Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.0.1
Ἔχοντες οὖν τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν, ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.
8.1.1
Ἐπειδὴ μεγάλα ἐφθέγξατο, καὶ Μωϋσέως ἑαυτὸν προὔθηκε, καὶ τοὺς πιστοὺς πάντας, αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, ὅρα πῶς μετριάζει πάλιν. Καὶ γὰρ ἐπαίρειν ἔδει διὰ τοὺς ψευδαποστόλους καὶ τοὺς ἀκροατὰς, καὶ πάλιν παραμυθεῖσθαι τὸν ὄγκον, οὐχὶ καθαιρεῖν, ἐπεὶ τοῦτο παίζοντος ἦν. Διόπερ ἑτέρως αὐτὸ μεθοδεύει, τῷ δεικνύναι, ὅτι οὐκ ἐκ τῶν οἰκείων κατορθωμάτων γέγονεν, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸ πᾶν· διὸ καί φησιν, Ἔχοντες οὖν τὴν διακονίαν ταύτην. Οὐδὲν γὰρ πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἀλλ' ἢ διάκονοι μόνον ἐγενόμεθα, καὶ τοῖς παρὰ τοῦ Θεοῦ δοθεῖσιν ὑπηρετήσαμεν. Διόπερ οὐκ εἶπε παροχὴν, οὐδὲ χορηγίαν, ἀλλὰ Διακονίαν, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Καθὼς ἠλεήθημεν. Καὶ γὰρ τοῦτο αὐτὸ, φησὶ, τὸ διακονήσασθαι τούτοις, ἀπὸ ἐλέου καὶ φιλανθρωπίας. Καίτοι γε ἐλέους ἐστὶ τὸ κακῶν ἀπαλλάξαι, οὐχὶ τὸ καὶ τοσαῦτα δοῦναι ἀγαθά· ἀλλ' ὁ τοῦ Θεοῦ ἔλεος καὶ τοῦτο ἔχει. Οὐκ ἐκκακοῦμεν. Καὶ τοῦτο δὲ αὐτοῦ τῇ φιλανθρωπίᾳ λογιστέον. Τὸ γὰρ, Καθὼς ἠλεήθημεν, καὶ ὑπὲρ τῆς διακονίας, καὶ ὑπὲρ τοῦ, Οὐκ ἐκκακοῦμεν, εἰρῆσθαι νόμιζε. Καὶ σκόπει πῶς σπουδάζει τὰ καθ' ἑαυτὸν καθαιρεῖν. Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασμοὺς ὑπομένειν. Διὰ τοῦτο οὐ μόνον οὐ καταπίπτομεν, ἀλλὰ καὶ χαίρομεν, καὶ παῤῥησιαζόμεθα. Εἰπὼν γοῦν, Οὐκ ἐκκακοῦμεν, ἐπήγαγεν· Ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ τί ἐστι, Τὰ κρυπτὰ τῆςαἰσχύνης; Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνούμεθα μεγάλα, καὶ ἕτερα δὲ ἐπὶ τῶν ἔργων δείκνυμεν, καθάπερ ἐκεῖνοι· διὸ καὶ ἔλεγε, Τὰ κατὰ πρόσωπον, βλέπετε· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷοι ὁρώμεθα, οὐχὶ διπλόην τινὰ ἔχοντες, οὔτε τοιαῦτα λέγοντες καὶ ποιοῦντες ἃ κρύπτειν δεῖ καὶ συσκιάζειν αἰσχυνομένους καὶ ἐρυθριῶντας. Καὶ τοῦτο ἑρμηνεύων, ἐπήγαγε, Μὴ περιπατοῦντες ἐν πανουργίᾳ. Ὃ γὰρ ἐνόμιζον ἐγκώμιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ καταγέλαστον ἀποφαίνει. Τί δέ ἐστιν, Ἐν πανουργίᾳ; Δόξαν εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, ἐλάμβανον δὲ καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίμων, ἦσαν δὲ μυρίων γέμοντες κακῶν. Ἀλλ' ἡμεῖς, φησὶ, τούτοις ἀπειπάμεθα (ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ), τοιοῦτοι ὄντες οἷοι φαινόμεθα, καὶ οὐδὲν ἔχοντες συνεσκιασμένον, καὶ οὐκ ἐν τῷ βίῳ μόνον τούτῳ, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κηρύγματι· τοῦτο γάρ ἐστιν, Οὐδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας· οὐ τῷ προσώπῳ καὶ τῇ ἐπιδείξει, ἀλλ' αὐτῇ τῇ τῶν πραγμάτων ἀποδείξει. Συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Οὐ γὰρ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις ἐσμὲν κατάδηλοι, προκείμενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡμέτερα, ὡς ἂν ἐθέλοιεν· καὶ ἀπὸ τούτου συνίσταμεν ἑαυτοὺς, οὐκ ἀπὸ τοῦ ὑποκρίνεσθαι, καὶ προσωπεῖον περιφέρειν φαιδρόν. Λέγομεν οὖν μηδὲν λαμβάνειν, καὶ μάρτυρας ὑμᾶς καλοῦμεν· λέγομεν μηδὲν συνειδέναι ἑαυτοῖς πονηρὸν, καὶ τούτου πάλιν τὴν μαρτυρίαν παρ' ὑμῶν ἕλκομεν, οὐ καθάπερ ἐκεῖνοι, συσκιάζοντες τὰ καθ' ἑαυτοὺς, πολλοὺς ἀπατῶσιν. Ἡμεῖς δὲ καὶ τὸν βίον ἡμῶν πᾶσιν εἰς μέσον προτίθεμεν, καὶ τὸ κήρυγμα ἀπογυμνοῦμεν, ὥστε πάντας αὐτὸ καταμανθάνειν. Εἶτα ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰτῆς ἐκείνων ἀναισθησίας. Διὸ καί φησιν· Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. Ὅπερ καὶ ἔμπροσθεν εἶπεν, Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωὴν, τοῦτο καὶ ἐνταῦθά φησι.
8.2.1
Τί δέ ἐστιν, Ὁ Θεὸς τοῦ αἰῶνος τούτου; Οἱ μὲν τὰ Μαρκίωνος νοσοῦντες, λέγουσι περὶ τοῦ Δημιουργοῦ τοῦ δικαίου μόνον, καὶ οὐκ ἀγαθοῦ, ταῦτα εἰρῆσθαι· λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον, καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δέ φασι τὸν διάβολον ἐνταῦθα λέγεσθαι, ἐκ τούτου δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι, σφόδρα ἀνοήτως. Οἶδε μὲν γὰρ πολλάκις ἡ Γραφὴ Θεὸν καλεῖν οὐκ ἀπὸ τῆς ἀξίας τοῦ καλουμένου, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑποταττομένων· ὡς ὅταν τὸν μαμωνᾶν κύριον λέγῃ, καὶ τὴν κοιλίαν θεόν. Ἀλλ' οὐ παρὰ τοῦτο οὔτε ἡ κοιλία θεὸς, οὔτε ὁ μαμωνᾶς κύριος, ἀλλ' ἐκείνων τῶν ὑποκατακλινόντων ἑαυτούς. Ἡμεῖς δὲ ἐκεῖνό φαμεν, ὅτι οὔτε περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι Τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων οὐκ ἔχει ἀπίστους, ἀλλ' ὁ παρὼν μόνος. Εἰ δὲ καὶ ἑτέρως τις ἀναγινώσκοι, οἷον, ὅτι Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, οὐδὲ τοῦτο ἔχει τινὰ λαβήν· οὐ γὰρ τοῦτο δείκνυσιν αὐτὸν τούτου μόνον ὄντα τοῦ αἰῶνος Θεόν. Καὶ γὰρ ὁ Θεὸς οὐρανοῦ λέγεται, ἀλλ' οὐκ ἔστιν οὐρανοῦ μόνον Θεός· καὶ ὁ Θεὸς τῆς παρούσης ἡμέρας λέγομεν, καὶ οὐκ εἰς ἐκείνην μόνην συγκλείοντες αὐτοῦ τὴν ἀρχὴν, τοῦτό φαμεν· καὶ ὁ Θεὸς δὲ Ἀβραὰμ λέγεται, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· καὶ οὐκ ἐκείνων μόνον ἐστὶ Θεός. Καὶ πολλὰς ἄν τις καὶ ἑτέρας τοιαύτας ἐν ταῖς Γραφαῖς εὕροι μαρτυρίας. Πῶς οὖν ἐτύφλωσεν; Οὐκ ἐνεργήσας εἰς τοῦτο, ἄπαγε, ἀλλ' ἀφεὶς καὶ συγχωρήσας· καὶ γὰρ ἔθος τῇ Γραφῇ οὕτω λέγειν· ὡς ὅταν λέγῃ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν. Ἐπειδὴ γὰρ αὐτοὶ ἠπίστησαν πρῶτοι, καὶ ἀναξίους ἑαυτοὺς κατεσκεύασαν τοῦ ἰδεῖν τὰ μυστήρια, καὶ αὐτὸς λοιπὸν εἴασεν. Ἀλλὰ τί ἔδει ποιῆσαι; πρὸς βίαν ἕλκειν, καὶ ἐκκαλύπτειν μὴ βουλομένοις ἰδεῖν; Ἀλλὰ μᾶλλον ἂν κατεφρόνησαν, καὶ οὐδ' ἂν εἶδον· διὸ καὶ ἐπήγαγεν, Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ· οὐ πρὸς τὸ ἀπιστῆσαι τῷ Θεῷ, ἀλλὰ πρὸς τὸ τὴν ἀπιστίαν μὴ ἰδεῖν τίνα ἐστὶ τὰ ἔνδον· ὃ καὶ ἡμῖν ἐπέταξε, μὴ ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων κελεύσας. Εἰ γὰρ καὶ ἀπιστοῦσιν ἐξεκάλυψε, μᾶλλον ἂν ἡ νόσος αὐτῶν ἐπετρίβη. Καὶ γὰρ εἰ ὀφθαλμιῶντά τις ἀναγκάσειε πρὸς τὰς ἀκτῖνας ἰδεῖν, ἐπιτείνει μᾶλλον αὐτοῦ τὴν ἀσθένειαν. Διὰ τοῦτο καὶ ἐν σκότει κατακλείουσιν αὐτοὺς ἰατρῶν παῖδες, ὥστε μὴ ἐπιτρῖψαι τὸ νόσημα. Οὕτω τοίνυν καὶ ἐνταῦθα νοητέον, ὅτι οὗτοι μὲν γεγόνασιν ἄπιστοι δι' ἑαυτούς· γενόμενοι δὲ ἄπιστοι, οὐκέτι ἑώρων τὰ ἀπόῤῥητα τοῦ εὐαγγελίου, τοῦ Θεοῦ λοιπὸν ἀποκλείοντος τὰς ἀκτῖνας αὐτοῖς. Ὅπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι Διὰ τοῦτο ἐν παροιμίαις λαλῷ αὐτοῖς, ὅτι ἀκούοντες οὐκ ἀκούουσιν. Ἵνα δὲ καὶ ἐπὶ παραδείγματος σαφέστερον ὃ λέγω γένηται, ὑπόθου τινὰ Ἕλληνα εἶναι μύθους τὰ ἡμέτερα ἡγούμενον· οὗτος οὖν πῶς ὠφεληθήσεται μᾶλλον, εἰσελθὼν καὶ ἰδὼν τὰ μυστήρια, ἢ ἔξω μένων; Διὰ τοῦτό φησιν· Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν, ἐπιμένων ἔτι τῇ ἱστορίᾳ Μωϋσέως. Ὅπερ γὰρ πρὸς Ἰουδαίους γέγονεν ἐπ' ἐκείνου, τοῦτο ἐπὶ πάντων τῶν ἀπίστων γίνεται ἐπὶ τοῦ εὐαγγελίου. Καὶ τί ἐστι τὸ συνεσκιασμένον, καὶ ὅπερ αὐτοῖς οὐκ ἔστι πεφωτισμένον; Ἄκουσον αὐτοῦ λέγοντος· Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Οἷον, ὅτι ὁ σταυρὸς τῆς οἰκουμένης σωτηρία καὶ αὐτοῦ δόξα, ὅτι αὐτὸς οὗτος ὁ σταυρωθεὶς μετὰ πολλῆς περιφανείας μέλλει παραγίνεσθαι, τὰ ἄλλα πάντα, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ οὐχ ὁρώμενα, ἡ ἀπόῤῥητος τῶν προσδοκωμένων περιφάνεια. Διὸ καὶ αὐγάσαι εἶπεν, ἵνα μὴ τὸ ὅλον ἐνταῦθα ζητῇς· ὥσπερ γὰρ αὐγή τις ἐστὶ μόνον τοῦ Πνεύματος ἡ δεδομένη. Τοῦτο γοῦν καὶ ἀνωτέρω δηλῶν, ὀσμὴν εἶπε, καὶ πάλιν ἀῤῥαβῶνα, δεικνὺς ὅτι τὸ πλέον ἐκεῖ μένει. Ἀλλ' ὅμως ταῦτα ἅπαντα κέκρυπται ἀπ' αὐτῶν· κέκρυπται δὲ, ἐπειδὴ ἠπίστησαν πρότεροι. Εἶτα δεικνὺς, ὅτι οὐχὶ τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦσι μόνον, ἀλλὰ καὶ τὴν τοῦ Πατρὸς οἱ ταύτην οὐκ ἰδόντες, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Μὴ γὰρ μέχρι τοῦ Χριστοῦ στῇς μόνον. Ὥσπερ γὰρ διὰ τούτου τὸν Πατέρα ὁρᾷς· οὕτως ἀγνοήσας τὴν τούτου δόξαν, οὐδὲ τὴν ἐκείνου εἴσῃ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
8.3.1
Καὶ ποία αὕτη ἀκολουθία; τί τοῦτο πρὸς τὰ εἰρημένα ἔχει κοινόν; Ἢ ἐκείνους αἰνίττεται ὡς ἐπαίροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς μαθητὰς ἀπ' αὐτῶν ἑαυτοὺς ὀνομάζειν, ὅπερ ἐν τῇ προτέρᾳ ἔλεγεν, Ἐγώ εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· ἢ ἕτερόν τι βαρύτατον. Ποῖον δὴ τοῦτο; Ἐπειδὴ σφόδρα αὐτοὺς ἐπολέμουν, καὶ ἐπεβούλευον αὐτοῖς πάντοθεν, Μὴ γὰρ ἡμῖν μάχεσθε, φησὶ, καὶ πολεμεῖτε; ἢ τῷ δι' ἡμῶν κηρυττομένῳ; οὐ γὰρ ἑαυτοὺς κηρύττομεν· ἐγὼ δοῦλός εἰμι, ἐγὼ διάκονός εἰμι καὶ τῶν δεχομένων τὸ κήρυγμα, ἑτέρῳ πάντα πραγματευόμενος, καὶ ὑπὲρ τῆς ἐκείνου δόξης πᾶν ὁτιοῦν ποιῶν. Ὥστε ἐμοὶ πολεμῶν, τὰ ἐκείνου καταβάλλεις. Τοσοῦτον γὰρ ἀπέχω εἰς ἐμαυτόν τι περιστῆσαι τῶν τοῦ εὐαγγελίου, ὅτι καὶ ὑμῶν οὐ παραιτήσομαι εἶναι δοῦλος διὰ τὸν Χριστὸν, ἐπειδὴ ἐκείνῳ ἔδοξεν οὕτω τιμῆσαι ὑμᾶς, ἐπειδὴ οὕτως ὑμᾶς ἐφίλησε, καὶ πάντα ὑπὲρ ὑμῶν ἔπραξε. Διὸ καὶ λέγει, Ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστόν. Εἶδες ψυχὴν δόξης καθαράν; Οὐ γὰρ δὴ μόνον, φησὶ, τῶν δεσποτικῶν οὐδὲν νοσφιζόμεθα, ἀλλὰ καὶ ὑμῖν ἑαυτοὺς ὑποτάσσομεν δι' ἐκεῖνον. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότουςφῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν. Εἶδες πῶς πάλιν τοῖς ζητοῦσι τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν ὑπερβάλλουσαν, τὴν Μωϋσέως λέγω, δείκνυσι μετὰ προσθήκης ἀστράπτουσαν; Καθάπερ εἰς τὸ πρόσωπον Μωϋσέως, οὕτως εἰς τὰς ὑμετέρας καρδίας ἔλαμψε, φησί. Καὶ πρότερον ἀναμιμνήσκει τῶν ἐν ἀρχῇ τῆς κτίσεως γενομένων, αἰσθητοῦ φωτὸς καὶ σκότους αἰσθητοῦ, δεικνὺς ὅτι αὕτη μείζων ἡ δημιουργία. Καὶ ποῦ εἶπεν, Ἐκ σκότους φῶς λάμψαι; Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τῆς κτίσεως· Σκότος γὰρ ἦν, φησὶν, ἐπάνω τῆς ἀβύσσου. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. Ἀλλὰ τότε μὲν εἶπε, Γενηθήτω, καὶ ἐγένετο· νῦν δὲ οὐκ εἶπεν, ἀλλ' αὐτὸς ἡμῖν γέγονε φῶς· οὐ γὰρ εἶπεν, ὅτι καὶ νῦν εἶπεν, ἀλλ' αὐτὸς ἔλαμψε. Διὰ τοῦτο οὐδὲ αἰσθητὰ πράγματα ὁρῶμεν τοῦ φωτὸς λάμποντος τούτου, ἀλλ' αὐτὸν τὸν Θεὸν διὰ τοῦ Χριστοῦ. Ὁρᾷς τὸ ἀπαράλλακτον τῆς Τριάδος; Περὶ μὲν γὰρ τοῦ Πνεύματός φησιν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· περὶ δὲ τοῦ Υἱοῦ, Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ· περὶ δὲ τοῦ Πατρὸς, Ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὥσπερ γὰρ εἰπὼν, Τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ, δεικνὺς ὅτι καὶ τῆς ἐκείνου δόξης ἀπεστερήθησαν· οὕτως εἰπὼν, Τῆς γνώσεως τοῦ Θεοῦ, ἐπήγαγεν, Ἐν προσώπῳ Χριστοῦ, δεικνὺς ὅτι διὰ τούτου τὸν Πατέρα γινώσκομεν, ὥσπερ οὖν καὶ διὰ τοῦ Πνεύματος αὐτῷ προσαγόμεθα. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἶπε περὶ τῆς ἀποῤῥήτου δόξης· ἵνα μή τις λέγῃ. Καὶ πῶς τοσαύτης δόξης ἀπολαύοντες μένομεν ἐν θνητῷ σώματι; φησὶν, ὅτι τοῦτο μὲν οὖν αὐτὸ μάλιστά ἐστι τὸ θαυμαστὸν, καὶ δεῖγμα μέγιστον τῆς τοῦ Θεοῦ δυνάμεως, ὅτι σκεῦος ὀστράκινον τοσαύτην ἠδυνήθη λαμπρότητα ἐνεγκεῖν, καὶ τηλικοῦτον φυλάξαι θησαυρόν. Ὅπερ οὖν καὶ αὐτὸς θαυμάζων ἔλεγεν, Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· πάλιν ἐκείνους αἰνιττόμενος τοὺς καυχωμένους ἐφ' ἑαυτοῖς. Τό τε γὰρ μέγεθος τῶν δοθέντων, τό τε ἀσθενὲς τῶν δεξαμένων δείκνυσι τὴν ἰσχὺν, οὐχ ὅτι μεγάλα ἐχαρίσατο μόνον, ἀλλ' ὅτι καὶ μικροῖς οὖσι· τὸ γὰρ ὀστράκινον τὸ εὔθραυστον τῆς θνητῆς φύσεως αἰνιττόμενος ἔλεγε, καὶ τὸ τῆς σαρκὸς ἡμῶν ἀσθενὲς ἐμφαίνων. Ὀστράκου γὰρ ἄμεινον οὐδὲν αὕτη διάκειται· οὕτως ἐστὶν εὐεπηρέαστος, καὶ θανάτῳ καὶ νόσοις καὶ ἀέρων ἀνωμαλίαις καὶ ἑτέροις μυρίοις διαλυομένη ῥᾳδίως. Ταῦτα δὲ ἔλεγε, καὶ καταστέλλων ἐκείνωντὸ φύσημα, καὶ πᾶσι δεικνὺς ὅτι οὐδὲν ἀνθρώπινον τῶν καθ' ἡμᾶς.
8.4.1
Καὶ γὰρ τότε μάλιστα διαφαίνεται ἡ τοῦ Θεοῦ δύναμις, ὅταν δι' εὐτελῶν ἐνεργῇ μεγάλα. Διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ ἐν τῇ Παλαιᾷ δὲ διὰ κωνώπων καὶ μυιῶν ὁλόκληρα στρατόπεδα βαρβάρων ἐτροποῦτο (διὸ καὶ μεγάλην δύναμιν αὐτοῦ τὴν κάμπην ἐκάλει), καὶ ἐν ἀρχῇ γλώττας συγχέων μόνον, τὸν μέγαν πύργον ἐκεῖνον τὸν ἐν Βαβυλῶνι κατέλυε. Καὶ ἐν τοῖς πολέμοις δὲ νῦν μὲν διὰ τριακοσίων ἄπειρα στρατόπεδα ἤλασε, νῦν δὲ διὰ σαλπίγγων πόλεις καθεῖλε· μετὰ δὲ ταῦτα διὰ παιδίου μικροῦ καὶ εὐτελοῦς τοῦ Δαυῒδ, ἅπασαν τῶν βαρβάρων τὴν παράταξιν ἐτροπώσατο. Οὕτω δὴ καὶ ἐνταῦθα δώδεκα μόνους ἀποστείλας, τῆς οἰκουμένης περιεγένετο, δώδεκα, καὶ τούτους ἐλαυνομένους, πολεμουμένους. Ἐκπλαγῶμεν οὖν τοῦ Θεοῦ τὴν δύναμιν, θαυμάσωμεν, προσκυνήσωμεν· ἐρωτήσωμεν Ἰουδαίους, ἐρωτήσωμεν Ἕλληνας, τίς ἔπεισε τὴν οἰκουμένην ἅπασαν ἀποστῆναι τῶν πατρίων ἐθῶν, καὶ πρὸς ἑτέραν μετατάξασθαι πολιτείαν; ὁ ἁλιεὺς, ἢ ὁ σκηνοποιός; ὁ τελώνης, ἢ ὁ ἀγράμματος καὶ ἰδιώτης; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, εἰ μὴ θεία δύναμις ἦν ἡ πάντα κατορθοῦσα δι' ἐκείνων; Τί δὲ καὶ λέγοντες ἔπειθον ἐκεῖνοι; Βαπτίσθητε ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος. Ποίου; Ὃν οὐκ εἶδον, οὐδὲ ἐθεάσαντο. Ἀλλ' ὅμωςταῦτα λέγοντες καὶ κηρύττοντες, ἔπειθον, ὅτι οἱ μὲν μαντευόμενοι καὶ ἐκ προγόνων αὐτοῖς παραδοθέντες, οὐκ εἰσὶ θεοὶ, ὁ δὲ προσηλωθεὶς, οὗτος Χριστὸς, πάντας ἐφείλκετο. Καίτοι γε ὅτι μὲν ἐσταυρώθη καὶ ἐτάφη, παντί που δῆλον ἦν· ὅτι δὲ ἀνέστη, οὐδεὶς πλὴν ὀλίγων εἶδεν. Ἀλλ' ὅμως καὶ τοῦτο ἔπεισαν τοὺς οὐχ ἑωρακότας· καὶ οὐχ ὅτι ἀνέστη μόνον, ἀλλ' ὅτι καὶ εἰς οὐρανοὺς ἀνῆλθε, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Πόθεν οὖν τὸ πιθανὸν τοῖς λόγοις τούτοις, εἰπέ μοι; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως. Καὶ γὰρ πρῶτον αὐτὴ ἡ καινοτομία πᾶσι προσίστατο· ὅταν τε καὶ τοιαῦτά τις καινοτομῇ, χαλεπώτερον τὸ πρᾶγμα γίνεται, ὅταν ἀναμοχλεύῃ παλαιᾶς συνηθείας θεμέλια, ὅταν ἐκ βάθρων ἀνασπᾷ νόμους. Πρὸς δὲ τούτοις οὐδὲ οἱ κήρυκες ἀξιόπιστοι εἶναι ἐδόκουν, ἀλλὰ καὶ ἔθνους παρὰ πᾶσι μεμισημένου, καὶ δειλοὶ καὶ ἀμαθεῖς. Πόθεν οὖν περιεγένοντο τῆς οἰκουμένης; πόθεν ὑμᾶς καὶ τοὺς ὑμετέρους προγόνους τοὺς δοκοῦντας φιλοσοφεῖν, μετὰ τῶν θεῶν αὐτῶν ἐξέβαλον; οὐκ εὔδηλον ὅτι ἀπὸ τοῦ τὸν Θεὸν ἔχειν μεθ' ἑαυτῶν; Οὐδὲ γὰρ ἔνι ταῦτα ἀνθρωπίνης δυνάμεως κατορθώματα, ἀλλὰ θείας τινὸς καὶ ἀποῤῥήτου. Οὐχὶ, φησὶν, ἀλλὰ γοητικῆς. Οὐκοῦν αὐξηθῆναι ἔδει τὴν τῶν δαιμόνων ἀρχὴν, καὶ ἐπιταθῆναι τὴν τῶν εἰδώλων θεραπείαν. Πῶς οὖν καθῄρηται καὶ ἠφάνισται, καὶ ἀπ' ἐναντίας ἐκείνοις τὰ ἡμέτερα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι τοῦ Θεοῦ ψῆφος ἦν τὰ γινόμενα, οὐκ ἀπὸ τοῦ κηρύγματος μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πολιτείας αὐτῆς. Πότε γὰρ παρθενία τοσαύτη πανταχοῦ τῆς γῆς ἐφυτεύθη; πότε χρημάτων ὑπεροψία καὶ ζωῆς καὶ τῶν ἄλλων ἁπάντων; Οἱ γὰρ μοχθηροὶ καὶ γόητες οὐδὲν τοιοῦτον ἀνύσαιεν, ἀλλὰ τἀναντία ἅπαντα· οὗτοι δὲ ἀγγέλων ἡμῖν εἰσηγήσαντο πολιτείαν· οὐκ εἰσηγήσαντο δὲ μόνον, ἀλλὰ καὶ κατώρθωσαν, ἐν τῇ ἡμετέρᾳ, ἐν τῇ τῶν βαρβάρων, ἐν αὐταῖς τῆς γῆς ταῖς ἐσχατιαῖς. Ὅθεν δῆλον ὅτι πάντα ἡ τοῦ Χριστοῦ πανταχοῦ δύναμις ἤνυσεν, ἡ πανταχοῦ λάμπουσα, καὶ ἀστραπῆςἁπάσης ὀξύτερον τὰς τῶν ἀνθρώπων καταυγάζουσα διανοίας. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ τῆς τῶν μελλόντων ὑποσχέσεως, τὰ γεγενημένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε μεθ' ἡμῶν τὴν ἄμαχον τοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορήτους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note