Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Timotheum
John ChrysostomTimo 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.0.1
Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο μεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσα σθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομί μνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα στροφῇ τῶν ἀκουόντων.
5.1.1
Πολλοὶ τῶν ἀσθενεστέρων ἀνθρώπων πρὸς μὲν τὸν τῆς πίστεως πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβολὴν τῆς ἐλπίδος φέρουσι· τὰ παρόντα δὲ ἐπιζητοῦσινκαὶ ἀπὸ τούτων τὰ μέλλοντα χαρακτηρίζουσιν. Ἐπεὶ οὖν τὰ μὲν ἐνταῦθα θάνατος ἦν, βάσανοι, δεσμά· αὐτὸς δέ φησιν, ὅτι εἰς ζωὴν αἰώνιον ἥξουσιν, οὐκ ἂν δέ τις ἐπίστευσεν, ἀλλ' εἶπεν ἂν, Τί λέγεις; Ὅτε ζῶ, ἀποθνήσκω, καὶ ὅταν ἀποθάνω, ζῶ; ἐν τῇ γῇ μοι οὐδὲν ἐπαγγέλλῃ, καὶ ἐν τῷ οὐρανῷ δίδως; τὰ μικρὰ οὐ δίδως, καὶ τὰ μεγάλα παρέχεις; Ἵνα τοίνυν μηδεὶς ταῦτα ἐννοῇ, ἀναμφίβολον ποιεῖται τούτου τὴν κατασκευὴν, προκαταβάλλων μὲν αὐτὸ καὶ ἤδη, καὶ τεκμήρια διδοὺς (τὸ γὰρ, Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, τοῦτό ἐστιν, ὅτι μετὰ θάνατον ἀνέστη)· νῦν δὲ τὸ αὐτὸ πάλιν δηλῶν φησί· Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται. Πόθεν πιστός; Εἰ γὰρ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν. Εἰπὲ γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόπον ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; Ἀλλὰ τοῦτο οὐκ ἂν οὐδὲ ἄνθρωπος ποιήσειεν, ὥστε τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν καὶ συνθλιβῆναι, εἴ ποτε ἐν ἀνέσει γένηται, ἀρνήσασθαι αὐτῷ γενέσθαι κοινωνόν. Ποῦ δὲ συναπεθάνομεν; Τοῦτον λέγει τὸν θάνατον, τόν τε διὰ τοῦ λουτροῦ, καὶ τὸν διὰ τῶν παθημάτων· φησὶ γὰρ, Τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώματι περιφέροντες· καὶ, Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Ἐνταῦθα δὲ καὶ τὸν τῶν πειρασμῶν λέγει· μᾶλλον δὲ τοῦτον· καὶ γὰρ ἐν πειρασμοῖς ἦν, ὅτε ταῦτα ἔγραφεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ δι' αὐτὸν ἀπεθάνομεν, δι' αὐτὸν οὐ ζησόμεθα; ἀναμφισβήτητον τοῦτό ἐστιν. Εἰ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν, Οὐχ ἁπλῶς εἶπε, Συμβασιλεύσομεν· ἀλλ', Εἰ ὑπομένομεν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν (καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν ὁ μακάριος οὗτος)· ἀλλὰ δεῖ πολλῆς ὑπομονῆς, ἧς μάλιστα ἔδει Τιμοθέῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα εἴπῃς, ἀλλ' εἰ διαπαντός. Εἶτα καὶ ἀπὸ τοῦ ἄλλου μέρους προτρέπει, οὐκ ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν κακῶν. Εἰ γὰρ μέλλοιεν τῶν αὐτῶν μετέχειν καὶ οἱ πονηροὶ, οὐκ ἔστι τοῦτο παράκλησις· καὶ εἰ μέλλοιεν ὑπομείναντες μὲν συμβασιλεύειν, μὴ ὑπομείναντες δὲ τοῦτο μόνον πάσχειν, τὸ μὴ συμβασιλεύειν, δεινὸν μὲν καὶ τοῦτο, πλὴν ἀλλὰ τοὺς πολλοὺς οὐχ ἱκανὸν δακεῖν. Διὸ τὸ φοβερώτερον λέγει· Εἰ ἀρνησόμεθα αὐτὸν, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Ἄρα οὐκ ἐν τοῖς χρηστοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις αἱ ἀμοιβαί. Τὸν δὲ ἀρνηθέντα ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐννοήσατε τί παθεῖν εἰκός· Ὃς ἐὰν ἀρνήσηταί με, φησὶν, ἀρνήσομαι κἀγὼ αὐτόν. Οὐκ ἐξ ἴσης ἡ ἀντίδοσις, εἰ καὶ οὕτω λέγων δοκεῖ· ἡμεῖς μὲν γὰρ ἄνθρωποι οἱ ἀρνούμενοι, ἐκεῖνος δὲ Θεός· ὅσον δὲ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων τί δεῖ λέγειν;
5.2.1
Ἄλλως δὲ ἡμεῖς ἐντεῦθεν ἑαυτοὺς βλάπτομεν, ἐκεῖνον δὲ οὐδαμῶς, οὐδὲ δυνάμεθα. Διὰ τοῦτο καὶ ἐπήγαγε τὸ αὐτὸ δηλῶν· Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθής ἐστι, βέβαιός ἐστιν, ἄν τε εἴπωμεν, ἄν τε μὴ εἴπωμεν. Εἰ τοίνυν οὐδὲν παρ' ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι' οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ' ἢ διὰ τὸ ἡμῖν χρήσιμον. Ἐκεῖνος γὰρ ὁ αὐτὸς μένει καὶ ἀρνουμένων καὶ μὴ ἀρνουμένων. Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται, τουτέστι, μὴ εἶναι. Ἡμεῖςλέγομεν ὅτι οὐκ ἔστιν, εἰ καὶ μὴ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐκ ἔχει φύσιν μὴ εἶναι, οὐ δυνατόν· τουτέστιν, εἰς τὸ μὴ εἶναι αὐτὸν χωρῆσαι· ἀεὶ μένει, ἀεί ἐστιν αὐτοῦ ἡ ὑπόστασις. Μὴ τοίνυν ὡς χαριζόμενοι αὐτῷ, οὕτω διακεώμεθα, ἢ ὡς καταβλάπτοντες. Εἶτα, ἵνα μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε· Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τοῦτο τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν. Εἰ γὰρ ἀνθρώπου μαρτυρίαν καλουμένην οὐκ ἄν τις τολμήσειεν ἀθετῆσαι, πολλῷ μᾶλλον Θεοῦ. Οἷόν τι λέγω· Εἴ τις συνθήκας τιθέμενος ἢ διαθήκας γράφων βούλεται ἀξιοπίστους μάρτυρας καλέσαι, ἆρα τολμήσει τις ἀναθέσθαι ἐκεῖνα τῶν ἔξωθέν τινι; Οὐδαμῶς· κἂν βούληται, δεδοικὼς τὸ τῶν μαρτύρων ἀξιόπιστον, φυλάττεται. Τί ἐστι, Διαμαρτυρόμενος; Μάρτυρα καλεῖ τὸν Θεὸν τῶν λεγομένων, τῶν πραττομένων. Μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον. Οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Οὐ μόνον οὐδὲν ἐκ τούτου κέρδος, ἀλλὰ καὶ βλάβη πολλή. Ταῦτα τοίνυν ὑπομίμνησκε· κἂν καταφρονῶσιν, ὁ Θεὸς αὐτοὺς κρινεῖ. Τί δήποτε καὶ περὶ τοῦ μὴ λογομαχεῖν παραινεῖ; Οἶδεν ὅτι λίχνον τὸ πρᾶγμα, καὶ ὅτι ἀεὶ βούλεται ἡ ἀνθρωπίνη ψυχὴ μάχεσθαι καὶ λογομαχεῖν. Ἵνα οὖν τοῦτο μὴ γίνηται, οὐχ ἁπλῶς φησι μὴ λογομαχεῖν, ἀλλὰ φοβερώτερον τὸν λόγον ποιῶν ἐπήγαγεν, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Πανταχοῦ τὸ ἀνεπαίσχυντον. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν διδασκάλων ἀπολλυμένων. Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔμελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστων καὶ ἰταμῶν. Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂν ὁτιοῦν παθεῖν. Πῶς δὲ γίνεταί τις δόκιμος; Ἐργάτης ὢν ἀνεπαίσχυντος. Ὁ ἐργάτης οὐδὲν αἰσχύνεται πράττειν· οὕτως οὐδὲ ὁ τοῦ Εὐαγγελίου ἐργάτης· πάντα γὰρ ὑφίστασθαι δεῖ. Ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Καλῶς τοῦτο εἶπε· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· πολλὰ ἔχει τὰ ἐπιφυόμενα. Καὶ οὐκ εἶπεν, Ἀπευθύνοντα, ἀλλ', Ὀρθοτομοῦντα· τουτέστι, Τέμνε τὰ νόθα, καὶ τὰ τοιαῦτα μετὰ πολλῆς τῆς σφοδρότητος ἐφίστασο καὶ ἔκκοπτε· καθάπερ ἐπὶ ἱμάντος τῇ μαχαίρᾳ τοῦ πνεύματος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγματος ἔκτεμνε. Τὰς δὲ βεβήλους καινοφωνίας περιίστασο. Οὐδὲ γὰρ μέχρι τούτου στήσονται. Ὅταν γάρ τι καινὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει· καὶ ἄπειρος ἡ πλάνη τοῦ ἐξελθόντος τὸν λιμένα τὸν εὔδιον, καὶ οὐδαμοῦ στήσεται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, φησὶ, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νομὴν ἕξει. Ἀκάθεκτον κακὸν, οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενον, ἀλλὰ τὸ πᾶν λυμαίνεται. Δείκνυσιν ὅτι νόσος ἐστὶν ἡ καινοφωνία, μᾶλλον δὲ νόσου χαλεπωτέρα. Ἐνταῦθα τὸ ἀδιόρθωτον αὐτῶν δηλοῖ, καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλ' ἑκόντες ἀπεπλανήθησαν· ὅθεν καὶμάλιστα οὗτοί εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, φησὶν, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Καλῶς εἶπεν, Ἐπὶ πλεῖον προκόψουσι· δοκεῖ μὲν γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται. Εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἐκείνης ἀπεστερήμεθα, ἀλλὰ ὅτι καὶ τὰ τῆς κρίσεως ἀνῄρηται, εἰ ἤδη γέγονε, καὶ τὰ τῆς ἀντιδόσεως· εἰ γὰρ ἤδη γέγονεν ἡ ἀνάστασις, γέγονε καὶ ἡ ἀνταπόδοσις. Οὐκ οὖν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν· οὐ κολάζονται δὲ οἱ πονηροὶ, καλῶς γε, οἱ ἐν τρυφῇ ὄντες πολλῇ. Βέλτιον ἦν εἰπεῖν, ὅτι οὐκ ἔστιν ἀνάστασις, ἢ ὅτι ἤδη γέγονε. Καὶ ἀνατρέπουσι, φησὶ, τήν τινων πίστιν. Οὐ πάντων, ἀλλά τινων. Εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐδὲ ἐγεννήθη, οὐδὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁρᾷς πῶς δοκεῖ μὲν τῷ τῆς ἀναστάσεως ἐναντιοῦσθαι λόγῳ, πολλὰ δὲ συνεφέλκεται δεινά. Τί οὖν, φησίν; οὐδὲν δεῖ ποιεῖν ὑπὲρ τῶν ἀνατρεπομένων; Ὁ μέντοι, φησὶ, στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.
5.3.1
Δείκνυσιν ὅτι καὶ πρὶν ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἂν ἀνετράπησαν ἀπὸ τῆς πρώτης προσβολῆς, ὥσπερ οὖν ὁ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν. Οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυμάζονται. Καὶ στερεὸς, φησὶ, καὶ θεμέλιος. Οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως. Ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τί ἐστι τοῦτο; Ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβε. Τουτέστιν, αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι. Πόθεν δὲ δῆλαί εἰσιν; Ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ μὴ συμπαραπόλλυσθαι, ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας. Καὶ ἀποστήτω, φησὶν, ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ταῦτα τὰ γνωρίσματα τοῦ θεμελίου· καθάπερ θεμέλιος στερεὸς δείκνυται. Ὡς ἄν τις ἐπὶ λίθον ἐπιγράψειεν, ἵνα ᾖ τὰ γράμματα σημαίνοντα· τὰ δὲ γράμματα ταῦτα δι' ἔργων δείκνυται. Ἔχων, φησὶ, τὴν σφραγῖδα ταύτην ἐμπεπηγμένην. Πᾶς ὁ ὀνομάζων, φησὶ, τὸ ὄνομα Κυρίου ἀποστήτω ἀπὸ ἀδικίας. Ὥστε ὅταν ᾖ τις ἄδικος, οὐκ ἔστι τοῦ θεμελίου. Ὥστε καὶ τοῦτο σφραγῖδος, τὸ μὴ πράττειν ἄδικα. Μὴ τοίνυν τὸ σήμαντρον τὸ βασιλικὸν καὶ τὸ γνώρισμα ἀποθώμεθα, ἵνα μὴ ἀσφράγιστοι ὦμεν, ἵνα μὴ σαθροὶ, ἵνα θεμέλιοι ὦμεν, καὶ θεμέλιοι στερεοὶ, ἵνα μὴ περιφερώμεθα· τοῦτο δείκνυσι τοὺς τοῦ Θεοῦ, τοὺς ἀφισταμένους ἀπὸ ἀδικίας. Πῶς γάρ τις τοῦ Θεοῦ δύναται εἶναι δικαίου ὄντος, ὁ ἄδικα ποιῶν, ὁ μαχόμενος αὐτῷ διὰ τῶν ἔργων, καὶ ὑβρίζων αὐτὸν διὰ τῶν πράξεων; Πάλιν ἡμεῖς τῆς ἀδικίας κατηγοροῦμεν, καὶ πάλιν πολλοὺς ἔχομεν τοὺς ἀπεχθανομένους. Ὥσπερ γὰρ τύραννός τις τὰς ἁπάντων κατέλαβε ψυχὰς τοῦτο τὸ πάθος· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ χάριν ἴσασι τῆς δουλείας ταύτης. Τοῦτο γὰρ ὄντως τὸ δεινόν· ὡς εἴ γε βίᾳ κατείχοντο καὶ μὴ ἀγάπῃ, ταχέως ἂν ἀπέστησαν. Καὶ πόθεν ἡδὺ τὸ πρᾶγμα εἶναι δοκεῖ, σφόδρα πικρὸν ὄν; πόθεν δὲ πικρὸν ἡ δικαιοσύνη, σφόδρα ἡδὺ ὄν· Παρὰ τὰ αἰσθητήρια τὰ ἡμέτερα. Οὕτω γοῦν καὶ μέλι πικρὸν ἐνόμισάν τινες, καὶ ἄλλο τι τῶν βλαβερῶν μετὰ ἡδονῆς προσήκαντο. Τὸ δὲ αἴτιον οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν τῶν κακουμένων διαστροφήν. Νόει τὸ κριτήριον τῆς ἡμετέρας ψυχῆς. Ἐπεὶ καὶ ζυγὸς ἐὰν ἔχῃ παρασαλευομένην τὴν πλάστιγγα, οὐ κρίνει δικαίως τὰ σταθμητὰ περιφερόμενος. Καὶ ψυχὴ ἐὰν μὴ ἔχῃ τὴν πλάστιγγα τῶν οἰκείων λογισμῶν πεπηγυῖαν καὶ προσηλωμένην ἀσφαλῶς τῷ νόμῳ τοῦ Θεοῦ, οὐ δυνήσεται κρῖναι καλῶς τὰ πράγματα, ἀλλὰ περιφέρεται καὶ καθέλκεται. Ἐπεὶ εἴ τις ἀκριβῶς ἐξετάσειε, πολλὴν ὄψεται τῆς ἀδικίας τὴν πικρίαν, οὐ τοῖς πάσχουσιν, ἀλλὰ τοῖς ποιοῦσι, καὶ τούτοις μᾶλλον ἢ ἐκείνοις. Καὶ μήπω περὶ τῶν μελλόντων, ἀλλὰ τέως περὶ τῶν ἐνταῦθα διαλεχθῶμεν, οὐχὶ μάχας ἔχει καὶ δικαστήρια, καὶ κατάγνωσιν καὶ φθόνον καὶ κακηγορίαν; τί τούτων πικρότερον; οὐχὶ ἀπεχθείας; οὐχὶ πολέμους; οὐχὶ κατηγορίας; Οὐ τὸ συνειδὸς μαστίζον ἡμᾶς συνεχῶς καὶ δάκνον; Ἐβουλόμην, εἴ γε δυνατὸν ἦν, ἐξελκύσαι τοῦ σώματος τὴν ψυχὴν τοῦ ἀδίκου, καὶ εἶδες ἂν αὐτὴν ὠχρὰν, τρέμουσαν, αἰσχυνομένην, ἀγωνιῶσαν, καταδικάζουσαν ἑαυτήν. Κἂν γὰρ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπέσωμεν, τὸ κριτήριον τοῦ νοῦ οὐ διαφθείρεται, ἀλλ' ἕστηκεν ἀδέκαστον· καὶ οὐδεὶς καλὸν εἶναι λέγων τὴν ἀδικίαν μετέρχεται, ἀλλὰ προφάσεις πλάττει, καὶ πάντα ποιεῖ, ὥστε κἂν διὰ ῥημάτων ἀποδύσασθαι τὸ ἔγκλημα· ἀλλ' οὐχὶ καὶ ἀπὸ τοῦ συνειδότος δυνήσεται. Ἐνταῦθα μὲν γὰρ καὶ κομψεία λόγων, καὶ ἀρχόντων διαφθορὰ, καὶ πλήθη κολάκων δυνήσεται συσκιάσαι τὸ δίκαιον· ἔνδον δὲ ἐν τῷ συνειδότι οὐδὲν τούτων γίνεται, οὐ πάρεισι κόλακες, οὐ πάρεστι χρήματα τὸν κριτὴν διαφθείροντα· φυσικῶς γὰρ ἡμῖν ἔγκειται τὸ κριτήριον παρὰ τοῦ Θεοῦ· τὸ δὲ παρὰ τοῦ Θεοῦ οὐδὲν ἂν πάθοι τοιοῦτο.
5.4.1
Ἀλλὰ καὶ ὕπνοι ἀηδεῖς καὶ φαντασίαι καὶ συνεχῶς εἰς μνήμην ἐρχόμενον τὸ κακὸν λυμαίνεται τὴν ἀνάπαυσιν ἡμῶν. Οἷον, οἰκίαν τις ἀφείλετο ἀδίκως τινός· οὐχ ὁ ἀποστερούμενος στένει μόνον, ἀλλὰ καὶ ὁ ἀποστερήσας, ἐὰν μὲν ᾖ περὶ τῆς κρίσεως πεπεισμένος· εἴ γέ τις πέπεισται, καὶ σφοδρῶς στένει καὶ ὀδύρεται· ἐὰν δὲ μὴ πιστεύῃ τοῖς μέλλουσι, καὶ οὕτως ἐρυθριᾷ αἰσχυνόμενος· μᾶλλον δὲ οὐκ ἔστιν ἄνθρωπος, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, κἂν αἱρετικὸς, ὃς περὶ κρίσεως οὐ δέδοικε· κἂν μὴ περὶ τῶν μελλόντων φιλοσοφῇ, ἀλλὰ τὰ ἐνταῦθα δέδοικε καὶ τρέμει, μὴ εἰς χρήματα ἀπολάβῃ μειζόνως, μὴ εἰς τέκνα, μὴ εἰς οἰκείους, μὴ εἰς ψυχήν· καὶ γὰρ πολλὰ τοιαῦτα ποιεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ οὐκ ἰσχύει ὁ τῆς ἀναστάσεως λόγος σωφρονίσαι πάντας, καὶ ἐνταῦθα τῆς αὐτοῦ δικαιοκρισίας πολλὰ ἡμῖν τεκμήρια παρέχεται καὶ εἰς μέσον φέρει· ὁ δεῖνα πλεονεκτήσας οὐκ ἔσχε παῖδας, ὁ δεῖνα ἐν τῷ πολέμῳ ἔπεσεν, ἄλλος τὸ σῶμα ἐπηρώθη, ἕτερος παῖδα ἀπέβαλε. Ταῦτα ἐννοεῖ, ταῦτα φαντάζεται, διηνεκεῖ φόβῳ συζῇ. Οὐκ ἴστε ὅσα πάσχουσιν οἱ ἀδικοῦντες; ἢ οὐχὶ πικρὰ ταῦτα; Εἰ δὲ καὶ μηδὲν εἴη τοιοῦτον, οὐχὶ πάντες αὐτοῦ καταγινώσκουσιν; οὐχὶ πάντες μισοῦσιν; οὐχὶ πάντες ἀποστρέφονται; οὐχὶ πάντες τῶν θηρίων ἀλογώτερον εἶναί φασι, καὶ αὐτοὶ οἱ ἀδικοῦντες; Εἰ γὰρ ἑαυτοὺς καταδικάζουσι, πολλῷ μᾶλλον ἕτερον, τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν λυμεῶνα ὀνομάζοντες. Τί οὖν ἔχει ἡδύ; Οὐδὲν ἕτερον, ἢ τὸ πλείονα προσκεῖσθαι φροντίδα ὑπὲρ τῆς φυλακῆς τῆς ἐκείνων, τὸ μᾶλλον φροντίζειν καὶ μεριμνᾷν. Ὅσῳ γὰρ ἄν τις πλείονα περιβάληται χρήματα, τοσούτῳμᾶλλον ἰσχυροτέραν αὑτῷ τὴν ἀγρυπνίαν ἐργάζεται. Τί δὲ αἱ κατάραι αἱ τῶν ἀδικουμένων, αἱ ἐντυχίαι; τί δὲ, ἂν καὶ νόσος προσπέσῃ; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν νόσῳ γενόμενον, κἂν ἁπάντων ἀθεώτερος ᾖ, μὴ ἐκεῖνα μεριμνᾷν μηδὲ φροντίζειν, ὅτε οὐδὲν δύναται ἐργάσασθαι. Ἕως μὲν γὰρ ἐνταῦθα ὦμεν, ἡ ψυχὴ ἡδυπαθοῦσα οὐκ ἀνέχεται τῶν λυπηρῶν· ἐπειδὰν δὲ ἀποπηδᾷν μέλλῃ τοῦ σώματος, τότε αὐτὴν μείζων φόβος συνέχει, ἅτε εἰς αὐτὰ τοῦ δικαστηρίου τὰ πρόθυρα ἥκουσαν. Ἐπεὶ καὶ οἱ λῃσταὶ ἐν μὲν τῷ δεσμωτηρίῳ ζῶντες, ἀδεῶς ζῶσιν· ὅταν δὲ παρὰ τὸ παραπέτασμα ἀγαγών τις στήσῃ αὐτοὺς, διαλύονται τῷ φόβῳ. Ὅταν γὰρ ὁ τοῦ θανάτου φόβος ἐπιστῇ, καθάπερ πῦρ πάντα ἐκεῖνα ἐκκόψας, φιλοσοφεῖν αὐτὴν ἀναγκάζει, καὶ τὰ ἐκεῖ μεριμνᾷν· οὐκέτι χρημάτων ἐπιθυμία κατέχει, οὐκέτι πλεονεξίας ἔρως, οὐκέτι σωμάτων. Ὥσπερ οὖν νέφη ταῦτα παρελθόντα ἀφίησι τὸ κριτήριον εἶναι καθαρὸν καὶ τῆς λύπης ἐπεισελθούσης καὶ μαλαττούσης τὸ σκληρόν. Οὐδὲν γὰρ οὕτως ὡς σπατάλη πρὸς φιλοσοφίαν ἐναντίον, ὥσπερ οὖν καὶ τὸ ἐναντίον θλῖψις πρὸς φιλοσοφίαν ἐπιτήδειον. Ἐννόει μοι τίς ἔσται ὁ πλεονέκτης τότε· Ὥρα γὰρ, φησὶ, κακώσεως, ἐπιλησμονὴν ποιεῖ πολλῆς τρυφῆς. Τίς ἔσται τοὺς ἡρπασμένους ἐννοῶν, τοὺς ἠδικημένους, τοὺς πλεονεκτηθέντας; τίς ἔσται ὁρῶν τῆς πλεονεξίας ἑτέρους ἀπολαύοντας, ἑαυτὸν δὲ μέλλοντα τὴν δίκην τίνειν; Οὐ γὰρ ἔνι, οὐκ ἔνι ἐμπεσόντα μὴ καὶ ταῦτα, ὑποπτεῦσαι· πολλάκις αὐτὴ ἡ ψυχὴ στρέφεται κάτωθεν, ἀγωνιῶσα, τρέμουσα. Πόση τοῦτο πικρία; εἰπέ μοι. Ταῦτα γὰρ καθ' ἑκάστην νόσον ἀνάγκη γίνεσθαι. Εἰ δὲ καὶ κολαζομένους ἴδοι, εἰ δὲ καὶ ἀποθνήσκοντας, τί οὐ πείσεται; Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ, οὐδὲ εἰπεῖν ἔνι, ὅση ἡ κόλασις, ὅσαι αἱ τιμωρίαι, ὅσαι αἱ βάσανοι, ὅσα τὰ στρεβλωτήρια. Ταῦτα λέγομεν ἡμεῖς· Ὁ ἔχων ὦταἀκούειν, ἀκουέτω. Συνεχῶς περὶ αὐτῶν λέγομεν, οὐ βουλόμενοι λέγειν συνεχῶς, ἀλλὰ ἀναγκαζόμενοι. Ἐβουλόμεθα μὲν γὰρ μηδὲ τὴν ἀρχὴν ἡμῖν ἀνάγκην γίνεσθαι τῶν τοιούτων λόγων· εἰ δὲ μὴ, κἂν ἐξ ὀλίγης ἰατρείας ἀπαλλαγέντας τοῦ νοσήματος, ἐπὶ τὴν ὑγίειαν ὑμᾶς ἐπαναγαγεῖν· μενόντων δὲ ὑμῶν ἐν τῇ ἀῤῥωστίᾳ, ἐκλύτου καὶ βαναύσου ψυχῆς ἂν εἴη ἀποστῆναι τῆς μεθοδείας τῆς ἰατρικῆς, καὶ ἀπηνείας καὶ ὠμότητος. Εἰ γὰρ τοὺς τὰ σώματα ἀπαγορεύσαντας ἰατροὺς παρακαλοῦμεν, λέγοντες, Μὴ ἀμελήσῃς, ἀλλ' ὅλως μέχρις ἐσχάτης ἀναπνοῆς τὰ παρὰ σεαυτοῦ προσφέρων μὴ ἀνήσῃς· οὐ πολλῷ μᾶλλον ἡμεῖς ἑαυτοὺς παραινέσομεν; Ἴσως γὰρ μετὰ τὸ ἐλθεῖν εἰς αὐτὰς τοῦ ᾅδου τὰς πύλας, καὶ τῆς κακίας αὐτῆς τὰ πρόθυρα, ἀνανῆψαι δυνήσεται καὶ ἀνακτήσασθαι καὶ ῥωσθῆναι, καὶ ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς. Πόσοι ἀπὸ μὲν δεκάτης ἀκροάσεως οὐδὲ αἴσθησιν ἔλαβον, ὕστερον δὲ ἀπὸ μιᾶς μόνης ἐπεστράφησαν; μᾶλλον δὲ οὐκ ἀπὸ μιᾶς· εἰ γὰρ καὶ ἀναισθήτως εἶχον ἐν ταῖς δέκα, ἀλλ' ὅμως ἐκέρδαναν, καὶ ὕστερον τὸν καρπὸν ἀθρόον ἔδειξαν. Ὥσπερ γὰρ ἐπὶ δένδρου, τὸ δέκα λαβὸν τομὰς, καὶ μὴ καταπεσὸν ὑπὸ τῶν δέκα, ὕστερον δὲ μιᾶς ἐπαχθείσης πᾶν κατηνέχθη· οὐ τῆς μιᾶς δὲ γέγονε τομῆς, ἀλλὰ τῶν δέκα ἐστὶ τὸ τῆς ὑστέρας κατόρθωμα· καὶ ὁ μὲν πρὸς τὴν ῥίζαν ἰδὼν οἶδε τοῦτο, ὁ δὲ ἄνωθεν ἀπὸ τοῦ στελέχους καταμανθάνων οὐδὲν τοιοῦτο δύναται συνιδεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ ἰατρῶν δὲ πολλάκις πολλὰ προσενεγκάντων φάρμακα, οὐδεμία γέγονεν ὠφέλεια, ὕστερον δέ τις προσελθὼν, τὸ πᾶν κατώρθωσεν· οὐκ ἐκείνου δέ ἐστι μόνου τὸ ἔργον, ἀλλὰ καὶ ἐκείνων τῶν ἤδη κατεργασαμένων τὸ πάθος. Ὥστε κἂν μὴ νῦν δῶμεν τῆς ἀκροάσεως τοὺς καρποὺς, ὕστερον δώσομεν· ὅτι γὰρ δώσομεν, σφόδρα πέπεισμαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοσαύτην φιληκοΐαν, καὶ τοσοῦτον πόθον διαπεσεῖν· μὴ γένοιτο· ἀλλὰ πάντες ἄξιοι τῶν τοῦ Χριστοῦ παραινέσεων γενόμενοι, τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν.

Intertext edge

Open linked passage

Note