Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Timotheum
John ChrysostomTimo 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.0.1
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι.
8.1.1
Εἴ τις ἐπὶ τοῖς αἱρετικοῖς ἀσχάλλει νῦν, ἐννοείτω, ὅτι καὶ ἐξ ἀρχῆς τοιαῦτα γέγονεν, ἀεὶ τοῦ διαβόλου τῇ ἀληθείᾳ τὸ ψεῦδος παρυφιστῶντος. Ἐπηγγείλατο ὁ Θεὸς ἐξ ἀρχῆς τὰ ἀγαθὰ, ἦλθε καὶ ὁ διάβολος ἐπαγγελλόμενος· ἐφύτευσε παράδεισον, ἠπάτησεν ἐκεῖνος, εἰπὼν, Ἔσεσθε ὡς θεοί. Ἐπειδὴ γὰρ ἔργοις οὐδὲν ἐδείκνυ, ῥήμασι τὰ μείζονα ὑπισχνεῖται. Τοιοῦτον γὰρ οἱ ἀπατεῶνες. Μετὰ ταῦτα ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ, εἶτα οἱ υἱοὶ τοῦ Σὴθ καὶ αἱ θυγατέρες τῶνἀνθρώπων, εἶτα ὁ Χὰμ καὶ ὁ Ἰάφεθ, ὁ Ἀβραὰμ καὶ ὁ Φαραὼ, ὁ Ἰακὼβ καὶ ὁ Ἡσαῦ· καὶ μέχρι τέλους οὕτως ἐστὶν, ὁ Μωϋσῆς καὶ οἱ μάγοι, καὶ οἱ προφῆται καὶ οἱ ψευδοπροφῆται, οἱ ἀπόστολοι καὶ οἱ ψευδαπόστολοι, ὁ Χριστὸς καὶ ὁ ἀντίχριστος. Καὶ πρότερον οὖν, καὶ τότε τὰ αὐτὰ ἦν. Τότε ὁ Θευδᾶς, τότε ὁ Σίμων, ὅτε οἱ ἀπόστολοι, καὶ οὗτοι οἱ περὶ Ἑρμογένην καὶ Φίλητον. Οὐκ ἔστιν οὖν ὅτε οὐ παρυφέστηκε τῇ ἀληθείᾳ τὸ ψεῦδος. Μὴ τοίνυν ἀσχάλλωμεν, ἄνωθεν ταῦτα εἴρηται. Διὰ τοῦτο ἔλεγε· Γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι. Ἄρα ὁ ἀχάριστος ἀνόσιος· εἰκότως. Ὁ γὰρ περὶ τὸν εὐεργέτην ἀχάριστος, τίς ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; Ὁ ἀχάριστος ἄσπονδος, ὁ ἀχάριστος ἄστοργος. Διάβολοι, φησί· τουτέστι, κακήγοροι. Οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν. Ἀκρατεῖς, καὶ γλώσσης καὶ γαστρὸς καὶ τῶν ἄλλων ἁπάντων. Ἀνήμεροι. Ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν τις φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. Ἀφιλάγαθοι, προδόται, προπετεῖς. Προδόται, τῆς φιλίας· Προπετεῖς, τουτέστιν, οὐδὲν βεβηκὸς ἔχοντες. Τετυφωμένοι· ἀπονοίας πεπληρωμένοι. Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πώς φησιν· Ἔχοντες τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Ἀλλ' ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον τοῦτο δείκνυσι τὸ ἁμάρτημα. Τί δήποτε; Ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. Ὥσπερ γὰρ τὴν εἰκόνα πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινόν· οἷον καθάπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ὁ δὲ Προφήτης· Πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· καὶ τὸν λέοντα ἡ Γραφὴ ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· Ἐκοιμήθη, φησὶν, ὡς λέων, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν; ποτὲ δὲ εἰς τὸ ἁρπακτικόν· Ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν. Ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα παρείληπται· οἷον, τὴν καλὴν ὅταν θαυμάζειν βουλώμεθα, ταῖς γραφαῖς παρεικάζομεν, καὶ τὰς γραφομένας ὅταν θαυμάζειν βουλώμεθα, λέγομεν ὅτι λαλεῖ, ὅτι φθέγγεται· οὐ ποιοῦμεν δὲ τὸ αὐτό· ἐκεῖ μὲν γὰρ, ὅτι ἐγγὺς ὁμοιότητος ἦλθεν, ἐνταῦθα δὲ, ὅτι τοῦ κάλλους ἐγγύς. Οὕτω καὶ ἐν τῇ μορφῇ, ἐκεῖ μὲν, ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ, ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ. Ἄρα σχῆμά ἐστι μόνον χωρὶς δυνάμεως πίστις χωρὶς ἔργων· εἰκότως. Ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Θῶμεν γὰρ εἶναί τινα φιλάργυρον, προδότην, προπετῆ· εἶτα πιστεύειν ὀρθῶς· τί τὸ κέρδος ἂν μηδὲν ἔχῃ τῶν τῷ Χριστιανῷ πρεπόντων; ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων, ἀλλὰ τοὺς Ἕλληνας παρελαύνῃ τῇ ἀσεβείᾳ; ὅταν ἐπὶ λύμῃ τῶν συνόντων ᾖ; ὅταν ἐπὶ βλασφημίᾳ τοῦ Θεοῦ; ὅταν διαβάλλῃ τὸ δόγμα διὰ τῶν ἔργων; Καὶ τούτους, φησὶν, ἀποτρέπου. Εἰ τοίνυν ἐν ὑστέροις καιροῖς τοιοῦτοι ἔσονται, πῶς φησι, Καὶ τούτους ἀποτρέπου; Εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, εἰ καὶ μὴ μεθ' ὑπερβολῆς, ἀλλ' ὅμως εἶναι· τὸ δ' ἀληθὲς δι' ἐκείνου πᾶσι παραινεῖ, ὥστε ἐκτρέπεσθαι τοὺς τοιούτους. Ἐκ τούτων γάρ εἰσι, φησὶν, οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.
8.2.1
Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους, τῷ ὅπλῳ, ᾧ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο; Ἐνδύνοντες εἰς τὰς οἰκίας, φησίν. Εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Ἐνδύνοντες; τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; Καὶ αἰχμαλωτίζοντες γυναικάρια. Ὥστε γυναικάριον ὁ εὐεξαπάτητος, καὶ ἀνδρὸς πόῤῥω. Γυναικῶν δὲ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐδὲ γυναικῶν, ἀλλὰ γυναικαρίων. Σεσωρευμένα. Ὅρα πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι, ἀπὸ τῶν ἁμαρτιῶν, ἀπὸ τοῦ μηδὲν ἑαυταῖς συνειδέναι καλόν. Καὶ σφόδρα κυρίως εἶπε, Σεσωρευμένα· τὸ πλῆθος γὰρ τῶν ἁμαρτιῶν διὰ τούτου παρίστησι, καὶ τὸ ἄτακτον καὶ συγκεχυμένον. Ἀγόμενα ἐπιθυμίαις ποικίλαις. Οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς γυναῖκας εἶπεν, ἀλλὰ τοιάσδε γυναῖκας. Τί ἐστι, Ποικίλαις; Ἐνταῦθα πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην, τὴν λαγνείαν. Ποικίλαις, φησὶν, ἐπιθυμίαις, τουτέστι, χρημάτων, δόξης, τρυφῆς, αὐθαδείας, τιμῆς. Ἴσως δὲ καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται. Πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Διὰ τί ταῦτά φησιν; Οὐ συγγινώσκων αὐταῖς, ἀλλὰ καὶ σφόδρα καταπειλῶν. Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπωρώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ. Τίνες εἰσὶν οὗτοι οἱ μάγοι οἱ ἐπὶ Μωϋσέως; πῶς δὲ αὐτῶν τὰ ὀνόματα οὐδαμοῦ ἐμφέρεται ἀλλαχοῦ; Ἢ ἀγράφως παραδέδοται, ἢ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτω καὶ οὗτοι, φησὶν, ἀντιστήσονται τῇ ἀληθείᾳ, ἄνθρωποι τὸν νοῦν κατεφθαρμένοι ἀδόκιμοι περὶ τὴν πίστιν· ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Ἀλλ' οὐ προκόψουσι, φησί. Πῶς οὖν λέγει ἀλλαχοῦ, ὅτι Προκόψουσιν ἐπὶ πλεῖον ἀσεβείας· ἐνταῦθα δὲ, Οὐ προκόψουσιν; Ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καὶ πλανᾷν, οὐ στήσονται τῆς πλάνης, ἀλλ' ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· καὶ γὰρ ἡ πλάνη οὐδαμοῦ ἵσταται. Ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινας παρακρούεσθαι, ἀλλ' εὐφώρατοι ταχέως ἔσονται. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουσον τί λέγει· Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσι. Πόθεν; Πανταχόθεν· Ὥσπερ καὶ ἡ ἐκείνων ἐγένετο. Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Τοιαῦτα γὰρ τὰ μὴ φύσει καλὰ, ἀλλὰ δοκοῦντα εἶναι καλά· πρὸς καιρὸν ἀνθεῖ, καὶ φωρᾶται καὶ ἀπόλλυται. Ἀλλ' οὐ τὰἡμέτερα τοιαῦτα· καὶ τούτων σὺ μάρτυς· οὐ γὰρ ἐν ἀπάτῃ τὰ ἡμέτερα· τίς γὰρ ἂν ὑπὲρ ἀπάτης καὶ ἀποθανεῖν ἕλοιτο; Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Ὥστε ἰσχυρὸς ἔσο· οὐ γὰρ ἁπλῶς παρεγένου, ἀλλὰ παρηκολούθηκας. Ἐνταῦθα τὸν χρόνον σημαίνει πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, Παρηκολούθηκας τῇ διδασκαλίᾳ. Τοῦτο περὶ λόγου. Τῇ ἀγωγῇ· τοῦτο περὶ βίου. Τῇ προθέσει· τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς. Οὐχὶ ἔλεγον μὲν, φησὶ, ταῦτα, οὐκ ἐποίουν δὲ, οὐδὲ ἐν λόγοις μόνον ἐφιλοσόφουν. Τῇ πίστει, τῇ μακροθυμίᾳ. Πῶς οὐδέν με τούτων, φησὶν, ἐτάραττε. Τῇ ἀγάπῃ· ὅπερ οὐκ εἶχον οὗτοι. Τῇ ὑπομονῇ· ὥσπερ οὐδὲ τοῦτο. Τῇ μακροθυμίᾳ, φησί. Πρὸς τοὺς αἱρετικοὺς πολλὴν ἐπεδεικνύμην τὴν μακροθυμίαν. Τῇ ὑπομονῇ, πρὸς τοὺς διωγμούς. Τοῖς διωγμοῖς, τοῖς παθήμασι. Δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι πολλοὺς, καὶ τὸ μὴ καρτερεῖν ἐν τοῖς παθήμασιν. Ἀλλ' ὅμως ὑπὲρ τούτων πολλὰ διελέχθη, ὅτι καὶ πάλαι ἦσαν καὶ ἔσονται, καὶ χρόνος οὐδεὶς καθαρὸς τούτων, καὶ ὅτι ἡμᾶς οὐδὲν βλάψαι δυνήσονται, καὶ ὅτι ἐν τῷ κόσμῳ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἐστιν. Ὁρᾷς λοιπὸν αὐτὸν περὶ τῶν θλίψεων διαλεγόμενον; Οἷα μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τί δήποτε ταῦτα μόνα εἴρηκεν ἀπὸ πολλῶν; Ἐπειδὴ γνώριμα ἦν τῷ ἀνδρὶ τὰ λοιπά· καὶ ἴσως ὡς νεαρῶν τῶν πραγμάτων τούτων μέμνηται, οὐ τῶν πάλαι· καὶ οὐκ ἀπαριθμεῖται κατ' εἶδος· οὐ γάρ ἐστι κενόδοξος οὐδὲ φιλότιμος· πρὸς γὰρ παραμυθίαν τοῦ μαθητοῦ, οὐ πρὸς ἐπίδειξιν λέγει. Ἀντιόχειαν δὲ τὴν τῆς Πισιδίας ἐνταῦθά φησι, καὶ Λύστραν, ὅθεν ἦν ὁ Τιμόθεος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι προέδωκέ με ὁ Θεὸς, ἀλλὰ τὸν στέφανόν μοι λαμπρότερον εἰργάσατο. Οἵους διωγμοὺς ὑπέμεινα, φησὶ, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
8.3.1
Τί δὲ ὅλως λέγω περὶ ἐμαυτοῦ, φησίν; ἕκαστος τῶν θελόντων ζῇν εὐσεβῶς, διωχθήσεται. Διωγμοὺς ἐνταῦθά φησι τὰς θλίψεις, τὰς ὀδύνας. Καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα λύπης εἶναι χωρὶς, θλίψεως, ὀδύνης, πειρασμῶν· πῶς γὰρ, ὁ στενὴν καὶ τεθλιμμένην ὁδεύων ὁδόν; ὁ ἀκούσας, ὅτι Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Εἰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἔλεγεν ὁ Ἰὼβ, Πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τότε; Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες, φησὶ, προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω τούτων, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειρασμοῖς· τοιαύτη τοῦ πράγματος ἡ φύσις ἐστίν. Ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Οὐκ ἔστι πυκτεύοντα ἐν τρυφῇ εἶναι, οὐκ ἔστι παλαίοντα εὐωχεῖσθαι. Μηδεὶς τοίνυν τῶν ἀθλούντων ἄνεσιν ζητείτω, μηδεὶς ἐν εὐθυμίᾳ εἶναι. Πάλιν τὰ παρόντα ἀγὼν, πόλεμος, θλῖψις, στενοχωρία, πειρατήριον, τῶν ἀγώνων τὸ στάδιον. Ἕτεροι τῆς ἀνέσεως οἱ καιροί· οὗτος τῶν ἱδρώτων, οὗτος τῶν πόνων ὁ καιρός. Οὐδεὶς ἀποδυσάμενος καὶ ἀλειψάμενος ἄνεσιν ἐπιζητεῖ. Εἰ δὲἄνεσιν ἐπιζητεῖς, τί ἀπεδύσω; τί τὰς χεῖρας ἀντῆρας· Καὶ πῶς οὐκ ἀνταίρω, φησὶ, νῦν; Ὅταν τῶν ἐπιθυμιῶν μὴ κρατῇς, ὅταν πρὸς τὴν βίαν τῆς φύσεως μὴ μάχῃ. Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Καθάπερ ὁ προφήτης Δαυῒδ παρῄνεσε, Μὴ παραζήλου, εἰπὼν, ἐν πονηρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Οὐχ ἁπλῶς, Ἔμαθες, ἀλλὰ καὶ, Ἐπιστώθης, τουτέστιν, Ἐπίστευσας. Τί δαὶ καὶ ἐπίστευσα; Ὅτι αὕτη ἐστὶν ἡ ζωή. Κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ ὁ Ἀβραὰμ ἐναντία ἑώρα, ἀλλ' οὐδὲν ἔπαθεν· ἤκουσεν, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐκ ἐθορυβεῖτο οὐδὲ ἐταράττετο. Μηδεὶς σκανδαλιζέσθω ἐπὶ τοῖς πονηροῖς· τοῦτο ἄνωθεν εἶπεν ἡ Γραφή. Τί οὖν, ὅταν καὶ ἀγαθοὶ εὐφραίνωνται, καὶ πονηροὶ κολάζωνται; Τὸ μὲν ἕτερον εἰκὸς γενέσθαι, τὸ δὲ ἄλλο οὐκέτι· πονηροὺς μὲν γὰρ κολάζεσθαι ἔνι, ἀγαθοὺς δὲ εὐφραίνεσθαι ἀεὶ οὐκ ἔνι. Οὐδεὶς Παύλου ἴσος ἦν, ἀλλ' ὅμως ἐν θλίψει τὸν πάντα διῆγε χρόνον, ἐν δάκρυσιν, ἐν στεναγμοῖς νυκτὸς καὶ ἡμέρας. Μετὰ δακρύων γὰρ, φησὶ, νύκτα καὶ ἡμέραν τριετίαν νουθετῶν οὐκ ἐπαυσάμην· καὶ πάλιν, Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, φησίν. Οὐ σήμερον μὲν ἔχαιρεν, αὔριον δὲ ἤλγει, ἀλλὰ καθ' ἡμέραν οὐ διελίμπανεν ὀδυνώμενος Πῶς οὖν φησι, Πονηροὶ προκόψουσιν ἐπὶ τὸ χεῖρον; Οὐκ εἶπεν, ὅτι ἀνέσεως τυγχάνουσιν, ἀλλ', Ἐπὶ τὸ χεῖρον προκόψουσιν· εἰς τὸ χεῖρον ἡ προκοπὴ αὕτη. Οὐκ εἶπεν, Ἐν εὐθηνίᾳ ἔσονται. Εἰ δὲ καὶ κολάζονται, διὰ τοῦτο κολάζονται, ἵνα μὴ νομίσῃς ἀτιμώρητα εἶναι τὰ ἁμαρτήματα. Ἐπειδὴ γὰρ ἡ γέεννα οὐκ ἰσχύει κωλῦσαι ἡμᾶς τῆς κακίας, φειδόμενος ἡμῶν διυπνίζει καὶ διανίστησιν ἡμᾶς. Εἰ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἂν ἐνόμιζεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασιν· εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἂν προσεδόκησεν ἔσεσθαι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων. Διὰ τοῦτο καὶ κολάζει, καὶ οὐ κολάζει· διὰ τοῦτο ἐνταῦθα δίκαιοι θλίβονται, ὅτι πάροικοί εἰσιν, ὅτι ξένοι, ὅτι ἐν ἀλλοτρίᾳ εἰσίν. Οἱ δίκαιοι τοίνυν δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος πρὸς τὸν Ἰὼβ, Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Οἱ δὲ ἁμαρτωλοὶ ἐὰν καί ποτέ τι τοιοῦτον ὑπομείνωσι, δίκην τιννύουσι τῶν ἁμαρτιῶν. Ἐν πᾶσι τοίνυν εὐχαριστῶμεν τῷ Θεῷ, εἴτε οὕτως, εἴτε ἐκείνως· ἀμφότερα γὰρ χρήσιμα. Οὐδὲν μισῶν, οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ποιεῖ, ἀλλ' ἀμφότερα φροντίζων καὶ κηδόμενος. Εἰδὼς, φησὶν, ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας. Τουτέστιν, Ἐκ πρώτης ἡλικίας τὰ ἱερὰ γράμματα ἔμαθες. Ἱερὰ δὲ γράμματα τὰς θείας καλεῖ Γραφάς. Ἐν ταύταις ἀνετράφης, ὥστε καὶ διὰ τούτων στερεὰν εἶναί σοι τὴν πίστιν χρὴ, καὶ μηδὲν παραβλάπτεσθαι. Κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, οὐ χρόνῳ τραφεῖσα πολλῷ· οὐδὲν αὐτὴν παρατρέψαι δύναται. Εἰπὼν δὲ, Τὰ ἱερὰ γράμματα, ἐπήγαγε, Τὰ δυνάμενά σε σοφίσαι· τουτέστιν, Οὐκ ἀφιᾶσιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοί.
8.4.1
Ὁ γὰρ τὰς Γραφὰς εἰδὼς, ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως, τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς Γραφαῖς. Ἐπεὶ καὶ τὸ μὴ πάντα περιεργάζεσθαι, καὶ τὸ μὴ πάντα θέλειν εἰδέναι, μέγα τοῦ εἰδέναι τεκμήριον. Καὶ εἰ βούλεσθε, ἐπὶ παραδείγματος ἐρῶ· Ἔστω ποταμὸς, μᾶλλον δὲ ἔστωσαν ποταμοὶ (οὐ κατὰ συγχώρησιν λέγω, ἀλλ' ὅπερ εἰσὶν οἱ ποταμοί)· οὐ πάντες κατὰ βάθος ἴσοι τυγχάνουσιν, ἀλλ' οἱ μὲν ψιλότερον τὸ ἔδαφος ἔχοντες, ἕτεροι βαθὺ καὶ ἱκανὸν ἀποπνίξαι τὸν ἀγνοοῦντα· καὶ ἐνταῦθα μὲν ἴλιγγοι, ἐκεῖ δὲ οὐκέτι. Τὸ οὖν μὴ θέλειν πᾶσιν ὁμοίως ἐπιχειρεῖν, καλὸν, καὶ τὸ μὴ θέλειν πάντα τὰ βάθη εἰδέναι, οὐ μικρὸν τοῦ εἰδέναι τεκμήριον· ὡς ὅ γε βουλόμενος παντὸς τοῦ μέρους τοῦ ποταμοῦ κατατολμᾷν, οὗτος μάλιστα οὐκ οἶδε τῶν ποταμῶν τὰ ἰδιώματα, καὶ ἀπολεῖται πολλάκις ἀπὸ τῆς αὐτῆς θρασύτητος τοῦ βάθους κατατολμήσας, ἀφ' ἧς διέβαινε τὸ μὴ βαθύ. Οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ, ὁ πάντα θέλων εἰδέναι, καὶ πάντων κατατολμῶν, οὗτος οὐκ οἶδε μάλιστα τί ἐστι Θεός. Ἀλλ' ἐν μὲν τοῖς ποταμοῖς τὸ μὲν πλέον μέρος ἀσφαλὲς, ὀλίγοι δὲ ἴλιγγοι καὶ βάθη· ἐπὶ δὲ τοῦ Θεοῦ τὸ πλέον ἐν ἀποκρύφοις, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ ἔργα αὐτοῦ. Τί τοίνυν βιάζῃ καταποντίσαι σαυτόν; Τοῦτο μόνον ἴσθι, ὅτι πάντα ὁ Θεὸς οἰκονομεῖ, ὅτι πάντων προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσμεν, ὅτι τὰ μὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν γίνεσθαι βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήματος αὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡμετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡμετέρου μόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡμετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λανθάνει. Διὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθμει τίνα μὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ μετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν, οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ ὅροι· ὃ βούλει ἄγε ἐπ' αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραμματισταῖς ὁ τῶν ἑξακισχιλίων ἀριθμὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα μερίζειν καὶ πολυπλασιάζειν δυνατὸν ἐν τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθμοῦ τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράμματα μεμαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντομώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι· ὅτι οἱπονηροὶ εὐφραίνονται, ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε μὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, μηδὲ ἀτιμώρητα τὰ πράγματα· ὅτι οὐ κολάζονται πάντες, ἵνα μὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται, καὶ τῶν πονηρῶν οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαμβάνουσιν, ἵνα ἐκεῖ τιμωρηθῶσιν· ὅτι ἀκατάληπτα τὰ πλείονα τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ μέσον ἡμῶν καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώμεθα, οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωμεν συνεχῶς, εὑρήσομεν καὶ παραδείγματα τοιαῦτα πολλά· Τὰ δυνάμενά σε, φησὶ, σοφίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθενται αἱ Γραφαὶ, καὶ τὰ μὴ πρακτέα· ἄκουε γὰρ τοῦ μακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόμος; Εἰ δὲ ὁ τὸ γράμμα δεικνὺς φῶς, τὸ γράμμα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦμα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ μέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. Περὶ γεέννης ἐμάθομεν, περὶ βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωμεν ἀλόγοις πράγμασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχμάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει αὐτὸν οἰκονομεῖ. Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ μέλλον, ἀλλ' ἐπειδὴ ἑκατέρου κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁμοίως δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀμφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν.
8.5.1
Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναμιν προγνωστικὴν, ἐμοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρτημάτων μὲν γάρ εἰμι μεστός· τούτων δὲ ἕνεκεν οὐκ ἂν ταπεινοφρονήσαιμι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν, εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύομαι. Ἀλλ' ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήματα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη. Διὰ τί μὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσασιν· ἀλλὰ χρημάτων μὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίμπραντο, καὶ πολλοὶ συναπώλλυντο. Διὰ τί μὴ φείδονται τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία μόνον τὸ πρᾶγμά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ' ἡμῖν προφῆται, ἀλλ' οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέμεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖνπάντων προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσμεν, ὅτι τὰ μὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν γίνεσθαι βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήματος αὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡμετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡμετέρου μόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡμετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λανθάνει. Διὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθμει τίνα μὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ μετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν, οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ ὅροι· ὃ βούλει ἄγε ἐπ' αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραμματισταῖς ὁ τῶν ἑξακισχιλίων ἀριθμὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα μερίζειν καὶ πολυπλασιάζειν δυνατὸν ἐν τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθμοῦ τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράμματα μεμαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντομώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι· ὅτι οἱπονηροὶ εὐφραίνονται, ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε μὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, μηδὲ ἀτιμώρητα τὰ πράγματα· ὅτι οὐ κολάζονται πάντες, ἵνα μὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται, καὶ τῶν πονηρῶν οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαμβάνουσιν, ἵνα ἐκεῖ τιμωρηθῶσιν· ὅτι ἀκατάληπτα τὰ πλείονα τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ μέσον ἡμῶν καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώμεθα, οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωμεν συνεχῶς, εὑρήσομεν καὶ παραδείγματα τοιαῦτα πολλά· Τὰ δυνάμενά σε, φησὶ, σοφίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθενται αἱ Γραφαὶ, καὶ τὰ μὴ πρακτέα· ἄκουε γὰρ τοῦ μακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόμος; Εἰ δὲ ὁ τὸ γράμμα δεικνὺς φῶς, τὸ γράμμα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦμα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ μέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. Περὶ γεέννης ἐμάθομεν, περὶ βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωμεν ἀλόγοις πράγμασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχμάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει αὐτὸν οἰκονομεῖ. Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ μέλλον, ἀλλ' ἐπειδὴ ἑκατέρου κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁμοίως δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀμφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν.
8.6.1
Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναμιν προγνωστικὴν, ἐμοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρτημάτων μὲν γάρ εἰμι μεστός· τούτων δὲ ἕνεκεν οὐκ ἂν ταπεινοφρονήσαιμι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν, εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύομαι. Ἀλλ' ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήματα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη. Διὰ τί μὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσασιν· ἀλλὰ χρημάτων μὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίμπραντο, καὶ πολλοὶ συναπώλλυντο. Διὰ τί μὴ φείδονται τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία μόνον τὸ πρᾶγμά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ' ἡμῖν προφῆται, ἀλλ' οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέμεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν ἐφθόνησεν ὁ Θεός· οὐκ ἂν ἐβάσκηνεν ὁ τὰ ἐν οὐρανοῖς εἰπών. Ὅσα γὰρ ἤκουσα παρὰ τοῦ Πατρὸς, φησὶ, πάντα ἐγνώρισα ὑμῖν, καὶ πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν· καὶ, Οὐ λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· ὑμεῖς φίλοι μού ἐστε. Διὰ τί οὖν ταῦτα οὐκ ἐγνώρισεν ἡμῖν· Ὅτι βούλεται μηδένα λόγον ἔχειν ἡμᾶς αὐτῶν. Ἐπεὶ ὅτι οὐ βασκαίνει, τοῖς παλαιοῖς ταῦτα ἐλέγετο, καὶ περὶ ὄνου καὶ ἑτέρων τινῶν, ἐπειδὴ νήπιοι ἦσαν· ἡμῖν δὲ, ἐπειδὴ βούλεται μηδένα λόγον ἡμῖν εἶναι περὶ αὐτῶν, οὐδὲ φροντίδα ἔθετο ταύτην τοῦ γνωρίσαι ἡμῖν. Ἀλλὰ τί μανθάνομεν; Ὅπερ οὐκ ἔμαθον ἐκεῖνοι· μικρὰ γὰρ ἅπαντα ἐκεῖνα· ἃ δὲ ἡμεῖς ἐμάθομεν ἐστὶ ταῦτα, ὅτι ἐγειρόμεθα, ὅτι ἀθάνατοι ἐσόμεθα, ὅτι ἄφθαρτοι, ὅτι οὐκ ἔχει τέλος ἡ ζωὴ, ὅτι πάντα παρελεύσεται, ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα, ὅτι οἱ πονηροὶ κόλασιν τίσουσι, μυρία πρὸς τούτοις ἕτερα, καὶ οὐδέν ἐστι ψεῦδος. Οὐ πολλῷ βέλτιον εἰδέναι ταῦτα, ἢ ὅτι ὁ ὄνος ὁ ἀπολόμενος εὑρέθη; Ἰδοὺ ἔλαβες τὸν ὄνον, ἰδοὺ εὗρες· τί τὸ κέρδος; οὐ πάλιν ἀπολλύεις αὐτὸν ἑτέρῳ τρόπῳ; Κἂν γὰρ αὐτός σε μὴ ἀφῇ, σὺ αὐτὸν ἀφήσεις τῇ τελευτῇ· τὰ δὲ πράγματα, ἅπερ ἐγὼ εἶπον, ἂν κρατεῖν βουλώμεθα, διηνεκῶς ἔχομεν. Ἐκεῖνα τοίνυν διώκωμεν, ἐκείνων ἐχώμεθα τῶν μενόντων, τῶν βεβαίων. Μὴ προσέχωμεν μάντεσι, μηδὲ χρησμολόγοις, μηδὲ ἀγύρταις, ἀλλ' ἢ τῷ Θεῷ τῷ πάντα εἰδότι σαφῶς, τῷ τὴν γνῶσιν ἔχοντι τῶν ἁπάντων· καὶ οὕτω πάντα εἰσόμεθα, ὃ εἰδέναι χρὴ, καὶ πάντων τῶν ἀγαθῶν ἐπιτευξόμεθα.

Intertext edge

Open linked passage

Note