In epistulam ii ad Timotheum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χά ρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χρι στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳἐπιστολήν; Εἶπεν, Ἐλπίζω ἐλθεῖν πρὸς σὲ τάχιον· οὐκ ἐξεγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ γραμμάτων ἀντὶ τῆς παρουσίας, ἴσως τεθλιμμένον καὶ διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι τότε. Κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνταιτοὺς οἴακας καὶ τὴν κυβέρνησιν τῆς Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν, ὅτε πάντα ἀνήροτα, ὅτε πάντα ἐχθρὰ, ὅτε πάντα προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόμεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως, φησί· καὶ, Ἐρχόμενος φέρε τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ ἐπιστολή· Ἐγὼ γὰρ ἤδη, φησὶ, σπένδομαι· καὶ πάλιν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Ταῦτα δὴ πάντα διορθούμενος, καὶ τὴν παράκλησιν ποιεῖται ἀπὸ τῶν οἰκείων πειρασμῶν, καί φησι· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ. Εὐθέως ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν ἀπὸ τοῦ προοιμίου. Μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃς, φησίν· οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα τοιοῦτον οὐδέν ἐστιν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Οὐ γὰρ διὰ τοῦτο ἀποστόλους ἡμᾶς ἐποίησεν, ἵνα κινδυνεύσωμεν μόνον, φησὶν, ἀλλ' ἵνα καὶ ἀποθνήσκωμεν, ἵνα τοιαῦτα πάσχωμεν. Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ παράκλησις μόνον οὐκ ἦν, ἀλλὰ καὶ προσθήκη λύπης, εὐθέως ἀπὸ τῆς ἀρχῆς ποιεῖται τὴν παραμυθίαν. Κατ' ἐπαγγελίαν, λέγων, ζωῆς τῆς ἐν Χριστῷ Ἰησῷ. Εἰ δὲ ἐπαγγελία ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Οὐχὶ ἁπλῶς, Τέκνῳ, ἀλλὰ, Ἀγαπητῷ. Ἔστι γὰρ εἶναι καὶ τέκνα μὴ ἀγαπώμενα· ἀλλ' οὐ σὺ τοιοῦτος, φησὶν, οὐδὲ τέκνον σε καλῶ ἁπλῶς, ἀλλὰ τέκνον ἀγαπητόν. Ἐπειδὴ καὶ Γαλάτας τέκνα καλεῖ, ἀλλ' ὅμως καὶ ἀλγεῖ ὑπὲρ αὐτῶν, Τεκνία μου, λέγων, οὓς πάλιν ὠδίνω. Μάλιστα δὲ πολλὴν αὐτῷ μαρτυρεῖ τὴν ἀρετὴν, ἀγαπητὸν καλῶν. Πῶς; Ὅταν γὰρ μὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀπὸ ἀρετῆς ἐστιν. Οἱ γοῦν ἐξ ἡμῶν τεχθέντες, οὐ δι' ἀρετὴν μόνον ἡμῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην· οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι' οὐδὲν ἕτερόν εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν· ἐπεὶ πόθεν ἄλλοθεν; καὶ μάλιστα παρὰ Παύλῳ τῷ οὐδὲν ποιοῦντι κατὰ πρόσκλισιν. Ἄλλως δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν, Τέκνῳ ἀγαπητῷ, ὅτι οὐκ ὀργιζόμενος πρὸς αὐτὸν, οὐχὶ καταφρονῶν αὐτοῦ, οὐχὶ κατεγνωκὼς αὐτοῦ, οὐ παρεγένετο. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. Καὶ ὅρα πῶς εὐθέως ἐν τῷ προοιμίῳ πρὸς ἐκεῖνον ἀπολογεῖται, ὅτι οὐκ ἦλθε πρὸς αὐτὸν, οὐδὲ εἶδεν αὐτόν. Καὶ γὰρ τὸ, Ἕως ἔρχομαι, καὶ τὸ, Σπουδάζω ἐλθεῖν πρὸς σὲ τάχιον, ταχεῖαν ἐποίει προσδοκᾷν τὴν παρουσίαν. Πρὸς τοῦτο οὖν εὐθέως ἀπολογεῖται. Καὶ τὴν μὲν αἰτίαν εὐθέως οὐ λέγει, δι' ἢν οὐκ ἦλθεν, ἵνα μὴ σφόδρα λυπήσῃ· αὕτη δὲ ἦν τὸ κατέχεσθαι αὐτὸν παρὰ τοῦ Καίσαρος· ὅτε δὲ αὐτὸν ἐκάλεσε πρὸς ἑαυτὸν πρὸς τῷ τέλει, τότε αὐτὴν ἐνέφηνεν. Εὐθέως δὲ αὐτὸν ἐκ προοιμίων οὐκ ἐμβάλλει εἰς λύπην, ἀλλ' ἐλπίδας ὑποφαίνει τοῦ αὐτὸν ὄψεσθαι· Ἐπιποθῶ σε ἰδεῖν, καὶ, Σπούδασον ἐλθεῖν πρός με ταχέως. Εὐθέως οὖν ἐκ τοῦ προοιμίου ἀνίστησιν αὐτὸν, καὶ τὰ ἑξῆς λέγει μετ' ἐγκωμίου. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι μέμνημαί σου, φησίν· οὕτω σε φιλῶ. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, ὅταν καὶ κοσμῆταί τις τῇ φιλίᾳ ἐκ τοῦ σφόδρα φιλεῖν. Χάριν ἔχω, φησὶ, τῷ Θεῷ, ᾧ λατρεύω. Πῶς; Ἐν καθαρᾷ συνειδήσει ἀπὸ προγόνων· ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν. Ἄλλως δὲ ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον λέγει. Ἢ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν δι' ἀνθρωπίνην αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον. Διό φησιν, Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· μονονουχὶ λέγων, μὴ ὑποπτεύσῃς τὸ πρᾶγμα κακίαν εἶναι. Καλῶς συνίστησιν αὑτοῦ τὸ ἦθος, ἵνα ἀξιόπιστον δειχθῇ τὸ περὶ τὴν ἀγάπην. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδὲν ψεύδομαι, οὐδὲ ἄλλα ἔχω, καὶ ἄλλα λέγω. Ὥστε καὶ τότε ἀναγκασθεὶς ἑαυτὸν ἐνεκωμίασεν, ὥς που τὸ τῶν Πράξεων βιβλίον δηλοῖ. Ἐπειδὴ γὰρ ὡς στασιαστὴν αὐτὸν διέβαλλον καὶ νεωτεροποιὸν, διὰ τοῦτο ἔλεγε· Καὶ εἶπεν Ἀνανίας πρός με· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Οὕτω καὶ ἐνταῦθα, ἵνα μὴ λάβῃ ἀφίλου καὶ ἀσυνειδήτου δόξαν ὡς ἐπιλελησμένος, εἰκότως ἑαυτὸν ἐγκωμιάζει λέγων, Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, καὶ οὐχ ἁπλῶς, ἀλλ' Ἐν ταῖς δεήσεσί μου. Τουτέστιν, εὐχῆς μοι ἔργον ἐστὶ, τὸν πάντα χρόνον διατελῶ τοῦτο ποιῶν διηνεκῶς. Τοῦτο γὰρ ἐμφαίνει τῷ εἰπεῖν, Νυκτὸς καὶ ἡμέρας ὑπὲρ τούτου τὸν Θεὸν παρεκάλουν, ἐπιποθῶν σε ἰδεῖν. Ὁρᾷς ζέοντα πόθον; ὁρᾷς μανίαν ἀγάπης; ὁρᾷς ταπεινοφροσύνην; πῶς ἀπολογεῖται τῷ μαθητῇ; Εἶτα δείκνυσιν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ. Ἔδειξε μὲν οὖν καὶ ἤδη, δείκνυσι δὲ καὶ ἐνταῦθα· φησὶ γὰρ, Μεμνημένος σου τῶν δακρύων. Εἰκὸς ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι μᾶλλον, ἢ παιδίον τοῦ μαστοῦ καὶ τῆς τίτθης ἀποσπώμενον καὶ γάλακτος. Ἵνα χαρᾶς, φησὶ, πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν. Οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπεστέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς καὶ θηριώδης· ἱκανὰ γὰρ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι. Νυνὶ δὲ οὐχ εἷς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ. Ὥστε πολλαί με ἦγον ἀνάγκαι πρὸς σέ. Ἄρα οὖν ἔκλαιε. Καὶ ἑτέραν τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· Ὑπόμνησιν, φησὶ, λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.
1.2.1
Εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ' ἄνωθεν ἀπὸ οἰκίας ἦν τῷ Χριστῷ δουλευούσης. Ἥτις ἐνῴκησε, φησὶν, ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ ἐν τῇ μητρί σου Εὐνίκῃ. Ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς. Πῶς Ἰουδαίας; πῶς πιστῆς; Οὐκ ἐξ ἐθνικῶν. Διὰ δὲ τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. Ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι, τῶνἐπιμιξιῶν τούτων γινομένων; Καὶ ὅρα πόσα ἔθηκε πληροφορῶν ὅτι οὐ κατεφρόνησεν. Ἐγὼ λατρεύω τῷ Θεῷ, φησί· συνείδησιν ἔχω ἀληθῆ· σὺ δὲ τὰ δάκρυα. Οὐ διὰ τὰ δάκρυα μόνον (ἐπιποθῶ σε ἰδεῖν), ἀλλὰ καὶ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐργάτης, ὅτι οὐδὲν δολερὸν παρὰ σοί. Ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, οὕτω μὲν ὢν φιλόστοργος, οὕτω δὲ γνήσιος μαθητὴς τοῦ Χριστοῦ, ὅταν μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλύον ἦν ἐμὲ ἐλθεῖν; Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο, φησὶ, τὸ καλὸν, ἐκ προγόνων διεδέξω τὴν πίστιν τὴν ἀνυπόκριτον. Τὰ γὰρ τῶν προγόνων ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν, καὶ ἡμῶν ἐστιν· ὅταν δὲ μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει. Διὸ καὶ ἐπήγαγε, Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Οὐ στοχάζομαι, φησὶν, ἀλλὰ πέπεισμαι καὶ πεπληροφόρημαι. Εἰ τοίνυν δι' οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Ὅρα πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλῇ, πῶς ἐν κατηφείᾳ. Μονονουχὶ γὰρ τοῦτό φησι· Μὴ νομίσῃς ὅτι κατεφρόνησά σου· ἀλλ' εἰδὼς ἔσο, ὅτι οὔτε κατέγνων, οὐδὲ ἐπελήσθην· καὶ εἰ μηδένα ἕτερον, τὴν μάμμην καὶ τὴν μητέρα ἐννόει. Διὸ ἐπειδὴ οἶδα, ὅτι ἀνυπόκριτον ἔχεις πίστιν, ἀναμιμνήσκω· δεῖ γάρ σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ. Καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω καὶ ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ. Ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· τουτέστι, τὴν χάριν τοῦ Πνεύματος, ἣν ἔλαβες εἰς προστασίαν τῆς Ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν ἅπασαν. Ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· διὸ ἀλλαχοῦ λέγει, Τὸ Πνεῦμα μὴ σβέννυτε. Ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Ἔνεστι μὲν γὰρ ἐν σοὶ, πλὴν ἀλλὰ σφοδρότερον ἐργάζου αὐτὸ, τουτέστι, παῤῥησίας ἔμπλησον αὐτὸ, χαρᾶς, εὐφροσύνης· στῆθι γενναίως. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἵνα ὑποστελλώμεθα, ἀλλ' ἵνα παῤῥησιαζώμεθα. Πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων ἐν ταῖς Βασιλείαις γέγονε. Καὶ ἔπεσε, φησὶ, πνεῦμα δειλίας ἐπ' αὐτούς· τουτέστι, φόβον αὐτοῖς ἐνέθηκεν. Ἀλλὰ σοὶ ἔδωκε τοὐναντίον πνεῦμα δυνάμεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Ἄρα καὶ τοῦτο ἀπὸ χάριτός ἐστιν, ἀλλ' οὐχ ἁπλῶς ἀπὸ χάριτος, ἀλλ' ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ' ἑαυτῶν. Τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν, Ἀββᾶ, ὁ Πατὴρ, καὶ τὴν ἀγάπην τίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· ἵνα ἀλλήλους, φησὶν, ἀγαπῶμεν· ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν ἡ ἀγάπη γίνεται. Οὐδὲν γὰρ οὕτω φιλίαν διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς, φησὶ, πνεῦμα δειλίας, ἀλλὰ ἀγάπης καὶ δυνάμεως καὶ σωφρονισμοῦ. Ἤτοι σωφρονισμὸν τὴν ὑγείαν λέγει τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ Σωφρονισμοῦ, ὥστε σωφρονίζεσθαι ἡμᾶς, κἄν τι δεινὸν γένηται, ἵνα σωφρονίζῃ ἡμᾶς, καὶ τὰ περιττὰ κόπτῃ. Μὴ τοίνυν ἀλγῶμεν ἐπὶ τοῖς δεινοῖς τοῖς συμπίπτουσι· σωφρονισμὸς τοῦτό ἐστι. Μὴ σπεύσῃς, φησὶν, ἐν καιρῷ ἐπαγωγῆς. Πολλοὶ πολλὰ κατ' οἶκον ἔχουσι λυπηρὰ, καὶ τῇ μὲν λύπῃ κοινωνοῦμεν ἀλλήλοις, τῇ δὲ ὑποθέσει οὐκέτι· ἀλλ' ὁ μὲν ἀπὸ γυναικὸς, ὁ δὲ ἀπὸ παιδὸς, ἕτερος ἀπὸ οἰκέτου, ἄλλος ἀπὸ φίλου, ἄλλος ἀπὸ ἐχθροῦ, ἄλλος ἀπὸ γείτονος, ἄλλος ἀπὸ ζημίας, καὶ πολλαὶ καὶ διάφοροί εἰσιν αἱ αἰτίαι τῆς λύπης· καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης καθαρὸν καὶ ἀθυμίας, ἀλλὰ ὁ μὲν μικρὰ, ὁ δὲ μείζονα ἔχει τὰ λυποῦντα. Μὴ τοίνυν ἀσχάλλωμεν, μηδὲ αὐτοὶ μόνοι νομίζωμεν εἶναι ἐν λύπῃ.
1.3.1
Οὐ γὰρ ἔστιν ἄνθρωπον ὄντα καὶ τὸν ἐπίκηρον τοῦτον ζῶντα βίον, λύπης εἶναι χωρίς· ἀλλ' ἂν μὴ σήμερον, αὔριον· ἂν μὴ αὔριον, μετὰ ταῦτα συμβαίνει τὸ λυπηρόν. Ὥσπερ γὰρ οὐκ ἔνι τινὰ πλέοντα μὴ εἶναι ἐν ἀγωνίᾳ, πλέοντα λέγω πέλαγος μέγα· οὕτως οὐδὲ τὸν τοῦτον τὸν βίον ζῶντα οὐχ οἷόν τε μὴ εἶναι ἐν ἀθυμίᾳ, κἂν πλούσιον εἴπῃς· ἐπειδὴ γὰρ πλούσιός ἐστι, πολλὰς ἀφορμὰς ἐπιθυμιῶν ἔχει· κἂν αὐτὸν τὸν βασιλέα· καὶ γὰρ καὶ αὐτὸς ὑπὸ πολλῶν κρατεῖται, καὶ οὐ πάντα κατὰ γνώμην πράττει, ἀλλὰ πολλὰ παρὰ τὸ δοκοῦν αὐτῷ χαρίζεται, καὶ μάλιστα πάντων ἐκεῖνός ἐστιν ὁ πάντα πράττων ἃ μὴ θέλει. Τί δήποτε; Ὅτι πολλοὺς ἔχει τοὺς ἐκ τῶν ἐκείνου λαμβάνειν βουλομένους. Ἐννόησον δὲ, ἐν ὅσῃ ἐστὶν ἀθυμίᾳ, ὅταν βούληται μέν τι πράττειν, μὴ δύνηται δὲ ἢ διὰ δέος, ἢ δι' ὑποψίαν, ἢ διὰ πολεμίους, ἢ διὰ φίλους; Πολλάκις δὲ, ὅταν καὶ φιλονεικήσῃ τι πρᾶξαι τῶν αὐτῷ δοκούντων, τὸ πᾶν αὐτῷ τῆς ἡδονῆς ἠφάνισε τῆς ἐκ τῆς πράξεως ἐκείνης, πολλῶν ὄντων τῶν ἀπεχθανομένων αὐτῷ. Ἀλλὰ τί; νομίζεις τοὺς ἀπράγμονα βίον ζῶντας εἶναι ἐν βίῳ λύπης καθαρούς; Οὐκ ἔστιν. Ὥσπερ γὰρ οὐκ ἔστιν εἶναι ἀθάνατον ἄνθρωπον ὄντα, οὕτως οὐδὲ λύπης χωρίς. Πόσα εἰκὸς ὑπομένειν αὐτοὺς πράγματα, ἃ λόγῳ μὲν παραστῆσαι οὐκ ἔστιν, ἔργῳ δὲ ἐκείνους μόνους δυνατὸν εἰδέναι; πόσοι μυριάκις ηὔξαντο ἀποθανεῖν ἐν ἐκείνῳ τῷ πλούτῳ, καὶ τῇ τρυφῇ; Τὸ γὰρ τρυφᾷν οὐ πάντως καὶ ἐκτὸς εἶναι λύπης ποιεῖ· μᾶλλον δὲ αὐτὸ τὸ τρυφᾷν μυρίας τίκτει λύπας, νόσους, ἀηδίας· καὶ χωρὶς τούτων, αἰτίας πολλάκις μὴ ὑποκειμένης. Ὅταν γὰρ ἡ ψυχὴ ἐν ἕξει τοιαύτῃ καταστῇ, καὶ ἁπλῶς οἶδεν ἀλγεῖν. Καὶ γὰρ ἰατρῶν λέγουσι παῖδες ὅτι καὶ παρὰ στομάχου κατασκευὴν ἀσθενῆ ἄκαιροι γίνονται λύπαι. Ἢ οὐχὶ καὶ παρ' ἡμῖν τοῦτο συμπίπτει, ὅταν ἀλγῶμεν, καὶ μὴ εἰδῶμεν τῆς λύπης τὴν ὑπόθεσιν; Καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης χωρίς· εἰ δὲ οὐ τοσαύτην ἔχουσιν ἀφορμὴν λύπης, ὅσην ἡμεῖς, ὅμως οὕτως ἔχειν ἕκαστος νομίζει· τὸ γὰρ οἰκεῖον μᾶλλον αὐτὸν λυπεῖ τοῦ ἀλλοτρίου. Ὥσπερ γὰρ οἱ τὰ μέρη τῶν σωμάτων ἀλγοῦντες, νομίζουσι τοὺς πλησίον πλεονεκτεῖν ταῖς ἀλγηδόσι, καὶ ὁ τὸν ὀφθαλμὸν νοσῶν, οὐδὲν ἕτερον ἡγεῖται τοιοῦτον εἶναι πάθος, οἷον τὸ ἑαυτοῦ· πάλιν ὁ τὸν στόμαχον νοσῶν, τοῦτο πάντων χαλεπώτερον εἶναί φησι, καὶ ἕκαστος ἐν ᾧ κατέχεται, τοῦτο πάντων ἀνιαρότερον εἶναι ἡγεῖται· οὕτω καὶ ἐπὶ τῆς ἀθυμίας, ἕκαστος ὑπὸ τῆς λύπης ἧς κατέχεται, ταύτην φησὶν εἶναι ἀλγεινοτέραν· μετὰγὰρ τῆς πείρας τῆς οἰκείας τοῦτο κρίνει. Οἷον, ὁ παῖδας οὐκ ἔχων, οὐδὲν οὕτω δεινὸν νομίζει, ὡς ἀπαιδίαν· ὁ πολλοὺς ἔχων πάλιν μετὰ πενίας, οὐδὲν οὕτως ὡς πολυπαιδίαν αἰτιᾶται· ὁ ἕνα ἔχων, οὐδὲν χεῖρον τοῦ ἕνα ἔχειν νομίζει. Ἐντεῦθεν γὰρ, φησὶ, καὶ ῥᾳθυμίας γίνεται, καὶ ἐν λύπῃ τὸν πατέρα καθίστησιν, ἀεὶ περιπόθητος αὐτῷ τυγχάνων, καὶ οὐδεμίαν ἐπιστροφὴν δεχόμενος. Ὁ καλὴν ἔχων γυναῖκα, οὐδὲν χεῖρόν φησι τοῦ καλὴν ἔχειν γυναῖκα· ὑποψίας γὰρ τὸ πρᾶγμα γέμει καὶ ἐπιβουλῆς· ὁ δυσειδῆ, οὐδὲν χεῖρόν φησι τοῦ ἄμορφον ἔχειν γυναῖκα· ἀηδίας γὰρ τὸ πρᾶγμα ἐμπέπλησται. Ὁ ἰδιώτης οὐδὲν ἀχρηστότερον τοῦ βίου τούτου φησὶν οὐδὲ εὐτελέστερον· ὁ στρατιώτης οὐδὲν μοχθηρότερόν φησιν, οὐδὲ ἐπισφαλέστερον τῆς στρατείας· βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι μόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας. Ὁ ἐν ἀρχῇ ὢν οὐδὲν ἐπιπονώτερόν φησι τοῦ τῶν ἄλλων τὰς ἀνάγκας θεραπεύειν· ὁ ἀρχόμενος οὐδὲν δουλικώτερόν φησιν ἑτέρων ἐξουσίᾳ ὑποκεῖσθαι. Ὁ γεγαμηκὼς οὐδὲν χεῖρόν φησι γυναικὸς καὶ φροντίδος· ὁ μὴ γεγαμηκὼς οὐδὲν ἀνελευθεριώτερόν φησι τοῦ μὴ γαμεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως. Ὁ ἔμπορος τὸν γεωργὸν μακαρίζει τῆς ἀσφαλείας· ὁ γεωργὸς τὸν ἔμπορον τοῦ πλούτου. Καὶ ὅλως δυσάρεστόν πως τὸ γένος τὸ ἀνθρώπινον, μεμψίμοιρον καὶ βαρύθυμόν ἐστιν. Ὅτε πάντων τῶν ἀνθρώπων καταγινώσκει, τότε φησὶν, Οὐδὲν ἄνθρωπος, τὴν πᾶσαν λέγοντες φύσιν ἐπίμοχθον ζῶον καὶ ταλαίπωρον. Πόσοι τὸ γῆρας θαυμάζουσι; πόσοι τὴν νεότητα μακαρίζουσιν; Οὕτω καὶ ταῖς ἡλικίαις πολλὴ ἡ ἀθυμία. Ὅταν ἴδωμεν κατηγορουμένους ἡμᾶς διὰ ἡλικίαν, φαμὲν, Διὰ τί μὴ ἦμεν γέροντες; ὅταν λευκαίνηται ἡ κεφαλὴ, πάλιν, Ποῦ ἡ νεότης; Καὶ ὅλως μυρίας ἔχομεν ἀφορμὰς τοῦ λυπεῖσθαι. Μία μόνη ἐστὶν ὁδὸς ταύτης ἀπηλλαγμένη τῆς ἀνωμαλίας, ἡ κατὰ ἀρετήν· μᾶλλον δὲ καὶ αὐτὴ λύπην ἔχει, ἀλλὰ λύπην οὐκ ἀνόνητον, ἀλλὰ κέρδος καὶ ὠφέλειαν ἔχουσαν. Ἢ γὰρ ἥμαρτέ τις, καὶ διὰ τῆς λύπης κατανυγεὶς, ἀπενίψατο τὰ ἁμαρτήματα· ἢ ἀδελφῷ πεπτωκότι συνήλγησε, καὶ ἐνταῦθα πάλιν ἔχει τὸν μισθὸν οὐ μικρόν· τὸ γὰρ συναλγεῖν τοῖς ἐν συμφοραῖς οὖσι, πολλὴν ἡμῖν πρὸς Θεὸν δίδωσι τὴν παῤῥησίαν.
1.4.1
Ἄκουσον ὅσα περὶ τοῦ Ἰὼβ φιλοσοφεῖ ἡ θεία Γραφή· ἄκουσον καὶ Παῦλος τί φησι· Κλαίειν μετὰ κλαιόντων· καὶ πάλιν, Τοῖς ταπεινοῖς συναπαγόμενοι. Ἡ γὰρ κοινωνία τῶν λυπουμένων τὸ σφόδρα φορτικὸν τῆς λύπης ἀφαιρεῖν εἴωθεν. Ὥσπερ γὰρ ἐπὶ φορτίου, ἂν τοῦ βάρους τις κοινωνήσῃ, ἐπελάφρυνε τὸν μόνον τὸ ἄχθος φέροντα, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Νῦν δὲ τῶν μὲν οἰκείων ἡμῖν τινος τετελευτηκότος, πολλοὶ οἱ παρακαθήμενοι, πολλοὶ οἱ παραμυθούμενοι· καὶ ὄνον πεσόντα πολλάκις διεγείρομεν, τῶν δὲ ἀδελφῶν ἡμῶν τὰς ψυχὰς πιπτούσας ὄνου μᾶλλον παραβλέπομεν καὶ παρατρέχομεν. Καὶ ἐὰν εἰς καπηλεῖον αὐτὸν ἴδωμεν ἀσέμνως εἰσιόντα, οὐκ ἀνακόπτομεν· κἂν μεθύοντα, οὐ κωλύομεν, κἂν ὅ τι δήποτε ἕτερον ποιοῦντα τῶν ἀτόπων· ἀλλὰ μᾶλλον καὶ συμπράττομεν. Διὰ τοῦτο Παῦλος ἔλεγεν, Οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι· καὶ συμμορίας πότου καὶ μέθης ποιοῦσιν οἱ πολλοί. Ποίησον, ἄνθρωπε, συμμορίας, ὥστε ἀποθέσθαι τὴν μανίαν τῆς μέθης· τοῖς δεδεμένοις καλὰ ταῦτα τὰ φιλικὰ, τοῖς ἐν θλίψει οὖσι. Τοιοῦτόν τι καὶ Κορινθίοις ἐπέταξεν ὁ Παῦλος, Ἵνα μὴ, ὅταν ἔλθω φησὶ, τότε λογίαι γίνωνται. Νῦν δὲ μέθης μὲν καὶ τρυφῆς καὶ σπατάλης ἕνεκεν πάντα πράττομεν, καὶ κλίνην κοινὴν, καὶ τράπεζαν κοινὴν, καὶ οἶνον κοινὸν, καὶ ἀνάλωμα κοινὸν ποιοῦμεν· ἐλεημοσύνην δὲ οὐδεὶς ἐποιήσατο κοινήν. Τοιαῦτα ἦν ἐπὶ τῶν ἀποστόλων τὰ φιλικὰ, πάντα εἰς μέσον κατετίθεντο τὰ ὑπάρχοντα. Ἐγὼ δὲ οὐ πάντα κελεύω, ἀλλὰ μέρος τι. Ὃ ἄν τις εὐοδῶται, φησὶν, ὁρισάτω ἕκαστος κατὰ μίαν τῶν σαββάτων, ὥσπερ τινὰ φόρον φέρειν ὑπὲρ τῶν ἑπτὰ ἡμερῶν, καὶ κατατίθεσθαι, καὶ οὕτω διδόναι ἐλεημοσύνην, κἂν μικρὸν, κἂν μέγα. Οὐκ ὀφθήσῃ γὰρ, φησὶ, κενὸς ἐνώπιον Κυρίου. Ἰουδαίοις ταῦτα ἐλέγετο, πόσῳ μᾶλλον ἡμῖν; Διὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα μηδεὶς εἰσίῃ κενὸς, ἵνα μετὰ ἐλεημοσύνης εἰσίῃ. Εἰσέρχῃ ἐλεηθῆναι· ἐλέησον πρότερον. Ὁ δὲ ὕστερον ἐρχόμενος, πλέον ὀφείλει· ὅταν γὰρ ἀρξώμεθα ἡμεῖς, ὁ δεύτερος πλέον κατατίθησι. Ποίησόν σοι ὀφειλέτην τὸν Θεὸν, καὶ τότε αὐτὸν αἴτησαι· δάνεισον, καὶ τότε ἀπαίτει, ἵνα μετὰ τόκου λάβῃς· βούλεται τοῦτο ὁ Θεὸς, οὐκ ἀποφεύγει. Ἂν μετὰ ἐλεημοσύνης αἰτῇς, χάριν ἔχει· ἂν μετὰ ἐλεημοσύνης ἀπαιτῇς, δανείζεις καὶ τόκους λαμβάνεις. Ναὶ, παρακαλῶ. Οὐκ ἐν τῇ ἐκτάσει τῶν χειρῶν τὸ ἀκούεσθαί ἐστιν· ἔκτεινόν σου τὰς χεῖρας, μὴ εἰς τὸν οὐρανὸν, ἀλλ' εἰς τὰς τῶν πενήτων χεῖρας. Ἂν εἰς τὰς τῶν πενήτων χεῖρας ἐκτείνῃς τὴν χεῖρα, αὐτῆς ἥψω τῆς κορυφῆς τοῦ οὐρανοῦ· ὁ γὰρ ἐκεῖ καθήμενος λαμβάνει τὴν ἐλεημοσύνην· ἂν δὲ ἀκάρπους ἀνατείνῃς, οὐδὲν ὤνησας. Εἰπὲ γάρ μοι, εἴ σε προσελθὼν ὁ βασιλεὺς ᾔτησε μετὰ τῆς ἁλουργίδος, οὐκ ἂν προθύμως ἅπαντα τὰ ὄντα δέδωκας; νῦν δὲ οὐχ ὑπὸ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ οὐρανίου διὰ τῶν πενήτων αἰτούμενος ἕστηκας παρορῶν καὶ τὴν δόσιν ὑπερτιθέμενος; καὶ πόσης οὐκ ἂν εἴης κολάσεως ἄξιος; Οὐ γὰρ ἐν τῇ ἐκτάσει τῶν χειρῶν, οὐδὲ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τοῖς ἔργοις τὸ ἐπακούεσθαί ἐστιν. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Δέον γὰρ σιγᾷν, καὶ μηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόμενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγγεται. Ἀλλὰ τί φησι; Κρίνατε ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ μάθετε καλὸν ποιεῖν. Οὕτω δυνησόμεθα ἀκούεσθαι, κἂν κάτω τὰς χεῖρας ἔχωμεν, κἂν μὴ φθεγγώμεθα, μηδὲ ζητῶμεν. Ταῦτα τοίνυν ζηλώσωμεν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.