Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Timotheum
John ChrysostomTimo 500 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
500.0.1
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυ σᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστρά κινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
500.1.1
Πολλοὺς τῶν ἀνθρώπων θορυβεῖ ἔτι καὶ νῦν, τί δήποτε μένουσιν οἱ κακοὶ, καὶ οὐκ ἀπόλλυνται Εἰσὶ μὲν οὖν τούτου καὶ ἕτεραι πολλαὶ αἰτίαι, οἷον, ἵνα μεταβάλωνται, ἵνα διὰ τῆς κολάσεως ὑπόδειγμα γένωνται τοῖς πολλοῖς· ἐνταῦθα δὲ ὁ Παῦλος πρᾶγμά φησιν ἐοικός. Ἐν μεγάλῃ γὰρ οἰκίᾳ, φησὶν, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ εἰκὸς εἶναι πολλὴν διαφορὰν σκευῶν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ οἰκουμένῃ πάσῃ· οὐ περὶ τῆς Ἐκκλησίας λέγων, ἀλλὰ περὶ τοῦ κόσμου παντός. Μὴ γάρ μοι τὴν Ἐκκλησίαν ὑπολάβῃς· ἐνταῦθα γὰρ οὐδὲν βούλεται εἶναι σκεῦος ξύλινον οὐδὲ ὀστράκινον, ἀλλὰ πάντα χρυσᾶ καὶ ἀργυρᾶ, ἔνθα σῶμα Χριστοῦ, ἔνθα Παρθένος ἁγνὴ μὴἔχουσα σπῖλον ἢ ῥυτίδα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μή σε ταραττέτω, ὅτι εἰσὶν ἄνθρωποι πονηροὶ καὶ μιαροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα. Τί οὖν; Ἀλλ' οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς, ἀλλὰ τὰ μὲν εἰς τιμήν ἐστι, τὰ δὲ εἰς ἀτιμίαν. Ναὶ, φησὶν, ἀλλ' ἐνταῦθα μὲν χρῆσίν τινα πληροῖ, ἐπὶ δὲ τοῦ κόσμου οὐδαμῶς. Εἰ καὶ μὴ πρὸς τοιαύτην ἐνέργειαν, ἀλλὰ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον, ὁ κενόδοξος πολλὰ οἰκοδομεῖ, ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστιν ἔργα τινὰ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα. Τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία· πῶς γάρ; ἀλλ' ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον. Εἰ γὰρ πάντες ἦσαν χρυσοῖ καὶ ἀργυροῖ, οὐκ ἂν ἐδέησεν ἐκείνων· οἷον, εἰ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων· εἰ τῆς χρείας ἐπεμέλοντο πάντες, οὐκ ἔδει λαμπρᾶς οἰκοδομῆς. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Ὁρᾷς ὅτι οὐ φύσεως οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; Ἐκεῖ μὲν γὰρ τὸ ὀστράκινον οὐκ ἂν γένηται χρυσοῦν, οὐδὲ τοῦτο εἰς τὴν ἐκείνου καταπεσεῖν εὐτέλειαν δυνήσεται· ἐνταῦθα δὲ πολλὴ ἡ μεταβολὴ καὶ ἡ μετάστασις. Σκεῦος ὀστράκινον ἦν ὁ Παῦλος, ἀλλ' ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν ὁ Ἰούδας, ἀλλ' ἐγένετο ὀστράκινον. Ἄρα ἀπὸ ἀκαθαρσίας τὰ ὀστράκινα· ὁ πόρνος, ὁ πλεονέκτης, ὀστράκινος γίνεται. Πῶς οὖν ἀλλαχοῦ φησιν, Ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν; ὥστε τιμᾷ, καὶ οὐ διαβάλλει τὸ σκεῦος τὸ ὀστράκινον, θησαυροῦ δεκτικὸν αὐτὸ προσειπών. Ἐκεῖ τὴν φύσιν αὐτὴν δηλοῖ, οὐ τὸ εἶδος τῆς ὕλης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα. Ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος· οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν, ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. Ὅτι γὰρ ὀστράκινόν ἐστι, δῆλον· πολλάκις γὰρ, ὡς ἐκεῖνο τὸ σκεῦος πεσὸν κατεάγη καὶ συνετρίβη, οὕτω καὶ τὸ σῶμα θανάτῳ καταπεσὸν διαλύεται. Τί γὰρ ὀστράκων διενήνοχε τὰ ὀστᾶ, οὕτως ὄντα κραταιὰ, οὕτως ὄντα ξηρά; τί δὲ πηλοῦ αἱ σάρκες; οὐχ ὁμοίως ἀπὸ ὕδατός εἰσι καὶ αὗται; Ἀλλ', ὅπερ ἔφην, πῶς ἐκεῖ οὐ διαβάλλει τὸ πρᾶγμα; Ἐκεῖ περὶ φύσεως διαλέγεται, ἐνταῦθα περὶ προαιρέσεως. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, φησίν. Οὐκ εἶπε, Καθάρῃ,
500.61.1
Ἐκκαθάρῃ, τουτέστι, παντελῶς καθάρῃ. Ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ. Ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ. Εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Κἂν μὴ πράττῃ, ἀλλ' ὅμως ἐπιτήδειόν ἐστι, δεκτικόν. Δεῖ οὖν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον· δεῖ ἡτοιμάσθαι, κἂν πρὸς παρθενίαν, κἂν πρὸς ταῦτα πάντα. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Νεωτερικαὶ οὐχ αὗταί εἰσιν αἱ τῆς πορνείας μόνον, ἀλλὰ πᾶσα ἐπιθυμία ἄτοπος νεωτερική. Ἀκουέτωσαν οἱ γεγηρακότες, ὅτι οὐ δεῖ τὰ τῶν νεωτέρων ποιεῖν. Κἂν ὑβριστὴς ᾖ τις, κἂν δυναστείας ἐρᾷ, κἂν χρημάτων, κἂν σωμάτων, κἂν ὁτουοῦν δήποτε, νεωτερικὴ ἡ ἐπιθυμία, ἀνόητος· οὔπω τῆς καρδίας βεβηκυίας, οὐδὲ τῶν φρενῶν ἐν βάθει τεθεισῶν, ἀλλ' ᾐωρημένων ἀνάγκη ταῦτα πάντα γίνεσθαι. Ἵνα οὖν μηδεὶς τούτοις ἁλῷ, τί παραινεῖ; Φαντασίας νεωτερικὰς φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, πίστιν, ἀγάπην, πραότητα. Τί ἐστι, Μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας; Ὡσεὶ ἔλεγεν, Ἐκείνοις θάῤῥει μόνοις, μὴ τοῖς ἁπλῶς ἐπικαλουμένοις, ἀλλὰ τοῖς ἀνυπούλως, τοῖς ἀνυποκρίτως, τοῖς οὐδὲν ἔχουσι δολερὸν, τοῖς μετ' εἰρήνης προσιοῦσι, τοῖς ἀμάχοις· μετ' ἐκείνων ἀναμίγνυσο, μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾶον εἶναι, ἀλλ' εἰρηνεύειν μόνον τὸ ἐξ αὐτοῦ. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.
500.2.1
Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτάς· εἶχε γάρ· εἰ δὲ καὶ μὴ εἶχεν, εἶπεν ἂν πρὸς αὐτὸν, ὅτι Σπούδασον εἶναι ἐπιτήδειος πρὸς ἀνατροπὴν τῶν τοιούτων· ὥσπερ ὅταν λέγῃ, Πρόσεχε τῇ ἀναγνώσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου· ἀλλ' οἶδεν ἄχρηστον ὂν καὶ τὸ καθεῖναι ὅλως εἰς ἀγῶνας τοιούτους, καὶ ὅτι οὐδὲν τέλος ἔσται, ἀλλ' ἢ μάχη καὶ ἀπέχθεια, ὕβρεις καὶ λοιδορίαι. Ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ. Ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ τῶν Γραφῶν, αἱ περὶ τῶν ἄλλων. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι. Οὐκοῦν οὐ δεῖ μάχεσθαι οὐδὲ ἐν ζητήσει· πόῤῥωγὰρ μάχης εἶναι δεῖ τὸν τοῦ Θεοῦ δοῦλον. Εἰρήνης γάρ ἐστι Θεὸς ὁ Θεός· ὁ δὲ τοῦ Θεοῦ τῆς εἰρήνης δοῦλος, πῶς ἂν μαχέσοιτο; Ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Δοῦλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι, φησὶν, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς; καὶ ἐνταῦθα πάλιν, Μηδείς σου τῆς νεότητος καταφρονείτω; καὶ πάλιν, Ἔλεγχε αὐτοὺς ἀποτόμως; Ὅτι καὶ τοῦτο πραότητός ἐστιν. Ὁ γὰρ σφοδρὸς ἔλεγχος, ὅταν μετ' ἐπιεικείας γένηται, οὗτός ἐστιν ὁ μάλιστα δακεῖν δυνάμενος. Ἔνεστι γὰρ, ἔνεστι μετὰ πραότητος καθάψασθαι μᾶλλον, ἢ μετὰ θρασύτητος ἐντρέψαι. Διδακτικόν· τουτέστι, πρὸς πάντας τοὺς βουλομένους διδαχθῆναι. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Ἀνεξίκακον. Καλῶς τοῦτο προσέθηκε· μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ τὸν διδάσκαλον· ἐπεὶ πάντα μάτην γίνεται. Εἰ γὰρ οἱ ἁλιεῖς πολλάκις δι' ὅλης ἡμέρας βάλλοντες τὰ δίκτυα, καὶ οὐκ ἐπιτυγχάνοντες οὐκ ἀπαγορεύουσι, πολλῷ μᾶλλον ἡμεῖς. Ὅρα γὰρ τί γίνεται· Συμβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος. Ὁ γὰρ μυριάκις ἀκούσας, πείσεταί τι· οὐ γὰρ ἔστιν ἄνθρωπον ἀκούοντα συνεχῶς, μηδὲν παθεῖν. Ἔστιν οὖν ὅτε μέλλων πείθεσθαι, ἡμῶν ἀπαγορευσάντων, τὸ πᾶν ἀπώλεσε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄμπελον· φυτευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κομίζεσθαι τὴν ἀντίδοσιν. Εἰπὼν δὲ, Ἀνεξίκακον, οὐκ ἀρκεῖται, ἀλλ' ἐπάγει λέγων· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν ἐν πραότητι· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖν, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· κἂν γὰρ μέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται. Δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· τούτου δὲ μὴ προκατασκευασθέντος, οὐκ ἔνι γενέσθαι τι τῶν δεόντων οὐδὲ τῶν χρησίμων· ἡδέως δὲ οὐκ ἄν τις σχοίη πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα. Πῶς οὖν αἱρετικὸν, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ; Τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδεν ἀνίατα νοσοῦντα. Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἔσται τις διόρθωσις· τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστίν. Ὥστε ἐκείνων μόνον ἀφίστασθαι χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, καὶ ὑπὲρ ὧν πεπείσμεθα, ὅτι οὐδ' ἂν ὁτιοῦν γένηται, μεταστήσονται. Ἐν πραότητι, φησίν. Ὁρᾷς ὅτι τοὺς βουλομένους μαθεῖν οὕτω χρὴ προσίεσθαι, καὶ μηδέποτε πρὸ τῆς ἀποδείξεως ἀφίστασθαι τῶν διαλέξεων; Ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Καλῶς εἶπεν, Ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται. Ὅρα πῶς διδάσκει μετριοφρονεῖν. Οὐκ εἶπε, Μή ποτε δυνηθῇς, ἀλλὰ, Μή ποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι. Κἂν γένηταί τι, τοῦ Κυρίου τὸ πᾶν γίνεται· σὺ φυτεύεις, σὺ ποτίζεις, ἐκεῖνος σπείρει καὶ ποιεῖ καρποφορεῖν. Μή ποτε τοίνυν διακεώμεθα, ὡς αὐτοίτινα πείθοντες, κἂν πείσωμεν. Καὶ ζωγρηθέντες, φησὶν, ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ γὰρ θέλημα αὐτοῦ ἐστιν ὀρθῶς βιοῦν. Εἰσὶ δέ τινες ἐν τῇ παγίδι τοῦ διαβόλου καὶ βίου ἕνεκεν· οὐ τοίνυν οὐδὲ πρὸς τούτους περικακεῖν χρή. Μή ποτε ἀνανήψωσι, φησὶν, ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα. Τὸ δὲ, Μή ποτε, πολλῆς μακροθυμίας ἐστὶ δεικτικόν· τὸ γὰρ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.
500.3.1
Ὥσπερ γὰρ ὁ στρουθὸς, κἂν μὴ ἐξ ὅλου τοῦ μέρους κατέχηται, ἀλλ' ἐξ ἑνὸς, τοῦ ποδὸς λέγω, ὑπὸ τὴν ἐξουσίαν ἐστὶ τοῦ τὴν παγίδα θέντος· οὕτω καὶ ἡμεῖς, κἂν μὴ ἐξ ὅλου κατεχώμεθα, καὶ ἐκ πίστεως καὶ ἐκ βίου, ἀλλ' ἐκ τοῦ βίου μόνον, ὑπὸ τὴν ἐξουσίαν ἐσμὲν τοῦ διαβόλου. Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, φησὶν, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ὁρᾷς ὅτι κέρδος οὐδὲν ἐκ τῆς πίστεως, ὅταν ἡμᾶς ἀγνοῇ ὁ Δεσπότης; Καὶ ταῖς παρθένοις τὸ αὐτό φησιν· Οὐκ οἶδα ὑμᾶς. Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ Δεσπότης; Καὶ πολλαχοῦ εὑρίσκομεν ὑπὲρ μὲν πίστεως οὐδὲν ἐγκαλουμένους, ἀπὸ δὲ βίου πονηροῦ κολαζομένους, μόνον· ὥσπερ ἀλλαχοῦ ὑπὲρ βίου μὲν οὐδὲν ἐγκαλουμένους, διὰ δὲ δόγμα διεστραμμένον ἀπολλυμένους· ταῦτα γὰρ ἀλλήλων ἔχεται. Ὁρᾷς ὅτι, ὅταν μὴ ποιῶμεν τὸ θέλημα τοῦ Θεοῦ, ὑπὸ τὴν παγίδα τοῦ διαβόλου ἐσμέν; Οὐκ ἀπὸ βίου δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ ἑνὸς ἐλαττώματος πολλάκις εἰσερχόμεθα εἰς τὴν γέενναν, ὅταν μὴ τὰ ἄλλα ἀντίῤῥοπα ᾖ ἀγαθά. Ἐπεὶ καὶ αἱ παρθένοι οὐ πορνείαν ἐνεκλήθησαν, οὐ μοιχείαν, οὐ φθόνον, οὐ βασκανίαν, οὐ μέθην, οὐ κακοπιστίαν, ἀλλ' ἔλλειψιν ἐλαίου· τουτέστιν, οὐκ ἐποίουν ἐλεημοσύνην· τὸ γὰρ ἔλαιον τοῦτό ἐστι. Καὶ ἐκεῖνοι οἱ κατακριθέντες, Ἀπέλθετε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐδὲν πάλιν τούτων ἐνεκαλοῦντο, ἀλλὰ καὶ αὐτοὶ, ὅτι οὐκ ἔθρεψαν τὸν Χριστόν. Ὁρᾷς ὅτι ἀρκεῖ ἐλεημοσύνη ἐλλειφθεῖσα εἰσαγαγεῖν εἰς τὸ τῆς γεέννης πῦρ; Ποῦ γὰρ ἔσται χρήσιμος, εἰπέ μοι, ὁ ἐλεημοσύνην μὴ ποιῶν; Νηστεύεις καθ' ἑκάστην ἡμέραν; ἀλλὰ καὶ αἱ παρθένοι τότε ἐκεῖναι, ἀλλ' οὐδὲν ἀπώναντο. Εὔχῃ; καὶ τί τοῦτο; Ἐλεημοσύνης χωρὶς ἄκαρπος ἡ εὐχή· πάντα ἀκάθαρτα ταύτης χωρὶς, πάντα ἀνόνητα· τὸ πλέον τῆς ἀρετῆς μέρος ἐκκόπτεται. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, φησὶ, τὸν Θεὸν οὐκ οἶδε. Σὺ δὲ πῶς ἀγαπᾷς, μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν αὐτῷ μεταδοῦναι βουλόμενος; Εἰπὲ δή μοι, σωφρονεῖς; τίνος ἕνεκεν; οὐχὶ δεδοικὼς τὴν κόλασιν; Οὐδαμῶς, ἀλλὰ φύσει τὸ πρᾶγμα μετέρχῃ· ἐπεὶ, εἰ σωφρονεῖς δεδοικὼς τὴν κόλασιν, καὶ τοσαύτην ὑπομένεις βίαν καὶ τοσαύτην τυραννίδα, πολλῷ μᾶλλον ἐλεημοσύνας ποιεῖν ἔδει. Οὐ γάρ ἐστιν ἴσον ἐπιθυμίας κρατῆσαι χρημάτων, καὶ σωμάτων, ἀλλὰ μείζων ὁ πόνος ἐνταῦθα. Τί δήποτε; Ὅτι ἡ μὲν ἡδονὴ φυσικὴ, καὶ ἐνέσπαρται καὶ ἐμπεφύτευται ἡμῶν τῷ σώματι, τὰ δὲ τῶν χρημάτων οὐκέτι. Τοῦτό ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶοἰκτείρειν· ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύητε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐκ εἶπεν, Ἐὰν παρθενεύσητε, οὐδὲ εἶπεν, Ἐὰν εὔχησθε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων περὶ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεός· ἀλλὰ τί; Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο Θεοῦ ἔργον. Ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τί ἔχεις; Ἔλεον θέλω, φησὶ, καὶ οὐ θυσίαν. Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, ἐποίησε γῆν, θάλασσαν· μεγάλα ταῦτα, καὶ τῆς αὐτοῦ σοφίας ἄξια· ἀλλ' οὐδενὶ τούτων ἐφειλκύσατο τὴν ἀνθρωπίνην φύσιν, ὡς τῷ ἐλέῳ καὶ τῇ φιλανθρωπίᾳ· τοῦτο μὲν γὰρ σοφίας ἔργον καὶ δυνάμεως καὶ ἀγαθότητος· πολλῷ δὲ μᾶλλον, ὅτι δοῦλος ἐγένετο. Οὐκ ἐπὶ τούτῳ μᾶλλον αὐτὸν θαυμάζομεν; οὐκ ἐπὶ τούτῳ μᾶλλον αὐτὸν ἐκπληττόμεθα; Οὐδὲν οὕτως ἐπισπᾶται τὸν Θεὸν, ὡς ἔλεος. Καὶ πολλὰ περὶ τούτων ἅπαντες διαλέγονται ἄνω καὶ κάτω οἱ προφῆται. Ἔλεον δὲ λέγω οὐ τὸν μετὰ πλεονεξίας· οὐ γάρ ἐστι τοῦτο ἔλεος. Οὐδὲ γὰρ ἀκάνθης ῥίζα ἔλαιον τίκτει ποτὲ, ἀλλ' ἐλαίας· ὥσπερ οὖν οὐδὲ πλεονεξίας ῥίζα ἔλεον τίκτει, οὐδὲ ἀδικίας, οὐδὲ ἁρπαγῆς. Μὴ διαβάλῃς τὴν ἐλεημοσύνην, μὴ ποίει αὐτὴν κατηγορεῖσθαι ὑπὸ πάντων. Εἰ γὰρ διὰ τοῦτο ἁρπάζεις, ἵνα ἐλεήσῃς, οὐδὲν τῆς ἐλεημοσύνης ταύτης χεῖρον. Ὅταν γὰρ ἐξ ἁρπαγῆς τίκτηται, οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἀπήνειά τίς ἐστι καὶ ὠμότης, ὕβρις τοῦτο εἰς τὸν Θεόν. Εἰ ὁ τὰ ἐλάττονα τῶν αὐτοῦ προσενεγκὼν οὕτω προσέκρουσεν ὁ Κάϊν, ὁ τὰ ἀλλότρια προσφέρων πῶς οὐ προσκρούσει; Προσφορὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ θυσία, κάθαρσις, οὐκ ἀκαθαρσία. Καὶ ῥυπαραῖς μὲν χερσὶν οὐ τολμᾷς εὔξασθαι, ῥύπον δὲ καὶ ἀκαθαρσίαν προσφέρων ἐξ ἁρπαγῆς οὐδὲν ἡγῇ ποιεῖν δεινόν; Τὰς χεῖρας οὐκ ἀφιεὶς ῥύπου καὶ ἀκαθαρσίας πληροῦσθαι, ἀλλὰ καθαρὰς εἶναι ποιήσας, οὕτω προσφέρεις· καίτοι οὗτος ὁ ῥύπος οὐδὲν ἔγκλημα φέρει, ἐκεῖνος δὲ κατηγορίας ἄξιος καὶ διαβολῆς.
500.4.1
Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως καθαραῖς προσφέρωμεν καὶ εὐχώμεθα χερσὶν, ἀλλ' ὅπως καὶ τὰ προσφερόμενα ᾖ καθαρά. Ἐπεὶ τοῦτο γέλως ἐστίν· ὥσπερ ἂν εἴ τις τὸν πίνακα περιπλύνας δώρων ἀκαθάρτων τοῦτον ἐμπλήσειεν, οὐχὶ χλευασία τοῦτό ἐστι καὶ γέλως; Ἔστωσαν αἱ χεῖρες καθαραί· ἔσονται δὲ, ἂν μὴ ὕδατι αὐτὰς ἀπονίπτωμεν μόνον, ἀλλὰ καὶ δικαιοσύνῃ πρότερον· τοῦτο χειρῶν καθάρσιον. Ἂν δὲ γέμωμεν ἀδικίας, κἂν μυριάκις αὐτὰς περιπλύνῃς, κέρδος οὐδέν. Λούσασθε, φησὶ, καθαροὶ γένεσθε. Τί οὖν; ἆρα προσθεὶς εἶπε, Πορεύεσθε ἐπὶ τὰς πηγὰς, πορεύεσθε ἐπὶ τὰ βαλανεῖα καὶ τὰς λίμνας καὶ τοὺς ποταμούς; Οὐδὲν τούτων· ἀλλὰ τί; Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· τουτέστι, Καθαροὶ γένεσθε. Τοῦτο ἀπηλλάχθαι ποιεῖ μολυσμοῦ, αὕτη ἐστὶν ἡ ὄντως καθαρότης. Ἐκείνη μὲν γὰρ οὐδὲν μέγα ὤνησεν, αὕτη δὲ παῤῥησίαν ἡμῖν χαρίζεται τὴν πρὸς τὸν Θεόν· κἀκείνην καὶ μοιχοὺς καὶ κλέπτας καὶ ἀνδροφόνους ἔχειν δυνατὸν, καὶ βλᾶκας καὶ ἐκλύτους ἄνδρας καὶ πόρνους καὶ ἡταιρηκότας, καὶ μάλιστα τούτους. Οὗτοι γάρ εἰσιν οἱ τῆς τοῦ σώματος καθαρότητος ἐπιμελόμενοι μάλιστα πάντων, μύρων ὄζοντες συνεχῶς, ἀποσμύχοντες τὸ σῆμα· σῆμα γάρ ἐστιν αὐτοῖς τὸ σῶμα, τῆς ψυχῆς ἔνδον οὔσης νεκρᾶς. Ὥστε ταύτης μὲν τῆς καθαρότητος κἀκείνοις μετιέναι δυνατὸν, τῆς δὲ ἔνδον οὐκέτι. Οὐδὲν μέγα, ἐὰν τὸ σῶμα ἀποπλύνῃς· Ἰουδαϊκός ἐστιν οὗτος ὁ καθαρμὸς, ἀνόνητος καὶ ἀνωφελὴς, τοῦ ἔνδον οὐκ ὄντος. Ἔστω τις σηπεδόνα ἔχων ἢ νομὴν τραυμάτων, περιπλυνέτω τὸ σῶμα· τί τὸ κέρδος; τί τὸ πέρας; Εἰ δὲ τὴν ἐν σώματι σηπεδόνα οὐδὲν ὠφελῆσαι δυνήσεταί τις ἀπὸ τῆς ἐπιφανείας τῆς ἔξωθεν περικλυζομένης καὶ ἀφανιζομένης· ὅταν ἐν ψυχῇ ἡ σηπεδὼν ᾖ, τί ἀπὸ τῆς τοῦ σώματος καθαρότητος ὀνήσομεν; Οὐδέν. Εὐχῶν ἡμῖν δεῖ καθαρῶν· εὐχαὶ δὲ οὐκ ἂν γένοιντο καθαραὶ, τῆς τικτούσης αὐτὰς ψυχῆς οὔσης μιαρᾶς. Οὐδὲν γὰρ οὕτω ποιεῖ ψυχὴν μιαρὰν, ὡς πλεονεξία καὶ ἁρπαγή. Ἀλλ' εἰσί τινες οἳ κατὰ τὴν ἑσπέραν, μυρία διὰ τῆς ἡμέρας ἐργαζόμενοι κακὰ, λουόμενοι εἰσίασιν εἰς τὴν ἐκκλησίαν μετὰ πολλῆς τῆς παῤῥησίας τὰς χεῖρας ἀνατείνοντες, ὡς τὸ πᾶν διὰ τῆς τῶν ὑδάτων κολυμβήθρας ἀποθέμενοι. Εἰ τοῦτο ἦν, μέγα τὸ κέρδος ἦν τὸ καθ' ἑκάστην ἡμέραν λούεσθαι· εἰ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ αὐτὸς ἐπαυσάμην τὰ βαλανεῖα διενοχλῶν, εἰ καθαροὺς ἐποίει καὶ ἁμαρτημάτων ἀπήλλαττε. Γέλως ταῦτα καὶ λῆρος, παίγνια καὶ παίδων ἀθύρματα. Οὐκ ἀποστρέφεται σώματος ῥύπον ὁ Θεὸς, ἀλλ' ἀκαθαρσίαν ψυχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ἆρα τῷ σώματι; οὐδαμῶς, ἀλλ', Οἱ τῇ καρδίᾳ καθαροί· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁ δὲ Προφήτης τί φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν, Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Μέγα ἀγαθὸν ἐν συνηθείᾳ ἀγαθῶν εἶναι. Ὅρα πῶς ἐστι μικρὰ ταῦτα καὶ ἀνόνητα. Καὶ ἐπειδὰν προληφθῇ ἐν συνηθείᾳ ἡ ψυχὴ, οὐκ ἀφίσταται, οὐδὲ ἀνέχεται μὴ πρότερον αὐτὰ πληρώσασα προσελθεῖν τῇ εὐχῇ. Οἷόν τι λέγω· Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες. Εἰ τὸ μικρὸν τοῦτο τοσαύτην ἔχει τὴν τυραννίδα, καὶ πάντως ἐκπληροῦται καθ' ἑκάστην ἡμέραν· εἰ ἐν ἐλεημοσύνης συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς, καὶ τοῦτο πληροῦν ἀεὶ ὡρίσαμεν, μηδέποτε εἰσιέναι κεναῖς ταῖς χερσὶν εἰς οἶκον εὐκτήριον, κατώρθωτο ἂν τὸ πρᾶγμα. Μεγάλη γὰρ καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς τῆς συνηθείας ἡ τυραννίς· οὐ δεησόμεθα πόνου λοιπὸν, αὐτῆς ἑλκούσης ἡμᾶς. Ἐν συνηθείᾳ πολλοὶ κατέστησαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑπομιμνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολλάκις ἀλλαχοῦ ῥεμβομένου, καθάπερ ὑπό τινος ἐμψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόματος ἕλκεται πρὸς τὸ σημεῖον ἐργάσασθαι. Ἐν συνηθείᾳ κατέστησαν ἑαυτούς τινες, ὥστε μὴ ὀμνύειν, καὶ οὔτε ἑκόντες οὔτε ἄκοντες τοῦτο πείσονται. Καταστήσωμεν καὶ ἡμεῖς ἑαυτοὺς ἐν ταύτῃ τῇ συνηθείᾳ τῇ τῆςἐλεημοσύνης. Πόσων ἡμῖν ἔδει καμάτων, ὥστε εὑρεθῆναι τὸ φάρμακον τοῦτο; Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν ἡ τῆς ἐλεημοσύνης παραμυθία, εἶτα μυρία ἡμαρτηκότες ὑπευθύνους ἑαυτοὺς κατεσκευάζομεν τῇ τιμωρίᾳ, ἆρα οὐκ ἂν ἀπωδυρόμεθα πολλά; ἆρα οὐκ ἂν εἴπαμεν, Εἴθε ἦν διὰ χρημάτων ἀπολούσασθαι τὰ ἁμαρτήματα, καὶ πάντα ἂν ἐκενώσαμεν· εἴθε ἦν διὰ χρημάτων ἐκβαλεῖν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ οὐκ ἂν ἐφεισάμεθα τῶν ὄντων; Εἰ γὰρ ἐν νόσῳ τοῦτο ποιοῦμεν, καὶ ἐν θανάτῳ λέγομεν, ὅτι Εἰ ἦν θάνατον πρίασθαι, πάντα ἂν ἔδωκεν ὁ δεῖνα τὰ ὑπάρχοντα, πολλῷ μᾶλλον ἐνταῦθα. Καίτοι ὅρα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὅση τίς ἐστιν· οὐκ ἔδωκέ σοι θάνατον ἀγοράζειν τὸν πρόσκαιρον, ἀλλὰ θάνατον τὸν αἰώνιον. Μὴ τὴν μικρὰν ἀγοράσῃς, φησὶ, ζωὴν ταύτην, ἀλλὰ ζωὴν ἐκείνην τὴν αἰώνιον· ἐκείνην σοι πωλῶ, οὐ ταύτην· οὐκ ἐμπαίζω σοι. Κἂν λάβῃς ταύτην, οὐδὲν ἔλαβες· ἐγὼ οἶδα ὅτι ἐκείνη μεγάλη ἐστίν. Ἀλλ' οὐχ οὕτως οἱ κάπηλοι, καὶ οἱ τὰ βιωτικὰ ἐμπορευόμενοι ποιοῦσιν· ἐκείνοις ἂν ἐξῆν ἐμπαῖξαι οἷς βούλονται, καὶ τὸ μικρὸν διδόασιν ἀντὶ τοῦ μεγάλου. Αὐτὸς δὲ οὐχ οὕτως, ἀλλ' ἀντὶ τῶν μικρῶν τὰ πολλῷ μείζονα δίδωσιν. Εἰπέ μοι, εἰ πρὸς ἔμπορόν τινα ἀπελθὼν, δύο λίθων κειμένων, τοῦ μὲν εὐτελοῦς, τοῦ δὲ βαρυτίμου καὶ ἱκανὸν ἐργαζομένου πλοῦτον, καταθεὶς ἐκείνου τοῦ μικροῦ τὸ τίμημα, τὸν μέγαν ἔλαβες, ἆρα ἂν ἐνεκάλεσας ἐκείνῳ; Οὐδαμῶς, ἀλλὰ μᾶλλον [ἂν] ἐθαύμασας. Οὕτω καὶ νῦν κεῖνται δύο ζωαὶ, ἡ πρόσκαιρος καὶ ἡ αἰωνία· πωλεῖ δὲ ταύτης ὁ Θεός· ἀλλὰ ταύτην ἡμῖν πωλεῖ, οὐκ ἐκείνην· τί ἀσχάλλομεν κατὰ τοὺς ἀνοήτους τῶν παίδων, ὅτι τὸ τίμιον λαμβάνομεν; Ἔστιν οὖν ἀγοράσαι ζωὴν χρημάτων, φησί; Ναὶ, ὅταν τὰ ἑαυτῶν, καὶ μὴ τὰ ἀλλότρια καταβάλλωμεν, ὅταν μὴ ἐπίθεσιν ποιῶμεν. Ἀλλ' ἐμὰ λοιπόν ἐστι, φησίν. Οὐκ ἔστι σὰ μετὰ τὴν ἁρπαγὴν, ἀλλ' ἐκείνου ἐστίν· ἀλλότριά ἐστι, κἂν μυριάκις αὐτῶν κύριος ᾖς. Οὐδὲ γὰρ, εἰ παρακαταθήκην λάβοις τὸν καιρὸν, καθ' ὃν ὁ παρακαταθέμενος ἀποδημεῖ, σὰ ταῦτά ἐστι, καίτοι γε παρὰ σοὶ κεῖται. Εἰ τοίνυν, ἅπερ ἑκόντων καὶ χάριν εἰδότων τῶν παρακαταθεμένων ἐλάβομεν, οὐκ ἔστιν ἡμέτερα, οὐδὲ ἐκεῖνον τὸν καιρὸν καθ' ὃν ἔχομεν, πολλῷ μᾶλλον ταῦτα, ἅπερ ἀκόντων καὶ μὴ βουλομένων ἁρπάζομεν. Ἐκεῖνός ἐστιν αὐτῶν κύριος, κἂν μυριάκις αὐτὰ ἔχῃς. Ἡμετέρα ὄντως ἐστὶν ἡ ἀρετή· τὰ δὲ χρήματα οὐδὲ τὰ ἡμέτερα, μήτι γε τὰ ἀλλότρια, ἀλλὰ νῦν μὲν ἡμῶν, αὔριον δὲ οὐχ ἡμῶν. Τὰ δὲ τῆς ἀρετῆς ἡμέτερα· οὐ γὰρ ζημιοῦται αὕτη, καθάπερ ἐκεῖνα, ἀλλὰ πᾶσι παροῦσά ἐστιν ὁλόκληρος. Ταύτην οὖν κτησώμεθα, καὶ χρημάτων καταφρονῶμεν, ἵνα δυνηθῶμεν τῶν ὄντως ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι.

Intertext edge

Open linked passage

Note