁπάσης ὁ ἱερεύς. Πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧ ἱερᾶται· διὰ τοῦτό φησι, Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς. Δύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξω ἔχομεν καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται· αὐτοί τε ἐκεῖνοι βελτίους γίνονται τῷ τε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. Οὐδὲν γὰρ οὕτω πρὸς διδασκαλίαν ἐπαγωγὸν, ὡς τὸ φιλεῖν καὶφιλεῖσθαι. Ἐννόησον δὲ ὅσον ἦν ἀκούειν τοὺς ἐπιβουλεύοντας, τοὺς μαστίζοντας, τοὺς ἐλαύνοντας, τοὺς ἀποκτιννύντας, ὅτι οἱ τὰ τοιαῦτα πάσχοντες ὑπὲρ τῶν τὰ τοιαῦτα δρώντων προσευχὰς πρὸς τὸν Θεὸν ποιοῦνται ἐκτενεῖς. Ὁρᾷς πῶς ἀνώτερον εἶναι βούλεται τὸν Χριστιανὸν πάντων; Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν νηπίων, κἂν βασταζόμενον τὸ παιδίον τύπτῃ τοῦ πατρὸς τὴν ὄψιν, οὐδὲν ὑποτέμνεται τῆς φιλοστοργίας· οὕτω κἂν τυπτώμεθα παρὰ τῶν ἔξωθεν, οὐδὲν ὀφείλομεν ἐλαττοῦν τῆς εὐνοίας τῆς πρὸς αὐτούς. Τί δέ ἐστι τὸ, Πρῶτον πάντων; Τουτέστιν, ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. Καὶ τοῦτο ἴσασιν οἱ μύσται πῶς καθ' ἑκάστην ἡμέραν γίνεται, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν πρωΐᾳ· πῶς ὑπὲρ παντὸς τοῦ κόσμου, καὶ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων ποιούμεθα τὴν δέησιν. Ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι οὐχ ὑπὲρ πάντων εἶπεν, ἀλλ' ὑπὲρ τῶν πιστῶν. Τί οὖν, ὅταν λέγῃ, Ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖςἦσαν βασιλεῖς, ἀλλὰ μέχρι πολλοῦ προῆλθον, ἀσεβεῖς ἀσεβεῖς διαδεχόμενοι. Εἶτα, ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν· Ὑπὲρ πάντων, καὶ τότε, Ὑπὲρ βασιλέων. Εἰ γὰρ εἶπεν, Ὑπὲρ βασιλέων μόνων, ἴσως ἄν τις τοῦτο ὑπέλαβεν. Εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ μὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν. Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον βίον διάγωμεν. Τουτέστιν, ἡ ἐκείνων σωτηρία ἡμῶν ἀμεριμνία ὑπάρχει· ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, προτρέπων αὐτοὺς πείθεσθαι τοῖς ἄρχουσι, φησίν· Εἰ μὴ διὰ τὴν ἀνάγκην, ἀλλὰ διὰ τὴν συνείδησιν. Ὁ γὰρ Θεὸς εἰς τὸ κοινῇ χρήσιμον τὰς ἀρχὰς διετάξατο. Πῶς οὖν οὐκ ἄτοπον αὐτοὺς μὲν ὑπὲρ τούτου στρατεύεσθαι, καὶ τὰ ὅπλα τίθεσθαι, ἵν' ἡμεῖς ἐν ἀδείᾳ ὦμεν· ἡμᾶς δὲ μηδὲ ὑπὲρ τῶν κινδυνευόντων καὶ στρατευομένων ποιεῖσθαι δεήσεις; ὥστε οὐ κολακεία ἐστὶ τὸ πρᾶγμα, ἀλλὰ κατὰ τὸν τοῦ δικαίου γίνεται λόγον. Εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις, ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· ἢ γὰρ καὶ αὐτοὺς ἡμᾶς στρατεύεσθαι ἔδει, κατακοπέντων ἐκείνων, ἢ φεύγειν πανταχοῦ καὶ πλανᾶσθαι. Καθάπερ γὰρ πρόβολοί τινές εἰσι, φησὶ, προβεβλημένοι, καὶ τοὺς ἔνδον ἐν εἰρήνῃ φυλάττοντες. Δεήσεις, φησὶ, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Δεῖ γὰρ εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ τῶν εἰς ἄλλους γενομένων ἀγαθῶν, οἶον ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὅτι βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὁρᾷς ὅτι οὐ μόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαριστίας ἑνοῖ καὶ συγκολλᾷ ἡμᾶς; Ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν τοῦ πέλας ἀγαθῶν, ἀναγκάζεται καὶ φιλεῖν αὐτὸν καὶ οἰκείως πρὸς αὐτὸν διακεῖσθαι. Εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς καὶ τῶν λάθρα γινομένων, καὶ ἑκόντων καὶ ἀκόντων, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν· καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ.
500.2.1
Πᾶσα τοίνυν ἡμῖν εὐχὴ εὐχαριστίαν ἐχέτω. Εἰ δὲ καὶ ὑπερεύχεσθαι τῶν πέλας οὐχὶ πιστῶν μόνον, ἀλλὰ καὶ ἀπίστων προσταττόμεθα, ἐννόησον ὅσον ἐστὶ κακὸν κατεύχεσθαι τῶν ἀδελφῶν. Τί λέγεις; ἐκεῖνός σε ὑπὲρ ἐχθρῶν ἐκέλευσεν εὔχεσθαι, σὺ δὲ τοῦ ἀδελφοῦ κατεύχῃ; Οὐκ ἐκείνου κατεύχῃ, ἀλλὰ σαυτοῦ· τὸν γὰρ Θεὸν παροξύνεις, ἐκεῖνα τὰ ἀνόσια φθεγγόμενος ῥήματα· οὕτω δεῖξον αὐτῷ, οὕτω ποίησον αὐτῷ, βάλε αὐτὸν, ἀνταπόδος αὐτῷ. Πόῤῥω ταῦτα τῶν τοῦ Χριστοῦ μαθητῶν, τῶν ἐπιεικῶν καὶ προσηνῶν. Τοῦ στόματος τοῦ ἠξιωμένου τοιαύτης μυσταγωγίας μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς, ἡ τῷ θείῳ σώματι προσομιλοῦσα γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωμεν, μὴ ἀρὰς προσφέρωμεν δι' αὐτῆς. Εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολλῷ μᾶλλον οἱ κατευχόμενοι· ἀνάγκη γὰρ καὶ ὑβρίζειν τὸν κατευχόμενον· ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχουσι. Προσεύχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν μὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ αὐτὸς οὐ μόνον οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν μὴ ἀφεῖναι παρακαλεῖς; Εἶδες ὑπερβολὴν κακίας; Εἰ τῷ μὴ ἀφιέντι οὐκ ἀφίεται, τῷ καὶ τὸν Δεσπότην παρακαλοῦντι μὴ ἀφεῖναι, πῶς ἀφεθήσεται; Οὐκ ἐκεῖνον βλάπτεις, ἀλλὰ σαυτόν. Τί δήποτε; Εἰ γὰρ καὶ ἀκούεσθαι ἔμελλες ὑπὲρ τῶν σαυτοῦ, διὰ ταῦτα οὐδέποτε εἰσακουσθήσῃ, ὅτι μιαρῷ στόματι τὰς εὐχὰς ποιεῖς· μιαρὸν γὰρ ὄντως τὸ τοιοῦτον στόμα καὶ ἀκάθαρτον, πάσης δυσωδίας ἐμπεπλησμένον, πάσης ἀκαθαρσίας. Δέον σε ὑπὲρ τῶν σῶν τρέμειν ἁμαρτημάτων, καὶ τὸν ἀγῶνα πάντα ὑπὲρ τούτων ποιεῖσθαι, σὺ δὲ προσέρχῃ τὸν Θεὸν κινήσων κατὰ τοῦ ἀδελφοῦ; οὐ γὰρ δέδοικας καὶ μεριμνᾷς τὰ σαυτοῦ; οὐχ ὁρᾷς τί διαπράττῃ; Μίμησαι κἂν τὰ παιδία τὰ εἰς διδασκαλεῖον φοιτῶντα, ἅπερ ἐπειδὰν τὴν ἑαυτῶν συμμορίαν ἔνδον ἴδῃ τῶν μαθημάτων ἀπαιτουμένην τὰς εὐθύνας, καὶ διὰ τὴν ῥᾳθυμίαν ἅπαντας τυπτομένους, καὶ καθ' ἕνα ἕκαστον ἐξεταζόμενον πικρῶς καὶ κοπτόμενον ὑπὸ τῶν πληγῶν, ἀποτέθνηκεν ὑπὸ τοῦ δέους· κἂν μυρία τις αὐτὰ πλήξῃ τῶν συμφοιτητῶν, οὐκ ἀνέχεται ὀργισθῆναι, τοῦ φόβου τὴν ψυχὴν κατέχοντος, οὐδὲ ἐντυχεῖν τῷ διδασκάλῳ, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ τὸ εἰσελθεῖν καὶ ἀπαλλαγῆναι πληγῶν χωρὶς, καὶ πρὸς ἐκεῖνον τὸν καιρὸν σκοπεῖ· κἂν ἐξέλθῃ, εἴτε πληγὰς λαβὼν εἴτε μὴ λαβὼν, οὐδὲ εἰς νοῦν ἐκεῖνα λοιπὸν βάλλεται ὑπὸ τῆς ἡδονῆς. Σὺ δὲ ἑστὼς καὶ μεριμνῶν ὑπὲρ τῶν ἁμαρτημάτων τῶν σῶν, οὐ φρίττεις τῶν ἑτέρων μνημονεύων; καὶ πῶς τὸν Θεὸν παρακαλεῖς; Δι' ὧν γὰρ αὐτὸν κατ' ἐκείνου ἀξιοῖς, διὰ τούτων καὶ τὰ σαυτοῦ πικρότερα ἐργάζῃ, οὐκ ἀφιεὶς αὐτὸν συγγνώμην δοῦναι τοῖς σοῖς. Πῶς γὰρ, εἰ θέλεις με γίνεσθαι, φησὶν, ἐξεταστὴν ἀκριβῆ τῶν εἰς σὲ πεπλημμελημένων, πῶς τῶν παρὰ σοῦ εἰς ἐμὲ γεγενημένων ἀξιοῖς γενέσθαι τὴν συγχώρησιν; Μάθωμέν ποτε εἶναι Χριστιανοί· εἰ εὔχεσθαι οὐκ ἴσμεν, ὅπερ ἐστὶν εὔκολον καὶ σφόδρα ῥᾴδιον, τί τῶν ἄλλων εἰσόμεθα; Μάθωμεν εὔχεσθαι ὡς Χριστιανοί· Ἑλλήνων εἰσὶν ἐκεῖναι αἱ εὐχαὶ, Ἰουδαίων ἐκεῖναι αἱ δεήσεις· τοῦ Χριστιανοῦ δὲ ἐναντίαι, ἄφεσιν καὶ ἀμνηστίαν αἰτεῖν τῶν εἰς ἡμᾶς πεπλημμελημένων. Λοιδορούμενοι, φησὶν, εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Ἄκουε τοῦ Στεφάνου λέγοντος, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐ μόνον οὐ κατηύχετο, ἀλλὰ καὶ ὑπερηύχετο· σὺ δὲ οὐ μόνον οὐχ ὑπερηύξω, ἀλλὰ καὶ κατηύξω. Ὥσπερ οὖν θαυμάσιος ἐκεῖνος, οὕτω σὺ κάκιστος. Τίνα θαυμάζομεν, εἰπέ μοι; τοὺς ὑπὲρ ὧν ηὔξατο, ἢ τὸν ὑπερευχόμενον; Τοῦτον δηλονότι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ Θεός. Βούλει πλήττεσθαι τὸν ἐχθρόν; εὖξαι ὑπὲρ αὐτοῦ, ἀλλὰ μὴ τοιαύτῃ διανοίᾳ, μὴ ὡς πλήττων· τοῦτο μὲν γὰρ γίνεται, σὺ δὲ μὴ τούτῳ ποίει τῷ σκοπῷ. Καίτοι ὁ μακάριος ἐκεῖνος ἀδίκως πάντα ἔπασχε, καὶ ὑπερηύχετο· ἡμεῖς δὲ πολλὰ καὶ δικαίως πάσχομεν παρὰ τῶν ἐχθρῶν. Εἰ δὲ ὁ ἀδίκως παθὼν οὐκ ἐτόλμησε μὴ ὑπερεύξασθαι, οἱ δίκαια πάσχοντες, καὶ μὴ μόνον οὐχ ὑπερευχόμενοι, ἀλλὰ καὶ κατευχόμενοι, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας; Δοκεῖς μὲν ἐκείνῳ διδόναι τὴν πληγὴν, τὸ δὲ ἀληθὲς κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, οὐκ ἀφιεὶς τὸν δικαστὴν ἐν τοῖς σοῖς ἁμαρτήμασι γενέσθαι ἥμερον, δι' ὧν αὐτὸν κατὰ ἑτέρων παροξύνεις. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν, φησὶ, καὶ ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Γενώμεθα τοίνυν συγγνωμονικοὶ, ἵνα τοιούτου τύχωμεν τοῦ Θεοῦ.
500.3.1
Ταῦτα οὐκ ἀκούειν ὑμᾶς μόνον βούλομαι, ἀλλὰ καὶ φυλάττειν. Νῦν δὲ μέχρι ῥημάτων ἡ μνήμη μόνον, τάχα δὲ οὐδὲ μέχρι τούτων· ἀλλὰ διαλυθέντων ἡμῶν, ἂν ἐρωτήσῃ τις τῶν μὴ παραγεγονότων, τί διελέχθημεν, οἱ μὲν οὐδὲ ἐροῦσιν, οἱ δὲ εἰδότες ἐροῦσι τὴν ὑπόθεσιν, εἰς ἣν εἰρήκαμεν μόνον, ὅτι ὡμίλησεν εἰς τὸ μὴ δεῖν μνησικακεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, εἶτα ἀφέντες εἰπεῖν τὰ λεχθέντα πάντα (οὐ γὰρ οἷόν τε μεμνῆσθαι), οἱ δὲ μικρῶν μέμνηνται, ἀλλ' ἐνίων. Διὸ παρακαλῶ, εἰ μηδὲν κερδαίνετε ἐκ τῶν λεγομένων, μηδὲ προσέχειν τῇ ἀκροάσει. Τί γὰρ τὸ ὄφελος; μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν. Διὰ τοῦτο εὐχὴν ἡμῖν ὥρισεν ὁ Θεὸς, ἵνα μηδὲν βιωτικὸν μηδὲ ἀνθρώπινον αἰτῶμεν. Ἴστε δὴ οἱ πιστοὶ τίνα δεῖ εὔχεσθαι, πῶς πᾶσα κοινή ἐστιν ἡ εὐχή. Ἀλλ' οὐκ εἴρηται, φησὶν, ὑπὲρ τῶν ἀπίστων εὔχεσθαι ἐκεῖ. Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε· εἰ γάρ τις αὐτὴν ἀναπτύξειεν, εὑρήσει καὶ τοῦτο κείμενον ἐν αὐτῇ. Ὅταν γὰρ λέγῃ ὁ εὐχόμενος, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, οὐδὲν ἄλλο ἢ τοῦτο αἰνίττεται. Πῶς; Ὅτι ἐν οὐρανῷ οὐδεὶς ἄπιστος, οὐδεὶς προσκρούων. Εἰ τοίνυν περὶ τῶν πιστῶν μόνων ἦν, οὐκ εἶχε λόγον τὸ λεγόμενον. Εἰ γὰρ οἱ πιστοὶ ἔμελλον τὸ θέλημα αὐτοῦ ποιεῖν, οἱ δὲ ἄπιστοι οὐχὶ, οὐκέτι ὡς ἐν οὐρανῷ τὸ θέλημα αὐτοῦ ἦν, ἀλλὰ τί; Ὥσπερ ἐν οὐρανῷ, φησὶν, οὐδεὶς πονηρὸς, οὕτω μηδὲ ἐπὶ τῆς γῆς ἔστω· ἀλλὰ πάντας, φησὶν, εἰς τὸν φόβον ἕλκυσον τὸν σαυτοῦ, πάντας ἀγγέλους ποίησον τοὺς ἀνθρώπους, κἂν ἐχθροὶ ἡμῶν ὦσι, κἂν πολέμιοι. Οὐχ ὁρᾷς πόσα καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται; πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπίστων, καὶ παρὰ τῶν πιστῶν; καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων; Τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίμισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀνετάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; συνέχεε τὸν ἀέρα; Οὐδαμῶς, ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἥλιον, βρέχει τὸν ὑετὸν, δίδωσι καρποὺς, δίδωσι τροφὰς ἐτησίους τοῖς βλασφήμοις, τοῖς ἀνοήτοις, τοῖς μιαροῖς, τοῖς διώκταις, οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ πάντα τὸν βίον. Τοῦτον μίμησαι καὶ σὺ, τοῦτον ζήλωσον κατὰ δύναμιν ἀνθρωπίνην. Οὐ δύνασαι τὸν ἥλιον ἀνατεῖλαι; μὴ κακηγορήσῃς. Οὐ δύνασαι ὑετὸν δοῦναι; μὴ λοιδορήσῃς. Οὐ δύνασαι θρέψαι; μὴ παροινήσῃς. Ἀρκεῖ ταῦτα παρὰ σοῦ δῶρα· παρὰ τοῦ Θεοῦ δι' ἔργων γίνεται εἰς τοὺς ἐχθροὺς ἡ εὐεργεσία· σὺ κἂν διὰ λόγων ποίησον, ὑπέρευξαι τοῦ ἐχθροῦ· οὕτως ἔσῃ ὅμοιος τῷ Πατρί σου τῷ ἐν οὐρανοῖς. Μυριάκις ὑπὲρ τούτων διελέχθημεν, καὶ διαλεγόμενοι οὐ παυόμεθα· μόνον γινέσθω τι πλέον. Ἡμεῖς οὐ ναρκῶμεν οὐδὲ ἀποκάμνομεν, ἡμεῖς οὐ περικακοῦμεν λέγοντες· μόνον ὑμεῖς μὴ ἀκούοντες δόξητε ἐνοχλεῖσθαι. Δοκεῖ δέ τις ἐνοχλεῖσθαι, ὅταν μὴ ποιῇ τὰ λεγόμενα· ὁ γὰρ ποιῶν, συνεχῶς βούλεται τὰ αὐτὰ ἀκούειν, ὥσπερ οὐκ ἐνοχλούμενος, ἀλλ' ἐγκωμιαζόμενος. Ὥστε οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ' ἐκ τοῦ μὴ ποιεῖν τὰ λεγόμενα· ἐκεῖθεν καὶ ὁ λέγων φορτικός ἐστιν. Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεημοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων. Οὕτως οὖν καὶ ἡμεῖς, ἐπειδὴ οὐδὲν πρὸς ἀνεξικακίαν ἔχομεν κοινὸν, οὐδὲ κατώρθωται ἡμῖν τοῦτο, διὰ τοῦτο δοκοῦμεν εἶναι καὶ πρὸς τὰ ῥήματα δυσχερεῖς· εἰ δὲ τὰ πράγματα ἦν, οὐκ ἂν λόγος ἡμᾶς ἐλύπησεν. Εἰ τοίνυν μὴ βούλεσθε ἡμᾶς φορτικοὺς εἶναι μηδὲ ἐπαχθεῖς, οὕτω ποιήσατε, δι' ἔργων ἐπιδείξασθε τὸ πρᾶγμα· ὡς οὐδέποτε παυσόμεθα ὑπὲρ τῶν αὐτῶν ὑμῖν διαλεγόμενοι, ἕως ἂν κατορθωθῇ ἐν ὑμῖν. Μάλιστα μὲν γὰρ καὶ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ τῇ πρὸς ὑμᾶς τοῦτο πράττομεν· ἔπειτα δὲ καὶ διὰ τὸν ἐπικείμενον ἡμῖν κίνδυνον. Τὸν γὰρ σαλπίζοντα, κἂν μηδεὶς εἰς πόλεμον ἐξίῃ, σαλπίζειν δεῖ, τὸ αὑτοῦ πληροῦντα. Οὐ τοίνυν μείζονα ὑμῖν τὴν κόλασιν ἐργάσασθαι βουλόμενοι, τοῦτο πράττομεν, ἀλλὰ τὸ καθ' ἑαυτοὺς ἀποδύσασθαι. Μετὰ δὲ τούτου, καὶ ἡ ὑμετέρα ἡμᾶς ἀγάπη κατέχει· ἀποσπώμεθα γὰρ τὰ σπλάγχνα καὶ δακνόμεθα, εἴ τι τοιοῦτο συμβαίη. Ἀλλὰ μὴ γένοιτο. Οὐκ ἔστι δαπάνης, ὅπερ εἴπομεν νῦν, οὐκ ἔστιν ἐπιζημίας χρημάτων, οὐκ ἔστιν ὁδοῦ μακρᾶς· θελῆσαι δεῖ μόνον, ῥῆμά ἐστι, προαίρεσίς ἐστι. Φυλάττωμεν ἡμῶν τὸ στόμα, θύραν καὶ μοχλὸν ἐπιθῶμεν, ἵνα μηδὲν τῶν μὴ δοκούντων τῷ Θεῷ φθεγγώμεθα. Ὑπὲρ ἡμῶν αὐτῶν γίνεται τοῦτο, οὐχ ὑπὲρ ὧν εὐχόμεθα. Τοῦτο ἀεὶ λογιζώμεθα, ὅτι καὶ ὁ εὐλογῶν τὸν ἐχθρὸν, ἑαυτὸν εὐλογεῖ, καὶ ὁ καταρώμενος, ἑαυτὸν καταρᾶται, καὶ ὁ εὐχόμενος ὑπὲρ τοῦ ἐχθροῦ, ὑπὲρ ἑαυτοῦ εὔχεται, οὐχ ὑπὲρ ἐκείνου. Ἂν οὕτω ταῦτα ποιῶμεν, δυνησόμεθα τὸ κατόρθωμα τοῦτο εἰς ἔργον ἀγαγεῖν, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.