In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
7.0.1
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐν τετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·
7.1.1
Εἶπεν, ὅτι λίθιναι αἱ πλάκες αἱ Μωϋσέως, ὡς ὅτι γράμματα εἶχον, καὶ ὅτι σάρκιναι αὗται, αἱ καρδίαι τῶν ἀποστόλων, καὶ πνεύματι ἦσαν ἐγγεγραμμέναι· καὶ ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· ἐλείπετο λοιπὸν τῇ συγκρίσει ταύτῃ προσθεῖναι καὶ ἕτερον οὐ μικρὸν, τὸ τῆς δόξης Μωϋσέως· ὅπερ ἐνταῦθα οὐδεὶς εἶδεν ἐπὶ τῆς Καινῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Διὸ καὶ μέγα ἐδόκει εἶναι, ἐπειδὴ αἰσθητὴ ἦν δόξα· ὀφθαλμοῖς γὰρ ἑωρᾶτο σώματος, εἰ καὶ ἀπρόσιτος ἦν· ἡ δὲ τῆς Καινῆς νοητή. Οὐ γὰρ σαφὴς τοῖς ἀσθενεστέροις τῆς τοιαύτης ὑπεροχῆς ἡ κατάληψις· ἀλλ' ἐκείνη μᾶλλον αὐτοὺς ἦρε, καὶ ἐπέστρεφε πρὸς ἑαυτήν. Ἐπεὶ οὖν εἰς ταύτην ἐνέπεσε τὴν σύγκρισιν, καὶ σπουδάζει δεῖξαι τὴν ὑπεροχὴν, σφόδρα δὲ δύσκολον ἦν διὰ τὸ παχὺ τῶν ἀκροατῶν· ὅρα τί ποιεῖ, καὶ πῶς αὐτὸ μεθοδεύει, πρῶτον ἀπὸ λογισμῶν τὴν διαφορὰν εἰσάγων, καὶ πλέκων αὐτοὺς ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων. Εἰ γὰρ ἐκείνη μὲν θανάτου, αὕτη δὲ ζωῆς ἡ διακονία, ἀναμφίβολον ὅτι καὶ ἡ δόξα αὕτη μείζων ἐκείνης, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτὴν δεῖξαι τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, τῷ συλλογισμῷ παρέστησεν αὐτῆς τὸ ὑπερέχον, λέγων· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Διακονίαν δὲ θανάτου τὸν νόμον λέγει. Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγκρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε μηδεμίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν. Οὐ γὰρ εἶπεν, Ὁ ποιητικὸς τοῦ θανάτου, ἀλλ', Ἡ διακονία τοῦ θανάτου· διακονεῖ γὰρ εἰς θάνατον, οὐκ ἔτικτε θάνατον. Ἡ γὰρ τοῦ θανάτου ποιητικὴ, ἡ ἁμαρτία ἦν· οὗτος δὲ τὴν κόλασιν ἐπῆγε, καὶ τῆς ἁμαρτίας δεικτικὸς ἦν, οὐ ποιητικός· ἀπεκάλυπτε γὰρ σαφέστερον τὸ κακὸν καὶ ἐκόλαζεν, οὐκ ὤθει εἰς τὸ κακόν· καὶ διηκόνει, οὐ πρὸς τὸ γενέσθαι ἁμαρτίαν ἢ θάνατον, ἀλλὰ πρὸς τὸ δοῦναι δίκην τὸν ἁμαρτόντα· ὥστε καὶ ἀναιρετικὸς ἦν ταύτῃ τῆς ἁμαρτίας. Ὁ γὰρ οὕτω φοβερὰν αὐτὴν δεικνὺς, εὔδηλον ὅτι καὶ φευκτὴν ποιεῖ. Ὥσπερ οὖν ὁ τὸ ξίφος μεταχειρίζων, καὶ τὸν κατάδικον ἀποτέμνων, διακονεῖ τῷ δικαστῇ ἀποφαινομένῳ, καὶ οὐκ αὐτός ἐστιν ὁ ἀναιρῶν, καίτοι γε αὐτὸς ἀποτέμνων, ἀλλ' οὐδὲ ὁ ἀποφαινόμενος καὶ καταδικάζων, ἀλλ' ἡ τοῦ κολαζομένου πονηρία· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ αὐτὸς ἀναιρεῖ, ἀλλ' ἡ ἁμαρτία· αὕτη καὶ ἀνῄρει καὶ κατεδίκαζε· τιμωρούμενος δὲ οὗτος, ἐκείνης ὑπετέμνετο τὴν ἰσχὺν, τῷ φόβῳ τῆς τιμωρίας ἀναστέλλων αὐτήν. Οὐκ ἠρκέσθη δὲ τούτῳ μόνῳ εἰς τὴν παράστασιν τῆς ὑπεροχῆς, ἀλλὰ καὶ ἕτερον προστίθησι, λέγων· Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις. Ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ φρόνημα τὸ Ἰουδαϊκόν. Οὐδὲν γὰρ ἕτερον ἦν ἢ γράμματα ὁ νόμος· οὐ βοήθειά τις ἀπὸ τῶν γραμμάτων ἐκπηδῶσα, καὶ ἐμπνέουσα τοῖς ἀγωνιζομένοις, καθάπερ ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ στῆλαι καὶ γραφαὶ θάνατον φέρουσαι τοῖς τὰ γράμματα παραβαίνουσιν. Εἶδες πῶς διορθούμενος τὴνἸουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνομάτων αὐτῶν καθαιρεῖ τὸ ἀξίωμα λίθον εἰπὼν, καὶ γράμματα, καὶ διακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπωμένη; Ἐντεῦθεν γὰρ οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἐν ἑνὶ χωρίῳ ὁ νόμος ἵδρυτο, οὐ καθάπερ τὸ πνεῦμα πανταχοῦ παρῆν πολλὴν ἐμπνέον τὴν ἰσχὺν ἅπασιν· ἢ ὅτι πολλὴν ἐμπνεῖ τὴν ἀπειλὴν τὰ γράμματα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναμένην, ἀλλὰ διαπαντὸς μένουσαν, ἅτε λίθοις ἐγκεκολαμμένην. Εἶτα καὶ δοκῶν ἐγκωμιάζειν τὰ παλαιὰ, κατηγορίαν πάλιν ἀναμίγνυσιν Ἰουδαίων. Εἰπὼν γὰρ, Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ἐπήγαγεν, Ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως· ὃ πολλῆς ἦν αὐτῶν ἀσθενείας καὶ χαμαιζηλίας. Καὶ πάλιν, οὐ, Διὰ τὴν δόξαν τῶν πλακῶν· ἀλλὰ, Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, φησί. Δείκνυσι γὰρ τὸν φέροντα δοξαζόμενον, οὐκ ἐκείνας. Οὐ γὰρ εἶπε, Διὰ τὸ μὴ δύνασθαι ἀτενίσαι εἰς τὰς πλάκας, ἀλλ', Εἰς τὸ πρόσωπον Μωϋσέως· καὶ πάλιν, οὐ, Διὰ τὴν δόξαν τῶν πλακῶν, ἀλλὰ, Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Εἶτα ἐπειδὴ ἐπῆρεν αὐτὴν, ὅρα πῶς πάλιν καθαιρεῖ λέγων, Τὴν καταργουμένην. Οὐ μὴν τοῦτο κατηγορίας ἐστὶν, ἀλλὰ ἐλαττώσεως· οὐδὲ γὰρ εἶπε, Τὴν διεφθαρμένην, τὴν πονηρὰν, ἀλλὰ, Τὴν παυομένην, καὶ τέλος λαμβάνουσαν. Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Τεθαῤῥηκὼς γὰρ λοιπὸν τὰ τῆς Καινῆς αἴρει, ὡς ἀναμφισβήτητα. Καὶ σκόπει τί ποιεῖ· ἀντέστησε λίθον καρδίᾳ, καὶ γράμμα πνεύματι. Εἶτα δείξας τὰ ἐξ ἀμφοτέρων, οὐκέτι τίθησι τὰ ἐξ ἀμφοτέρων· ἀλλὰ τὸ ἀπὸ τοῦ γράμματος θεὶς, τὸν θάνατον καὶ τὴν κατάκρισιν, τὸ ἀπὸ τοῦ πνεύματος οὐκέτι τίθησι, τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἀλλ' αὐτὸ τὸ πνεῦμα· ὅπερ μείζονα ἐποίει τὸν λόγον. Ἡ γὰρ καινὴ Διαθήκη οὐ ζωὴν ἐδίδου μόνον, ἀλλὰ καὶ πνεῦμα ἐχορήγει τὸ τὴν ζωὴν παρέχον· ὃ πολλῷ μεῖζον τῆς ζωῆς ἦν· διόπερ εἶπεν, Ἡ διακονία τοῦ πνεύματος. Εἶτα πάλιν τὸ αὐτὸ περιστρέφει, λέγων, Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως, δόξα.
7.2.1
Καὶ ἑρμηνεύει σαφέστερον τί ἐστι, Τὸ γρᾶμμα ἀποκτείνει, τοῦτο λέγων ὅπερ ἔμπροσθεν εἰρήκαμεν, ὅτι δεικτικὸς ἁμαρτίας ἦν ὁ νόμος, οὐ ποιητικός. Πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης περισσεύει ἐν δόξῃ. Ἐκεῖναι μὲν γὰρ αἱ πλάκες τοὺς ἁμαρτωλοὺς ἐδείκνυον καὶ ἐκόλαζον· αὕτη δὲ τοὺς ἁμαρτωλοὺς οὐ μόνον οὐκ ἐκόλαζεν, ἀλλὰ καὶ δικαίους ἐποίει· τοῦτο γὰρ τὸ βάπτισμα ἐχαρίζετο. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἐν μὲν οὖν τοῖς προτέροις ἔδειξεν, ὅτι καὶ τοῦτο ἐν δόξῃ, καὶ οὐχ ἁπλῶς ἐν δόξῃ, ἀλλὰ καὶ περισσεύει· οὐ γὰρ εἶπε, Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ, ἀλλὰ, Περισσεύει ἐν δόξῃ, τὴν ἀπὸ τῶν λογισμῶν τῶν εἰρημένων ἔχων ἀπόδειξιν. Ἐνταῦθα καὶ τὴν ὑπεροχὴν, ὅση, δείκνυσι λέγων, ὅτι Ἐὰν συγκρίνω ταύτην ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς Παλαιᾶς· οὐχ ἁπλῶς τὸ μὴ εἶναι δόξαν κατασκευάζων, ἀλλὰ τῷ τῆς συγκρίσεως λόγῳ· διὸ καὶ ἐπήγαγε, Τούτῳ τῷ μέρει· τουτέστι, κατὰτὸν τῆς συγκρίσεως λόγον. Οὐ μὴν τοῦτο διαβάλλει τὴν Παλαιὰν, ἀλλὰ καὶ σφόδρα αὐτὴν συνίστησιν· αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι. Εἶτα καὶ ἄλλον κινεῖ λογισμὸν τὸν ἀποδεικνύντα τὴν ὑπεροχὴν καὶ ἑτέρωθεν. Ποῖον δὴ τοῦτον; Τὸν ἀπὸ τοῦ χρόνου, λέγων· Εἰ δὲ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Τὸ μὲν γὰρ ἐπαύσατο, τὸ δὲ μένει διηνεκῶς. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Καινῆς, ἐζήτει καὶ ὀφθαλμοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. Διὸ καὶ τὴν ἐλπίδα εἰς μέσον ἔθηκε λέγων, Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Τοιαύτην; ποταπήν; Ὅτι μειζόνων ἠξιώθημεν ἢ Μωϋσῆς, οὐχ οἱ ἀπόστολοι μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ πιστοί. Πολλῇ παῤῥησίᾳ χρώμεθα. Πρὸς τίνα, εἰπέ μοι; πρὸς τὸν Θεὸν, ἢ πρὸς τοὺς μαθητάς; Πρὸς ὑμᾶς τοὺς μαθητευομένους, φησί· τουτέστι, Μετ' ἐλευθερίας πανταχοῦ φθεγγόμεθα, οὐδὲν ὑποστελλόμενοι, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲν ὑφορώμενοι, ἀλλὰ σαφῶς λέγοντες· καὶ οὐ δεδοίκαμεν μὴ πλήξωμεν ὑμῶν τὰς ὄψεις, καθάπερ Μωϋσῆς τὰς Ἰουδαίων. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ τὴν ἱστορίαν πρῶτον ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ αὐτὸς αὐτὴν συνεχῶς περιστρέφει. Τίς οὖν ἡ ἱστορία; Ὅτε ἐκ δευτέρου τὰς πλάκας κατῄει λαβὼν ὁ Μωϋσῆς, δόξα τις ἐκπηδῶσα τοῦ προσώπου αὐτοῦ τοσοῦτον ἀπέλαμπεν, ὡς μὴ δύνασθαι τοὺς Ἰουδαίους προσιέναι αὐτῷ καὶ διαλέγεσθαι, ἕως ὅτε ἐπέθηκε κάλυμμα τῷ προσώπῳ. Καὶ γέγραπται οὕτως ἐν τῇ Ἐξόδῳ· Ἡνίκα κατέβη Μωϋσῆς ἐκ τοῦ ὄρους, αἱ δύο πλάκες ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ οὐκ ᾔδει Μωϋσῆς ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωϋσῆς, καὶ ἐλάλησε πρὸς αὐτούς. Καὶ ἐπειδὴ κατέπαυσε Μωϋσῆς λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δὲ εἰσεπορεύετο ἐναντίον τοῦ Κυρίου λαλεῖν, περιῄρει τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι αὐτόν. Ταύτης οὖν ἀναμνήσας τῆς ἱστορίας, φησί· Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, καθάπερ Μωϋσῆς· δυνατοὶ γὰρ ὑμεῖς ἰδεῖν τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα καὶ φαιδροτέραν οὖσαν ἐκείνης. Εἶδες τὴν προκοπήν; Ὁ γὰρ ἐν τῇ προτέρᾳ εἰπὼν, Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, ἐνταῦθα λέγει, ὅτι Πολλῇ παῤῥησίᾳ χρώμεθα· καὶ Μωϋσέα εἰς μέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων. Καὶ τέως Ἰουδαίων αὐτοὺς προτίθησι λέγων, ὅτι Οὐ δεόμεθα καλύμματος, καθάπερ ἐκεῖνος ἐπὶ τῶν ἀρχομένων· τὰ δὲ μετὰ ταῦτα καὶ εἰς αὐτὸ τοῦ νομοθέτου τὸ ἀξίωμα ἀνάγει, ἢ καὶ πολλῷ μεῖζον. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅρα τί κατασκευάζει διὰ τούτων. Ὅπερ γὰρ γέγονεν ἐπὶ Μωϋσέως τότε ἅπαξ, τοῦτο ἐπὶ τοῦ νόμου γίνεται διηνεκῶς. Οὐκ ἄρα τοῦ νόμου διαβολὴ τὸ εἰρημένον, ὥσπερ οὐδὲ Μωϋσέως τότε καλυπτομένου, ἀλλὰ τῶν ἀγνωμόνων Ἰουδαίων· ἐκεῖνος μὲν γὰρ ἔχει τὴν οἰκείαν δόξαν, οὗτοι δὲ αὐτὴν ἰδεῖν οὐκ ἠδυνήθησαν. Τί τοίνυν διαπορεῖτε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται τὴν τῆς χάριτος, ὅπου γε τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὐδὲ πρὸς τὸ πρόσωπον ἴσχυσαν ἀτενίσαι τὸ ἐκείνου; τί δὲ ταράττεσθε, εἰ οὐ πιστεύουσιν Ἰουδαῖοι Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ πιστεύουσι; Διὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν. ἐπειδὴ οὐδὲ τὴν παλαιὰν Διαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν· δόξα γὰρ νόμου, πρὸς Χριστὸν ἐπιστρέψαι.
7.3.1
Ὁρᾷς πῶς κἀντεῦθεν καθαιρεῖ τὸ τῶν Ἰουδαίων φύσημα; Ἀφ' ὧν γὰρ ἐδόκουν πλεονεκτεῖν, τοῦ τὴν ὄψιν Μωϋσέως ἐξαστράπτειν, ἀπὸ τούτων δείκνυσιν αὐτῶν τὸ παχὺ καὶ χαμαίζηλον. Μὴ τοίνυν τούτῳ καλλωπιζέσθωσαν· τί γὰρ τοῦτο πρὸς Ἰουδαίους τοὺς μὴ ἀπολαύσαντας; Διὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει, νῦν μὲν λέγων, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται· νῦν δὲ, ὅτι Ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, τὸ αὐτὸ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ἐν τῇ ἀναγνώσει καὶ ἐν τῇ καρδίᾳ αὐτῶν δεικνὺς ἐπικείμενον· ἀνωτέρω δὲ, Ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· οὗ τί γένοιτ' ἂν εὐτελέστερον; ὅταν μηδὲ καταργουμένης δόξης, μᾶλλον δὲ τῆς μηδὲ οὔσης τῇ συγκρίσει, δύνωνται θεαταὶ γενέσθαι, ἀλλὰ καλύπτηται ἀπ' αὐτῶν, εἰς τὸ μὴ ἀτενίσαι εἰς τὸ τέλος τοῦ καταργουμένου, τουτέστι, τοῦ νόμου, ὅ τι τέλος ἔχει. Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Καὶ τί τοῦτο πρὸς τὸ κάλυμμα, φησὶ, τότε; Ὅτι τὰ μέλλοντα προδιέγραφεν. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ' οὐδὲ νῦν ὁρῶσι τὸν νόμον. Καὶ ἡ αἰτία παρ' αὐτοῖς· ἡ γὰρ πώρωσις γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνώμονος. Ὥστε ἡμεῖς ἐσμεν οἱ καὶ τὸν νόμον εἰδότες· ἐκείνοις δὲ οὐχ ἡ χάρις μόνον, ἀλλὰ καὶ οὗτος συνεσκίασται. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, φησὶ, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτὸ οὐ δύνανται συνιδεῖν ὅτι πέπαυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ τοῦ Χριστοῦ πέπαυται, ὥσπερ οὖν καὶ πέπαυται, καὶ ὁ νόμος τοῦτο προλαβὼν εἶπε, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν τὸν καταργήσαντα τὸν νόμον, δυνήσονται ἰδεῖν, ὅτι κατήργηται ὁ νόμος; Οὐ χωροῦντες δὲ τοῦτο ἰδεῖν, εὔδηλον ὅτι καὶ αὐτοῦ τοῦ νόμου τοῦ ταῦτα λέγοντος τὴν ἰσχὺν ἀγνοοῦσι, καὶ τὴν δόξανἅπασαν. Καὶ ποῦ τοῦτο εἶπε, φησὶν, ὅτι ἐν Χριστῷ καταργεῖται; Οὐκ εἶπε μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἔδειξε· καὶ πρῶτον μὲν, τῷ τὰς θυσίας καὶ τὴν ἁγιστείαν ἅπασαν ἐν ἑνὶ κατακλεῖσαι τόπῳ, τῷ ναῷ, καὶ αὐτὸν ὕστερον καθελεῖν. Εἰ γὰρ μὴ ἐβούλετο αὐτὰς παύσασθαι καὶ τὸν περὶ τούτων νόμον ἅπαντα, δυοῖν θάτερον ἂν ἐποίησεν, ἢ οὐκ ἂν καθεῖλε τὸν ναὸν, ἢ καθελὼν, οὐκ ἂν ἀπηγόρευσεν ἀλλαχοῦ θύεσθαι. Νῦν δὲ τὴν οἰκουμένην ἅπασαν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ ἄβατον ταῖς τοιαύταις κατέστησεν ἱερουργίαις· μόνον δὲ τὸν ναὸν αὐταῖς ἀνεὶς καὶ ἀποτάξας, εἶτα αὐτὸν τοῦτον ὕστερον καθελὼν, καὶ εἰς τέλος ἔδειξε διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι πέπαυται τὰ τοῦ νόμου διὰ Χριστοῦ· καὶ γὰρ τὸν ναὸν ὁ Χριστὸς καθεῖλεν. Εἰ δὲ βούλει καὶ διὰ ῥημάτων ἰδεῖν πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται, ἄκουσον αὐτοῦ τοῦ νομοθέτου λέγοντος οὕτω· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελῆται ὑμῖν. Καὶ ἔσται, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. Εἶδες πῶς ἔδειξεν ὁ νόμος ὅτι ἐν Χριστῷ παύεται; Ὁ γὰρ προφήτης οὗτος, τουτέστιν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οὗ ἀκούειν ἐκέλευσε Μωϋσῆς, καὶ σάββατον καὶ περιτομὴν καὶ τἄλλα πάντα ἔπαυσε. Καὶ ὁ Δαυῒδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, ἔλεγε περὶ τοῦ Χριστοῦ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρών. Διὸ καὶ σαφῶς ὁ Παῦλος ἑρμηνεύων αὐτὸ, φησὶν, ὅτι Μετατιθεμένης τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Καὶ ἀλλαχοῦ δὲ πάλιν φησί· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον, Ἰδοὺ ἥκω. Καὶ ἑτέρας δὲ πολλῷ τούτων πλείους δυνατὸν ἐκ τῆς Παλαιᾶς παραγαγεῖν μαρτυρίας, δηλούσας πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται ὁ νόμος. Ὥστε ὅταν ἀποστῇς τοῦ νόμου, τότε ὄψει τὸν νόμον καλῶς· ἕως δ' ἂν αὐτὸν κατέχῃς, καὶ μὴ πιστεύῃς Χριστῷ, οὐκ οἶδας οὐδὲ αὐτὸν τὸν νόμον. Διὸ καὶ ἐπήγαγεν, σαφέστερον τοῦτο αὐτὸ κατασκευάζων, Ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει τὸ κάλυμμα· ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ εἰρημένον, καὶ δι' ἑτέρων μὲν αὐτὸ καὶ ἔμπροσθεν ἔδειξε (τῷ γὰρ εἰπεῖν, Ἐπωρώθη τὰ νοήματα αὐτῶν, δείκνυσιν αὐτῶν τὸ ἔγκλημα ὂν), καὶ ἐν αὐτῷ δὲ τούτῳ πάλιν. Οὐ γὰρ εἶπεν, Ἐν τοῖς γράμμασι μένει τὸ κάλυμμα, ἀλλ', Ἐν τῇ ἀναγνώσει· ἡ δὲ ἀνάγνωσις ἐνέργεια τῶν ἀναγινωσκόντων ἐστί· καὶ πάλιν, Ἡνίκα ἀναγινώσκεται Μωϋσῆς. Σαφέστερον δὲ αὐτὸ τῇ λέξει τῇ ἑξῆς ἐδήλωσεν, ἀνακεκαλυμμένως εἰπὼν, Κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπεὶ καὶ ἐν τῇ ὄψει Μωϋσέως, οὐ διὰ Μωϋσέα ἔκειτο, ἀλλὰ διὰ τὴν τούτων παχύτητα καὶ σαρκικὴν γνώμην.
7.4.1
Κατηγορήσας τοίνυν αὐτῶν ἱκανῶς, δείκνυσι καὶτὸν τρόπον τῆς διορθώσεως. Τίς δὲ οὗτός ἐστιν; Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ὅπερ ἐστὶν ἀποστῆναι τοῦ νόμου, περιαιρεῖται τὸ κάλυμμα. Ὁρᾷς ὅτι οὐ τοῦ προσώπου Μωϋσέως κάλυμμα ἦν ἐκεῖνο, ἀλλὰ τῆς ὄψεως τῆς Ἰουδαϊκῆς; Οὐ γὰρ ἵνα κρύπτηται ἡ δόξα Μωϋσέως, τοῦτο ἐγίνετο, ἀλλ' ἵνα ἐκεῖνοι μὴ βλέπωσιν· οὐδὲ γὰρ ἐχώρουν. Ὥστε ἐκείνων ἐλάττωμα τοῦτο· οὐδὲ γὰρ τοῦτον ἐποίει τι ἀγνοεῖν, ἀλλ' ἐκείνους. Καὶ οὐκ εἶπε μὲν, Ἡνίκα ἂν ἀφῇ τὸν νόμον, τοῦτο δὲ ᾐνίξατο. Ὅτε γὰρ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Μέχρι τέλους ἐπέμεινε τῇ ἱστορίᾳ. Καὶ γὰρ ὅτε Ἰουδαίοις διελέγετο Μωϋσῆς, ἐκάλυπτεν αὐτοῦ τὸ πρόσωπον· ὅτε δὲ πρὸς τὸν Θεὸν ἐπέστρεφεν, ἀποκεκαλυμμένον ἦν. Τοῦτο δὲ τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ὅτι ὅταν ἐπιστρέψωμεν πρὸς Κύριον, τότε ὀψόμεθα τὴν δόξαν τοῦ νόμου, καὶ γυμνὸν τὸ πρόσωπον τοῦ νομοθέτου· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ τότε ἐσόμεθα καὶ ἐν τάξει Μωϋσέως. Εἶδες πῶς ἐκκαλεῖται τὸν Ἰουδαῖον ἐπὶ τὴν πίστιν, δεικνὺς ὅτι οὐ μόνον Μωϋσέα δύναται ἰδεῖν, πρὸς τὴν χάριν ἐλθὼν, ἀλλὰ καὶ ἐν αὐτῇ γενέσθαι τῇ τάξει τοῦ νομοθέτου; Οὐ γὰρ μόνον, φησὶ, τὴν δόξαν ὄψει ἣν τότε οὐκ εἶδες, ἀλλὰ καὶ αὐτὸς ἐν δόξῃ ἔσῃ τῇ αὐτῇ· μᾶλλον δὲ πολλῷ πλείονι, καὶ τοσαύτῃ, ὥστε μηδὲ δόξαν ἐκείνην φαίνεσθαι ταύτῃ παραβαλλομένην. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πρὸς τὸν Κύριον ἐπιστρέψας, καὶ γενόμενος ἐν τῇ χάριτι, ἐκείνης ἀπολαύσῃ τῆς δόξης, πρὸς ἢν ἡ δόξα Μωϋσέως συγκρινομένη οὕτως ἐλάττων ἐστὶν, ὡς μηδὲ δόξα εἶναι. Ἀλλ' ὅμως εἰ καὶ μικρὰ καὶ σφόδρα ἀποδέουσα ἐκείνης, Ἰουδαῖος μὲν ὢν, οὐδὲ ταύτης ἀξιωθήσῃ [οὐκ οὖν ἴδον αὐτὴν Ἰουδαῖοι οἱ τότε, οὐ νῦν]· πιστὸς δὲ γενόμενος, καὶ τὴν πολλῷ μείζονα αὐτῆς καταξιωθήσῃ θεάσασθαι. Καὶ ὅτε μὲν τοῖς πιστοῖς διελέγετο, οὐ δεδοξάσθαι τὸ δεδοξασμένον ἔλεγεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα κατὰ μικρὸν αὐτὸν ἀνάγων, καὶ ἐν τάξει Μωϋσέως πρῶτον ἱστὰς, καὶ τότε τῶν μειζόνων ποιῶν κοινωνόν. Ὅταν γὰρ ἴδῃς τὸν Μωϋσέα ἐν δόξῃ, τότε λοιπὸν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέψεις, καὶ μείζονος ἀπολαύσεις ταύτης. Ὅρα τοίνυν ἐξ ἀρχῆς πόσα τέθεικε τὰ ποιοῦντα τὴν διαφορὰν, καὶ δεικνύντα τῆς Καινῆς πρὸς τὴν Παλαιὰν τὴν ὑπεροχὴν, οὐ τὴν μάχην, οὐδὲ τὴν ἐναντίωσιν. Ἐκείνη γράμμα, φησὶ, καὶ λίθος, καὶ θανάτου διακονία, καὶ καταργεῖται· καὶ ὅμως οὐδὲ ταύτης ἠξιώθησαν οἱ Ἰουδαῖοι τῆς δόξης· αὕτη σαρκίνη ἡ πλὰξ, καὶ πνεῦμα καὶ δικαιοσύνη, καὶ μένει· καὶ πάντες αὐτῆς καταξιούμεθα, οὐχ εἷς μόνος, καθάπερ Μωϋσῆς τῆς ἐλάττονος τότε· Ἡμεῖς γὰρ, φησὶ, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, οὐ τὴν Μωϋσέως. Ἀλλ' ἐπειδή τινες τὸ, Ἡνίκα ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περὶ τοῦ Υἱοῦ εἰρῆσθαί φασι, τοῖς σφόδρα ὡμολογημένοις ἀντιπίπτοντες ἀκριβέστερον αὐτὸ ἐξετάσωμεν, θέντες πρότερον ἐκεῖνο, ἀφ' οὗ δοκοῦσιν αὐτὸ κατασκευάζειν. Τί δὲ τοῦτό ἐστι; Καθάπερ, φησὶ, λέγει Πνεῦμα ὁΘεὸς, οὕτω καὶ ἐνταῦθα, Πνεῦμα ὁ Κύριος. Ἀλλ' οὐκ εἶπε, Πνεῦμα ὁ Κύριος, ἀλλ', Ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Πολὺ δὲ ταύτης κἀκείνης τῆς συνθήκης τὸ μέσον. Ὅταν γὰρ βούληται οὕτω λέγειν, ὡς σὺ φὴς, τῷ ἐπιθέτῳ ἄρθρον οὐ προστίθησιν. Ἄλλως δὲ ἴδωμεν πάντα ὅσα διελέχθη ἄνωθεν, περὶ τίνος εἴρηκεν· οἷον ὅτε ἔλεγε, Τὸ γράμμα ἀποκτείνει, τὸ Πνεῦμα ζωοποιεῖ· καὶ πάλιν, Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἆρα περὶ τοῦ Υἱοῦ, ἢ περὶ τοῦ Πνεύματος; Εὔδηλον ὅτι περὶ τοῦ Πνεύματος· πρὸς γὰρ τοῦτο ἀπὸ τοῦ γράμματος αὐτοὺς ἐκάλει. Ἵνα γὰρ μὴ ἀκούσας τις Πνεῦμα, εἶτα λογισάμενος, εἰ Μωϋσῆς πρὸς Κύριον ἐπέστρεψεν, αὐτὸς δὲ πρὸς Πνεῦμα, ἔλαττον ἔχειν νομίσῃ, διορθούμενος τὴν τοιαύτην ὑπόνοιαν, φησὶν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ τοῦτο Κύριός ἐστι, φησί. Καὶ ἵνα μάθῃς, ὅτι περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἐπήγαγεν· Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Οὐ γὰρ δήπου τοῦτο ἂν εἴποις αὐτὸν λέγειν, Οὗ δὲ ὁ Κύριος τοῦ Κυρίου. Ἐλευθερίαν δὲ εἶπε πρὸς τὴν ἔμπροσθεν δουλείαν. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι περὶ μέλλοντος χρόνου λέγει, φησίν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι· οὐ τὴν παυομένην ἐκείνην, ἀλλὰ τὴν μένουσαν· τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Εἶδες πῶς πάλιν ἐν τάξει τοῦ Θεοῦ τὸ Πνεῦμα τίθησι, καὶ αὐτοὺς εἰς τὴν τάξιν ἀναβιβάζει τῶν ἀποστόλων; Καὶ γὰρ ἔμπροσθεν εἴρηκεν, Ἐπιστολή ἐστε Χριστοῦ· καὶ ἐνταῦθα, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ. Καίτοι αὐτοὶ ἦλθον φέροντες κατὰ Μωϋσέα νόμον. Ἀλλ' ὥσπερ ἡμεῖς, φησὶν, οὐκ ἐδεήθημεν καλύμματος, οὕτως οὐδὲ ὑμεῖς οἱ δεξάμενοι. Καίτοι γε πολλῷ μείζων αὕτη ἡ δόξα, οὐ γὰρ τοῦ προσώπου ἡμῶν αὕτη, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ' ὅμως ἡμῖν ὁμοίως ἀτενίσαι δύνασθε εἰς ταύτην. Ἐκεῖνοι μὲν γὰρ οὐδὲ διὰ μεσίτου, ὑμεῖς δὲ καὶ χωρὶς μεσίτου δύνασθε τὴν μείζονα· ἐκεῖνοι εἰς τὴν Μωϋσέως οὐκ ἴσχυσαν, ὑμεῖς καὶ εἰς τὴν τοῦ Πνεύματος· οὐκ ἂν δὲ, εἰ καταδεέστερον τὸ Πνεῦμα ἦν, ὡς μείζονα ταῦτα ἐκείνων ἔθηκε.
7.5.1
Τί δέ ἐστι, Τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα; Σαφέστερον μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ Πνεύματι καθαιρομένη· καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθά τινα αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχὴ καθαιρομένη, καὶ ἀργύρου λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, καὶ ταύτην ἀντιπέμπει. Διὸ καί φησι, Κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης, τῆς τοῦ Πνεύματος, εἰς δόξαν, τὴν ἡμετέραν, τὴν ἐγγινομένην, καὶ τοιαύτην οἵαν εἰκὸς, ἀπὸ Κυρίου Πνεύματος. Ὅρα πῶς καὶ ἐνταῦθα τὸ Πνεῦμα Κύριον καλεῖ. Καὶ ἀλλαχοῦ δὲ αὐτοῦ τὴν κυριότητα ἔστιν ἰδεῖν· Λειτουργούντων γὰρ αὐτῶν, καὶ νηστευόντων τῷ Κυρίῳ, φησὶν, εἶπε τὸ Πνεῦμα· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. Διὰ γὰρ τοῦτο εἶπε, Λειτουργούντων αὐτῶν τῷ Κυρίῳ, Ἀφορίσατέ μοι, ἵνα τὸ ὁμότιμον δείξῃ. Καὶ πάλιν ὁ Χριστός φησιν, Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ· τὸ δὲ Πνεῦμα, ὡς ἄνθρωπος οἶδε τὰ ἑαυτοῦ, οὕτως οἶδε τὰ τοῦ Θεοῦ, οὐχὶ διδασκόμενον· ἐπεὶ ἡ εἰκὼν οὐ μένει. Καὶ τὸ ἐνεργεῖν δὲ καθὼς βούλεται, δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν καὶ τὴν κυριότητα. Τοῦτο μεταμορφοῖ, τοῦτο οὐκ ἐᾷ συσχηματίζεσθαι ἡμᾶς τῷ αἰῶνι τούτῳ, τοῦτο δημιουργὸν τῆς τοιαύτης κτίσεως. Ὥσπερ γάρ φησι, Κτισθέντες ἐν Χριστῷ Ἰησοῦ· οὕτω φησὶ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον, οὗ καὶ αἱ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἂν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαὶ, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν. Βασιλέως γὰρ ἱμάτια καὶ τοῖς λῃσταῖς ἐστι φοβερά. Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώματος λάμπουσαν ταύτην; Ἀτενίσαντες, φησὶν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν. Ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώματον. Καὶ καθάπερ πυραυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὸ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. Διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴμοι· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὕτη γὰρ ἡ δόξα ἡ ἀπόῤῥητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας. Χειμὼν γὰρ τὰ βιωτικὰ, καὶ χειμῶνος σκυθρωπότερα. Οὐ γὰρ κρυμὸς τίκτεται ἐντεῦθεν, οὐδὲ ὑετὸς, οὐδὲ πηλὸν ποιεῖ καὶ τέλμα βαθὺ, ἀλλὰ τὰ πάντων χαλεπώτερα τούτων, γέενναν συνίστησι, καὶ τὰ τῆς γεέννης κακά. Καὶ καθάπερ ἐν κρυμῷ σφοδρῷ πέπηγε πάντα τὰ μέλη, καὶ ἔστι νεκρά· οὕτω δὴ καὶ ἐν τῷ χειμῶνι τῶν ἁμαρτημάτων φρίττουσα ἡ ψυχὴ, οὐδὲν τῶν αὐτῆς ἐργάζεται, πεπηγυῖα καθάπερ ὑπὸ κρυμοῦ τοῦ συνειδότος. Ὅπερ γὰρ τῷ σώματι ψῦχος, τοῦτο πονηρὸν συνειδὸς τῇ ψυχῇ· ὅθεν καὶ δειλία γίνεται. Οὐδὲν γὰρ δειλότερον τοῦ τοῖς βιωτικοῖς προσηλωμένου· τὸν γὰρ τοῦ Κάϊν βίον ὁ τοιοῦτος ζῇ, καθ' ἑκάστην ἡμέραν τρέμων. Καὶ τί λέγωθανάτους καὶ ζημίας καὶ προσκρούματα καὶ κολακείας καὶ θεραπείας; καὶ γὰρ καὶ τούτων χωρὶς μυρίας δέδοικε μεταβολάς. Καὶ τὸ μὲν ταμιεῖον γέμει χρυσίου, ἡ ψυχὴ δὲ οὐκ ἀπήλλακται τοῦ τῆς πενίας φόβου· καὶ μάλα εἰκότως. Ὡς ἐπὶ πραγμάτων γὰρ ὁρμεῖ σαθρῶν, καὶ εὐμεταπτώτων· κἂν μὴ αὐτὸς ὑπομείνῃ τὴν μεταβολὴν, ἐν ἑτέροις γινομένην ὁρῶν, ἀπόλωλε· καὶ πολλὴ μὲν ἡ δειλία, πολλὴ δὲ ἡ ἀνανδρία. Οὐδὲ γὰρ μόνον πρὸς κινδύνους ἄτολμος ὁ τοιοῦτος, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα πάντα· κἂν ἐπιθυμία χρημάτων ἐμπέσῃ, οὐχ ὡς ἀνὴρ ἐλεύθερος ἀποκρούεται τὴν προσβολὴν, ἀλλ' ὡς ἀργυρώνητος πάντα πράττει, καθάπερ δεσποίνῃ χαλεπῇ τῇ φιλαργυρίᾳ δουλεύων· κἂν εὔμορφόν τινα κόρην ἴδῃ, κατέπτηχεν εὐθέως ἁλοὺς, καὶ ὥσπερ κύων λυττῶν ἕπεται, δέον τοὐναντίον ποιεῖν.
7.6.1
Ὅταν γὰρ ἴδῃς γυναῖκα ὡραίαν, μὴ τοῦτο σκόπει ὅπως ἀπολαύσῃς τῆς ἐπιθυμίας, ἀλλὰ πῶς ἀπαλλαγῇς τῆς ἐπιθυμίας. Καὶ πῶς τοῦτο ἔνι, φησίν; οὐ γάρ ἐστι τὸ ἐρᾷν ἐμόν. Ἀλλὰ τίνος, εἰπέ μοι; Τῆς τοῦ δαίμονος ἐπηρείας. Ὅλως δαίμονα εἶναι νομίζεις τὸ ἐπιβουλεῦον; Οὐκοῦν πύκτευε καὶ μάχου νοσήματι. Ἀλλ' οὐ δύναμαι, φησί. Φέρε οὖν, πρῶτον τοῦτό σε διδάξομεν, ὅτι τῆς σῆς ῥᾳθυμίας τὸ γινόμενον, καὶ ὅτι σὺ παρὰ τὴν ἀρχὴν τῷ δαίμονι δέδωκας πάροδον, καὶ νῦν, ἂν ἐθέλῃς, μετὰ πολλῆς αὐτὸν ἀπώσῃ τῆς εὐκολίας. Εἰπὲ γάρ μοι, οἱ μοιχεύοντες, ἐρῶντες μοιχεύουσιν, ἢ ἁπλῶς κινδύνων ἐπιθυμοῦντες; Εὔδηλον ὅτι ἐρῶντες. Ἆρ' οὖν συγγνώμης τυγχάνουσιν; Οὐδαμῶς. Τί δήποτε; Ὅτι αὐτῶν ἐστι τὸ ἁμάρτημα. Ἀλλὰ τί μοι συλλογισμοὺς πλέκεις, φησίν; ἐγὼ σύνοιδα ἐμαυτῷ βουλόμενος ἀποκρούσασθαι τὸ πάθος, καὶ οὐκ ἰσχύω, ἀλλ' ἐφέστηκε καὶ πιέζει καὶ ὀδυνᾷ χαλεπῶς. Βούλει μὲν ἀποκρούσασθαι, ἄνθρωπε, οὐ ποιεῖς δὲ ἃ τῶν ἀποκρουομένων ἐστίν· ἀλλὰ ταὐτὸν πάσχεις, οἷον ἂν εἴ τις πυρέττων, καὶ ψυχρῶν ἐμφορούμενος ναμάτων, λέγοι· Πόσα ἐπινοῶ βουλόμενος σβέσαι τὸν πυρετὸν καὶ οὐκ ἰσχύω, ἀλλὰ μᾶλλόν μου τὴν φλόγα ἀνάπτω; Ἴδωμεν οὖν μήποτε καὶ σὺ τὰ μὲν ἐκκαίοντα ποιεῖς, νομίζεις δὲ ἐπινοεῖν τὰ σβεννύντα. Οὒ, φησίν. Εἰπὲ οὖν, τί ποτε ἐπεχείρησας ποιῆσαι πρὸς τὸ σβέσαι τὸ πάθος; τί δέ ἐστιν ὅλως τοῦ πάθους αὐξητικόν; Εἰ γὰρ καὶ μὴ πάντες ὑπεύθυνοι τοῖς ἐγκλήμασι τούτοις ἐσμὲν (πλείους γὰρ ἂν εὕροιμεν τῷ τῶν χρημάτων, ἢ τῷ τῶν σωμάτων ἁλισκομένους ἔρωτι), ἀλλὰ κοινὸν πᾶσι προκείσεται τὸ φάρμακον, καὶ τούτοις κἀκείνοις. Καὶ γὰρ κἀκεῖνο ἔρως ἄτοπος, καὶ τοῦτο, ἀλλ' οὗτος ἐκείνου δριμύτερος καὶ ὀξύτερος. Ὅταν οὖν τοῦ μείζονος περιγενώμεθα, εὔδηλον ὅτι καὶ τὸν ἐλάττω ῥᾳδίως αἱρήσομεν. Καὶ πῶς, εἰ δριμύτερος οὗτος, φησὶν, οὐ πάντες ἁλίσκονται τῷ κακῷ, ἀλλ' οἱ πλείους περὶ χρήματα μεμήνασιν; Ὅτι πρῶτον μὲν ἀκίνδυνος αὕτη εἶναι δοκεῖ ἡ ἐπιθυμία· ἔπειτα, εἰ καὶ ὀξυτέρα ἐστὶν ἡ τῶν σωμάτων, ἀλλὰθᾶττον ἐκείνη σβέννυται· ὡς εἴ γε παρέμενεν, ὡς ἡ τῶν χρημάτων, κἂν ἀπώλεσε τὸν ἁλόντα ἄρδην. Φέρε οὖν, περὶ τούτου ὑμῖν διαλεχθῶμεν, τοῦ τῶν σωμάτων, καὶ ἴδωμεν πόθεν αὔξεται τὸ κακόν· οὕτω γὰρ εἰσόμεθα, εἴτε ἡμέτερον τοῦτο ἔγκλημα, εἴτε οὐχ ἡμέτερον· καὶ εἰ μὲν ἡμέτερον, πάντα πράξωμεν, ὥστε περιγενέσθαι· εἰ δὲ οὐχ ἡμέτερον, τί μάτην κόπτομεν ἑαυτούς; τί δὲ οὐ συγγινώσκομεν, ἀλλ' ἐγκαλοῦμεν τοῖς ἁλισκομένοις; Πόθεν οὖν τίκτεται οὗτος ὁ ἔρως; Ἀπὸ εὐμορφίας προσώπου, φησὶν, ὅταν καλὴ καὶ εὐειδὴς ἡ τιτρώσκουσα ᾖ. Εἰκῆ ταῦτα λέγεις καὶ μάτην. Εἰ γὰρ τῆς εὐμορφίας τὸ ἐραστὰς ἐπισπάσασθαι, πάντας ἂν ἔσχεν ἐραστὰς ἡ τοιαύτη κόρη· εἰ δὲ οὐ πάντας ἔχει, οὐ τῆς φύσεως τοῦτο, οὐδὲ ἐξ εὐμορφίας, ἀλλ' ἐξ ἀκολάστων ὀφθαλμῶν· ὅταν γὰρ ἰδὼν περιέργως θαυμάσῃς καὶ ἐρασθῇς, ἐδέξω τὸ βέλος. Καὶ τίς ἂν δύναιτο καλὴν γυναῖκα ὁρῶν, μὴ ἐπαινέσαι τὴν ὁρωμένην; φησίν. Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡμῶν τὸ τὰ τοιαῦτα θαυμάζειν, οὐκ ἐν ἡμῖν ἄρα ὁ ἔρως. Ἐπίσχες, ἄνθρωπε. Τί πάντα φύρεις ὁμοῦ, πανταχοῦ περιτρέχων, καὶ τοῦ κακοῦ τὴν ῥίζαν οὐκ ἐθέλων ἰδεῖν; καὶ γὰρ πολλοὺς ὁρῶ θαυμάζοντας καὶ ἐπαινοῦντας, οὐκ ἐρῶντας δέ. Καὶ πῶς ἔνι θαυμάζοντας μὴ ἐρᾷν; Μὴ θορύβει· τοῦτο γὰρ ἔρχομαι εἰπεῖν· ἀλλ' ἀνάμεινον, καὶ ἀκούσῃ τοῦ Μωϋσέως θαυμάζοντος τὸν παῖδα τοῦ Ἰακὼβ, καὶ λέγοντος· Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Ἆρα οὖν ἤρα ὁ ταῦτα λέγων; Οὐδαμῶς. Οὐδὲ γὰρ ἑώρα, φησὶ, τὸν ἐπαινούμενον. Ἀλλὰ καὶ πρὸς τὰ ἀκουόμενα κάλλη πάσχομέν τι τοιοῦτον, οὐ πρὸς τὰ ὁρώμενα μόνον. Ἵνα δὲ μὴ φιλονεικῇς ἡμῖν ἐν τούτοις, ὁ Δαυῒδ οὐκ ἦν ὡραῖος σφόδρα, καὶ ὑπέρυθρος μετὰ κάλλους ὀφθαλμῶν; ὃ δὴ μάλιστά ἐστι τυραννικώτερον μέρος τῆς εὐμορφίας, τῶν ὀφθαλμῶν τὸ κάλλος. Ἆρ' οὖν ἠράσθη τις αὐτοῦ; Οὐδαμῶς. Οὐκ ἄρα μετὰ τοῦ θαυμάζειν καὶ τὸ ἐρᾷν γίνεται. Καὶ γὰρ καὶ μητέρας ἔσχον πολλοὶ σφόδρα ἀνθούσας τῇ τοῦ σώματος ὥρᾳ. Τί οὖν; ἠράσθησαν αὐτῶν οἱ παῖδες; Ἄπαγε· ἀλλὰ θαυμάζουσι μὲν τὸ ὁρώμενον, οὐκ ἐμπίπτουσι δὲ εἰς ἔρωτα αἰσχρόν. Πάλιν γὰρ τῆς φύσεως τὸ κατόρθωμά ἐστι. Ποίας φύσεως, εἰπέ μοι; Ὅτι μητέρες εἰσὶ, φησίν. Εἶτα οὐκ ἀκούεις, ὅτι Πέρσαι, μηδενὸς καταναγκάζοντος, ταῖς αὐτῶν μίγνυνται μητράσι, καὶ οὐχ εἷς οὐδὲ δεύτερος, ἀλλ' ὁλόκληρον ἔθνος; Χωρὶς δὲ τούτων, κἀκεῖθεν δῆλον, ὅτι τὸ νόσημα τοῦτο οὐ τῆς ὥρας τοῦ σώματος, οὐδὲ τῆς εὐμορφίας ἐστὶν ἁπλῶς, ἀλλὰ τῆς ῥᾳθύμου καὶ πλανωμένης ψυχῆς. Πολλοὶ γοῦν πολλάκις μυρίας εὐπρεπεῖς παραδραμόντες γυναῖκας, ταῖς αἰσχροτέραις ἔδωκαν ἑαυτούς· ὅθεν δῆλον ὅτι οὐ τῆς εὐμορφίας τὸ ἐρᾷν· ἢ γὰρ ἂν εἷλον ἐκεῖναι πρὸ τούτων τοὺς ἐμπεσόντας. Τί οὖν τὸ αἴτιον; εἰ γὰρ μὴ τῆς εὐμορφίας τὸ ἐρᾷν, πόθεν ἔχει τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, φησίν; Ἀπὸ δαίμονος πονηροῦ; Ἔχει μὲν καὶ ἐκεῖθεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' εἰ μὴ καὶ ἡμεῖς αἴτιοι. Οὐ γὰρ ἐκείνων μόνον ἡ ἐπιβουλὴ, ἀλλὰ μετ' ἐκείνων καὶἡμῶν πρώτων. Οὐδαμόθεν γὰρ ἑτέρωθεν οὕτω τίκτεται τὸ πονηρὸν τοῦτο νόσημα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥημάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ μηδὲν ἔχειν ποιεῖν.
7.7.1
Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι. Εἰ δὲ συνήθεια τὸ τίκτειν αὐτὴν, εὔδηλον ὅτι καὶ τὸ σβεννύναι. Πολλοὶ γοῦν ἐρῶντες οὕτως ἐπαύσαντο, μὴ ὁρωμένων τῶν ἐρωμένων. Τοῦτο δὲ πρὸς βραχὺ μὲν δοκεῖ πικρὸν εἶναι, καὶ σφόδρα ἀηδές· τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλομένοις λοιπὸν ἔνι ἀνακτήσασθαι τὸ πάθος. Τί οὖν ὅταν συνηθείας χωρὶς ἀπὸ πρώτης τῆς ὄψεως ἁλῶ; Κἀνταῦθα ἀργία τοῦ σώματος, ἢ τρυφὴ, καὶ τὸ μὴ φροντίζειν τῶν προσηκόντων, μηδὲ ἐν ἀναγκαίοις εἶναι πράγμασι. Καθάπερ γὰρ πλάνος τις ὁ τοιοῦτος περιερχόμενος, παντὶ περιπείρεται πονηρῷ· καὶ καθάπερ παιδίον ἄφετον, ὁ βουλόμενος ἀνδραποδίζει τὴν τοιαύτην ψυχήν. Ἐπειδὴ γὰρ ἔθος αὐτῇ ἐνεργεῖν, ὅταν αὐτῆς παύσῃς τὴν ἐνέργειαν τὴν ἐν τοῖς ἀγαθοῖς, ἐπειδὴ ἀργεῖν οὐ δύναται, ἀναγκάζεται ἕτερα τίκτειν. Καθάπερ ἡ γῆ, ὅταν μὴ σπείρηται μηδὲ φυτεύηται, βοτάνην ἀναδίδωσιν ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι. Καὶ ὥσπερ ὀφθαλμὸς τοῦ μὲν ὁρᾷν οὐ παύεται, καὶ διὰ τοῦτο ὄψεται πονηρὰ, ὅταν ἀγαθὰ μὴ ᾖ ὑποκείμενα· οὕτω καὶ ὁ λογισμὸς, ὅταν τῶν ἀναγκαίων ἑαυτὸν ἀπαγάγῃ, περὶ τὰ ἄχρηστα στρέφεται λοιπόν· ἐπεὶ ὅτι καὶ τὴν πρώτην προσβολὴν δύναται ἀποκρούσασθαι ἀσχολία καὶ φροντὶς, πολλαχόθεν δῆλον. Ὅταν οὖν ἴδῃς γυναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, μηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσομαι μηκέτι ἰδεῖν ὑπὸ τῆς ἐπιθυμίας ἑλκόμενος, φησίν; Ἑτέροις σεαυτὸν δὸς, περιέλκουσι τὴν ψυχὴν, βιβλίοις, φροντίσιν ἀναγκαίαις, προστασίαις, βοηθείαις ἀδικουμένων, εὐχαῖς, φιλοσοφίᾳ τῇ περὶ τῶν μελλόντων· τοιούτοις κατάδησον τὴν ψυχήν. Οὕτως οὐχὶ νεαρὸν ἕλκος διορθώσῃ μόνον, ἀλλὰ παγὲν καὶ χρόνιον γενόμενον ἀποτρίψῃ ῥᾳδίως. Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιμίαν, πῶς οὐ πολλῷ μᾶλλον αἱ πνευματικαὶ αὗται ἐπῳδαὶ περιέσονται τοῦ κακοῦ, μόνον ἂν ἐθέλωμεν ἀποστῆναι; Ἂν δὲ ἀεὶ προσομιλῶμεν καὶ συναναστρεφώμεθα ταῖς τοξευούσαις ἡμᾶς τὰ τοιαῦτα τοξεύματα, καὶ λέγοντες καὶ ἀκούοντες τὰ παρ' ἐκείνων, τρέφομεν τὸ νόσημα. Πῶς οὖν ἀξιοῖς σβεσθῆναι τὸ πῦρ, καθ' ἑκάστην ἡμέραν τὴν φλόγα ἀνάπτων; Καὶ ταῦτα μὲν ἡμῖν τὰ τῆς συνηθείας πρὸς τοὺς νέους εἰρήσθω· ὡς τοῖς γε ἀνδράσι, καὶ φιλοσοφεῖν ἐπισταμένοις, πάντων μείζων ὁ τοῦ Θεοῦ φόβος, ἡ τῆς γεέννης μνήμη, ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιθυμία· ἱκανὰ γὰρ ταῦτα σβέσαι τὸ πῦρ. Μετὰ δὲ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυμός. Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ' οὐδὲν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς φαιδρότερον· ἀλλὰ καὶ ταῦτα σήπεται καὶ μαραίνεται. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε· ἀλλ' ἐνδότερον διάβηθι τῷ λογισμῷ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα. Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι, φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα. Ἀλλ' ὑγρὸς ὁ ὀφθαλμὸς, καὶ γοργὸς, καὶ καλῶς ἀποτεταμένη ἡ ὀφρὺς, καὶ κυαναῖ αἱ βλεφαρίδες, καὶ ἥμερος ἡ κόρη, καὶ γαληνὸν τὸ ὄμμα. Ἀλλ' ὅρα ὅτι αὐτὸ τοῦτο πάλιν οὐδὲν ἕτερόν ἐστιν, ἢ νεῦρα καὶ φλέβες καὶ ὑμένες καὶ ἀρτηρίαι. Σὺ δέ μοι τὸν καλὸν τοῦτον ὀφθαλμὸν ἐννόησον νοσοῦντα, γηρῶντα, ὑπὸ ἀθυμίας μαραινόμενον, ὑπὸ ὀργῆς οἰδοῦντα, πῶς εἰδεχθὴς, πῶς ταχέως ἀπόλλυται, καὶ τῶν γεγραμμένων τάχιον ἀφανίζεται. Ἀπὸ τούτων μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸ κάλλος τὸ ἀληθινόν. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, κάλλος ψυχῆς. Ἀλλ' ἂν ἐθέλῃς, ὄψει· καὶ ὥσπερ τοὺς ἀπόντας καλοὺς ἔστιν ὀφθαλμοῖς μὴ ἰδόντα τῷ νῷθαυμάσαι· οὕτω δυνατὸν ψυχῆς κάλλος χωρὶς ὀφθαλμῶν ἰδεῖν. Οὐχ ὑπέγραψας πολλάκις μορφὴν εὐειδῆ, καὶ ἔπαθές τι πρὸς τὴν διάπλασιν; Ἀνατύπωσον καὶ νῦν ψυχῆς κάλλος, καὶ ἐντρύφα τῇ εὐμορφίᾳ. Ἀλλ' οὐχ ὁρῶ, φησὶν, ἀσώματα. Καὶ μὴν τῶν σωμάτων αὐτὰ μᾶλλον ὁρῶμεν τῷ νῷ. Διὰ τοῦτο γοῦν θαυμάζομεν καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καίτοι γε μὴ ὁρῶντες, καὶ τρόπων ἤθη καὶ ψυχῆς ἀρετήν. Κἂν ἴδῃς ἄνθρωπον ἐπιεικῆ καὶ μέτριον, μᾶλλον θαυμάσῃ τοῦτον ἢ ἐκείνην τὴν εὔμορφον ὄψιν· κἂν ἴδῃς ὑβριζόμενον, καὶ φέροντα ἀδικούμενον, μετὰ τοῦ θαυμάζειν ἔρα τῶν τοιούτων, κἂν γεγηρακότες ὦσι. Καὶ γὰρ τοιοῦτον τῆς ψυχῆς τὸ κάλλος, καὶ ἐν γήρᾳ πολλοὺς ἔχει τοὺς ἐραστὰς, καὶ οὐδέποτε μαραίνεται, ἀλλ' ἀνθεῖ διηνεκῶς. Ἵν' οὖν καὶ αὐτοὶ τοῦτο κτησώμεθα, τοὺς ἔχοντας αὐτὸ θηρῶμεν, καὶ ἐρασταὶ τούτων γινώμεθα. Οὕτω γὰρ καὶ αὐτοὶ δυνησόμεθα, ταύτην λαβόντες τὴν εὐμορφίαν, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.