Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Timotheum
John ChrysostomTimo 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.0.1
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρα τιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλή σῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
4.1.1
Φέρει μὲν ἐν θαλάσσῃ πολὺ τὸ θάρσος τῷ μαθητῇ τὸ τὸν διδάσκαλον ἐν ναυαγίῳ γενέσθαι καὶ διασωθῆναι· οὐ γὰρ ἡγήσεται λοιπὸν ἀπὸ τῆς οἰκείας ἀμαθίας συμπίπτειν τοὺς χειμῶνας, ἀλλὰ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο δὲ εἰς ψυχαγωγίαν οὐ μικρόν. Φέρει δὲ καὶ ἐν πολέμοις τῷ ταξιάρχῃ προτροπὴν τὸ τὸν στρατηγὸν τρωθέντα ὁρᾷν, καὶ ἀνενεγκόντα πάλιν. Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει τινὰ παραμυθίαν, τὸ τὸν Ἀπόστολον πολλὰ παθεῖνδεινὰ, καὶ ὑπ' οὐδενὸς τούτων καταμαλακισθῆναι· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τὰ αὐτοῦ πάθη διηγεῖτο. Ὁ γὰρ Τιμόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυνάμενος καὶ πάσης τῆς οἰκουμένης κρατήσας, ἐν δεσμοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲ δυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς, εἰ καὶ αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπίνης τὸ πρᾶγμα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ μαθητὴς εἶναι καὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδάσκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγματος φύσιν ταῦτα πάντα συμβεβηκέναι. Καὶ γὰρ καὶ αὐτὸς ταῦτα εἰργάσατο, καὶ διὰ τοῦτο ταῦτα διηγεῖται, ἵνα αὐτὸν ῥώσῃ καὶ ἀνακτήσηται. Ὅτι γοῦν τούτου ἕνεκεν τοῦτο ἐποίει, διηγησάμενος αὐτοῦ τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς, ἐπήγαγε· Σὺ οὖν τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Τί λέγεις; κατέσεισας ἡμᾶς τῷ φόβῳ, εἶπες ὅτι δέδεσαι, ὅτι ἐν θλίψει εἶ, ὅτι πάντες σε ἀπεστράφησαν· καὶ ὥσπερ εἰρηκὼς, ὅτι οὐδὲν πέπονθας δεινὸν, οὐδὲ ὑπό τινων ἐγκατελείφθης, οὕτωςἐπάγεις, Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ; Εἰκότως· ὅτι ταῦτα σὲ μᾶλλον ἐνεδυνάμωσεν, ἢ ἐκεῖνον. Εἰ γὰρ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ μετὰ πολλῆς τῆς φιλοστοργίας τὴν παραίνεσιν προσάγει, τέκνον αὐτὸν καλῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ, Τέκνον ἐμόν. Εἰ τέκνον εἶ, φησὶ, τὸν πατέρα μιμοῦ· εἰ τέκνον εἶ, ἐνδυναμοῦ οἷς εἶπον· μᾶλλον δὲ οὐκ ἀπὸ τῶν διηγημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· Ἐνδυναμοῦ γὰρ, φησὶν, ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Τουτέστι, Στῆθι γενναίως, οἶδας τὴν παράταξιν. Ἐπεὶ καὶ ἀλλαχοῦ λέγων, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, οὐχὶ καταβάλλων αὐτοὺς λέγει, ἀλλὰ διεγείρων. Οὐκοῦν νῆφε, φησὶ, γρηγόρει, ἔχε τὴν χάριν τοῦ Κυρίου συμμαχοῦσαν καὶ συναγωνιζομένην, πολλῇ τῇ προθυμίᾳ καὶ τῇ προαιρέσει τὰ παρὰ σεαυτοῦ εἴσφερε. Καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς. Πιστοῖς· ποίοις; Τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Ἃ ἤκουσας, οὐχ ἃ συνεζήτησας· Ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Τί ἐστι, Διὰ πολλῶν μαρτύρων; Ὡς ἂν εἰ ἔλεγεν, Οὐ λάθρα ἤκουσας οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων, μετὰ παῤῥησίας. Οὐκ εἶπεν, Εἰπὲ, ἀλλὰ, Παράθου, καθάπερ ἐπὶ θησαυροῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. Πάλιν φοβεῖ τὸν μαθητὴν καὶ ἀπὸ τῶν ἄνω καὶ ἀπὸ τῶν κάτω. Ἀλλ' οὐ πιστοῖς μόνον λέγει, Παράθου· τί γὰρ ὄφελος, ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν; ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστιν, ἑτέρους δὲ μὴ κατασκευάζῃ τοιούτους; Δύο τοίνυν ἔχειν χρὴ τὸν διδάσκαλον, καὶ πιστὸν εἶναι, καὶ διδακτικόν. Διὰ τοῦτό φησιν, Οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον τὸ ἀξίωμα, στρατιώτην εἶναι τοῦ Χριστοῦ! Τοὺς βασιλεῖς ἐννόησον τοὺς ἐπὶ τῆς γῆς, πῶς μέγα τι εἶναι νομίζουσιν οἱ ὑπ' αὐτοὺς στρατευόμενοι. Εἰ τοίνυν τὸ κακοπαθεῖν βασιλικοῦ στρατιώτου, τὸ μὴ κακοπαθεῖν οὐκ ἔστι στρατιώτου. Ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γάρ ἐστι στρατιώτου· ἀλλὰ δυσχεραίνειν, εἰ μὴ κακοπαθοίης. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον, λέγεται δὲ πρὸς πάντα καὶ διδάσκαλον καὶ μαθητὴν δι' ἐκείνου. Μηδεὶς τοίνυν ἀπαξιούτω τῶν τὴν ἐπισκοπὴν ἐχόντων ταῦτα ἀκούων, ἀλλ' ἀπαξιούτω μὴ ταῦτα πράττων. Ἐὰν ἀθλῇ τις, φησὶν, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τί ἐστιν, Ἐὰν μὴ νομίμως; Οὐκ, ἐὰν εἰς τὸν ἀγῶνα εἰσέλθῃ, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν συμπλακῇ, ἀλλὰ ἂν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ, καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸν ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διέλθῃ τὰ τοῖς ἀθληταῖς προσήκοντα, οὐδέποτε στεφανοῦται. Καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνήσθη, τὸ μὲν, ὥστε ἕτοιμον εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα, τὸ δὲκαρτερικὸν, ἵνα πάντα γενναίως φέρῃ, ἵνα διαπαντὸς ἐν ἀσκήσει ᾖ. Τὸν κοπιῶντα γεωργὸν, φησὶ, δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Εἶπεν ἀπὸ τῶν αὐτοῦ παραδειγμάτων, εἶπεν ἀπὸ τοῦ διδασκάλου· λέγει λοιπὸν καὶ ἀπὸ τῶν κοινῇ συμβαινόντων, τῶν ἀθλητῶν, τῶν στρατιωτῶν· καὶ τίθησιν ἐκεῖ τὰ ἔπαθλα, τὸ μὲν, Ἵνα ἀρέσῃ τῷ στρατολογήσαντι· τὸ δὲ, Ἵνα στεφανωθῇ. Καὶ λέγει καὶ τρίτον ὑπόδειγμα, ὃ μάλιστα αὐτῷ ἁρμόζει· τὸ μὲν γὰρ τοῦ στρατιώτου καὶ τὸ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ λοιπὸν τῷ διδασκάλῳ. Μὴ ὡς στρατιώτης, μηδὲ ὡς ἀθλητὴς μόνον, ἀλλὰ καὶ ὡς γεωργός. Ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται μόνον, ἀλλὰ καὶ τῶν καρπῶν τῆς γῆς· τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός.
4.2.1
Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας, πρᾶγμα εἰπὼν κοινόν. Ὥσπερ, φησὶν, ὁ γεωργὸς οὐκ ἀνόνητα πονεῖ, ἀλλὰ πρὸ τῶν ἄλλων αὐτὸς ἀπολαύει τῶν πόνων τῶν οἰκείων, οὕτω καὶ τὸν διδάσκαλον εἰκός. Ἢ τοῦτο, ἢ περὶ τοῦ τιμᾶσθαι τοὺς διδασκάλους φησίν. Ἀλλ' οὐκ ἔχει λόγον· πῶς γὰρ οὐχ ἁπλῶς γεωργὸν εἶπεν, ἀλλὰ τὸν κοπιῶντα; οὐδὲ ἁπλῶς τὸν κάμνοντα, ἀλλὰ τὸν κοπτόμενον; Ἐνταῦθα καὶ πρὸς τὴν μέλλησιν ἵνα μηδεὶς δυσχεραίνῃ, Ἤδη, φησὶν, ἀπολαμβάνεις· ἢ ὅτι ἐν αὐτῷ τῷ κόπῳ ἡ ἀντίδοσις. Ἐπεὶ οὖν τὰ παραδείγματα ἔθηκε τὸ τῶν στρατιωτῶν, καὶ ἀθλητῶν, καὶ γεωργῶν, καὶ πάντα ἁπλῶς αἰνιγματωδῶς, Οὐδεὶς, φησὶ, στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Καὶ εἰπὼν, Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ἐπήγαγε· Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Θεὸς σύνεσιν ἐν πᾶσι. Τούτων γὰρ ἕνεκεν ταῦτα εἴρηται ἐν παροιμίᾳ καὶ παραβολῇ. Εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυῒδ, κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος. Τίνος ἕνεκεν ἐνταῦθα τούτου μέμνηται; Μάλιστα μὲν οὖν καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος, ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Χριστὸς διὰ πάθους τὸν θάνατον κατηγωνίσατο. Τοῦτο μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν. Μνημόνευε, φησὶ, Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ. Ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τοιαῦτα γὰρ ἦν ἃ εὐηργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῷ Θεῷ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη. Κατὰ τὸ εὐαγγέλιόν μου, φησί. Πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν λέγων, Κατὰ τὸ εὐαγγέλιόν μου, ἢ ἐπειδὴ αὐτῷ πείθεσθαι ἐχρῆν, ἢ ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ, φησὶ, μέχρι δεσμῶν, ὡς κακοῦργος. Πάλιν παρ' ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, πάλιν τὴν προτροπήν· καὶ δύο τούτοις τὸν ἀκροατὴν ἀλείφει, τῷ τε εἰδέναι κακοπαθεῖν, καὶ τῷ μὴ ἐπ' οὐδενὶ χρησίμῳ τοῦτο ποιεῖν. Οὕτω μὲν κερδανεῖ, ἐκείνως δὲ καὶ βλαβήσεται. Τί γὰρ ὄφελος, ἐὰν δείξῃς τὸν διδάσκαλον κακοπαθοῦντα μὲν, ἐπ' οὐδενὶ δὲ χρησίμῳ; ἀλλ' ἐκεῖνο θαυμαστὸν, εἰ ἐπί τινι χρησίμῳεἰ ἐπ' ὠφελείᾳ τῶν διδασκομένων. Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Τουτέστιν, εἰ μὲν κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἢ εἰ πόλεμον ἐπολεμοῦμεν αἰσθητὸν, ἴσχυε ταῦτα τὰ δεσμὰ τὰς χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ὡς μηδενὶ καταγωνίζεσθαι. Δεσμοῦνται μὲν γὰρ αἱ χεῖρες, ἀλλ' οὐχ ἡ γλῶττα· γλῶτταν γὰρ οὐδεὶς δῆσαι δύναται, ἀλλ' ἢ δειλία μόνον καὶ ἀπιστία· ὡς ἂν ταύτην μὴ ἔχωμεν, κἂν περιβάλῃς δεσμὰ, τὸ κήρυγμα οὐ δέδεται. Οἷον, γεωργόν τις ἐὰν δήσῃ, τὸν σπόρον ἐνεπόδισε· τῇ χειρὶ γὰρ σπείρει· διδάσκαλον ἐὰν δήσῃς, τὸν λόγον οὐκ ἐνεπόδισας· τῇ γλώττῃ γὰρ σπείρει, οὐ τῇ χειρί. Οὐχ ὑποβάλλεται τοίνυν δεσμῷ ὁ λόγος ὁ ἡμέτερος· ἡμῶν γὰρ δεδεμένων, ἐκεῖνος λέλυται καὶ τρέχει. Πῶς; φησίν· Ὅτι ἰδοὺ καὶ δεδεμένοι κηρύττομεν. Τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χρή. Ἤκουσας ὅτι ὡς κακοῦργος ταῦτα πάσχω; μὴ κατηφὴς γένῃ. Πολὺ γὰρ τὸ θαῦμα, δεδεμένον ὄντα τὰ τῶν λελυμένων ποιεῖν, δεδεμένον πάντων περιγενέσθαι, δεδεμένον καταγωνίζεσθαι τοὺς δεδεκότας. Θεοῦ γάρ ἐστιν ὁ λόγος, οὐχ ἡμῶν· δεσμὰ δὲ ἀνθρώπινα Θεοῦ λόγον περιβαλεῖν οὐ δυνήσεται. Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς. Διὰ τοῦτο γὰρ, φησὶ, πάντα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἰδοὺ καὶ ἄλλη προτροπή· Οὐχ ὑπὲρ ἐμαυτοῦ, φησὶν, ἀλλ' ὑπὲρ τῆς ἑτέρων σωτηρίας ταῦτα ὑπομένω. Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν μηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐμαυτοῦ ἐσκόπουν. Ἀλλὰ διὰ τίνα ταῦτα πάσχω; Ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. Τί οὖν καὶ ἐπαγγέλλῃ; Οὐχ ἁπλῶς εἶπε, Διὰ τούσδε, ἀλλὰ, Διὰ τοὺς ἐκλεκτούς. Εἰ ὁ Θεὸς αὐτοὺς ἐξελέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, Ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι. Τὸ εἰπεῖν, Καὶ αὐτοὶ, δεικνύντος ἐστὶ καὶ λέγοντος, ὡς Καὶ ἡμεῖς· καὶ γὰρ καὶ ἡμᾶς ὁ Θεὸς ἐξελέξατο. Καὶ ὥσπερ δι' ἡμᾶς ὁ Θεὸς ἔπαθεν, οὕτω καὶ ἡμεῖς δι' ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, οὐχὶ χάρις. Ἐπὶ μὲν τοῦ Θεοῦ χάρις ἦν· οὐ γὰρ προευπαθὼν εὐηργέτησεν· ἐπὶ δὲ ἡμῶν ἀντίδοσις· προευπαθόντες ἡμεῖς παρὰ τοῦ Θεοῦ, πάσχομεν ὑπὲρ τούτων ὧν πάσχομεν, ἵνα σωτηρίας τύχωσι. Τί λέγεις; ποίας σωτηρίας; ὁ σεαυτῷ αἴτιος μὴ ὢν σωτηρίας, ἀλλὰ ἀπολλύμενος, ἑτέρῳ σωτηρίας αἴτιος γίνῃ; Διὰ τοῦτο προσέθηκεν· Οὐ ταύτης, φησὶν, ἀλλὰ Τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. Ὀδυνηρὰ τὰ παρόντα, ἀλλ' ἐπὶ τῆς γῆς· κατηφῆ τὰ παρόντα, ἀλλὰ πρόσκαιρα· ἀηδίας μεστὰ καὶ ὀδύνης, ἀλλὰ μέχρι σήμερον καὶ αὔριον μόνον.
4.3.1
Τὰ μέντοι χρηστὰ οὐ τοιαῦτα, ἀλλ' αἰώνια, ἀλλ' ἐν οὐρανῷ. Ὄντως ἐκείνη δόξα, αὕτη δὲ ἀτιμία. Θέα γάρ μοι, ἀγαπητέ· οὐκ ἔστι δόξα ἐπὶ τῆς γῆς, ἀλλ' ἡ ὄντως δόξα ἐν οὐρανοῖς ἐστιν. Εἰ δέ τις δοξάζεσθαι βούλεται, ἀτιμαζέσθω· εἴ τις ἀνέσεως βούλεται τυχεῖν, θλιβέσθω· εἴ τις διαπαντὸς εὐδοκιμεῖν καὶ τρυφᾷν, τὰ πρόσκαιρα διαπτυέτω. Ὅτι δὲ ἡ ἀτιμία δόξα ἐστὶν, ἡ δὲ δόξα ἀτιμία, φέρε, κατὰ δύναμιν τοῦτο παραστήσωμεν, ἵνα τὴν ὄντως δόξαν ἴδωμεν. Οὐκ ἔστιν ἐπὶ γῆς δοξάζεσθαι· εἰ δὲ βούλει δοξάζεσθαι, δι' ἀτιμίας. Καὶ φέρε ἐπὶ τῶν δύο προσώπων τοῦτο ἐξετάσωμεν, ἐπὶ τοῦ Νέρωνος καὶ τοῦ Παύλου. Ἐκεῖνος τὴν δόξαν εἶχε τοῦ κόσμου, οὗτος τὴν ἀτιμίαν. Πῶς; τύραννος ἦν ἐκεῖνος, πολλὰ κατωρθωκὼς, τρόπαια στήσας, πλοῦτον ἔχων ἐπιῤῥέοντα, πανταχόθεν στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον, τὴν βασιλίδα πόλιν ὑποτεταγμένην, τὴν σύγκλητον ἅπασαν ὑποκύπτουσαν, τὰ βασίλεια αὐτὰ ἐν λαμπρῷ τῷ σχήματι προῄει. Εἴτε ὁπλίζεσθαι ἔδει, χρυσῷ καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἔξεισιν· εἴτε ἐν εἰρήνῃ καθῆσθαι, ἁλουργίδα περικείμενος ἐκάθητο. Πολλοὺς τοὺς δορυφόρους, πολλοὺς τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ πολλὰ ἕτερα ὀνόματα τοιαῦτα, ἅπερ κολακείαν ἐπενόει καὶ θεραπείαν· καὶ οὐδὲν ἐνέλιπεν ὅλως τῶν εἰς δόξαν· ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς αὐτὸν ἔτρεμον, καὶ ἐδεδοίκεισαν τὸν ἄνδρα· καὶ γὰρ καὶ ἄλλως ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο· οὗτος καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Τί ταύτης τῆς δόξης κρεῖττον; μᾶλλον δὲ τί τῆς ἀτιμίας χεῖρον; Ἀλλ' οὐκ οἶδα πῶς ὑπὸ τῆς ἀληθείας προὔδραμε τὸ στόμα, καὶ πρὸ τῆς κρίσεως τὴν ψῆφον ἤνεγκε. Τέως δὲ κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν τὸ πρᾶγμα ἐξετάσωμεν, κατὰ τὴν τῶν ἀπίστων, κατὰ τὴν κολακείαν. Τί μεῖζον εἰς λόγον δόξης τοῦ καὶ θεὸν νομισθῆναι αὐτόν; Μεγάλη ὄντως τοῦτο ἀτιμία, τὸ ἄνθρωπον ὄντα τοιαῦτα λυττᾷν· ἀλλὰ τέως κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐδὲν τοίνυν ἐνέλιπεν αὐτῷ εἰς δόξαν τὴν ἀνθρωπίνην, ἀλλὰ ὡς θεὸς παρὰ πάντων ἐθεραπεύετο. Ἀλλὰ ἀντεξετάσωμεν αὐτῷ καὶ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος ἦν· ὅσον δὲ Κιλικίας καὶ Ῥώμης τὸ μέσον, πάντες ἴσασι· σκυτοτόμος, πένης, τῆς ἔξωθεν σοφίας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶτταν διασυρομένην παρὰ πάντων, καὶ μάλιστα παρὰ τῶν Ἰταλῶν. Οὐ γὰρ οὕτω τοὺς τὴν βάρβαρον, οὔτε τὴν Ἑλλάδα, οὔτε ἄλλην τινὰ ἔχοντας γλῶτταν διασύρουσιν, ὡς τὴν Σύρων· αὕτη δὲ πολλὴν ἔχει τὴν κοινωνίαν πρὸς ταύτην. Καὶ μὴ θαυμάσῃς ὅτι ταύτην διέπτυον· εἰ γὰρ τὴν Ἑλλάδα τὴν θαυμαστὴν καὶ καλὴν διαπτύουσι, πολλῷ μᾶλλον τὴν Ἑβραίων. Ἄνθρωπος πολλάκις ἐν λιμῷ ζήσας, καὶ κοιμηθεὶς πεινῶν, ἄνθρωπος γυμνὸς, οὔτε ὅ τι περιβάλοιτο ἔχων. Ἐν ψύχει καὶ γυμνότητι, φησίν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς γεγονώς· μετὰ γὰρ λῃστῶν, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων αὐτοῦ ἐκείνου κελεύσαντος ἐβέβλητο καὶ ἐμαστίζετο ὡς κακοῦργος, ὅπερ οὖν καὶ αὐτός φησι. Τίς οὖν λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδὲ ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ' ἑκάστην ᾄδουσι τὴν ἡμέραν; Ἀλλὰ μήπω τὰ νῦν, ἀλλὰ τὰ τότε ἐξετάσωμεν. Τίς ἦν λαμπρότερος; τίς ἐπιδοξότερος; ὁ τὴν ἅλυσιν περικείμενος, καὶ δεδεμένος ἑλκόμενος ἐκ τοῦ δεσμωτηρίου, ἢ ὁ τὴν ἁλουργίδα περικείμενος, καὶ ἐκ τῶν βασιλείων προϊών; Ὁ δεδεμένος πάντως. Πῶς; Ὅτι ἐκεῖνος μὲν καὶ στρατόπεδα ἔχων, καὶ ἐν λαμπρῷ τῷ σχήματι προκαθήμενος, ἅπερ ἤθελεν οὐκ ἴσχυσεν ἀνύειν· ὁ δὲ δεσμώτης, καὶ ὡς κακοῦργος ἐν εὐτελεῖ σχήματι, αὐθεντικώτερον πάντα ἔπραττε. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος ἔλεγε, Μὴ διασπείρῃς τὸν λόγον τῆς εὐσεβείας· οὗτος ἔλεγεν, Οὐκ ἀνέχομαι· οὐδὲ γὰρ δέδεται ὁ λόγος τοῦ Θεοῦ. Καὶ διέπτυσεν ὁ Κίλιξ, ὁ δεσμώτης, ὁ σκηνοποιὸς, ὁ πένης, ὁ ἐν λιμῷ ζῶν τὸν ἀπὸ τῆς Ῥώμης, τὸν πλούσιον, τὸν βασιλεύοντα, τὸν πάντων κρατοῦντα, τὸν μυρίοις μυρία παρέχοντα· καὶ τοσούτων ὄντων στρατοπέδων, οὐδὲν ἴσχυσε. Τίς ἄρα λαμπρὸς ἦν; τίς σεμνός; ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος; ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμενος; ὁ ἐπιτάττων καὶ καταφρονούμενος, ἢ ὁ ἐπιταττόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγινόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Ἀπήρχετο οὖν ὁ βασιλεὺς, τοῦ δεσμώτου κατ' αὐτοῦ τρόπαιον στήσαντος. Εἰπὲ οὖν μοι, ποίας ἄν τις ἠβουλήθη μερίδος εἶναι; Μὴ γάρ μοι τὰ μετὰ ταῦτα εἴπῃς, ἀλλὰ τέως ἐκεῖνα ἐξέτασον· ποίας μερίδος ἄν τις ἠθέλησεν εἶναι, τῆς τοῦ Παύλου, ἢ τῆς τοῦ Νέρωνος; οὐ λέγω κατὰ τὸν τῆς πίστεως λόγον· τοῦτο γὰρ δῆλον· ἀλλὰ κατὰ τὸν τῆς δόξης καὶ τῆς σεμνότητος καὶ τῆς λαμπρότητος. Εἴ τις εὐγνώμων, τοῦ Παύλου ἔφησεν ἄν. Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, ἐκεῖνος ἐπίδοξος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλὰ ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Πάλιν γὰρ ἐρῶ, καὶ οὐ παύσομαι τὰ αὐτὰ λέγων· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεμένον τὸ διάδημα ἔβαλε.
4.4.1
Τοιαύτη τοῦ Χριστοῦ ἡ δύναμις· ἅλυσις τὸν στέφανον ἐνίκα τὸν βασιλικὸν, καὶ λαμπρότερον τοῦτο ἐκείνου τὸ σχῆμα ἐδείκνυτο· ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ' ὀχήματος χρυσοῦ ἅπαντες ἀφέντες ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ συνηθείας ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ· τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ' ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον δὲ οὐ τὸν δεσπότην τὸν αὑτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην αὐτῶν· καὶ ὃν ἅπαντες ἐδεδοίκεσαν καὶ ἔτρεμον, τοῦτον μόνος ὢν κατεπάτει ἐκεῖνος. Ἴδε ἐν αὐτοῖς τοῖς δεσμοῖς πόση ἡ λαμπρότης. Τί ἄν τις εἴποι τὰ μετὰ ταῦτα; Ἐκείνου μὲν οὐδὲ τὸ μνῆμα δῆλον· οὗτος δὲ πάντων βασιλέων λαμπρότερος ἐν αὐτῇ κεῖται τῇ βασιλίδι, ἔνθα καὶ ἐνίκησεν, ἔνθα καὶ τὸ τρόπαιον ἔστησεν. Ἐκείνου κἂν μνησθῇ τις, μετὰ ψόγου μέμνηται, καὶ τῶν οἰκείων (καὶ γὰρ καὶ ἀσελγὴς λέγεται γεγενῆσθαι)· τούτου μετ' εὐφημίας ἡ μνήμη πανταχοῦ· οὐ γὰρ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἐχθροῖς. Ὅταν γὰρ ἐκλάμπῃ ἡ ἀλήθεια, οὐδὲ οἱ ἐχθροὶ ἀναισχυντεῖν ἔχουσιν· εἰ γὰρ καὶ μὴ τῆς πίστεως ἕνεκεν αὐτὸν θαυμάζουσιν, ἀλλὰ τῆς παῤῥησίας, ἀλλὰ τῆς ἀνδρείας. Οὗτος ἐν τοῖς ἁπάντων στόμασι πανταχοῦ καθ' ἑκάστην ἡμέραν στεφανούμενος ἀνακηρύττεται· ἐκεῖνος δὲ βαλλόμενος ψόγοις καὶ κατηγορίαις. Ποῖα τοίνυν τὰ λαμπρά; Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον τὰ ὄντως εἰπεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὰ ἐν τοῖς οὐρανοῖς· πῶς ἥξει μετὰ τοῦβασιλέως τῶν οὐρανῶν, μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται τότε κατηφὴς, στυγνός. Εἰ δὲ δοκῶ σοι ἄπιστα λέγειν καὶ καταγέλαστα, σὺ καταγέλαστος εἶ γελῶν τὰ μὴ γέλωτος ἄξια. Εἰ γὰρ ἀπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν φθασάντων πίστευσον· οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθοι, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ξένος ἦν, ξένος καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; Νῦν ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, καὶ ὅμως τῶν ζώντων ὁ τεθνηκὼς μᾶλλον ἐνεργεῖ καὶ τιμᾶται· ὅταν ἔλθῃ αὐτὴ ἡ ζωὴ ἡμῶν, τίνος οὐ μεθέξει, τίνος οὐκ ἐπιτεύξεται; Διὰ τοῦτο ταύτης αὐτὸν τῆς τιμῆς ἀπολαῦσαι ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπειδὴ ἐκεῖνος ἐδεῖτο. Εἰ γὰρ ἐν σώματι ὢν κατεφρόνει τῆς παρὰ τῶν πολλῶν δόξης, πολλῷ μᾶλλον ἀπαλλαγεὶς τοῦ σώματος. Οὐ διὰ τοῦτο δὲ ἐποίησεν αὐτὸν ἀπολαῦσαι μόνον, ἀλλ' ἵνα οἱ τοῖς μέλλουσιν ἀπιστοῦντες κἂν ἐκ τῶν παρόντων ἐνάγωνται. Λέγω ὅτι ἥξει Παῦλος μετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, ὅτε ἀνάστασις ἔσται, ὅτι μυρίων ἀπολαύσει τῶν ἀγαθῶν. Ἀλλ' οὐ πιστεύει ὁ ἄπιστος· οὐκοῦν ἀπὸ τῶν παρόντων πιστεύσει. Λαμπρότερος τοῦ βασιλέως ὁ σκηνοποιὸς, ἐντιμότερος τοῦ βασιλέως· οὐδεὶς βασιλεὺς τῆς Ῥώμης γενόμενος, τοσαύτης ἀπέλαυσε τιμῆς· ἀλλ' ὁ μὲν βασιλεὺς ἐῤῥιμμένος ἔξω που κεῖται, ὁ δὲ τὸ μέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεὺς ὢν καὶ ζῶν. Ἀπὸ τούτων πίστευσον καὶ περὶ τῶν μελλόντων. Εἰ ἐνταῦθα, ἔνθα ἠλαύνετο, ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς, ὅταν ἔλθῃ, τί ἔσται; Εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαμπρὸς, ὅταν ἔλθῃ ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; Εἰ μετὰ τοσαύτης εὐτελείας, τοσαύτης μεγαλοπρεπείας περιεγένετο, ὅταν ἔλθῃ, τίνος οὐ περιέστα; Μὴ ἔνι φυγεῖν τὰ πράγματα; Τίνα οὐκ ἐντρέπει τὸ τὸν σκηνοποιὸν ἐντιμότερον γενέσθαι τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος; Εἰ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Πίστευσον, ἄνθρωπε, τοῖς παροῦσιν, εἰ μὴ θέλεις τοῖς μέλλουσι· πίστευσον, ἄνθρωπε, τοῖς ὁρωμένοις, εἰ μὴ βούλει τοῖς ἀοράτοις. Μᾶλλον δὲ πίστευσον τοῖς ὁρωμένοις· οὕτω γὰρ καὶ τοῖς ἀοράτοις πιστεύσεις· εἰ δὲ οὐ θέλεις, εὔκαιρον τὸ τοῦ Ἀποστόλου εἰπεῖν, Καθαροὶ ἡμεῖς ἀπὸ τοῦ αἵματος ὑμῶν· ἅπαντα γὰρ ὑμῖν διεμαρτυράμεθα, καὶ οὐδὲν ἐνελίπομεν τῶν ὀφειλόντων λεχθῆναι· ὑμεῖς ἑαυτοὺς αἰτιάσασθε, καὶ λογιεῖσθε τὴν ἐν τῇ γεέννῃ τιμωρίαν. Ἡμεῖς δὲ, ὦ τέκνα ἀγαπητὰ, Παύλου μιμηταὶ μὴ κατὰ τὴν πίστιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν βίον γενώμεθα. Ἵνα τύχωμεν δόξης ἐπουρανίου, καταπατήσωμεν τὴν ἐνταῦθα δόξαν· μηδὲν ἡμᾶς ἐφελκέσθω τῶν παρόντων ἁπάντων· καταφρονήσωμεν τῶν ὁρωμένων, ἵνα τῶν οὐρανίων τύχωμεν, μᾶλλον δὲ καὶ τούτων ἐπιτευξώμεθα δι' ἐκείνων, πλὴν προηγουμένως ἔστω ὁ σκοπὸς ἐκείνων ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι.

Intertext edge

Open linked passage

Note