Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam i ad Timotheum
Timo 7.1.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
7.1.1
Εἰ τοὺς κοινοὺς βούλεται λύεσθαι πολέμους καὶ τὰς μάχας καὶ τὰς ταραχὰς, καὶ διὰ τοῦτο ὑπὲρ βασιλέων καὶ ὑπὲρ ἀρχόντων παρακαλεῖ τὸν ἱερωμένον εὐχὰς ποιεῖσθαι, πολλῷ μᾶλλον καὶ τοὺς ἰδιώταςτοῦτο χρὴ ποιεῖν. Τῶν πολέμων γάρ ἐστιν εἴδη τρία τὰ χαλεπώτερα· εἷς μὲν οὗτος ὁ κοινὸς, ὅταν οἱ παρ' ἡμῖν στρατιῶται πολεμῶνται παρὰ βαρβάρων· δεύτερος, ὅταν, καὶ εἰρήνης οὔσης, ἡμεῖς πρὸς ἀλλήλους πολεμῶμεν· τρίτος, ὅταν ἕκαστος πρὸς ἑαυτὸν πολεμῇ. Οὗτος δὴ καὶ πάντων ἐστὶ χαλεπώτατος. Ἐκεῖνος μὲν γὰρ ὁ παρὰ τῶν βαρβάρων οὐδὲν μέγα ἡμᾶς βλάψαι δυνήσεται· τί γὰρ, εἰπέ μοι; ἔσφαξε καὶ ἀνεῖλεν, ἀλλ' οὐδὲν τὴν ψυχὴν ἐλυμήνατο. Ἀλλ' οὐδὲ ὁ δεύτερος, ἐὰν μὴ βουλώμεθα, βλάψαι τι ἡμᾶς δυνήσεται. Κἂν γὰρ ἕτεροι πρὸς ἡμᾶς πολεμῶσιν, ἔξεστιν ἡμῖν εἶναι εἰρηνικοῖς· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ πάλιν, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· καὶ πάλιν, Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Τὸν δὲ τρίτον οὐκ ἔνι ἀκινδύνως διαφυγεῖν. Ὅταν γὰρ ἡμῖν διαστασιάζῃ τὸ σῶμα πρὸς τὴν ψυχὴν, καὶ χαλεπὰς ἐπιθυμίας ἐγείρῃ, καὶ τὰς ἡδονὰς ὁπλίζῃ τῶν σωμάτων, τῆς ὀργῆς, τοῦ φθόνου, οὐκ ἔνι, μὴ τοῦ πολέμου τούτου λυθέντος, ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ' ἀνάγκη τὸν μὴ καταστέλλοντα ταύτην τὴν ταραχὴν, πεσεῖν καὶ τραύματα λαβεῖν, ἐκεῖνον τὸν θάνατον τίκτοντα τὸν ἐν τῇ γεέννῃ. Δεῖ τοίνυν ἡμῖν καθ' ἑκάστην ἡμέραν μερίμνης καὶ φροντίδος πολλῆς, ὥστε μήτε ἐγείρεσθαι ἐν ἡμῖν τοῦτον τὸν πόλεμον, μήτε διεγερθέντα μένειν, ἀλλὰ καταστέλλεσθαι καὶ κοιμίζεσθαι. Τί γὰρ ἂν ὄφελος γένοιτο, ὅταν ἡ μὲν οἰκουμένη βαθείας ἀπολαύῃ εἰρήνης, σὺ δὲ πρὸς ἑαυτὸν πολεμῇς; Ταύτην δεῖ τὴν εἰρήνην ἔχειν· ἂν ταύτην ἔχωμεν, οὐδὲν ἡμᾶς τῶν ἔξωθεν βλάψαι δυνήσεται. Συντελεῖ δὲ πρὸς ταύτην οὐ μικρὸν καὶ ἡ κοινὴ εἰρήνη· διὰ τοῦτό φησιν, Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Εἰ δέ τις, ἡσυχίας οὔσης, ταράττεται, σφόδρα ἄθλιός ἐστιν. Ὁρᾷς ὅτι ταύτην λέγει τὴν εἰρήνην, ἢν ἐγώ φημι τὴν τρίτην; Διὰ τοῦτο εἰπὼν, Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἐν δὲ εὐσεβείᾳ καὶ σεμνότητι εἶναι οὐκ ἔνι, μὴ τῆς εἰρήνης ἐκείνης κατορθωθείσης. Ὅταν γὰρ λογισμοὶ ζητητικοὶ ταράσσωσιν ἡμῶν τὴν πίστιν, ποία εἰρήνη; ὅταν ἀσελγείας πνεύματα, ποία εἰρήνη; Ἵνα γὰρ μὴ νομίσῃς ὅτι τοῦτον ἁπλῶς λέγει τὸν βίον, ὃν πάντες ζῶσιν ἄνθρωποι, εἰπὼν, Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐπάγει, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· ἐπειδὴ ἔνεστι τὸν ἤρεμον καὶ ἡσύχιον βίον διάγειν καὶ Ἕλληνας, καὶ ἀκολάστους καὶ σπαταλῶντας καὶ τρυφῶντας εὕροις ἂν τοῦτον τὸν βίον ζῶντας. Ἵνα οὖν μάθῃς ὅτι οὐ τοῦτόν φησι, προστίθησι τὸ, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ μάχας, τῆς ψυχῆς καθ' ἑκάστην ἡμέραν τιτρωσκομένης ὑπὸ τῶν θορύβων τῶν ἐν τοῖς λογισμοῖς. Ὅτι δὲ τὸν βίον τοῦτον δηλοῦν βούλεται, δῆλον μὲν ἀπὸ τῆς ἐπαγωγῆς, δῆλον δὲ καὶ ἀπὸ τοῦ μὴ ἁπλῶς ἐν εὐσεβείᾳ εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πάσῃ. Τοῦτο γὰρ εἰπὼν, ἔοικεν οὐ τὴν ἀπὸ τῶν δογμάτων μόνον ἀπαιτεῖν πολιτείαν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ βίου ἀσφαλιζομένην· καὶ γὰρ ἐν ἀμφοτέροις τὴν εὐσέβειαν δεῖ ζητεῖν. Τί γὰρ ὄφελος ἐν τῇ πίστει εὐσεβοῦντας διὰ τοῦ βίου ἀσεβεῖν; Ὅτι γὰρ ἔστι διὰ τοῦ βίου ἀσεβεῖν, ἄκουε τοῦ μακαρίου τούτου πάλιν ἀλλαχοῦ λέγοντος· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ὁ τοιοῦτος οὐ τιμᾷ τὸν Θεόν· καὶ πάλιν, Ὁ τὸν ἀδελφὸν αὑτοῦ μισῶν, τὸν Θεὸν ἀγνοεῖ. Ὁρᾷς πόσοι ἀσεβείας τρόποι; Διὰ τοῦτό φησιν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἄσεμνος γὰρ οὐκ ἔστιν ὁ πόρνος μόνον, ἀλλὰ καὶ ὁ πλεονέκτης ἄσεμνος ἂν λέγοιτο καὶ ἀκόλαστος· καὶ γὰρκαὶ τοῦτο ἐπιθυμία οὐχ ἥττων τῆς τῶν σωμάτων. Ὁ τοίνυν μὴ κολάζων αὐτὴν, ἀκόλαστος λέγεται· διὰ γὰρ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν ἀκόλαστοι λέγονται. Ὥστε καὶ τὸν ὀργίλον ἀκόλαστον ἂν εἴποιμι ἔγωγε, καὶ τὸν βάσκανον, καὶ τὸν φιλάργυρον, καὶ τὸν ὕπουλον, καὶ πάντα τὸν ἐν ἁμαρτίᾳ ὄντα, ἀκόλαστον εἶναι καὶ ἄσεμνον καὶ ἀσελγῆ. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν, φησὶν, ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Ποῖον τοῦτο; Τὸ εὔχεσθαι ὑπὲρ πάντων, τοῦτο ἀποδέχεται ὁ Θεὸς, τοῦτο θέλει· Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι, φησὶ, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

Intertext edge

Open linked passage

Note