Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Timotheum
John ChrysostomTimo 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.0.1
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.
7.1.1
Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως· καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆςἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισμῶν πάλιν· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα ἔσονται, οὐδὲν θαυμαστὸν εἶναι καὶ ἐφ' ἡμῶν. Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας διαβάλλων λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων. Καὶ εὐθέως τὸ πάντων αἴτιον τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα πάντα τίκτεται, τὴν ὑπεροψίαν. Ὁ τούτῳ ἁλοὺς τῷ πάθει οὐδὲ τὰ οἰκεῖα σκοπεῖ. Ὅταν γὰρ μὴ τὰ τοῦ πλησίον τις σκοπῇ, ὅταν τῶν ἐκείνου ἀμελῇ, πῶς τὰ ἑαυτοῦ σκοπήσει; Ὥσπερ γὰρ ὁ τὰ τοῦ πλησίον ὁρῶν, τὰ αὑτοῦ καλῶς θήσεται ἐν τοῖς ἐκείνου· οὕτως ὁ καταφρονῶν τὰ ἐκείνου, καὶ τὰ αὑτοῦ ὑπερόψεται. Εἰ γὰρ μέλη ἀλλήλων ἐσμὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου μόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώματος· καὶ ἡ τοῦ πλησίον βλάβη, οὐ μέχρις ἐκείνου μόνον ἵσταται, ἀλλὰ καὶ ἅπαντα λοιπὸν κατατείνει ταῖς ὀδύναις. Εἰ οἰκοδομή ἐσμεν, ὅπερ ἂν πάθῃ μέρος, καὶ τῷ λοιπῷ λυμαίνεται· ἂν δὲ ᾖ στεῤῥὸν, καὶ τὸ λοιπὸν διαβαστάζειν δύναται. Οὕτω δὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὑπερεῖδες τοῦ ἀδελφοῦ; σαυτὸν ἠδίκησας. Πῶς; Τὸ μέλος τὸ σὸν βλάβην ὑπέστη οὐ μικράν. Εἰ γὰρ ὁ χρημάτων μὴ μεταδιδοὺς εἰς τὴν γέενναν ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις ὁρῶν κινδυνεύοντα, καὶ χεῖρα μὴ ὀρέγων, πολλῷ μᾶλλον ἐκείνου τοῦτο πείσεται, ὅσῳ καὶ ἐν μείζονι ἡ ζημία γέγονεν· Ἔσονται γὰρ, φησὶν, οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν ὁ μάλιστα ἑαυτὸν μὴ φιλῶν· ὁ δὲ φιλάδελφος, οὗτος μᾶλλόν ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν. Ἀπὸ τούτου ἡ φιλαργυρία. Τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ μικρολόγον. Φιλάργυροι. Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. Ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος, εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ. Οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται· πολλάκις κάτωθεν ἄνεισιν. Ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν Δεσπότην· ὁ δὲ τῶν ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων· διδασκαλία γὰρ αὕτη κακὴ, διδάσκουσα ἡμᾶς τοῦ Θεοῦ καταφρονεῖν. Καὶ ἐν αὐτῷ μὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶμεν, ὅταν ἀλλήλων καταφρονῶμεν, τοῦ κελεύσαντος πολλὴν εἰς ἀλλήλους ἐπιδείκνυσθαι τὴν σπουδήν. Πλὴν καὶ ἑτέρως, εἰ βούλεσθε, ἐκ παραδείγματος τοῦτο ποιήσω φανερόν. Κατεφρόνησε τοῦ ἀδελφοῦ ὁ Κάϊν, κατεφρόνησεν εὐθέως καὶ τοῦ Θεοῦ. Πῶς κατεφρόνησεν; Ὅρα πῶς ὑβριστικῶς ἀποκρίνεται πρὸς τὸν Θεόν· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Κατεφρόνησε πάλιν τοῦἀδελφοῦ ὁ Ἡσαῦ, καὶ κατεφρόνησε τοῦ Θεοῦ. Διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς, ὅτι Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Διὸ καὶ Παῦλός φησι· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ. Κατεφρόνησαν τοῦ Ἰωσὴφ οἱ ἀδελφοὶ, κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οἱ Ἰσραηλῖται κατεφρόνησαν Μωϋσέως· διὰ τοῦτο κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οὕτω καὶ οἱ υἱοὶ Ἠλεὶ κατεφρόνουν τοῦ λαοῦ, κατεφρόνουν καὶ τοῦ Θεοῦ. Βούλει δὲ καὶ ἐκ τοῦ ἐναντίου ἰδεῖν; Ὁ Ἀβραὰμἐφείσατο τοῦ ἀδελφοῦ, ὑπήκουσε καὶ τῷ Θεῷ· καὶ δῆλόν ἐστιν ἐκ τῆς ὑπακοῆς τῆς ἐπὶ τοῦ υἱοῦ Ἰσαὰκ, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς. Πάλιν ὁ Ἄβελ ἐπιεικὴς ὢν πρὸς τὸν ἀδελφὸν, εὐλαβὴς ἦν καὶ πρὸς τὸν Θεόν. Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων, ἵνα μὴ μάθωμεν καὶ τοῦ Θεοῦ καταφρονεῖν· τιμῶμεν ἀλλήλους, ἵνα μάθωμεν καὶ τὸν Θεὸν τιμᾷν. Ὁ θρασὺς κατὰ ἀνθρώπων, καὶ κατὰ τοῦ Θεοῦ γίνεται θρασύς. Ὅταν δὲ καὶ φιλαργυρία, καὶ φιλαυτία, καὶ ἀπόνοια κατὰ ταυτὸν συνέλθῃ, τί λοιπὸν λείπεται πρὸς τελείαν ἀπώλειαν; τὸ πᾶν διέφθαρται, καὶ πολὺς τῶν ἁμαρτημάτων ἐπιῤῥεῖ βόρβορος. Ἀχάριστοι, φησί. Πῶς γὰρ ὁ φιλάργυρος εὐχάριστος ἔσται; τίνι εἴσεται χάριν; Οὐδενί· πάντας ἐχθροὺς ἡγεῖται, τὰ πάντων θέλων λαβεῖν. Κἂν γὰρ τὴν πᾶσαν οὐσίαν κενώσῃς, οὐδεμίαν οἶδέ σοι χάριν· ἀγανακτεῖ, ὅτι μὴ πολλὰ εἶχες, καὶ πολλῶν αὐτὸν πεποίηκας κύριον. Κἂν τῆς οἰκουμένης αὐτὸν δεσπότην ποιήσῃς, οὐκ οἶδέ σοι χάριν· οὐδὲν γὰρ ἡγεῖται εἰληφέναι. Ἀκόρεστος ἡ ἐπιθυμία τούτου. Νόσου γάρ ἐστιν ἐπιθυμία. Τοιαῦται δὲ αἱ τῶν νόσων ἐπιθυμίαι.
7.2.1
Καὶ ὁ πυρέττων οὐδέποτε ἐμφορηθῆναι δύναται, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ μεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ. Οὕτω καὶ ὁ περὶ χρήματα μαινόμενος, οὐδέποτε οἶδε τὴν ἐπιθυμίαν ἐμπλῆσαι· μηδέποτε δὲ ἐμπιπλάμενος, ὅσα ἂν κενώσῃς, οὐκ εἴσεταί σοι χάριν. Ἐκείνῳ γὰρ εἴσεται μόνῳ τῷ δεδωκότι ὅσα βούλεται· τοῦτο δὲ οὐδεὶς δυνήσεται ποιῆσαι· οὐ γὰρ ἔχει μέτρον ἃ βούλεται· οὐκοῦν οὐδενὶ εἴσεται χάριν. Οὐδὲν οὕτως ἀχάριστον, ὡς φιλάργυρος· οὐδὲν οὕτως ἀναίσθητον, ὡς φιλοχρήματος· τῆς οἰκουμένης ἁπάσης ἐστὶν ἐχθρός· ἀγανακτεῖ ὅτι εἰσὶν ἄνθρωποι· βούλεται γὰρ πάντα ἐρημίας εἶναι μεστὰ, ὥστε τὰ πάντων ἔχειν αὐτός. Καὶ πολλὰ τοιαῦτα φαντάζεται· Εἰ ἐγένετο σεισμὸς ἐν τῇ πόλει, φησὶν, εἶτα πάντων καταχωσθέντων, ἐγὼ μόνος περιελείφθην, ὥστε τὰ πάντων λαβεῖν εἰ δυνατόν· εἰ ἐπῆλθε λοιμὸς, καὶ πάντας ἀπώλεσε τοῦ χρυσίου χωρίς· εἰ καταποντισμὸς ἐγένετο, εἰ θαλάττης ἐπίκλυσις· καὶ μυρία τοιαῦτα ἐπινοεῖ· χρηστὸν μὲν οὐδὲν, σεισμὸς δὲ καὶ σκηπτοὺς καὶ πολέμους καὶ λοιμοὺς, καὶ πάντα τὰ τοιαῦτα γενέσθαι εὔχεται. Εἰπὲ δή μοι, ἄθλιε καὶ ταλαίπωρε καὶ παντὸς ἀνδραπόδου δουλικώτερε, εἰ πάντα ἦν χρυσὸς, οὐκ ἂν ἀπηλλάγης ὑπὸ τοῦ χρυσοῦ, λιμῷ διαφθαρείς; εἰ σεισμὸς ἐγένετο, τῆς οἰκουμένης καταποθείσης, ἀπωλώλεις ἂν καὶ σὺ ὑπὸ τῆς ὀλεθρίας ταύτης ἐπιθυμίας· οὐ γὰρ ὄντος ἀνθρώπου ἐπὶ τῆς γῆς, οὐκ ἄν σοι τὰ τῆς ζωῆς συγκεκρότητο. Θῶμεν γὰρ πάντας ἄρδην ἠφανίσθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, εἶτα τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον αὐτομάτως πως εἰς σὲ περιεληλυθέναι (καὶ γὰρ μωρὰ καὶ ἀδύνατα φαντάζονται), καὶ τὸν πλοῦτον ἐκείνων, τὸν χρυσὸν, τὸν ἄργυρον, τὰ ἱμάτια τὰ σηρικὰ, τὰ διάχρυσα πάντα αὐτομάτως εἰς τὰς σὰς χεῖρας ἐλθεῖν· τί τὸ κέρδος; οὕτως ἂν μάλιστα θάνατός σε κατέλαβεν, ἀρτοκόπωνοὐκ ὄντων, γεωργῶν οὐκ ὄντων, θηρίων ἐπινεμομένων, δαιμόνων ἐκδειματούντων σοι τὴν ψυχήν. Καὶ νῦν μὲν αὐτὴν κατέχουσι δαίμονες καὶ πολλοί· τότε δὲ ἄν σε καὶ εἰς ἔκπληξιν ἤγαγον, κἂν εὐθέως ἀπώλεσαν. Ἀλλ' οὐκ ἐβουλόμην, φησὶν, ἀλλ' εἶναι καὶ γεωργοὺς καὶ ἀρτοκόπους. Ἀλλ' ἔμελλον κἀκεῖνοι δαπανᾷν. Ἀλλ' οὐκ ἐβουλόμην αὐτοὺς δαπανᾷν. Οὕτως ἀκόρεστος ἡ ἐπιθυμία αὕτη. Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀμηχανίαν πραγμάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν. Τί οὖν, εἰπέ μοι; βούλει λιθίνους εἶναι τοὺς ἀνθρώπους; Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν, καὶ τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ· ἀεὶ πεινᾷ, ἀεὶ διψᾷ. Εἰπὲ δή μοι, τοῦτον οὐκ ἐλεήσομεν οὐδὲ δακρύσομεν; Ἀλλ' ἐν μὲν τοῖς σώμασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιμία λεγομένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν ἐμφορούμενος, τοῦ λιμώττειν μὴ ἀπαλλάττηται· ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσομεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιμία γὰρ ψυχῆς ἡ φιλαργυρία, ἣ πολλῶν μὲν ἐμπίπλαται, οὐδέποτε δὲ ἵσταται, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἀεὶ κατατείνεται. Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι; Οὐκ ἔστι χρημάτων πλῆθος, ὃ τὴν ἀκόρεστον νηδὺν ἐμπλῆσαι δύναται. Οὐκ αἰδεσθησόμεθα τοίνυν ἡμεῖς, εἰ περὶ μὲν χρημάτων οὕτω τινὲς μεμήνασι, περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιμότερος ἡμῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλλήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι· ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα, οὐδὲ ἀπέχθειαν ἀναδέξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουμένων ἀμῦναι, τὰς τῶν δυναστευόντων ἔχθρας ὑποστελλόμενοι καὶ τοὺς κινδύνους, προδιδόαμεν τὸν ἠδικημένον· καὶ δύναμιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλλυμεν αὐτὴν διὰ τὸ μὴ βούλεσθαι μισεῖσθαι μηδὲ ἀπεχθάνεσθαι· καὶ εὐθέως τοῦτο προβάλλονται οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες, εἰκῆ μὴ μισοῦ. Τοῦτο δὲ εἰκῆ μισεῖσθαί ἐστι; τί δὲ τοῦ μίσους τούτου κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον. Ὅταν γὰρ φιλώμεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται ἐσμὲν τῆς τιμῆς· ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης ἐστὶ τοῦ μισθοῦ. Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ φιλοχρήματοι, οὐκ ἴσασι μέτρον ἀγάπης· ἡμεῖς δὲ κἂν μικρόν τι ἐργασώμεθα, τὸ πᾶν ἠνυκέναι νομίζομεν. Ὡς ἐκεῖνοι τὸν χρυσὸν φιλοῦσιν, ἡμεῖς τὸν Θεὸν οὐ φιλοῦμεν, ἀλλ' οὐδὲ τὸ πολλοστὸν μέρος. Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν μανίαν ἔχουσι· πολλὴ ἡμῶν κατάγνωσις ὅτι οὐ μαινόμεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ' ὅσον τῇ γῇ (γῆ γὰρ ὁ χρυσὸς ὁ μεταλλικὸς), ὅσην τῇ γῇ τιμὴν ἀπονέμουσιν ἐκεῖνοι, τοσαύτην οὐκ ἀπονέμομεν ἡμεῖς τῷ πάντων Δεσπότῃ.
7.3.1
Ἴδωμεν αὐτῶν τὴν μανίαν, καὶ αἰδεσθῶμεν. Τί γὰρ, εἰ καὶ ἡμεῖς μὴ περικαιόμεθα τοῦ χρυσοῦ, ἀλλ' οὐδὲ τοῦ Θεοῦ δεόμεθα σπουδαίως; Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐσίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν· πολλάκις γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντεςἀπῆλθον εἰκῆ πονήσαντες· ἡμεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόμεθα τοῦ ποθουμένου, ἂν αὐτὸν ἀγαπήσωμεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦμεν, ἀλλὰ πάντα κατεψύξαμεν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, τὴν πρὸς τὸν Θεόν· ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν, ἔχειν τι γενναῖον καὶ φρόνημα ἀνδρεῖον. Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία· Ἐν τούτῳ, φησὶν, ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν· οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης ὅπουπερ ἂν ἐμπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυμαινόμενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸς ὑποδοχὴν τῶν σπερμάτων ἐργάζεται. Ἔνθα ἐστὶν ἀγάπη, πάντα ἀνῄρηται τὰ κακά· οὐκ ἔστιν ἡ φιλαργυρία ἡ ῥίζα τῶν κακῶν, οὐκ ἔστι φιλαργυρία, οὐκ ἔστιν ἀλαζονεία· τί γὰρ ἄν τις κατὰ τοῦ φίλου ἀλαζονεύσαιτο; Οὐδὲν μὲν οὖν οὕτω ποιεῖ ταπεινὸν ὡς ἀγάπη. Καὶ γὰρ τὰ τῶν οἰκετῶν τοῖς φίλοις διακονούμεθα, καὶ οὐκ αἰσχυνόμεθα, ἀλλὰ καὶ χάριν ἴσμεν τῆς δουλείας ταύτης αὐτοῖς· χρημάτων οὐ φειδόμεθα, ἀλλ' οὐδὲ σωμάτων πολλάκις· ἤδη γάρ τις καὶ ὑπερεκινδύνευσε τοῦ φιλουμένου. Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ γνησία φιλία· οὐ γὰρ μόνον οὐ διαβάλλομεν τοὺς φίλους, ἀλλὰ καὶ τοὺς διαβάλλοντας ἐπιστομίζομεν. Πάντα γαληνὰ, πάντα ἥμερα, μάχης καὶ φιλονεικίας οὐδὲ ἴχνος φαίνεται· πάντα εἰρήνης μεστά· Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη· οὐδὲν ἀηδὲς παρ' αὐτῇ. Πῶς; Αὐτὰ γὰρ τὰ ἁμαρτήματα, πλεονεξία, ἁρπαγὴ, φθόνος, κακηγορία, ἀπόνοια, ἐπιορκία, ψεῦδος, ταῦτα πάντα καταλύεται, τῆς ἀγάπης οὔσης· ἐπιορκοῦσι γὰρ οἱ ἐπιορκοῦντες ἁρπάσαι βουλόμενοι· τὸν δὲ ἀγαπώμενον οὐδεὶς ἂν ἁρπάσειεν, ἀλλὰ καὶ προσδοίη τὰ ἑαυτοῦ τῷ φιλουμένῳ· χάριν γὰρ ἔχομεν μᾶλλον, ἢ εἰ λάβοιμεν παρ' αὐτοῦ. Ἴστε ταῦτα ὅσοι φίλους ἐσχήκατε· φίλους οὐ μέχρι ὀνόματος λέγω, οὐδὲ ἐκ ψιλῆς προσηγορίας, ἀλλ' εἴ τις ἠγάπησεν ὡς ἀγαπᾷν ἔδει, εἴ τις προσεδέθη τινί. Εἰ δέ τινες οὐκ ἴσασι, παρὰ τῶν εἰδότων μαθέτωσαν. Νῦν διηγήσομαι ὑμῖν ἀπὸ τῶν Γραφῶν φιλίαν θαυμαστήν. Ὁ τοῦ Σαοὺλ υἱὸς Ἰωνάθαν ἐφίλησε τὸν Δαυῒδ, Καὶ συνεδέθη αὐτῷ, φησὶν, ἡ ψυχή· οὕτως, ὡς καὶ θρηνῶν αὐτὸν λέγειν, Ἐπέπεσεν ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Εἰς θάνατον ἐτραυματίσθης ἐμοί. Τί οὖν; ἐκεῖνος ἄρα ἐφθόνησεν αὐτῷ; Οὐδαμῶς, καίτοι γε εἶχεν ἀνάγκην τοῦ φθονεῖν. Πῶς; Ἀπὸ γὰρ τῶν πραγμάτων ἑώρα τὴν βασιλείαν ἐρχομένην εἰς αὐτὸν, καὶ ὅμως οὐδὲν ἔπαθε τοιοῦτον· οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ ἐμὲ ἀποστερήσων τῆς βασιλείας τῆς πατρικῆς, ἀλλὰ συγκατεσκεύαζεν αὐτῷ τὴν ἀρχὴν, καὶ τοῦ πατρὸς οὐκ ἐφείδετο διὰ τὸν φίλον. Ἀλλὰ μή τις αὐτὸν πατραλοίαν νομιζέτω· οὐ γὰρ ἠδίκει τὸν πατέρα, ἀλλὰ τὰς ἐπιβουλὰς καὶ τὰς ἀδικίας κατεῖχε. Μᾶλλον ἐφείδετο, ἢ ἠδίκει· οὐκ ἀφῆκεν αὐτὸν εἰς φόνον ἄδικον ἐκβῆναι. Ἠθέλησε καὶ ἀποθανεῖν πολλάκις δι' αὐτόν. Οὐ κατηγόρησεν, ἀλλὰ καὶ τὸν πατέρα ἐπεστόμισεν· οὐκ ἐφθόνησεν, ἀλλὰ καὶ συγκατεσκεύασεν· οὐ χρημάτων αὐτῷ μετέδωκε μόνον, ἀλλὰ καὶ σωτηρίας. Τί λέγω χρημάτων; καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ προήκατο. Οὐκ ᾐδέσθη τὸν γεγεννηκότα διὰ τὸν φίλον, ἐπειδὴ ὁ μὲν ἀδίκοις ἐπεχείρει πράγμασιν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνῄδει τοιοῦτον. Ἐκεῖ μὲνοὖν μετὰ τοῦ δικαίου ἦν ἡ φιλία· οὗτος οὖν ὁ Ἰωνάθαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὸν Δαυΐδ. Οὐκ ἐγένετο αὐτῷ καιρὸς ἀποδοῦναι τὰς ἀμοιβάς· προανηρπάσθη γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ Δαυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπώλετο. Τί οὖν; ἐν οἷς ἦν δυνατὸν καὶ ἐξῆν, ἴδωμεν πῶς ἐπεδείκνυτο τὴν φιλίαν ὁ δίκαιος. Καλὸς ἐμοὶ, φησὶν, Ἰωνάθαν· εἰς θάνατον ἐτραυματίσθης ἐμοί. Ἆρα τοῦτο μόνον; οὐ μικρὸν γὰρ καὶ τοῦτο· πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων ἐξήρπασεν, ἀπομνημονεύων τοῦ πατρὸς τὴν χάριν· καὶ διετέλει καθάπερ υἱοῦ τινος ἔγγονα διατηρῶν καὶ διαφυλάττων. Τοιαύτην ἐγὼ βούλομαι φιλίαν πάντας ἔχειν, καὶ πρὸς ζῶντας καὶ πρὸς ἀπελθόντας.
7.4.1
Αἱ γυναῖκες ἀκουέτωσαν (μάλιστα γὰρ διὰ τοῦτο εἶπον πρὸς ἀπελθόντας), αἱ δευτέροις ὁμιλοῦσαι γάμοις, καὶ τὴν εὐνὴν διαφθείρουσαι τοῦ τετελευτηκότος, αἱ στέρξασαι τὸν πρότερον. Οὐκ ἀπαγορεύων τὸν δεύτερον γάμον, οὐδὲ ἀκόλαστον εἶναι λέγων, ταῦτά φημι· οὐ γὰρ ἀφίησί με ὁ Παῦλος, χαλινὸν ἐπιτιθείς μου τῷ στόματι, καὶ λέγων ταῖς γυναιξὶν, Ἐὰν δὲ καὶ γήμῃ, οὐχ ἥμαρτεν. Ἀλλ' ἴδωμεν καὶ τὸ ἑξῆς· Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ· πολλῷ τοῦτο βέλτιον ἐκείνου. Διὰ τί; Διὰ πολλά. Εἰ γὰρ τοῦ γαμῆσαι τὸ μηδ' ὅλως γαμῆσαι βέλτιον, πολλῷ μᾶλλον τοῦτο ἐκείνου βέλτιον. Ἀλλ' οὐκ ἤνεγκάν τινες, φησὶ, τὴν χηρείαν, ἀλλὰ συμφοραῖς περιέπεσον· οὐ γὰρ ἔγνωσαν τί ἐστι χηρεία. Οὐ τοῦτό ἐστι χηρεία, τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις, ὥσπερ οὖν οὐδὲ παρθενία τοῦτό ἐστι τὸ ἀπειρόγαμον εἶναι· ἀλλὰ τί; Ὥσπερ ἐκεῖ τὸ εὔσχημον καὶ εὐπρόσεδρον, οὕτως ἐνταῦθα τὸ μεμονῶσθαι, τὸ προσκαρτερεῖν ταῖς δεήσεσι, τὸ τρυφῆς ἀπηλλάχθαι καὶ σπατάλης· Ἡ γὰρ σπαταλῶσα, φησὶ, ζῶσα τέθνηκεν. Εἰ μέλλοις χήρα μένουσα τὸν αὐτὸν κόμπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν, καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαμῆσαι· οὐ γὰρ ἡ μίξις κακὸν, ἀλλ' ἡ πολυπραγμοσύνη. Σὺ δὲ τὸ μὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ' ὑπὸ ἔγκλημα ὂν, τοῦτο ὑπομένεις. Διὰ τοῦτο ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ, ἐπειδὴ οὐκ ἔγνωσαν χηρεῦσαι καλῶς. Βούλει μαθεῖν τί ἐστι χήρα, καὶ τί τὸ τῆς χήρας ἀξίωμα; ἄκουε Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος ᾖς πλούτου περιβεβλημένη πολὺν ὄγκον, εἰκότως οὐ φέρεις τὴν χηρείαν. Μετάθες τοίνυν τὸν πλοῦτον τοῦτον εἰς τὸν οὐρανὸν, καὶ ἔσται σοι φορητὸν τῆς χηρείας τὸ φορτίον. Τί οὖν, ἂν παῖδας ἔχω τοῦπατρῴου κλήρου διαδόχους, φησί; Παίδευε κἀκείνους χρημάτων καταφρονεῖν· τὰ σαυτῆς μετάθες, ἐκείνοις ἀπονείμασα τοσοῦτον ὅσον ἀρκεῖ· παίδευε κἀκείνους εἶναι χρημάτων κρείττους. Τί οὖν, ἂν περιῤῥέῃ, φησὶν, ἀνδραπόδων πλῆθος; ἐὰν πραγμάτων ἐσμὸς, χρυσίον, ἀργύριον; πῶς ἱκανὴ πρὸς ταύτην ἔσομαι τὴν φυλακὴν, δεομένη ἀνδρὸς προστασίας; Σκῆψις ταῦτα καὶ πρόφασις· καὶ τοῦτο δῆλον πολλαχόθεν. Εἰ γὰρ μὴ ἐφίεσαι χρημάτων, μηδὲ πλείω τὰ ὄντα ποιῆσαι θέλεις, κοῦφόν σοι τὸ φορτίον· φορτικώτερον τοῦ φυλάξαι πολλῷ πλέον ἐστὶ τὸ περιβαλέσθαι. Ἂν τοίνυν τὸ ἓν ἐκκόψῃς, τὸ περιβαλέσθαι, φησὶ, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις χορηγῇς, ὁ Θεὸς ὑπερασπιεῖ τὴν χεῖρα τὴν αὐτοῦ· κἂν ὄντως τῆς τῶν ὀρφανῶν κληρονομίας προεστῶσα ταῦτα λέγῃς, οὐχὶ δὲ προφάσει ταύτης κέκτησαι φιλαργυρίᾳ, οἶδεν ὁ τὰς καρδίας ἐμβατεύων ἐν ἀσφαλεῖ τὸν ἐκείνων καταστῆσαι πλοῦτον, αὐτὸς ὁ ἐπιτάξας τεκνοτροφεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οἰκίαν ὑπὸ ἐλεημοσύνης ἐῤῥιζωμένην παθεῖν τι δεινόν· ἀλλὰ κἂν πάθῃ πρὸς καιρὸν, εἰς ἀγαθὸν τελευτήσει. Τοῦτο μᾶλλον ἀσπίδος καὶ δόρατος ἔσται πάσῃ τῇ οἰκίᾳ. Ἄκουε τί φησιν ὁ διάβολος περὶ τοῦ Ἰώβ· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω; Διὰ τί; ἄκουε αὐτοῦ Ἰὼβ λέγοντος· Ὀφθαλμὸς ἤμην τυφλῶν, φησὶ, ποῦς χωλῶν, πατὴρ ὀρφανῶν. Ὥσπερ ὁ μὴ ἀποσχίζων ἑαυτὸν τῶν ἀλλοτρίων συμφορῶν, οὐδέποτε οὐδὲ ἐν τοῖς οἰκείοις πείσεταί τι κακοῖς, ὅταν ἐν τῷ συναλγεῖν μανθάνῃ· οὕτως ὁ μὴ βουλόμενος τὴν ἀπὸ τῆς συμπαθείας φέρειν λύπην, ἐν τοῖς ἑαυτοῦ ταῦτα εἴσεται πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος ἡ χεὶρ, τοῦ ποδὸς σηπομένου, ἂν μὴ συμπαθῇ καὶ τραῦμα καθάρῃ καὶ φάρμακον ἐπιθῇ καὶ ἀποπλύνῃ ἰχῶρα, ἐν τοῖς ἑαυτῆς τοῦτο πείσεται κακοῖς, καὶ ἡ μὴ βουληθεῖσα διακονῆσαι ἑτέρῳ ἐκτὸς οὖσα τοῦ πάθους, αὐτὴ ἔνοχος ἔσται τῷ πάθει· ἐκεῖθεν γὰρ ἕρπον τὸ κακὸν ἥξει καὶ ἐπὶ ταύτην, καὶ οὐκέτι περὶ διακονίας ὁ λόγος αὐτῆς ἔσται, ἀλλὰ περὶ ἰατρείας καὶ ἀπαλλαγῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὴ βουλόμενος ἑτέροις συμπάσχειν, αὐτὸς ἀλγήσει. Περιέφραξας αὐτοῦ, φησὶ, τὰ ἔσω καὶ τὰ ἔξω, καὶ οὐ τολμῶ ἐπελθεῖν. Ἀλλ' ἔπαθε, φησὶ, δεινά. Ἀλλὰ τὰ δεινὰ ἐκεῖνα πολλῶν ἐγένετο ἀγαθῶν αἰτία· διπλασίων ἡ οὐσία, μείζων ὁ μισθὸς, πλείων ἡ δικαιοσύνη, λαμπροὶ οἱ στέφανοι, φαιδρὰ τὰ βραβεῖα, καὶ τὰ πνευματικὰ καὶ τὰ βιωτικὰ ηὐξήθη. Ἀπώλεσε παῖδας; ἀλλ' ἔλαβεν, οὐ τοὺς αὐτοὺς, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων, καὶ ἐκείνους δὲ ἔσωζεν ἐν τῇ ἀναστάσει. Εἰ τοὺς αὐτοὺς ἀνέλαβεν, ἠλάττωτο ἂν αὐτῷ τὰ τοῦ ἀριθμοῦ· νῦν δὲ ἑτέρους δοὺς ἀντ' ἐκείνων, καὶ ἐκείνους ἐν τῇ ἀναστάσει παραστήσει. Ταῦτα πάντα αὐτῷ ἀπὸ τοῦ πρόχειρον αὐτὸν εἶναι περὶ τὰς ἐλεημοσύνας ὑπῆρξεν· ὅπερ καὶ ἡμεῖς ποιήσωμεν, ἵνα τῶν αὐτῶν ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀμήν.

Intertext edge

Open linked passage

Note