Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Genesim sermones
John ChrysostomSerm 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.0.1
Λεχθεὶς ἐν ἀρχῇ τῆς τεσσαρακοστῆς εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης.
1.1
Ἡδὺ μὲν ναύταις τὸ ἔαρ, ἡδὺ δὲ καὶ γηπόνοις· ἀλλ' οὔτε ναύταις, οὔτε γηπόνοις οὕτως ἡδὺ τὸ ἔαρ, ὡς τοῖς βουλομένοις φιλοσοφεῖν ἡδὺς ὁ τῆς νηστείας καιρὸς, τὸ πνευματικὸν τῶν ψυχῶν ἔαρ, ἡ ἀληθὴς τῶν λογισμῶν γαλήνη. Γηπόνοις μὲν γὰρ ἡδὺ τὸ ἔαρ, ὅτι τοῖς ἄνθεσι τότε στεφανουμένην ὁρῶσι τὴν γῆν, καὶ καθάπερ ἱμάτιον ποικίλον ἐφαπλούμενον αὐτῇ πάντοθεν, τὴν βλάστησιν τὴν ἀπὸ τῶν βοτανῶν· ναύταις δὲ ἡδὺ τὸ ἔαρ, ὅτι τὰ θαλάττια νῶτα μετὰ ἀσφαλείας ἔχουσι πλεῖν, κυμάτων ἐστορεσμένων, δελφίνων ἐν πολλῇ παιζόντων γαλήνῃ καὶ παρ' αὐτοὺς τῆς νηὸς τοὺς τοίχους κυβιστώντων πολλάκις. Ἡμῖν δὲ ἡδὺ τὸ τῆς νηστείας ἔαρ, ὅτι κύματα ἡμῖν, οὐχ ὑδάτων, ἀλλ' ἐπιθυμιῶν ἀλόγων καταστέλλειν εἴωθε, καὶ στέφανον ἡμῖν οὐ τὸν ἀπὸ τῶν ἀνθέων, ἀλλὰ τὸν ἀπὸ τῶν χαρίτων περιτίθησι τῶν πνευματικῶν· Στέφανον γὰρ χαρίτων, φησὶ, δέξῃ σῇ κορυφῇ. Οὐχ οὕτω χελιδὼν φανεῖσα τὸν χειμῶνα ἀπελαύνειν εἴωθεν, ὡς νηστεία φανεῖσα τὸν χειμῶνα τῶν παθῶν τῆς διανοίας ἐκβάλλει τῆς ἡμετέρας. Οὐκέτι μάχη τῇ ψυχῇ πρὸς τὴν σάρκα, οὐδὲ κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλὰ πᾶς οὗτος τοῦ σώματος ὁ πόλεμος λέλυται. Ἐπεὶ οὖν πολλὴ μὲν παρ' ἡμῖν εἰρήνη, πολλὴ δὲ καὶ ἡ γαλήνη, φέρε καὶ ἡμεῖς τὸ σκάφος τῆς διδασκαλίας ἑλκύσωμεν, ἀπὸ λιμένος εἰς λιμένα παραπέμποντες τῶν ὑμετέρων ἀκοῶν τὴν ἡμερότητα. Φέρε, λεπτοτέρων κατατολμήσωμεν νοημάτων, περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ τοῦ λοιποῦ τῆς κτίσεως φιλοσοφοῦντες σώματος· ταῦτα γὰρ ἡμῖν ἀνεγνώσθη σήμερον. Καὶ τί πρὸς ἡμᾶς, φησὶν, ὁ περὶ κτίσεως λόγος; Πρὸς ἡμᾶς μὲν οὖν, ἀγαπητοί. Εἰ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, ὅσῳπερ ἂν τῷ μεγέθει τῆς καλλονῆς τῶν κτισμάτων ἐνδιατρίψωμεν, τοσοῦτον πρὸς τὸν γενεσιουργὸν χειραγωγούμεθα. Μέγα ἀγαθὸν εἰδέναι, τί μέν ἐστι κτίσμα, τί δὲ κτιστής· τί μὲν ἔργον, τί δὲ ποιητής. Καὶ γὰρ εἰ ταῦτα ᾔδεισαν ἀκριβῶς διαιρεῖν οἱ τῆς ἀληθείας ἐχθροὶ, οὐκ ἂν πάντα συνέχεον, τὰ ἄνω κάτω ποιοῦντες· οὐχ ὅτι τὰ ἄστρα καὶ τὸν οὐρανὸν κατήνεγκαν, τὴν δὲ γῆν ἀνήνεγκαν· ἀλλ' ὅτι τὸν τῶν οὐρανῶν βασιλέα ἀπὸ τῶν θρόνων καταβιβάσαντες τῶν βασιλικῶν, μετὰ τῆς κτίσεως ἔστησαν, τὴν δὲ κτίσιν τοῖς τῆς θεότητος προεδρίοις ἐτίμησαν. Εἰ περὶ κτίσεως ᾔδεισαν φιλοσοφεῖν Μανιχαῖοι καλῶς, οὐκ ἂν τὴν ἐξ οὐκ ὄντων, τὴν φθειρομένην, τὴν ῥέουσαν, τὴν ἀλλοιουμένην τοῖς τῆς ἀγεννησίας πρεσβείοις ἐτίμησαν. Εἰ περὶ κτίσεως ᾔδεισαν Ἕλληνες φιλοσοφεῖν καλῶς, οὐκ ἂν ἀπεπλανήθησαν τῆς ἀληθείας, οὐκ ἂν ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Καλὸς ὁ οὐρανὸς, ἀλλὰ διὰ τοῦτο ἐδημιουργήθη, ἵνα προσκυνήσῃς τὸν ποιήσαντα· φαιδρὸς ὁ ἥλιος, ἀλλ' ἵνα θεραπεύσῃς τὸν ἐργασάμενον· εἰ δὲ μέλλεις ἐναπομένειν τῷ τῆς κτίσεως θαύματι, καὶ τῷ κάλλει τῶν ἔργων παρακαθῆσθαι, τὸ φῶς σοι γέγονε σκότος, μᾶλλον δὲ τῷ φωτὶπρὸς σκότος ἐχρήσω. Εἶδες ὅσον ἀγαθόν ἐστι τὸ εἰδέναι τοὺς περὶ κτίσεως λόγους; Μὴ τοίνυν παραδράμῃς τὸ κέρδος, ἀλλὰ μετὰ ἀκριβείας πρόσεχε τοῖς λεγομένοις· οὐ γὰρ δὴ περὶ οὐρανοῦ μόνον ἐροῦμεν, καὶ γῆς, καὶ θαλάττης, ἀλλὰ καὶ περὶ τῆς γεννήσεως τῆς ἡμετέρας, καὶ πόθεν ὁ θάνατος, καὶ πόθεν ἡ ἐπίμοχθος ζωὴ, καὶ πόθεν αἱ ἀθυμίαι καὶ φροντίδες. Καὶ γὰρ ὑπὲρ τούτων καὶ ὑπὲρ πλειόνων ἑτέρων ἀπολογίαν συνθεὶς ὁ Θεὸς, τὸ βιβλίον τοῦτο πρὸς ἡμᾶς ἔπεμψεν· οὐδὲ γὰρ ἀπολογεῖσθαι παραιτεῖται τοῖς ἀνθρώποις ὁ Θεὸς, ἀλλὰ βοᾷ διὰ τοῦ προφήτου λέγων· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐκ ἀπολογεῖται δὲ μόνον καὶ δικάζεται, ἀλλὰ καὶ ὅπως διαφύγωμεν τὴν καταδίκην διδάσκει· οὐ γὰρ ἁπλῶς εἶπε, Δεῦτε, καὶ διαλεχθῶμεν· ἀλλὰ πρότερον διδάξας τί μὲν εἰπεῖν, τί δὲ ποιῆσαι χρὴ, οὕτω πρὸς τὸ δικαστήριον εἵλκυσεν. Ἄκουσον οὖν ἄνωθεν τοῦ προφητικοῦ ῥήματος. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ τότε φησί· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐ βούλομαι γυμνοὺς, φησὶ, καὶ ἐρήμους τῶν δικαιωμάτων λαβεῖν, ἀλλὰ καθοπλίσας ὑμᾶς ταῖς ἀπολογίαις, οὕτως ἐπὶ τὰς εὐθύνας καλῶ· καὶ γὰρ δικάζεσθαι βούλομαι πρὸς ὑμᾶς, οὐχ ἵνα κατακρίνω, ἀλλ' ἵνα φείσωμαι. Οὕτω καὶ ἀλλαχοῦ φησι· Λέγε σὺ πρῶτον τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἔχεις κατήγορον πικρὸν καὶ ἀνήμερον, προλαβὼν ἅρπασον ἐκείνου τὴν τάξιν, ἔμφραξον τὸ ἀναίσχυντον στόμα.
1.2.1
Παρὰ μὲν οὖν τὴν ἀρχὴν δι' ἑαυτοῦ τοῖς ἀνθρώποις ὁ Θεὸς ὡμίλει, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατόν. Οὕτω πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως ἐπετίμησε τῷ Κάϊν· οὕτω διελέχθη τῷ Νῶε· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ἐπειδὴ δὲ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἀπέκλινε, καὶ καθάπερ εἰς ὑπερορίαν τινὰ μακρὰν ἑαυτὴν διέστησε, τηνικαῦτα λοιπὸν, καθάπερ ἐν μακρᾷ καθεστῶσιν ἀποδημίᾳ, γράμματα πέμπει, ὥσπερ διά τινος ἐπιστολῆς τὴν παλαιὰν πρὸς ἡμᾶς ἀνανεούμενος φιλίαν. Καὶ τὰ μὲν γράμματα ταῦτα ἔπεμψεν ὁ Θεὸς, ἐκόμισε δὲ ὁ Μωϋσῆς. Τί οὖν λέγει τὰ γράμματα; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τίνος ἕνεκεν οὐ περὶ τῶν ἀγγέλων ἡμῖν διαλέγεται, οὐ περὶ τῶν ἀρχαγγέλων; Εἰ γὰρ ἀπὸ τῶν κτισμάτων ὁ δημιουργὸς θεωρεῖται, πολλῷ μᾶλλον ἀπ' ἐκείνων φαίνεται. Καλὸς ὁ οὐρανὸς, ἀλλ' οὐχ οὕτω καλὸς, ὡς ἄγγελος· φαιδρὸς ὁ ἥλιος, ἀλλ' οὐχ οὕτω φαιδρὸς, ὡς ὁ ἀρχάγγελος. Τίνος οὖν ἕνεκεν τὴν ὑψηλοτέραν ἀφεὶς ὁδὸν, διὰ τῆς ταπεινοτέρας ἡμᾶς ὁδηγεῖ; Ὅτι Ἰουδαίοις διαλέγεται, τοῖς ἀλογώτερον διακειμένοις, τοῖς πρὸς τὰ αἰσθητὰ ἐπτοημένοις, τοῖς ἐξ Αἰγύπτου νῦν ἐπανιοῦσιν, ἔνθα κροκοδείλους καὶ κύνας καὶ πιθήκους ἐθεράπευον οἱ ἄνθρωποι· καὶ οὐκ ἐνῆν διὰ τῆς ὑψηλοτέρας αὐτοὺς ὁδοῦ χειραγωγῆσαι πρὸς τὸν δημιουργόν. Ὑψηλοτέρα μὲν γὰρ ὁδός ἐστιν ἐκείνη, ἀλλὰ τραχυτέρα, καὶ προσάντης, καὶ μᾶλλον ὄρθιος τοῖς ἀσθενεστέροις. Διὰ τοῦτο αὐτοὺς διὰ τῆς εὐκολωτέρας ἄγει, δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τῆς ὁρωμένης κτίσεως ἁπάσης. Ὅτι μὲν γὰρ τοῦτο τὸ αἴτιον, ὅτε μικρὸν ἐπέδωκαν, ἄκουσον πῶς αὐτοῖς ὁ Προφήτης καὶ περὶ ἐκείνων διαλέγεται τῶν ἄνω δυνάμεων. Αἰνεῖτε τὸν Κύριον, φησὶν, ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ τί θαυμαστὸν, εἰ ἐν τῇ Παλαιᾷ οὗτος ὁ τρόπος τῆς διδασκαλίας ἐστὶν, ὅπουγε καὶ ἐν τῇ Καινῇ, ὅτε τῶν ὑψηλοτέρων διδαγμάτων καιρὸς ἦν, Ἀθηναίοις διαλεγόμενος ὁ Παῦλος ταύτην ἦλθε τὴν ὁδὸν, ἥνπερ ἦλθε Μωϋσῆς Ἰουδαίους παιδεύων; Οὐδὲ γὰρ οὗτος περὶ ἀγγέλων καὶ ἀρχαγγέλων εἶπεν αὐτοῖς, ἀλλὰ περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, οὕτω πως δημηγορῶν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις κατοικεῖ ναοῖς. Ἀλλ' οὐχ, ὅτε Φιλιππησίοις διελέγετο, διὰ ταύτης ἤγαγεν αὐτοὺς τῆς ὁδοῦ· ἀλλ' ἐπὶ τὴν ὑψηλοτέραν αὐτοὺς ἀνάγει δημηγορίαν, οὑτωσὶ λέγων· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Οὕτω καὶ Ἰωάννης, ἐπειδὴ τελειοτέρους εἶχε τοὺς μαθητευομένους, πάσης ὁμοῦ τῆς κτίσεως ἐμνημόνευσεν. Οὐ γὰρ εἶπεν, οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ', ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· εἴτε ὁρώμενον, φησὶν, εἴτε μὴ ὁρώμενον. Καθάπερ γὰρ ἐπὶ τῶν διδασκάλων, ὁ μὲν παρὰ τῆς μητρὸς διδάσκαλος τὸ παιδίον λαβὼν, τὰ πρῶτα αὐτὸν παιδεύει στοιχεῖα, ὁ δὲ παρ' ἑτέρου λαβὼν διδασκάλου, μαθητὴν πρὸς τὰ ὑψηλότερα τῶν διδαγμάτων ἄγει· οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Παύλου καὶ Ἰωάννου γέγονε. Μωϋσῆς μὲν γὰρ μηδὲν εἰδυῖαν τὴν φύσιν ἡμῶν παραλαβὼν ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσαν, τὰ πρῶτα τῆς θεογνωσίας ἐπαίδευσε στοιχεῖα· Ἰωάννης δὲ καὶ Παῦλος, καθάπερ παρὰ διδασκάλου τοῦ Μωϋσέως αὐτοὺς λαβόντες, ἐπὶ τὰ ὑψηλότερα τῶν διδαγμάτων ἀνάγουσι, τῶν προτέρων ἀναμιμνήσκοντες ἐν βραχεῖ. Εἶδες ἑκατέρων τῶν Διαθηκῶν τὴν συγγένειαν; Εἶδες τὴν συμφωνίαν τῶν διδαγμάτων; Ἤκουσας περὶ τῆς τῶν αἰσθητῶν δημιουργίας ἐν τῇ Παλαιᾷ, καὶ περὶ τῆς τῶν νοητῶν τοῦ Δαυῒδ λέγοντος, Ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν; Οὕτω πάλιν ἐν τῇ Καινῇ, εἰπὼν περὶ τῶν ἀοράτων δυνάμεων, εἶπε καὶ περὶ τῆς αἰσθητῆς κτίσεως· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ ῥῆμα τοῦτο βραχὺ μέν ἐστι καὶ ψιλὸν, καὶ ῥῆμα ἕν· ἅπαντας δὲ τῶν ἐναντίων τοὺς πύργους καταστρέψαι δυνήσεται. Σκόπει δέ. Προσέρχεται Μανιχαῖος λέγων, Ἀγέννητός ἐστιν ἡ ὕλη· εἰπὲ πρὸς αὐτὸν, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ πάντα τὸν τῦφον αὐτοῦ κατέστρεψας εὐθέως. Ἀλλ' οὐ πιστεύει τῷ ῥήματι τῆς Γραφῆς, φησίν. Οὐκοῦν διὰ τοῦτο αὐτὸν ὡς μαινόμενον διάκρουσον καὶ ἀποστράφηθι. Ὁ γὰρ τῷ Θεῷ μὴ πιστεύων ἀποφαινομένῳ, ἀλλὰ ψεῦδος τῆς ἀληθείας καταγινώσκων, πῶς οὐ λαμπρῶς μανίας ἐκφέρει δεῖγμα, τὴν ἀπιστίαν; Καὶ πῶς ἐξ οὐκὄντων γένοιτ' ἄν τι, φησί; Σὺ δέ μοι εἰπὲ, πῶς ἐξ ὄντων γένοιτό τι; Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων ἡ γῆ γέγονεν, ἐγὼ μὲν πιστεύω, σὺ δὲ ἀμφιβάλλεις· ὅτι δὲ ἐκ γῆς γέγονεν ἄνθρωπος, ἀμφότεροι ὁμολογοῦμεν. Εἰπὲ τοίνυν τὸ συνομολογούμενον καὶ εὐκολώτερον, πῶς ἀπὸ τῆς γῆς γέγονε σαρκὸς φύσις. Ἀπὸ γῆς γὰρ πηλὸς, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον γίνεται· σάρκα δὲ ἀπὸ γῆς γινομένην οὐδεὶς ἂν ἴδοι ποτέ. Πῶς οὖν γέγονε σαρκὸς φύσις; πῶς ὀστοῦν διεπλάσθη; πῶς νεῦρα; πῶς φλέβες; πῶς ἀρτηρίαι; πῶς ὑμὴν, καὶ λίπος, καὶ σάρκες, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ τοσαύτη ποικιλία διαφόρων οὐσιῶν ἐκ μιᾶς τῆς ὑποκειμένης γῆς; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Πῶς οὖν οὐκ ἄτοπον τὸ σαφέστερον καὶ εὐκολώτερον ἀγνοοῦντα, τὸ δυσχερέστερον καὶ ἀποῤῥητότερον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;
1.3.1
Βούλει σε καὶ ἐφ' ἕτερον καὶ εὐκολώτερον ἀγάγω, καὶ καθ' ἑκάστην ἡμέραν γινόμενον; Ἀλλ' ὅμως οὐδὲ τούτου μοι τὸν λόγον ἐρεῖ. Ἄρτον σιτούμεθα καθ' ἑκάστην ἡμέραν. Πῶς οὖν, εἰπέ μοι, ἡ τοῦ ἄρτου φύσις αὕτη εἰς αἷμα μεθίσταται καὶ φλέγμα, καὶ χολὴν, καὶ τοὺς λοιποὺς ἐν ἡμῖν χυμούς; Ὁ μὲν γάρ ἐστι πυκνὸς καὶ σκληρὸς, τὸ δὲ αἷμα χαυνὸν καὶ διαῤῥέον, καὶ ὁ μὲν λευκὸς ἢ σιτόχρους, τὸ δὲ ἐρυθρὸν καὶ μέλαν. Καὶ τῶν ἄλλων δὲ ποιοτήτων τὰς διαφορὰς εἴ τις ἐπέλθοι, πολὺ τὸ μέσον εὑρήσει ἄρτου καὶ αἵματος. Πῶς οὖν ταῦτα γίνεται, εἰπέ μοι, καὶ τὸν λόγον ἀπόδος. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἶτα τροφῆς τῆς καθ' ἡμέραν ἀλλοιουμένης παρασχεῖν τὸν λόγον οὐκ ἔχων, τῆς τοῦ Θεοῦ δημιουργίας ἀπαιτεῖς με εὐθύνας; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας τοῦτο; Εἰ μὲν γὰρ καθ' ἡμᾶς ἐστιν ὁ Θεὸς, ἀπαίτει τῶν γενομένων τὸν λόγον· μᾶλλον δὲ μηδὲ οὕτω· πολλὰ γὰρ τῶν ἀνθρωπίνῃ γινομένων τέχνῃ ὅπως γίνεται εἰπεῖν οὐκ ἔχομεν· οἷον, πῶς ἀπὸ γῆς τῆς ἐν τοῖς μετάλλοις χρυσίου γίνεται φύσις· πῶς εἰς ὑελοῦ καθαρότητα ἡ ψάμμος μεθίσταται. Καὶ ἕτερα τούτων ἔστι πλείονα εἰπεῖν, ἃ γίνεται μὲν ἀνθρωπίνῃ τέχνῃ, τὸν δὲ λόγον οὐκ ἴσμεν ἡμεῖς. Πλὴν ἀλλ' εἰ μὲν καθ' ἡμᾶς ὁ Θεός ἐστιν, ἀπαίτει λόγον· εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ' ἕκαστον τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν; Ἀλλὰ γὰρ ἀφέντες τοὺς λογισμοὺς, ἐπὶ τὴν πέτραν ἐπανέλθωμεν τὴν ἀῤῥαγῆ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐπὶ τούτῳ στῆθι τῷ θεμελίῳ· μή τίς σε εἰς λογισμῶν ἀνθρωπίνων ταραχὴν καταγάγῃ· Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μὴ τοίνυν τὸ στεῤῥὸν ἀφεὶς, τῷ σαθρῷ καὶ ἐπισφαλεῖ τὴν σωτηρίαν ἐγχειρίσῃς τῆς σῆς ψυχῆς· ἀλλὰ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, καὶ λέγε· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν Μανιχαῖος προσέλθῃ, κἂν Μαρκίων, κἂν οἱ τὰ Οὐαλεντίνου νοσοῦντες, κἂν ὁστισοῦν ἕτερος, τοῦτο προβάλλου τὸ ῥῆμα· κἂν ἴδῃς γελῶντα, σὺ δάκρυσον αὐτὸν ὡς μαινόμενον. Πύξινον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ κατεσταλμένην τὴν ὀφρὺν, καὶ ῥημάτων ἐπιείκειαν· ἀλλὰ φύγε τὸ δέλεαρ, καὶ τὸν ἐν τῇ δορᾷ τοῦ προβάτου κρυπτόμενον καταμάνθανε λύκον. Διὰ τοῦτο αὐτὸν μάλιστα μίσησον, ὅτι πρὸς μὲν τὸν ὁμόδουλόν σε προσηνὴς καὶ ἥμερος εἶναι δοκεῖ, πρὸς δὲ τὸν κοινὸν ἡμῶν ἁπάντων Δεσπότην κυνῶν λυττώντων ἐστὶν ἀγριώτερος, ἀκήρυκτον εἰς τὸν οὐρανὸν μάχην εἰσάγων καὶ πόλεμον ἄσπονδον, καὶ δύναμίν τινα ἐξ ἐναντίας ἀντικαθιστῶν τῷ Θεῷ. Φύγε τὸν ἰὸν τῆς πονηρίας, μίσησον τὰ δηλητήρια φάρμακα· καὶ ἢν παρὰ τῶν πατέρων ἐδέξω κληρονομίαν, τὴν ἀπὸ τῶν θείων Γραφῶν πίστιν καὶ διδασκαλίαν, ταύτην κάτεχε μετὰ πολλῆς τῆς ἀσφαλείας. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τί τοῦτο; πρῶτον τὸν οὐρανὸν, εἶτα τὴν γῆν; πρῶτον τὸν ὄροφον, εἶτα τὸ ἔδαφος; Οὐ γὰρ ἀνάγκῃ φύσεως ὑπόκειται, οὐδὲ ἀκολουθίᾳ τέχνης δουλεύει. Καὶ γὰρ καὶ φύσεως καὶ τέχνης καὶ τῶν ὄντων ἁπάντων ἡ βούλησις τοῦ Θεοῦ δημιουργὸς καὶ τεχνίτης ἐστί. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπαρτισθέντα παρήγαγε, τὴν δὲ γῆν κατὰ μικρὸν τεχνεύειν αὐτόν φησιν ὁ Μωϋσῆς; Ἵνα ἐν τῷ βελτίονι στοιχείῳ μαθὼν αὐτοῦ τὴν δύναμιν πληροφορηθῇς ὅτι καὶ ταύτην ἠδύνατο, καθάπερ ἐκεῖνον, ἀπηρτισμένην παραγαγεῖν. Ἀλλὰ διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν οὐκ ἐποίησεν οὕτω. Πῶς δι' ἐμὲ καὶ τὴν σωτηρίαν τὴν ἐμὴν, φησί; Κοινὴ τράπεζα καὶ πατρὶς καὶ τροφὸς καὶ μήτηρ ἁπάντων ἐστὶν ἡ γῆ, καὶ πόλις καὶ τάφος κοινός. Καὶ γὰρ τὰ σώματα ἡμῶν ἐξ αὐτῆς, καὶ τροφὴ τοῖς σώμασιν ἡμῶν ἐκεῖθεν, καὶ οἴκησις ἐν αὐτῇ καὶ διαγωγὴ, καὶ μετὰ θάνατον πρὸς αὐτὴν πάλιν ἐπάνοδος. Ἵν' οὖν μὴ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν σε θαυμάζειν αὐτὴν παρασκευάσῃ, καὶ τὸ τῶν εὐεργεσιῶν πλῆθος πρὸς ἀσέβειαν ὑποσκελίσῃ, δείκνυσί σοι, πρὶν ἢ γενέσθαι, αὐτὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα τὴν ἀσθένειαν ἰδὼν, θαυμάσῃς τὸν παραγαγόντα αὐτὴν, καὶ πᾶσαν ἐνθέντα αὐτῇ τὴν δύναμιν ταύτην· ἵνα δοξάσῃς τὸν τὰ τοσαῦτα πρὸς ἡμετέραν ἄνεσιν κατεσκευακότα. Δοξάζεται δὲ ὁ Θεὸς οὐ διὰ δογμάτων ὀρθῶν μόνον, ἀλλὰ καὶ διὰ πολιτείας ἀρίστης· Λαμψάτω γὰρ ὑμῶν, φησὶ, τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
1.4.1
Ἐβουλόμην τοὺς περὶ ἐλεημοσύνης προσθεῖναι λόγους· ἀλλὰ περιττόν μοι δοκεῖ εἶναι λόγῳ διδάσκειν ὑμᾶς, τοῦ διὰ τῶν ἔργων ὑμᾶς παιδεύειν δυναμένου νῦν ἐν μέσῳ καθημένου, τοῦ κοινοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς τὴν οἰκίαν τὴν πατρῴαν, ὥσπερ εἰς αὐτὸ τοῦτο παρὰ τῶν προγόνων δεξάμενος, ἵνα ταῖς τῶν ξένων αὐτὴν θεραπείαις παράσχῃ, οὕτω διαπαντὸς τοῖς πάντοθεν ἐλαυνομένοις ὑπὲρ τῆς ἀληθείας ἀνῆκε, καὶ ὑποδέχεται, καὶ θεραπεύει θεραπείας τρόπῳ παντοδαπῷ· ὥστε οὐκ οἶδα εἰ χρὴ τούτου μᾶλλον, ἢ τῶν ξένων καλεῖν τὴν οἰκίαν τὴν τούτου· μᾶλλον δὲ διὰ τοῦτο τούτου νομίζειν εἶναι αὐτὴν, ἐπειδὴ τῶν ξένων ἐστί. Καὶ γὰρ τὰ ἡμέτερα κτήματα τότε μάλιστα ἡμέτερα γίνεται, ὅταν μὴ ἡμῖν αὐτοῖς, ἀλλὰτοῖς πένησιν αὐτὰ κεκτημένοι διαπαντὸς ὦμεν. Καὶ πῶς, ἐγὼ λέγω. Ἂν εἰς δεξιὰν τοῦ πένητος ἀποθῇς τὸ ἀργύριον, οὐ συκοφάντης ἐπιτίθεται, οὐ βάσκανος ὀφθαλμὸς ὁρᾷ, οὐ λῃστὴς ὑφαιρεῖται, οὐ τοιχωρύχος διορύξας, οὐκ οἰκέτης ἀφελόμενος ἀποδιδράσκει· καὶ γάρ ἐστιν ἄσυλον ἐκεῖνο τὸ ταμιεῖον. Ἂν δὲ οἴκοι κατορύξῃς, καὶ λῃστῇ καὶ τοιχωρύχῳ καὶ βασκάνῳ καὶ συκοφάντῃ καὶ οἰκέτῃ καὶ πάσῃ βλάβῃ ποιεῖς ὑπεύθυνον τὸ χρυσίον. Πολλάκις γοῦν μετὰ θύρας μυρίας καὶ μοχλοὺς τὰς μὲν ἔξωθεν ἐπηρείας διέφυγε, τοὺς δὲ φύλακας οὐ διέφυγεν, ἀλλ' οἱ τηροῦντες αὐτὸ λαβόντες ἀπέδρασαν. Ὁρᾷς ὅτι τότε μᾶλλον κύριοι τῶν κτημάτων ἐσμὲν, ὅταν τοῖς πένησιν αὐτὰ παρακαταθώμεθα. Οὐ φυλακῆς δὲ ἕνεκα μόνον ἐκεῖνο ἀσφαλέστερον τὸ χωρίον, ἀλλὰ καὶ κέρδους καὶ προσόδου πλείονός ἐστιν ὑπόθεσις. Ἂν μὲν γὰρ ἀνθρώπῳ δανείσῃς, ἑκατοστὴν ἔλαβες· ἂν δὲ Θεῷ δανείσῃς διὰ τοῦ πένητος, οὐχ ἑκατοστὴν, ἀλλ' ἑκατονταπλασίονα λήψῃ. Κἂν μὲν σπείρῃς εὔφορον ἄρουραν, ὅταν πολλὴν ἐνέγκῃ τὴν φορὰν, δεκαπλασίονα οἴσῃ τὰ σπέρματα· ἂν δὲ εἰς τὸν οὐρανὸν σπείρῃς, μετὰ τὸ γενέσθαι ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον καὶ ἀγήρω καὶ ἀθάνατον ἀπολήψῃ. Καὶ ἐνταῦθα μὲν πολὺς ὁ πόνος τοῖς τὰ σπέρματα καταβάλλουσιν· ἐκεῖ δὲ χωρὶς ἀρότρου καὶ βοῶν καὶ γηπόνων καὶ τῆς ἄλλης ταλαιπωρίας ἁπάσης ἡ τῶν καταβληθέντων φορὰ φύεται, καὶ οὐκ αὐχμὸν, οὐκ ἐπομβρίας, οὐκ ἐρυσίβην, οὐ χάλαζαν, οὐκ ἀκρίδος στρατόπεδον, οὐ ποταμῶν ἐπικλύσεις, οὐκ ἄλλο τι οὐδὲν ἐκεῖ σπείροντάς ἐστι φοβηθῆναί ποτε· ἀλλὰ πάσης ἀνωτέρω βλάβης ἕστηκε τὰ ἐκεῖ καταβαλλόμενα σπέρματα. Ὅταν οὖν μήτε πόνος, μήτε κίνδυνος, μήτε ὑποψία, μήτε ὑποτυχία τις ᾖ, καὶ πολλῷ πλείονα τῶν καταβαλλομένων γένηται τὰ φυόμενα, καὶ τοσαῦτα βλαστάνῃ ἀγαθὰ, Ὅσα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, πῶς οὐκ ἂν εἴη ῥᾳθυμίας ἐσχάτης, τὸ πλέον ἀφέντας, τὸ ἔλαττον διώκειν, καὶ τὸ ἀσφαλὲς καταλιπόντας, τὸ ἄπιστον καὶ κινδύνων γέμον καὶ πολλὰς ἔχον ἀποτυχίας μετιέναι; Τίς γὰρ ἡμῖν ἔσται συγγνώμη τοῦτο ποιοῦσι, ποία δὲ ἀπολογία; Πενίαν προβαλλόμεθα πάντως· ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἣ δύο λεπτὰ ἔχουσα μόνα, καὶ ταῦτα κατεβάλετο. Ζηλώσωμεν τοίνυν ἐκείνης τὸν πλοῦτον, μιμησώμεθα τῆς προαιρέσεως τὴν μεγαλοψυχίαν, ἵνα καὶ τῶν ἐκείνῃ ἀποκειμένων ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note