Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ii ad Corinthios
Cori 20.3.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
20.3.1
Βούλει καὶ τὸ θυσιαστήριον αὐτοῦ ἰδεῖν; Οὐ Βεσελεὴλ αὐτὸ ᾠκοδόμησεν, οὔτε ἄλλος τις, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι' ὕλης τοῦ οὐρανοῦ λαμπροτέρας, διὰ ψυχῶν λογικῶν. Ἀλλὰ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέρχεται ὁ ἱερεύς. Ἔξεστί σοι εἰς τὰ φρικωδέστερα εἰσελθεῖν θύοντι τὴν θυσίαν ταύτην, ἔνθα μηδεὶς πάρεστιν, ἀλλ' ὁ Πατήρ σου, ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἔνθα μηδεὶς ἄλλος ὁρᾷ. Καὶ πῶς, φησὶν, ἔστι μὴ ὁρᾷν, δημοσίᾳ ἑστῶτος τοῦ θυσιαστηρίου; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τότε μὲν ἀμφίθυρα καὶ παραπετάσματα τὴν ἐρημίαν ἐποίει· νῦν δὲ ἔξεστι δημοσίᾳ θύοντι, ὡς ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, καὶ πολλῷ φρικωδέστερον τοῦτο ποιεῖν. Ὅταν γὰρ μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουμένηεἶδεν, οὐδεὶς εἶδεν, ἐπειδὴ σὺ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπε, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Τοῦτο τὸ θυσιαστήριον ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ σύγκειται μελῶν, καὶ τὸ σῶμα τοῦ Δεσπότου θυσιαστήριόν σοι γίνεται. Αἰδέσθητι τοῦτο αὐτό· ἐν τῇ σαρκὶ θύεις τοῦ Δεσπότου τὸ ἱερεῖον. Τοῦτο τὸ θυσιαστήριον καὶ τούτου τοῦ νῦν φρικωδέστερον, οὐχὶ τοῦ παλαιοῦ μόνον. Ἀλλὰ μὴ θορυβηθῆτε· τοῦτο μὲν γὰρ θαυμαστὸν διὰ τὴν ἐπιτιθεμένην ἐν αὐτῷ θυσίαν· ἐκεῖνο δὲ τὸ τοῦ ἐλεήμονος οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι καὶ ἐξ αὐτῆς σύγκειται τῆς θυσίας τῆς τοῦτο ποιούσης. Θαυμαστὸν τοῦτο πάλιν, ὅτι λίθος μέν ἔστι τὴν φύσιν, ἅγιον δὲ γίνεται, ἐπειδὴ σῶμα δέχεται Χριστοῦ· ἐκεῖνο δὲ, ἐπειδὴ αὐτὸ σῶμά ἐστι Χριστοῦ. Ὥστε τοῦτο φρικωδέστερον ἐκείνου, ᾧ σὺ παρέστηκας ὁ λαϊκός. Ἆρά σοι μή τι ὁ Ἀαρὼν φαίνεται πρὸς ταῦτα; μηδὲ ὁ στέφανος, μηδὲ οἱ κώδωνες, μηδὲ τὰ Ἅγια τῶν ἁγίων; Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη; Σὺ δὲ τὸ μὲν θυσιαστήριον τοῦτο τιμᾷς, ὅτι δέχεται τοῦ Χριστοῦ σῶμα· τὸν δὲ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ ὄντα καθυβρίζεις, καὶ περιορᾷς ἀπολλύμενον. Τοῦτο τὸ θυσιαστήριον πανταχοῦ δυνήσῃ κείμενον ἰδεῖν, καὶ ἐν στενωποῖς καὶ ἐν ἀγοραῖς, καὶ καθ' ἑκάστην ἐν αὐτῷ θύειν τὴν ὥραν· καὶ γὰρ καὶ ἐνταῦθα θυσία τελεῖται. Καὶ καθάπερ ὁ ἱερεὺς ἕστηκε τὸ Πνεῦμα καλῶν, οὕτω καὶ σὺ τὸ Πνεῦμα καλεῖς· ἀλλ' οὐ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων. Οὐδὲν γὰρ οὕτω κατέχει καὶ ἀνάπτει τοῦ Πνεύματος τὸ πῦρ, ὡς τοῦτο τὸ ἔλαιον δαψιλὲς ἐκχεόμενον. Εἰ δὲ βούλει, καὶ τὰ καταβαλλόμενα ἰδεῖν τί γίνεται, δεῦρο, καὶ ταῦτά σοι δείξω. Τίς οὖν ὁ καπνός; τίς ἡ εὐωδία τοῦ θυσιαστηρίου τούτου; Δόξα καὶ εὐχαριστία. Καὶ μέχρι ποῦ προβαίνει; ἆρα μέχρι τοῦ οὐρανοῦ; Οὐδαμῶς· ἀλλ' αὐτὸν ὑπερβαίνει τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἁψῖδας. Καὶ σὺ μὲν σιγᾷς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης, οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ' αὐτῆς εἰσφερούσης. Φιλανθρωπίας γὰρ πάσης ἡ τοιαύτη θυσία εὐδοκιμωτέρα. Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόμιζε· ὅταν ἴδῃς πτωχὸν τοιοῦτον, μὴ μόνον μὴ ὑβρίσῃς, ἀλλὰ καὶ αἰδέσθητι· κἂν ἕτερον ἴδῃς ὑβρίσαντα, κώλυσον, ἄμυνον. Οὕτω γὰρ δυνήσῃ καὶ αὐτὸς τὸν Θεὸν ἵλεων ἔχειν, καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note