In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
11.0.1
Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
11.1.1
Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα πράττομεν ὥστε μὴ δοῦναι ὑμῖν λαβὴν μηδὲ πρόσκομμα μηδὲ ψευδῆ τινα ὑποψίαν πονηρᾶς πράξεως καθ' ἡμῶν. Εἶδες πολιτείας ἀκρίβειαν, καὶ σπουδὴν ψυχῆς κηδεμονικῆς; Οὐ γὰρ δὴ μόνον, ἂν πονηρόν τι πράξωμεν, φησὶν, ἐγκαλούμεθα· ἀλλὰ κἂν μὴ πράξωμεν, ὑποπτευθῶμεν δὲ, καὶ κύριοι τὴν ὑποψίαν ὄντες ἀποκρούσασθαι, καταφρονήσωμεν, δίκην τίνομεν. Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς ἀκούουσιν, ὡς τὸ περὶ ἑαυτοῦ τινα λέγειν μεγάλα καὶ θαυμαστά. Ἐπεὶ οὖν ἠναγκάζετο εἰς ταύτην τῶν λόγων ἐμπίπτειν τὴν ὑπόθεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι' ὑμᾶς ποιοῦμεν, οὐ δι' ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε καλλωπίζεσθαι, οὐχ ἵνα ἡμεῖς· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ διὰ τοὺς ψευδαποστόλους. Διὸ καὶ ἐπήγαγε, Πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ. Εἶδες πῶς αὐτοὺς ἀπέστησεν ἐκείνων, καὶ πρὸς ἑαυτὸν εἵλκυσεν, ἐνδειξάμενος, ὅτι καὶ αὐτοὶ ποθοῦσιν οἱ Κορίνθιοι λαβεῖν τινα ἀφορμὴν, δι' ἧς δυνήσονται ὑπὲρ αὐτοῦ λέγειν, καὶ ἀπολογεῖσθαι τοῖς ἐγκαλοῦσιν; Οὐ γὰρ ἵνα ἡμεῖς καυχησώμεθα, φησὶ, ταῦτά φαμεν, ἀλλ' ἵνα ὑμεῖς ἔχητε ἐλευθεροστομεῖν ὑπὲρ ἡμῶν· ὅπερ πολλὴν αὐτοῖς ἐστι μαρτυροῦντος ἀγάπην· καὶ οὐχ ἵνα ἁπλῶς καυχήσησθε, ἀλλ' ἵνα μὴ παρασυρῆτε. Ἀλλ' οὕτω μὲν οὐ λέγει σαφῶς, ἑτέρως δὲ καὶ ἡμερώτερον μεθοδεύει τὸν λόγον, καὶ χωρὶς τοῦ πλῆξαι ἐκείνους, λέγων· Ἵνα ἔχητε καυχᾶσθαι πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους. Ἀλλ' οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ' ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι· πανταχοῦ γὰρ τὸν καιρὸν ἐπιζητεῖ. Οὐ τοίνυν ἵνα ἑαυτὸν δείξῃ λαμπρὸν, ἀλλ' ἵνα ἐκείνους παύσῃ ἀτόπως καὶ ἐπὶ βλάβῃ τούτων τῷ πράγματι χρωμένους, τοῦτο ποιεῖ. Τί δέ ἐστιν, Ἐν προσώπῳ; Ἐν τοῖς ὁρωμένοις, ἐν τοῖς πρὸς ἐπίδειξιν. Τοιοῦτοι γὰρ ἦσαν ἐκεῖνοι, πρὸς φιλοτιμίαν πάντα ποιοῦντες, καὶ ἔνδοθεν ὄντες κενοὶ, καὶ εὐλαβείας μὲν ἔχοντες πρόσωπον καὶ σεμνοὶ φαινόμενοι, ἔργων δὲ ἀγαθῶν ἔρημοι καθεστῶτες. Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Ἄν τέ τι, φησὶ, μέγα φθεγξώμεθα (ἔκστασιν γὰρ τοῦτο καλεῖ, ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἀφροσύνην), διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ ὑμεῖς νομίζοντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε, καὶ ἀπόλησθε· ἄν τε μέτριόν τι καὶ ταπεινὸν, δι' ὑμᾶς, ἵνα μάθητε ταπεινοφρονεῖν. Ἢ καὶ ἐκεῖνο πάλιν φησὶν, εἰ μὲν μαίνεσθαί τις ἡμᾶς νομίζει, ἡμεῖς παρὰ τοῦ Θεοῦ τὸν μισθὸν ἀπαιτοῦμεν, δι' ὃν ἐπὶ τούτοις ὑποπτευόμεθα· εἰ δὲ σωφρονεῖν ἡγεῖται, αὐτὸς ἀπολαυέτω τῆς σωφροσύνης ἡμῶν. Καὶ πάλιν ἄλλως· Μαίνεσθαι τίς ἡμᾶς φησι; Διὰ τὸν Θεὸν τοιαῦτα μαινόμεθα. Διὸ καὶ ἐπάγει· Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο. Οὐ γὰρ ὁ τῶν μελλόντων φόβος, φησὶ, μόνον, ἀλλὰ καὶ τὰ ἤδη γεγενημένα οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησι πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους, καὶ ὠθεῖ. Καὶ τίνα ἐστὶ τὰ ἤδη γεγενημένα; Ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Οὐκοῦν ὡς πάντων ἀπολομένων, φησίν. Οὐ γὰρ ἂν, εἰ μὴ πάντες ἀπέθανον, ὑπὲρ πάντων ἀπέθανεν. Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. Διὰ τοῦτό φησι, Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ οὐκ ἀφίησιν ἡμᾶς ἡσυχάζειν. Ἐσχάτης γάρ ἐστιν ἀθλιότητος, καὶ γεέννης αὐτῆς χαλεπώτερον, αὐτοῦ πρᾶγμα τοσοῦτον ἐπιδειξαμένου, εὑρεθῆναί τινας μετὰ τὴν τοσαύτην αὐτοῦ πρόνοιαν μηδὲν καρπουμένους. Καὶ γὰρ πολλὴ τῆς ἀγάπης ἡ ὑπερβολὴ, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τοσαύτης οἰκουμένης, καὶ οὕτω διακειμένης ἀποθανεῖν. Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ τοίνυν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶ, μηδὲ θορυβεῖσθε κινδύνων ἐπιόντων καὶ θανάτων. Καὶ λογισμὸν δὲ τίθησιν ἀναμφίβολον, δι' οὗ δείκνυσιν ὀφειλὴν τὸ πρᾶγμα ὄν. Εἰ γὰρ δι' αὐτοῦ ζῶμεν ἀποθανόντος, αὐτῷ ζῇν ὀφείλομεν δι' ὃν ζῶμεν. Καὶ δοκεῖ μὲν ἓν εἶναι τὸ εἰρημένον, εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο ταῦτά ἐστιν· ἓν μὲν, ὅτι δι' αὐτὸν ζῶμεν, ἕτερον δὲ, ὅτι αὐτὸς δι' ἡμᾶς ἀπέθανεν· ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ὑπευθύνους ποιῆσαι· ὅταν δὲ καὶ ἀμφότερα συνέλθῃ, ἐννόησον ἡλίκον ἐστὶ τὸ ὀφείλημα. Μᾶλλον δὲ καὶ τρία ταῦτά ἐστι. Καὶ γὰρ τὴν ἀπαρχὴν διὰ σὲ ἀνέστησε, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε· διὸ καὶ προσέθηκε, Τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰσάρκα. Εἰ γὰρ πάντες ἀπέθανον, καὶ πάντες ἀνέστησαν, καὶ ἀπέθανον μὲν οὕτως ὡς τῆς ἁμαρτίας ἡ τυραννὶς κατεδίκαζεν, ἀνέστησαν δὲ διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· εἰκότως φησὶν, Οὐδένα οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Τί γὰρ, εἰ καὶ ἐν σαρκί εἰσιν; Ἀλλὰ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν ἐν Πνεύματι, καὶ ἑτέραν οἴδαμεν πολιτείαν καὶ διαγωγὴν καὶ ζωὴν καὶ κατάστασιν τὴν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν τούτου αὐτοῦ ἀρχηγὸν τὸν Χριστὸν ὄντα δείκνυσι· διὸ καὶ ἐπήγαγεν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
11.2.1
Τί οὖν, εἰπέ μοι; τὴν σάρκα ἀπέθετο, καὶ νῦν οὐκ ἔστι μετὰ τοῦ σώματος; Ἄπαγε· καὶ γὰρ καὶ νῦν ἐν σαρκί ἐστιν. Οὗτος γὰρ ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Οὕτω· πῶς; Ἐν σαρκὶ, μετὰ τοῦ σώματος. Πῶς οὖν φησιν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι; Ἡμῶν μὲν γὰρ τὸ Κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις εἶναι, τὸ δὲ Μὴ κατὰ σάρκα, τὸ μὴ ἐν ἁμαρτίαις εἶναι. Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν τοῖς παθήμασιν εἶναι τῆς φύσεως, οἷον, ἐν τῷ διψῇν, ἐν τῷ πεινῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν (Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Διὸ καὶ ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ πάλιν, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν)· τὸ δὲ μὴ κατὰ σάρκα, τὸ καὶ τούτων ἀπηλλάχθαι λοιπὸν, οὐ τὸ ἐκτὸς σαρκὸς εἶναι. Καὶ γὰρ μετὰ ταύτης ἔρχεται κρίνων τὴν οἰκουμένην, ἀπαθῆ αὐτὴν ἔχων καὶ ἀκήρατον· εἰς ὃ καὶ ἡμεῖς βαδιούμεθα, συμμόρφου τοῦ σώματος ἡμῖν γενομένου τῷ σώματι τῆς δόξης αὐτοῦ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀγάπης προέτρεψεν εἰς τὴν ἀρετὴν, λοιπὸν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων εἰς τοῦτο ἐνάγει· διὸ καὶ ἐπήγαγεν, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἦλθε δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος. Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. Ὅρα πόσα δικαιώματα τοῦ καλῶς ζῇν τίθησι. Διὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόματι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν δείξῃ τὴν μετάστασιν καὶ τὴν μεταβολήν. Εἶτα περαιτέρω ἐπεξιὼν τῷ εἰρημένῳ, καὶ δεικνὺς πῶς καινὴ κτίσις, Τὰ ἀρχαῖα παρῆλθε, φησὶν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ποῖα ἀρχαῖα; Ἤτοι τὰ ἁμαρτήματά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνά φησιν. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Οὐδὲν ἐξ ἡμῶν. Καὶγὰρ ἄφεσις ἁμαρτημάτων καὶ υἱοθεσία καὶ ἡ δόξα ἄφθαρτος ἐξ αὐτοῦ ἡμῖν δεδώρηται. Οὐκέτι γὰρ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων αὐτοὺς προτρέπει. Σκόπει δέ· εἶπεν, ὅτι μέλλομεν ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον· ἀλλ' ἐπειδὴ μείζονα ἰσχὺν εἰς τὸ προτρέψαι ἔχει τὰ παρόντα τῶν μελλόντων πρὸς τοὺς μὴ πιστεύοντας τούτοις, ὡς δεῖ πιστεύειν, δείκνυσιν ὅσα καὶ ἤδη ἔλαβον, καὶ τίνες ὄντες. Τίνες οὖν ὄντες ἔλαβον; Νεκροὶ πάντες (Πάντες γὰρ, φησὶν, ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω πάντας ὁμοίως ἠγάπα), πεπαλαιωμένοι, γεγηρακότες ἅπαντες τοῖς κακοῖς. Ἀλλ' ἰδοὺ καὶ ψυχὴ καινὴ (ἐκαθάρθη γὰρ), καὶ σῶμα καινὸν, καὶ λατρεία καινὴ, καὶ ἐπαγγελίαι καιναὶ, καὶ διαθήκη, καὶ ζωὴ, καὶ τράπεζα, καὶ στολὴ, καὶ πάντα καινὰ ἁπλῶς. Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτομῆς βάπτισμα, ἀντὶ τοῦ μάννα σῶμα Δεσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆς τῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ μυρίων ἱερέων ἕνα ἀρχιερέα, ἀντὶ ἀμνοῦ ἀλόγου ἀμνὸν πνευματικόν. Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἔλεγε, Καινὰ τὰ πάντα. Ταῦτα δὲ πάντα ἐκ τοῦ Θεοῦ διὰ Χριστοῦ καὶ τῆς αὐτοῦ δωρεᾶς. Διὸ καὶ ἐπήγαγε· Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ τοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τούτου πάντα τὰ ἀγαθά. Ὁ γὰρ φίλους ἡμᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ ἀφεὶς μένειν ἐχθροὺς, οὕτως ἡμᾶς ἠμείψατο, ἀλλὰ φίλους ποιήσας ἑαυτῷ. Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω· ὅταν εἴπω τὸν Πατέρα δεδωκέναι, καὶ τὸν Υἱὸν λέγω. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ τούτου δὲ αὐτὸς αἴτιος. Οὐ γὰρ ἡμεῖς αὐτῷ προσεδράμομεν, ἀλλ' αὐτὸς ἡμᾶς ἐκάλεσε. Πῶς ἐκάλεσε; Διὰ τῆς τοῦ Χριστοῦ σφαγῆς. Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωμα, δεικνὺς ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν. Οὐδὲ γὰρ, ἐπειδὴ παρήκουσαν τοῦ ἐλθόντος πρεσβευτοῦ, παρωξύνθη καὶ ἀφῆκεν αὐτοὺς, ἀλλ' ἐπιμένει παρακαλῶν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. Τίς ἂν ταύτην ἀξίως ἐκπλαγείη τὴν κηδεμονίαν; Ἐσφάγη ὁ Υἱὸς ἐπὶ καταλλαγὰς ἐλθὼν, ὁ γνήσιος καὶ μονογενὴς, καὶ οὐδὲ οὕτως ἀπεστράφη τοὺς ἀνῃρηκότας ὁ Πατὴρ, οὐδὲ εἶπεν, Ἔπεμψα τὸν Υἱόν μου πρεσβευσόμενον, οἱ δὲ οὐμόνον οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλὰ καὶ ἀνεῖλον καὶ ἐσταύρωσαν· ἄξιον αὐτοὺς ἀφεῖναι λοιπόν· ἀλλὰ τοὐναντίον ἅπαν, ἐπειδὴ ἐκεῖνος ἀπῆλθεν, ἡμῖν τὸ πρᾶγμα ἐπίστευσε. Δόντος γὰρ ἡμῖν, φησὶ, τὴν διακονίαν τῆς καταλλαγῆς. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Εἶδες ἀγάπην πάντα λόγον, πάντα ὑπερβαίνουσαν νοῦν; Τίς ὁ ὑβρισμένος; Αὐτός. Τίς ὁ πρῶτος ἐλθὼν εἰς καταλλαγάς; Αὐτός. Καὶ μὴν τὸν Υἱὸν ἔπεμψε, φησὶν, οὐκ αὐτὸς ἦλθε. Τὸν Υἱὸν μὲν ἔπεμψεν, οὐκ αὐτὸς δὲ παρεκάλει μόνον, ἀλλὰ καὶ μετ' αὐτοῦ καὶ δι' αὐτοῦ ὁ Πατήρ· διὸ ἔλεγεν, ὅτι Ὁ Θεὸς ἦν ὁ καταλλάσσων ἑαυτῷ τὸν κόσμον ἐν Χριστῷ. Τουτέστι, διὰ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ εἶπε, Τοῦ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ἐπιδιορθώσει κέχρηται, λέγων· Μὴ νομίσητε, ὅτι ἡμεῖς ἐσμεν οἱ τοῦ πράγματος αὐθένται· διάκονοί ἐσμεν· ὁ δὲ τὸ πᾶν ἐργαζόμενος Θεός ἐστιν, ὁ διὰ τοῦ Μονογενοῦς τὴν οἰκουμένην καταλλάξας. Καὶ πῶς κατήλλαξεν ἑαυτῷ; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι φίλος ἐγένετο μόνον, ἀλλ' ὅτι καὶ οὕτω φίλος. Οὕτω· πῶς; Ἀφεὶς αὐτοῖς τὰ ἁμαρτήματα· ἄλλως γὰρ οὐκ ἦν· διὸ καὶ ἐπήγαγε, Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Καὶ γὰρ εἰ ἠθέλησεν ἀπαιτῆσαι λόγον τῶν πεπλημμελημένων, πάντες ἂν ἀπωλόμεθα· οἱ γὰρ πάντες ἀπέθανον. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν ἁμαρτημάτων, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ κατηλλάγη· οὐ μόνον ἀφῆκεν, ἀλλ' οὐδὲ ἐλογίσατο. Οὕτω καὶ ἡμᾶς ἀφιέναι χρὴ τοῖς ἐχθροῖς, ἵνα τῆς αὐτῆς καὶ αὐτοὶ τύχωμεν ἀφέσεως. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Οὐδὲ γὰρ ἡμεῖς ἐπί τι φορτικὸν ἤλθομεν νῦν, ἀλλ' ἵνα φίλους πάντας ποιήσωμεν τῷ Θεῷ. Ἐπειδὴ γὰρ ἐμοὶ, φησὶν, οὐκ ἐπείσθησαν, παραμείνατε παρακαλοῦντες ὑμεῖς, ἕως ἂν πείσητε. Διὸ καὶ ἐπήγαγεν· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.
11.3.1
Εἶδες πῶς ἦρε τὸ πρᾶγμα, τὸν Χριστὸν εἰσαγαγὼν τιθέντα τὴν ἱκετηρίαν ταύτην; μᾶλλον δὲ οὐχὶ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα; Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἔπεμψε τὸν Υἱὸν ὁ Πατὴρ παρακαλέσαι, καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὑτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡμεῖς διεδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ' αὐτοῦ καὶ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσούτου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡμᾶς δι' ὑμᾶς ἐποίησεν· ὥστε εἰκότως ἔλεγε, Πάντα δι' ὑμᾶς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ· ἡμεῖς γὰρ ἀνεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι δοκεῖ τοῦτο εἶναι, ἄκουσον καὶ τῶν ἑξῆς, δι' ὧν δείκνυσιν, ὅτι οὐκ ἀντ' αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσι. Διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρακαλεῖ μόνον, ἀλλὰ καὶ δι' ἡμῶν τῶν τὸ ἐκείνου ἀναδεξαμένων ἔργον. Μὴ τοίνυν νομίσητε, φησὶν, ὑφ' ἡμῶν ἀξιοῦσθαι· αὐτὸς ὁ Χριστὸς ὑμᾶς παρακαλεῖ, αὐτὸς ὁ τοῦ Χριστοῦ Πατὴρ δι' ἡμῶν. Τί ταύτης τῆς ὑπερβολῆς γένοιτ' ἂν ἴσον; Αὐτὸς γὰρ ὁ μυρία εὐεργετήσας ὑβρισθεὶς, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ ἔδωκε τὸν Υἱὸν αὐτοῦ, ἵνα καταλλαγῶμεν. Οὐ κατηλλάγησαν οἱ δεξάμενοι, ἀλλὰ καὶ ἔσφαξαν. Πάλιν ἔπεμψεν ἑτέρους πρέσβεις παρακαλοῦντας· καὶ τούτων πεμφθέντων, αὐτός ἐστιν ὁ ἀξιῶν. Τί δὲ ἀξιοῖ; Καταλλάγητε τῷ Θεῷ. Καὶ οὐκ εἶπε, Καταλλάξατε ἑαυτοῖς τὸν Θεόν· οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ' ὑμεῖς· Θεὸς γὰρ οὐδέποτε ἐχθραίνει. Καὶ δικαιολογούμενος δὲ καθάπερ πρεσβευτὴς ἀποσταλεὶς, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, φησίν. Οὐ λέγω τὰ πρότερα, ὅτι ὑβρίσατε, ὅτι οὐδὲν ἠδικηκότα, ὅτι εὐεργετήσαντα, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι παρακαλεῖ πρῶτος, ὑβρισθεὶς πρῶτος· μηδὲν ἐκείνων κείσθω τέως. Διὰ τοῦτο μόνον οὐκ ἂν εἴητε δίκαιοι καταλλαγῆναι, δι' ὅπερ ἐποίησεν εἰς ὑμᾶς νῦν; Καὶ τί ἐποίησε; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, δι' ὑμᾶς ἁμαρτίαν ἐποίησεν. Εἰ γὰρ μηδὲν ἤνυσε, τοῦτο δὲ μόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι. Νυνὶ δὲ καὶ μεγάλα κατώρθωσε, καὶ μετὰ τούτων τὸν οὐδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων κολασθῆναι εἴασεν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστι τούτου τέθεικε. Ποῖον δὴ τοῦτο; Τὸν μὴ γνόντα ἁμαρτίαν, φησὶ, τὸν αὐτοδικαιοσύνην ὄντα, ἁμαρτίαν ἐποίησε· τουτέστιν, ὡς ἁμαρτωλὸν κατακριθῆναι ἀφῆκεν, ὡς ἐπικατάρατον ἀποθανεῖν· Ἐπικατάρατος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου. Τοῦ γὰρ ἀποθανεῖν τὸ οὕτως ἀποθανεῖ πολλῷ μεῖζον ἦν· ὅπερ καὶ ἀλλαχοῦ αἰνιττόμενος, φησὶν, Ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὐδὲ γὰρ κόλασιν εἶχε μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ αἰσχύνην. Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε. Μέγα μὲν γὰρ καὶ τὸ ἁμαρτωλὸν ὄντα ὑπὲρ ὁτουοῦν ἀποθανεῖν· ὅταν δὲ καὶ δίκαιος ὁ τοῦτο πάσχων ᾖ, καὶ ὑπὲρ ἁμαρτωλῶν ἀποθάνῃ, καὶ μὴ ἀποθάνῃ μόνον, ἀλλὰ καὶ ὡς ἐπικατάρατος, καὶ μὴ ὡς ἐπικατάρατος μόνον, ἀλλὰ καὶ τὰ μεγάλα ἡμῖν ἐντεῦθεν χαρίζηται ἀγαθὰ, ἃ μηδέποτε προσεδοκήσαμεν (Ἵνα γὰρ γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, φησὶ), ποῖος ταῦτα λόγος, ποῖος ταῦτα παραστῆσαι δυνήσεται νοῦς; Τὸν γὰρ δίκαιον, φησὶν, ἐποίησεν ἁμαρτωλὸν, ἵνα τοὺς ἁμαρτωλοὺς ποιήσῃ δικαίους. Μᾶλλον δὲ οὐδὲ οὕτως εἶπεν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν· οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ' αὐτὴν τὴν ποιότητα. Οὐ γὰρ εἶπεν, Ἐποίησεν ἁμαρτωλὸν, ἀλλ' ἁμαρτίαν· οὐχὶ, Τὸν μὴ ἁμαρτόντα μόνον, ἀλλὰ, τὸν μηδὲ γνόντα ἁμαρτίαν· ἵνα καὶ ἡμεῖς γενώμεθα, οὐκ εἶπε, δίκαιοι, ἀλλὰ δικαιοσύνη, καὶ Θεοῦ δικαιοσύνη. Θεοῦ γάρ ἐστιν αὕτη, ὅταν μὴ ἐξ ἔργων, ὅταν καὶ κηλῖδα ἀνάγκη τινὰ μὴ εὑρεθῆναι, ἀλλ' ἀπὸ χάριτος δικαιωθῶμεν, ἔνθα πᾶσα ἁμαρτία ἠφάνισται. Τοῦτο δὲ ὁμοῦ οὔτε ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ πᾶν χαρισαμένου, καὶ διδάσκει τοῦ δοθέντος τὸμέγεθος. Ἐκείνη γὰρ ἡ προτέρα νόμου καὶ ἔργων δικαιοσύνη, αὕτη δὲ Θεοῦ δικαιοσύνη. Ταῦτ' οὖν ἐννοήσαντες φοβηθῶμεν τῆς γεέννης μᾶλλον τὰ ῥήματα ταῦτα, αἰδεσθῶμεν μᾶλλον τῆς βασιλείας τὰ πράγματα, καὶ μὴ νομίσωμεν χαλεπὸν εἶναι τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν. Καὶ γὰρ αὐτὸς εἰ μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γενομένους. Νῦν δὲ ἐρωμένην μέν τις ἔχων, πολλάκις καὶ ἑαυτὸν κατέσφαξε, μὴ τυχὼν τοῦ ἔρωτος· καὶ τυχὼν δὲ, πεπλημμεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται· εἰς δὲ τὸν οὕτω φιλάνθρωπον καὶ ἥμερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐμβαλοῦμεν εἰς τὸ πῦρ τῆς γεέννης; Εἴπω τι παράδοξον καὶ θαυμαστὸν, καὶ πολλοῖς ἴσως ἄπιστον· μείζων ἔσται παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν Δεσπότην, ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ.
11.4.1
Καὶ τοῦτο καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἔστιν ἰδεῖν. Ὁ γὰρ εἰς τὸν φίλτατον ἠδικηκὼς, τότε μάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην, καὶ πάθῃ κακῶς· ὥσπερ οὖν καὶ ὁ Δαυῒδ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὅτε τὸν Ἀβεσσαλὼμ ἀπώλεσε, δίκην ἑαυτὸν ἀπῄτει τὴν ἐσχάτην· καίτοι γε οὐκ ἦν αὐτὸς ὁ ἠδικηκὼς, ἀλλ' ὁ ἠδικημένος· ἀλλ' ὅμως ἐπειδὴ σφόδρα ἐφίλει τὸν ἀπελθόντα, κατέτεινεν ἑαυτὸν ταῖς ὀδύναις, ταύτῃ παραμυθούμενος ἑαυτόν. Καὶ ἡμεῖς τοίνυν, ὅταν ἁμαρτάνωμεν εἰς ὃν οὐκ ἐχρῆν ἁμαρτάνειν, δίκην ἑαυτοὺς ἀπαιτῶμεν. Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι διὰ τοῦτο καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων; Εἰ δὲ, ὅταν μηδὲν ἐργασώμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς πάσχειν, ὑπὲρ ὧν ἐκεῖνοι κακῶς πεπόνθασιν· ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην δοῦναι, ἢ τὸ μὴ κολάζεσθαι κόλασιν; Παντί που δῆλον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οἶδεν ὃ λέγω, πῶς οὐδὲ αὐτοῦ συγχωροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένεις παροξύνας αὐτόν. Καὶ οἶδα μὲν τοῖς πολλοῖς ἄπιστα λέγων, πλὴν ἀλλ' οὕτως ἐστὶνὥσπερ εἴρηκα. Ἐὰν τοίνυν φιλῶμεν τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, ἑαυτοὺς τιμωρησόμεθα ἁμαρτάνοντες. Τοῖς γὰρ ὁτουοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς, ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώμενον, ἀλλ' αὐτὸ πρὸ πάντων τὸ παροξῦναι τὸν ἀγαπώμενον. Κἂν ὀργισθεὶς οὗτος μὴ κολάσῃ, μειζόνως ἐβασάνισε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ, μᾶλλον παρεμυθήσατο. Μὴ τοίνυν γέενναν φοβώμεθα, ἀλλὰ τὸ προσκροῦσαι τῷ Θεῷ· τοῦτο γὰρ ἐκείνου χαλεπώτερον, ὅταν ἀποστρέφηται ὀργιζόμενος· τοῦτο πάντων χεῖρον, τοῦτο πάντων φορτικώτερον. Καὶ ἵνα μάθῃς ἡλίκον ἐστὶν, ἐννόησον τοῦτο ὃ λέγω. Εἴ τις κολαζόμενον ἰδὼν ἄνθρωπον λῃστὴν καὶ κακοῦργον, αὐτὸς βασιλεὺς ὢν, τὸν ἀγαπητὸν υἱὸν τὸν μονογενῆ καὶ γνήσιον ἔδωκεν ὥστε σφαγῆναι, καὶ μετὰ τοῦ θανάτου καὶ τὴν αἰτίαν ἀπ' ἐκείνου μετήνεγκεν ἐπὶ τὸν υἱὸν οὐκ ὄντα τοιοῦτον, ἵνα καὶ σώσῃ τὸν κατάδικον, καὶ τῆς πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ, εἶτα μετὰ ταῦτα εἰς μεγάλην ἀρχὴν αὐτὸν ἀναγαγὼν, μετὰ τὴν σωτηρίαν καὶ τὴν δόξαν τὴν ἀπόῤῥητον, ὑβρίζετο παρὰ τοῦ τοιαῦτα πεπονθότος· οὐκ ἂν εἵλετο μυριάκις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωμοσύνῃ φανῆναι ὑπεύθυνος ὤν; Τοῦτο δὴ καὶ νῦν λογιζώμεθα, καὶ στένωμεν πικρῶς ἐφ' οἷς παρωξύναμεν τὸν εὐεργέτην· μηδὲ, ἐπειδὴ μακροθύμως ὑβριζόμενος φέρει, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δακνώμεθα. Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς, μὴ μόνον οὐκ ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν, ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνεν. Εἰ δὲ ἐπ' ἀνθρώπων, ὅταν ὑβρίζοντες μακροθυμίας ἀπολαύωμεν, καταισχυνόμεθα· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς, καὶ οὐδὲν πάσχοντας δεινόν· καὶ γὰρ καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιμωρία. Ταῦτ' οὖν ἐννοοῦντες, πρὸ πάντων ἁμαρτίαν φοβώμεθα· τοῦτο γὰρ κόλασις, τοῦτο γέεννα, τοῦτο τὰ μυρία κακά. Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ καὶ φεύγωμεν, καὶ τῷ Θεῷ σπουδάζωμεν διηνεκῶς ἀρέσκειν· τοῦτο γὰρ βασιλεία, τοῦτο ζωὴ, τοῦτο τὰ μυρία καλά. Οὕτω καὶ ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐπιτευξόμεθα, καὶ τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.