Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Timotheum
John ChrysostomTimo 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.0.1
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέ σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφα νείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
2.1.1
Οὐδὲν χεῖρον, ἢ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτω γὰρ ἀποπεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου, καὶ τοῦ φωτὸς ἀποστερηθήσεται. Εἰ γὰρ ὁ τὰς τοῦ ἡλίου ἀκτῖνας ἀνθρωπίνοις θέλων καταλαβεῖν ὀφθαλμοῖς, οὐ μόνον οὐ καταλήψεται οὐδὲ ἀνθέξεται τοῦ προκειμένου, ἀλλὰ καὶ ἀποπεσεῖται, καὶ μυρίαν ὑποστήσεται βλάβην· πολλῷ μᾶλλον ὁ βουλόμενος πρὸς ἐκεῖνο τὸ φῶς ἀτενὲς ἰδεῖν διὰ τῶν οἰκείων λογισμῶν, πείσεται τοῦτο, καὶ ὑβρίζει εἰς τὴν τοῦ Θεοῦ δωρεάν. Ὅρα γοῦν Μαρκίωνα καὶ Μάνην καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισαγαγόντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ. Καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήματος ἄξια ἂν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον μέγα, οὐκ οὐρανὸς, οὐ θάλαττα, οὐ γῆ, οὐ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγεῖν, οὐ τὰ ἄλλα πάντα, ὡς ὁ σταυρός. Διὸ καὶ Παῦλος ἐπ' αὐτῷ καυχᾶται λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλ' οἱ ψυχικοὶ καὶμηδὲν πλέον Θεῷ νέμοντες τῶν ἀνθρώπων, καταπίπτουσι καὶ αἰσχύνονται. Διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι' ἐκείνου πᾶσι· Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν. Τουτέστι, μὴ αἰσχύνου ὅτι τὸν ἐσταυρωμένον κηρύσσεις, ἀλλὰ καὶ ἐναβρύνου. Αὐτὰ μὲν γὰρ καθ' ἑαυτὰ, θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια καὶ ὀνειδισμοῦ· ἀλλ' ἐάν τις τὴν αἰτίαν προσθῇ καὶ τὸ μυστήριον ἴδῃ καλῶς, πολλοῦ καυχήματος, πολλῆς σεμνότητος ἑκάτερα ὄντα εὑρήσει. Ὁ γὰρ θάνατος ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, ὁ θάνατος ἐκεῖνος τῇ γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος ἐκεῖνος τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν· τὰ δεσμὰ ταῦτα πολλοὺς ἐπέτρεψε. Μὴ οὖν ἐπαισχυνθῇς, φησὶ, τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτέστι, κἂν αὐτὸς ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, καὶ διὰ τῶν ἀνωτέρω εἰρημένων δῆλον, διὰ τοῦ εἰπεῖν, Ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ· καὶ διὰ τῶν μετὰ ταῦτα πάλιν. Ἀλλὰ συγκακοπάθησον, φησί· τουτέστι, μὴ ἁπλῶς μὴ ἐπαισχυνθῇς, ἀλλὰ τῇ πείρᾳ μὴ ἐπαισχυνθῇς. Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς μηδὲ δείσῃς, ἀλλὰ μᾶλλον αὐτὸν θαῤῥύνων φησὶ, Μὴ ἐπαισχυνθῇς, ὡς οὐκ ὄντος λοιπὸν κινδύνου, εἰ τῆς αἰσχύνης τις περιγένοιτο. Τοῦτο γὰρ μόνον ἔχει φορτικὸν αἰσχύνη, τὸ ἡττᾶσθαι αὐτῆς. Μὴ τοίνυν ἐπαισχυνθῇς, εἰ ἐγὼ ὁ νεκροὺς ἐγείρων, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην περιδραμὼν, δέδεμαι νῦν· οὐ γὰρ ὡς κακοῦργός εἰμι δεσμώτης, ἀλλὰ τοῦ σταυρωθέντος ἕνεκεν. Εἰ σταυρὸν οὐκ ἐπησχύνθη μου ὁ Δεσπότης, οὐδὲ τὰ δεσμὰ ἐγώ. Καὶ καλῶς παρακαλῶν αὐτὸν μὴ ἐπαισχυνθῆναι, πρότερον αὐτὸν τοῦ σταυροῦ ἀνέμνησεν. Εἰ τὸν σταυρὸν οὐκ ἐπαισχύνῃ, φησὶ, μηδὲ δεσμά· εἰ ὁ Δεσπότης ἡμῶν καὶ διδάσκαλος σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. Ἅπερ γὰρ αὐτὸς ὑπέμεινεν ὁ αἰσχυνόμενος, καὶ τὸν σταυρωθέντα ἐπαισχύνεται. Οὐ γὰρ δι' ἐμαυτὸν, φησὶ, φέρω ταῦτα τὰ δεσμά. Μηδὲν οὖν ἀνθρώπινον πάθῃς, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον, Ἀλλὰ συγκακοπάθησον, φησὶ, τῷ Εὐαγγελίῳ, οὐχ ὡς τοῦ Εὐαγγελίου κακοπαθοῦντος, ἀλλὰ τὸν μαθητὴν διεγείρων ὑπὲρ τοῦ Εὐαγγελίου πάσχειν. Κατὰ δύναμιν Θεοῦ, φησὶ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Ἄλλως δὲ, ἐπεὶ φορτικὸν ἦν τὸ εἰπεῖν, Κακοπάθησον, πάλιν αὐτὸν παραμυθεῖται λέγων· Οὐ κατὰ τὰ ἔργα ἡμῶν· τουτέστι, μὴ τῇ δυνάμει λογίζου τῇ σῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ τὸ ταῦτα φέρειν· σὸν μὲν γὰρ τὸ ἑλέσθαι καὶ προθυμηθῆναι, Θεοῦ δὲ τὸ κουφίσαι καὶ παῦσαι. Εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· Πῶς ἐσώθης ἐννόει, πῶς ἐκλήθης· ὥσπερ φησὶν ἀλλαχοῦ, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἡμῖν. Οὕτω τοῦ ποιῆσαι τὸν οὐρανὸν μείζων δύναμις αὕτη ἦν, τὸ πεῖσαι τὴν οἰκουμένην. Πῶς οὖν ἐκλήθη, φησὶ, Κλήσει ἁγίᾳ; Τουτέστιν, ἁγίους εἰργάσατο ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον. Εἰ τοίνυν καὶ δυνατός ἐστι τῷ καλέσαι, καὶ ἀγαθὸς τῷ κατὰ χάριν, ἀλλὰ μὴ κατὰ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι. Ὁ γὰρ, ἡνίκα ἡμᾶς ἔδει σωθῆναι, καὶ ἐχθροὺς ὄντας, χάριτι σώσας, ὅταν καὶ ἐργαζομένους ἴδῃ, οὐ πολλῷ μᾶλλον συμπράξει; Οὐ κατὰ τὰ ἔργα ἡμῶν, φησὶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν. Τουτέστιν, οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ' ἐξ ἰδίας προθέσεως, οἴκοθεν ἐκ τῆς ἀγαθότητος αὑτοῦ ὁρμώμενος ἔσωσε· τοῦτο γάρ ἐστι τὸ, Κατ' ἰδίαν πρόθεσιν. Καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Τουτέστιν, ἀνάρχως ταῦτα προτετύπωτο ἐν Χριστῷ Ἰησοῦ γενέσθαι. Οὐ μικρὸν καὶ τοῦτο, τὸ ἄνωθεν βούλεσθαι· οὐκ ἐκ μετανοίας ἄρα. Πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου.
2.2.1
Εἶδες δύναμιν, εἶδες δωρεὰν οὐχὶ δι' ἔργων γενομένην, ἀλλὰ διὰ τοῦ Εὐαγγελίου; Ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται. Πῶς; Διὰ τοῦ Εὐαγγελίου. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Τί δήποτε τοῦτο συνεχῶς λέγει, διδάσκαλον ἐθνῶν ἑαυτὸν καλῶν; Πεῖσαι βουλόμενος, ὅπερ ἔφην, ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν. Μὴ καταπέσῃς τοίνυν ἐν τοῖς ἐμοῖς παθήμασι· καταβέβληται τοῦ θανάτου τὰ νεῦρα. Οὐχ ὡς κακοῦργος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν. Ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον. Δι' ἣν αἰτίαν καὶ ταῦτα, φησὶ, πάσχω· ἀλλ' οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι, ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ἀλλ' οὐκ ἐπαισχύνομαι, φησίν. Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; Μὴ οὖν ἐπαισχυνθῇς. Ὁρᾷς πῶς διὰ τῶν ἔργων ἐνδείκνυται τὴν διδασκαλίαν; Ταῦτα πάσχω, φησίν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι. Οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Τί ἐστι παρακαταθήκη; Ἡπίστις, τὸ κήρυγμα. Τοῦτο αὐτὸς, φησὶν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει. Πάντα πάσχω ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἂν αὐτὴ ἀκέραιος σώζηται. Ἢ τοὺς πιστοὺς λέγει τὴν παρακαθήκην, ἣν ὁ Θεὸς αὐτῷ παρακατέθετο, ἢ ἣν αὐτὸς τῷ Θεῷ. Καὶ νῦν γὰρ, φησὶν, ἰδοὺ παρατίθεμαι ὑμᾶς τῷ Κυρίω· τουτέστιν, οὐκ ἀνόνητά μοι ταῦτα ἔσται· καὶ Τιμόθεος τῆς παρακαταθήκης δεικνύει μοι τὸν καρπόν. Ὁρᾷς αὐτὸν οὐδὲ αἰσθανόμενον τῶν κακῶν διὰ τὴν ἐλπίδα τῶν μαθητῶν; Τοιοῦτον εἶναι τὸν διδάσκαλον χρὴ, οὕτω κήδεσθαι τῶν μαθητῶν, τούτους πάντα ἡγεῖσθαι. Νῦν ζῶμεν, φησὶν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν, Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ὁρᾷς αὐτὸν ταῦτα μεριμνῶντα, οὐχ ἧττον τῶν οἰκείων τὰ τῶν μαθητῶν; Δεῖ γὰρ τοὺς φυσικοὺς πατέρας ὑπεραίρειν, δεῖ θερμοτέρους εἶναι. Ἀλλὰ καὶ τοὺς παῖδας φιλοστόργως πρὸς αὐτοὺς διακεῖσθαι προσήκει. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, εἰδότες ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Εἰπὲ γάρ μοι, αὐτὸς μὲν τοσούτῳ κινδύνῳ ἐστὶν ὑπεύθυνος· σὺ δὲ οὐδὲ πείθεσθαι αὐτῷ βούλει, καὶ ταῦτα εἰς τό σοι συμφέρον; Κἂν γὰρ τὰ καθ' ἑαυτὸν καλῶς διάθηται, ἕως ἂν τὰ σὰ μὴ καλῶς ᾖ διακείμενα, ἐναγώνιός ἐστι, διπλᾶς δίδωσι τὰς εὐθύνας. Ἐννόησον δὲ ὅσον ἐστὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἐξετάζεσθαι καὶ ἀγωνιᾷν. Πόσην βούλει θεῖναι τιμήν; πόσην θεραπείαν ἀντίῤῥοπον τῶν κινδύνων τούτων; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· οὔπω γὰρ τὴν ψυχὴν ἐπιδέδωκας, αὐτὸς δὲ τὴν ψυχὴν τίθησιν ὑπὲρ σοῦ. Κἂν μὴ θῇ ἐνταῦθα καιροῦ καλοῦντος, ἀπολλύει αὐτὴν ἐκεῖ· σὺ δὲ οὐδὲ μέχρι λόγου ὑποτάσσεσθαι βούλει. Τοῦτο πάντων τῶν κακῶν αἴτιον, ὅτι τὰ τῶν ἀρχόντων ἠφανίσθη· οὐδεμία αἰδὼς, οὐδεὶς φόβος. Πείθεσθε, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· νυνὶ δὲ πάντα κατεστράφη καὶ συγκέχυται. Οὐχὶ τῶν ἡγουμένων ἕνεκεν ταῦτα λέγω· τί γὰρ ἀπὸ τῆς τιμῆς ὠφεληθήσονται τῆς ἡμετέρας, ἢ τοσοῦτον ὅσον πειθηνίους ἕξουσιν; ἀλλὰ διὰ τὸ ὑμῖν συμφέρον. Οὗτοι μὲν γὰρ, κἂν τιμηθῶσιν, οὐδὲν ὠφελοῦνται πρὸς τὸ μέλλον, ἀλλὰ μεῖζον αὐτοῖς τὸ κατάκριμα· κἂν ὑβρισθῶσιν, οὐδὲν ἐβλάβησαν πρὸς τὸ μέλλον, ἀλλὰ καὶ πλείων αὐτοῖς ἡ ἀπολογία. Ἀλλ' ὑμῶν αὐτῶν ἕνεκεν ἅπαντα βούλομαι γενέσθαι. Ὅταν γὰρ τιμῶνται παρὰ τῶν ἀρχομένων οἱ ἡγούμενοι, καὶ τοῦτο αὐτοῖς προφέρεται, καθάπερ τῷ Ἠλεὶ ἔλεγεν, Ἔλαβόν σε ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ὅταν δὲ ὑβρίζωνται, καθάπερ ἐπὶ τοῦ Σαμουὴλ, Οὐ σὲ, φησὶν, ἐξουθενήκασιν, ἀλλ' ἢ ἐμέ. Ὥστε ἡ μὲν ὕβρις κέρδος αὐτοῖς ἐστιν, ἡ δὲ τιμὴ βάρος. Οὐκ αὐτῶν τοίνυν ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑμῶν αὐτῶν. Ὁ τιμῶν τὸν ἱερέα, καὶ τὸν Θεὸν τιμήσει· ὁ δὲ μαθὼν τοῦ ἱερέως καταφρονεῖν, ὁδῷ προβαίνων καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ. Ὁ δεχόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται· καὶ, Τοὺς ἱερέας αὐτοῦ, φησὶν, ἐντίμους ἔχε. Ἐντεῦθεν ἔμαθον Ἰουδαῖοι τοῦ Θεοῦ καταφρονεῖν, ὅτι Μωϋσέως κατεφρόνησαν, ὅτι αὐτὸν ἐλίθαζον. Ὅταν γάρ τις πρὸς τὸν ἱερέα εὐλαβῶς διατεθῇ, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν. Κἂν ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁρῶν ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμὴν καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, καὶ αὐτὸς ἀποδώσει σοι τὴν ἀμοιβήν. Εἰ γὰρ ὁ δεχόμενος προφήτην, φησὶν, εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ τιμῶν καὶ ὁ εἴκων καὶ ὑπακούων, δηλονότι τῷ ἱερεῖ. Εἰ γὰρ ἔνθα φιλοξενίας λόγος, ἔνθα οὐκ οἶδας τὸν καταγόμενον, τοσοῦτον λαμβάνεις μισθόν· ᾧ καὶ κελεύει ὑποτάσσεσθαι, ἂν ὑποταγῇς, πολλῷ μᾶλλον. Ἐπὶ τῆς Μωϋσέως, φησὶ, καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Οὐκ οἶδας τί ἐστιν ὁ ἱερεύς; Ἄγγελος Κυρίου ἐστί. Μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; Εἰ καταφρονεῖς αὐτοῦ, οὐκ αὐτοῦ καταφρονεῖς, ἀλλὰ τοῦ χειροτονήσαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς ἐχειροτόνησεν αὐτὸν, φησίν; Οὐκοῦν, εἰ μὴ ταύτην ἔχεις τὴν ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ μηδὲν ἐνεργεῖ ὁ Θεὸς δι' αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα Χριστιανὸς εἶ.
2.3.1
Τί οὖν; φησί· πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὸ σωθῆναι τὸν λαόν. Εἰ γὰρ δι' ὄνου, καὶ διὰ Βαλαὰμ, διὰ μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκεν ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκεν τῆς ἡμετέρας; Τί γὰρ οὐ φθέγγεται; διὰ τίνος δὲ οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνέργησε, καὶ διὰ τῶν προφητευόντων, οἷς φησιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ ἄλλοι δαίμονας ἐξέβαλον· πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεὶ εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾷν τῶν ἀρχόντων, αὐτοὶ μέλλομεν εἶναι χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἄνω οἱ πόδες, καὶ κάτω ἡ κεφαλή. Ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· καὶ πάλιν, Σὺ τί κρίνεις τὸν ἀδελφόν σου; Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιίαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών· τί οὖν; οὐκ ἀπώλοντο; Ἕκαστος τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ μὲν γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου· εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι' ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Ἀλλ' οὐ δίδωσι πένησι, φησὶν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; Πρὶν ἢ μάθῃς, μὴ μέμψῃ, φοβήθητι τὰς εὐθύνας. Πολλὰ ἀπὸ ὑπονοίας κρίνεται. Μίμησαί σου τὸν Δεσπότην· ἄκουε αὐτοῦ λέγοντος· Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμενε τὸν κριτήν· μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν· ἐκείνου ταῦτά ἐστιν ἐξετάζειν, οὐ σοῦ· σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ· μὴ τοίνυν περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐφ' οἷς ἐκείνου κατηγορεῖς, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, φησὶν, αὐτὸς οὐ ποιῶν; Οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις· ὁ Χριστός σοι ταῦτα παραινεῖ. Καὶ τί λέγω; οὐδὲ Παύλῳ πείθεσθαι χρὴ, ἄν τι ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ ἀποστόλῳ τῷτὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ. Μὴ κρίνωμεν τὰ ἀλλήλων, ἀλλὰ τὰ ἑαυτοῦ ἕκαστος· ἐξέτασον σοῦ τὸν βίον. Ἀλλ' ἐκεῖνος ὀφείλει μου βελτίων εἶναι, φησί. Διὰ τί; Ὅτι ἱερεύς ἐστι. Καὶ τί σου πλέον οὐκ ἔχει; οὐχὶ τοὺς μόχθους; οὐχὶ τοὺς κινδύνους; οὐχὶ τὴν ἀγωνίαν; οὐχὶ τὴν ταλαιπωρίαν; Ταῦτα τοίνυν ἔχων πῶς οὐ βελτίων ἐστί σου; Εἰ δὲ οὐκ ἔστι βελτίων, ἆρα ὀφείλεις, εἰπέ μοι, σὺ σαυτὸν ἀπολλύναι; Ἀπονοίας ταῦτα τὰ ῥήματα. Πόθεν γὰρ, ὅτι οὐκ ἔστι σου βελτίων; Ἐὰν κλέπτῃ, φησὶ, καὶ ἱεροσυλῇ. Πόθεν οἶδας, ἄνθρωπε; τί κατὰ κρημνῶν ὠθεῖς σαυτόν; Καὶ σὺ μὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάμενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, περιττὸν κίνδυνον μὴ θέλων ἀναδέξασθαι· ἐνταῦθα δὲ οὐ μόνον οὐκ ἀποπηδᾷς, ἀλλὰ καὶ ἀναδέχῃ περιττὸν κίνδυνον. Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν ἀνεύθυνα· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ὅλως δὲ, οἴει τινὸς βελτίων εἶναι, καὶ οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ στῆθος, οὐδὲ κάτω κύπτεις, οὐδὲ μιμῇ τὸν τελώνην; Οὐκοῦν ἀπώλεσας σαυτὸν, κἂν βελτίων ᾖς. Βελτίων εἶ; σίγα, ἵνα μένῃς βελτίων· ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν. Ἂν νομίσῃς, οὐχί· ἂν μὴ νομίσῃς, πολὺ προσέθηκας. Εἰ γὰρ ὁ ὢν ἁμαρτωλὸς, ἐπειδὴ ὡμολόγησε, κατῆλθε δεδικαιωμένος, ὁ μὴ ὢν σφόδρα ἁμαρτωλὸς, καὶ οὕτω πεπεισμένος, τί οὐ κερδανεῖ; Ἐξέτασόν σου τὸν βίον. Οὐ κλέπτεις; ἀλλ' ἁρπάζεις, ἀλλὰ βιάζῃ, ἀλλὰ μυρία ἕτερα τοιαῦτα ποιεῖς. Οὐκ ἐπαινῶν λέγω τὴν κλοπὴν, ἄπαγε, ἀλλὰ καὶ σφόδρα δακρύων, εἴ τις ἄρα ἐστὶ τοιοῦτος· οὐ γὰρ πείθομαι. Ὅσον γὰρ ἡ ἱεροσυλία κακὸν, οὐδὲ ἔστιν εἰπεῖν· ἀλλ' ὑμῶν φείδομαι· οὐ γὰρ βούλομαι τὴν ἀρετὴν τὴν ἡμετέραν κενοῦσθαι τῷ κατηγορεῖν ἑτέρων. Τί τοῦ τελώνου χεῖρον, εἰπέ μοι; Ἀληθὲς ἦν, ὅτι καὶ τελώνης ἦν, καὶ μυρίων ἔνοχος κακῶν· καὶ μόνον ἵνα εἴπῃ ὁ Φαρισαῖος, Ὅτι οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, πάντα ἀπώλεσε· σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ἱερόσυλος, καὶ οὐ πάντα κενοῖς; Ταῦτα λέγειν ἀναγκάζομαι καὶ ἐπεξιέναι τούτῳ τῷ λόγῳ, οὐκ ἐπειδὴ ἐκείνων μοι μέλει τοσοῦτον, ἀλλ' ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν τὴν ἀρετὴν διὰ τῆς καυχήσεως ταύτης, διὰ τῆς κατακρίσεως. Ἄκουε γὰρ τοῦ Παύλου παραινοῦντος καὶ λέγοντος· Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.
2.4.1
Εἰπέ μοι, ἂν εἰς ἰατρεῖον ἔλθῃς τραῦμα ἔχων, μὴ ἀφεὶς φάρμακον ἐπιθεῖναι καὶ θεραπεῦσαι τὸ ἕλκος, περιεργάζῃ τὸν ἰατρὸν, εἴτε ἕλκος ἔχει, εἴτε οὐκ ἔχει; κἂν ἔχῃ δὲ, φροντίζεις; ἢ ἐπειδὴ ἔχει ἐκεῖνος, τὸ σαυτοῦ οὐ θεραπεύεις, καὶ λέγεις, Ἐχρῆν αὐτὸν ὑγιαίνειν ἰατρὸν ὄντα· ἐπειδὴ οὐχ ὑγιαίνει ἰατρὸς ὢν, ἀφίημι κἀγὼ τὸ ἕλκος τὸ ἐμὸν ἀνίατον; μὴ γὰρ, ἂν ὁ ἱερεὺς ᾖ κακὸς, παραμυθία ἔσται τῷ ἀρχομένῳ; Οὐδαμῶς, ἀλλὰ δώσει μὲν ἐκεῖνος δίκην τὴν ὡρισμένην· δώσεις δὲ καὶ σὺ τὴν ὀφειλομένην καὶ πρέπουσαν· καὶ γὰρ ὁ διδάσκαλος τάξιν λοιπὸν πληροῖ μόνον. Ἔσονται γὰρ, φησὶ, πάντες διδακτοὶ Θεοῦ, καὶ οὐ μὴ εἴπωσι, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τίνος οὖν ἕνεκεν, φησὶ, προκάθηται· τίνος οὖν ἕνεκεν ἐφέστηκε; Μὴ λέγωμεν, παρακαλῶ, κακῶς τοὺς διδασκάλους, μηδὲ ἀκριβολογώμεθα περὶ τούτων, ἵνα μὴ κακῶς ἑαυτοὺς διαθῶμεν· τὰ ἡμέτερα ἐξετάζωμεν, καὶ οὐδένα ἐροῦμεν κακῶς. Αἰδεσθῶμεν τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἡμᾶς ἐφώτισεν. Ἂν πατέρα τις ἔχῃ, κἂν μυρία ἔχῃ δεινὰ, πάντα συσκιάζει. Μὴ δοξάζου γὰρ, φησὶν, ἐν ἀτιμίᾳ πατρός σου· οὐ γάρ ἐστί σοι δόξα ὡς ὄνειδος. Κἂν ἀπολίπῃ σύνεσις, συγγνώμην ἔχε. Εἰ δὲ ἐπὶ τῶν σωματικῶν πατέρων, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν πατέρων ταῦτα λεκτέον. Αἰδέσθητι ὅτι καθ' ἑκάστην ἡμέραν σοι διακονεῖται· ἀναγινώσκεσθαι ποιεῖ τὰς Γραφὰς, διὰ σὲ τὸν οἶκον κοσμεῖ, διὰ σὲ ἀγρυπνεῖ, διὰ σὲ εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν, διὰ σὲ λιτὰς ποιεῖ, ὑπὲρ σοῦ πᾶσα αὐτῷ ἡ θρησκεία. Ταῦτα αἰδέσθητι, ταῦτα ἐννόησον, μετὰ πάσης εὐλαβείας πρόσιθι. Εἰπέ μοι, φαῦλός ἐστι; Καὶ τί τοῦτο; ὁ γὰρ μὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ μεγάλα ἀγαθά; Οὐδαμῶς· πρὸς τὴν πίστιν τὴν σὴν τὸ πᾶν ἐνεργεῖται. Οὔτε ὁ δίκαιος ὠφελήσει τι, μὴ ὄντος σου πιστοῦ, οὔτε ὁ φαῦλος βλάψει τι, ὄντος σου πιστοῦ. Διὰ βοῶν ἐνήργησεν ὁ Θεὸς ἐπὶ τῆς κιβωτοῦ, ὅτε ἐβούλετο σῶσαι τὸν λαόν. Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτόν τι συντελεῖ; Οὐκ ἔστι τοιαῦτα ἃ χαρίζεται ὁ Θεὸς, ὡς ὑπὸ ἱερατικῆς ἀρετῆς ἀνύεσθαι· τὸ πᾶν τῆς χάριτός ἐστι· τούτου ἐστὶν ἀνοῖξαι μόνον τὸ στόμα, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται· σύμβολον οὗτος πληροῖ μόνον. Ἐννόησον ὅσον ἐστὶ τὸ μέσον Ἰωάννου καὶ τοῦ Ἰησοῦ· ἄκουε γὰρ Ἰωάννου λέγοντος· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ, Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἀλλ' ὅμως καὶ τοσούτου ὄντος τοῦ μέσου, καὶ Πνεῦμα κατηνέχθη, ὅπερ οὐκ εἶχεν Ἰωάννης. Ἐκ γὰρ πληρώματος αὐτοῦ, φησὶν, ἡμεῖς πάντες ἐλάβομεν. Ἀλλ' ὅμως πρὶν ἢ βαπτισθῆναι, οὐ κατηνέχθη· οὐ μὴν οὐδὲ Ἰωάννης ἐποίησεν αὐτὸ κατενεχθῆναι. Τί οὖν τοῦτο γίνεται; Ἵνα μάθῃς, ὅτι σύμβολον ὁ ἱερεὺς πληροῖ. Οὐδεὶς ἀνθρώπων ἀνθρώπου τοσοῦτον ἀφέστηκεν, ὅσον Ἰωάννης τοῦ Ἰησοῦ· ἀλλ' ὅμως ἐπ' αὐτοῦ κατῆλθε τὸ Πνεῦμα, ἵνα μάθῃς ὅτι τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, ὅτι τὸ πᾶν ὁ Θεὸς ποιεῖ. Βούλομαί τι παράδοξον εἰπεῖν, ἀλλὰ μὴ θαυμάσητε μηδὲ θορυβηθῆτε. Τί δὴ τοῦτό ἐστιν; Ἡ προσφορὰ ἡ αὐτή ἐστι, κἂν ὁ τυχὼν προσενέγκῃ, κἂν Παῦλος, κἂν Πέτρος· ἡ αὐτή ἐστιν, ἣν ὁ Χριστὸς τοῖς μαθηταῖς ἔδωκε, καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν· οὐδὲν αὕτη ἐλάττων ἐκείνης, ὅτι καὶ ταύτην οὐκ ἄνθρωποι ἁγιάζουσιν, ἀλλ' αὐτὸς ὁ καὶ ἐκείνην ἁγιάσας. Ὥσπερ γὰρ τὰ ῥήματα, ἅπερ ὁ Θεὸς ἐφθέγξατο, τὰ αὐτά ἐστιν, ἅπερ ὁ ἱερεὺς καὶ νῦν λέγει· οὕτω καὶ ἡ προσφορὰ ἡ αὐτή ἐστι, καὶ τὸ βάπτισμα ὅπερ ἔδωκεν. Οὕτω τὸ πᾶν τῆς Πίστεώς ἐστιν. Ἐπεπήδησεν εὐθέως τὸ πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσήνεγκε. Καὶ τοῦτο τοίνυν σῶμά ἐστι, κἀκεῖνο· ὁ δὲ νομίζων τοῦτο ἔλαττον ἐκείνου εἶναι, οὐκ οἶδεν ὅτι ὁ Χριστὸς καὶ νῦν πάρεστι, καὶ νῦν ἐνεργεῖ. Ταῦτα τοίνυν εἰδότες (οὐδὲ γὰρ ἁπλῶς εἴρηται ἡμῖν ταῦτα πάντα, ἀλλ' ἵνα διορθώσωμεν ὑμῶν τὴν γνώμην, καὶ ἀσφαλεστέρους εἰς τὸ ἑξῆς ἐργασώμεθα), πολλὴν τῶν εἰρημένων τὴν φυλακὴν ἐπιδείξασθε. Ἂν δὲ ἀεὶ μὲν ἀκούωμεν, πράττωμεν δὲ μηδέποτε, οὐδὲνἡμῖν ὄφελος ἔσται τῶν λεγομένων. Προσέχωμεν νυν ἀκριβῶς, προσέχωμεν τοῖς λεχθεῖσι μετ' ἐπιμελείας, ἀπογράψωμεν αὐτὰ ἐπὶ τῆς διανοίας τῆςἡμετέρας, ἔχωμεν ἀεὶ κεκολαμμένα τῷ συνειδότι καὶ διηνεκῶς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι.

Intertext edge

Open linked passage

Note