In Genesim sermones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.0.1
Ὅτι δουλείας τρόπους τρεῖς εἰσήγαγεν ἡ ἁμαρτία· καὶ πρὸς τοὺς ῥᾳθύμως ἀκούοντας, καὶ μὴ τιμῶντας γονεῖς.
4.1.1
Ἠκούσατε χθὲς, πῶς μὲν ἐποίησε βασιλέα καὶ ἄρχοντα τῶν θηρίων τὸν ἄνθρωπον ὁ Θεὸς, πῶς δὲ αὐτὸν εὐθὺς τῆς βασιλείας ἐξέβαλε· μᾶλλον δὲ οὐχ ὁ Θεὸς, ἀλλ' αὐτὸς ἑαυτὸν διὰ τῆς παρακοῆς ἐξέβαλε τῆς τιμῆς. Τὸ μὲν γὰρ τυχεῖν τῆς βασιλείας, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης. Οὐ γὰρ κατορθωμάτων αὐτῷ ταύτην ἔδωκε τὴν ἀμοιβὴν, ἀλλὰ καὶ πρὶν ἢ γενέσθαι, ἐκόσμησε τῇ τιμῇ. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι μετὰ ταῦτα γενόμενος ὁ ἄνθρωπος, εἶτα πολλὰ κατορθώσας, οὕτως ἐπεσπάσατο τὸν Θεὸν εἰς τὸ δοῦναι αὐτῷ τὴν τῶν θηρίων ἀρχὴν, μέλλων αὐτὸν διαπλάττειν περὶ τῆς ἀρχῆς αὐτοῦ διαλέγεται οὕτω λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς. Πρὸ τῆς ζωῆς ἡ τιμὴ, πρὸ τῆς δημιουργίας ὁ στέφανος, καὶ πρὶν ἢ γενέσθαι, ἐπὶ τὸν βασιλικὸν ἀνάγεται θρόνον. Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμένους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, τότε τιμῶσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' εὐθέως γενόμενον αὐτὸν ἐπὶ τὴν τιμὴν ταύτην ἤγαγε, δεικνὺς ὅτι οὐ κατορθωμάτων ἐστὶν ἀμοιβὴ τὸ γινόμενον, ἀλλὰ θεία χάρις, καὶ οὐκ ὀφειλή. Τὸ μὲν οὖν λαβεῖν αὐτὸν τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης· τὸ δὲ ἐκπεσεῖν τῆς ἀρχῆς, ἀπὸ τῆς αὐτοῦ ῥᾳθυμίας. Ὥσπερ γὰρ οἱ βασιλεῖς τοὺς οὐχ ὑπακούοντας τοῖς αὐτῶν προστάγμασι παραλύουσι τῆς ἀρχῆς· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τοῦ ἀνθρώπου, τότε παραλύσας αὐτὸν τῆς ἀρχῆς. Ἀναγκαῖον δὲ σήμερον εἰπεῖν, πόσην καὶ ἄλλην τιμὴν ἡ τῆς ἁμαρτίας παρείλετο φύσις, καὶ ὅσους δουλείας εἰσήγαγετρόπους, ὥσπερ τις τύραννος ἐν πολυτρόποις δεσμοῖς, ταῖς παντοδαπαῖς ἀρχαῖς τὴν ἡμετέραν δεσμεύουσα φύσιν. Ἔστι τοίνυν ἀρχὴ καὶ δουλεία πρώτη, καθ' ἣν καὶ γυναικῶν οἱ ἄνδρες κρατοῦσι· μετὰ γὰρ τὴν ἁμαρτίαν ἡ ταύτης ἐγένετο χρεία. Πρὸ γὰρ τῆς παρακοῆς ὁμότιμος ἦν τῷ ἀνδρί· καὶ γὰρ ὅτε ταύτην διέπλαττεν ὁ Θεὸς, οἷς ἐχρήσατο ῥήμασι καὶ ἐπὶ τῆς διαπλάσεως τοῦ ἀνδρὸς, τούτοις καὶ ἐπὶ τῆς δημιουργίας τῆς γυναικός. Ὥσπερ οὖν εἶπεν ἐπ' ἐκείνῳ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ οὐκ εἶπε, Γενηθήτω ἄνθρωπος· οὕτω καὶ ἐπὶ ταύτης οὐκ εἶπε, Γενηθήτω γυνὴ, ἀλλὰ καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθόν· καὶ οὐχ ἁπλῶς βοηθὸν, ἀλλὰ, Κατ' αὐτὸν, πάλιν τὸ ὁμότιμον δηλῶν. Ἐπειδὴ γὰρ πολλὴν εἰς τὴν τῆς ζωῆς ἡμῶν χρείαν τὰ ἄλογα τὴν τῆς βοηθείας εἰσήγαγε κοινωνίαν, ἵνα μὴ τῶν δούλων νομίσῃς εἶναι καὶ τὴν γυναῖκα, ὅρα πῶς ποιεῖ τὴν διάκρισιν φανεράν. Ἤγαγε τὰ θηρία, φησὶν, ἐνώπιον τοῦ Ἀδὰμ, καὶ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ κατ' αὐτόν. Τί οὖν; ὁ ἵππος οὐ βοηθὸς, συμπαραταττόμενος ἐν τοῖς πολέμοις; ὁ βοῦς οὐ βοηθὸς, ἄροτρον ἕλκων καὶ συγκάμνων ἡμῖν ἐν ταῖς τῶν σπερμάτων καταβολαῖς; ὄνος καὶ ἡμίονος οὐ βοηθοὶ, πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν συμπράττοντες μετακομιδήν; Ἀλλ' ἵνα μὴ τοῦτο λέγῃς, διὰ τοῦτο ἀκριβῆ ποιεῖται τὴν διαίρεσιν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, ὅτι οὐχ εὑρέθη αὐτῷ βοηθὸς, ἀλλ' ὅτι Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Οὕτω καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθὸν, οὐχ ἁπλῶς, ἀλλὰ, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, εἶπε. Ταῦτα δὲ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐποίησά σε, φησὶν, ὁμότιμον· οὐκ ἐχρήσω καλῶς τῇ ἀρχῇ· μετάβηθι πρὸς τὴν ὑποταγήν. Οὐκ ἤνεγκας τὴν ἐλευθερίαν, κατάδεξαι τὴν δουλείαν. Οὐκ οἶδας ἄρχειν, καὶ δι' αὐτῆς τῶν πραγμάτων ἔδειξας τῆς πείρας· γενοῦ τῶν ἀρχομένων, καὶ τὸν ἄνδρα ἐπίγνωθι κύριον. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Καὶ ὅρα Θεοῦ ἐνταῦθα φιλανθρωπίαν. Ἵνα γὰρ μὴ ἀκούσασα τὸ, Αὐτός σου κυριεύσει, φορτικὴν εἶναι νομίσῃ τὴν δεσποτείαν, πρότερον τὸ τῆς κηδεμονίας ἔθηκεν ὄνομα εἰπὼν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, τουτέστιν, Ἡ καταφυγή σου καὶ ὁ λιμὴν καὶ ἡ ἀσφάλεια ἐκεῖνος ἔσται σοι· ἐν πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς πρὸς ἐκεῖνον ἀποστρέφεσθαι καὶ καταφεύγειν σοι δίδωμι. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ φυσικαῖς αὐτοὺς συνέδησεν ἀνάγκαις καθάπερ ἄῤῥηκτόν τινα δεσμὸν, τὴν ἐκ τῆς ἐπιθυμίας περιβαλὼν αὐτοῖς ἅλυσιν. Εἶδες πῶς εἰσήγαγε μὲν τὴν ὑποταγὴν ἡ ἁμαρτία, ὁ δὲ εὐμήχανος καὶ σοφὸς Θεὸς καὶ τούτοις πρὸς τὸ συμφέρον ἡμῖν ἀπεχρήσατο; Ἄκουσον πῶς καὶ Παῦλος περὶ ταύτης λέγει τῆς ὑποταγῆς, ἵνα μάθῃς πάλιν Παλαιᾶς καὶ Καινῆς τὴν συμφωνίαν. Γυνὴ, φησὶν, ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Εἶδες καὶ αὐτὸν ὑποτάξαντα τῷ ἀνδρὶ τὴν γυναῖκα; Ἀλλ' ἀνάμεινον, καὶ τὴν αἰτίαν ἀκούσῃ. Διὰ τί, Ἐν πάσῃ ὑποταγῇ; Γυναῖκα γὰρ, φησὶ, διδάσκειν οὐκ ἐπιτρέπω. Διὰ τί; Ἐδίδαξε γὰρ ἅπαξ κακῶς τὸν Ἀδάμ. Οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός. Τί δήποτε; Καὶ γὰρ ηὐθέντησεν ἅπαξ κακῶς. Ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀλλ' εἰπὲ καὶ τὴν αἰτίαν. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Διὰ τοῦτο αὐτὴν ἀπὸ τοῦ τῆς διδασκαλίας κατεβίβασε θρόνου. Ὁ γὰρ διδάσκειν οὐκ εἰδὼς, μανθανέτω, φησίν· εἰ δὲ μὴ βούλοιτο μανθάνειν, ἀλλὰ διδάσκειν ἐθέλοι, καὶ ἑαυτὸν καὶ τοὺς μανθάνοντας προσαπολεῖ· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς τότε γέγονεν. Ἀλλ' ὅτι μὲν ὑποτέτακται τῷ ἀνδρὶ, καὶ διὰ τὴν ἁμαρτίαν ὑπετάγη, δῆλον ἐντεῦθεν· βούλομαι δὲ ἐκεῖνο ἀκοῦσαι, τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.
4.2.1
Βούλομαι μαθεῖν πῶς καὶ περὶ τῆς κηδεμονίας ταύτης ὁ Παῦλος διαλέγεται, καὶ τὴν δεσποτείαν ἀναμίγνυσι τῇ φιλοστοργίᾳ. Ποῦ οὖν τοῦτο ποιεῖ; Κορινθίοις ἐπιστέλλων φησίν· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας· ἰδοὺ τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Αἱ γυναῖκες ἵνα φοβῶνται τοὺς ἄνδρας· ἰδοὺ τὸ, Αὐτός σου κυριεύσει. Εἶδες πῶς ἀνεπαχθὴς ἡ δεσποτεία, ὅταν ἐραστὴς μανικὸς τῆς δουλευούσης ὁ δεσπότης ᾖ, ὅταν φόβος ᾖ μετὰ ἀγάπης; Οὕτω γὰρ τὸ φορτικὸν ἀνῄρηται τῆς δουλείας. Μίαν μὲν οὖν εἰσήγαγε τὴν ἀρχὴν ἡ παρακοή. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι πρὸς τὸ δέον ἐῤῥύθμισεν αὐτὴν ὁ Θεὸς, ἀλλ' ὅτι αὐτὴν τῆς δουλείας τὴν φύσιν ἡ ἁμαρτία κατεσκεύασεν· ἥ ἐστι καὶ δεύτερον δουλείας εἶδος τοῦ προτέρου φορτικώτερον, καὶ αὐτὸ δὲ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἐκ τῆς ἁμαρτίας ἔχει. Μετὰ γὰρ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Νῶε, καὶ τὸ κοινὸν τῆς οἰκουμένης ἁπάσης ναυάγιον καὶ τὴν πανωλεθρίαν ἐκείνην, ἥμαρτεν εἰς τὸν γεγεννηκότα ὁ Χὰμ, καὶ γυμνωθέντα ἰδὼν τὸν πατέρα, μᾶλλον ἐγύμνωσε τῇ πρὸς τοὺς ἀδελφοὺς κατηγορίᾳ, καὶ ἐντεῦθεν οἰκέτης ἐγένετο τῶν ἀδελφῶν. Ἐλυμήνατο γὰρ τῆς φύσεως τὴν εὐγένειαν ἡ τῆς προαιρέσεως πονηρία· καὶ μάλα εἰκότως. Ἡ μὲν οὖν Γραφὴ μυρίας ὑπὲρ τοῦ δικαίου συντίθησιν ἀπολογίας, μᾶλλον δὲ ἑνὶ ῥήματι πᾶσαν αὐτῷ δίδωσι συγγνώμην. Ἤρξατο γὰρ, φησὶ, Νῶε ἄνθρωπος γεωργός. Τὸ δὲ, Ἤρξατο, τοῦτο πολλὴν ἔχει τὴν ἀπολογίαν τὴν ἐπὶ τῇ μέθῃ. Οὔτε γὰρ πόσον πιεῖν ἐχρῆν τὸν οἶνον ᾔδει, οὔτε πῶς πιεῖν, ἄκρατον, ἢ μεμιγμένον ὕδατι, οὔτε πότε πιεῖν, εὐθέως τῶν ὑποληνίων ἐξαντληθέντα, ἢ μικρὸν ἀναμείναντα χρόνον. Ἡ μὲν οὖν Γραφὴ διὰ τούτων ἀπολογεῖται ὑπὲρ τοῦ Νῶε· ὁ δὲ ἐξ αὐτοῦ γεννηθεὶς, ὁ δι' ἐκείνου σωθεὶς (διὰ γὰρ τὴν εἰς τὸν πατέρα τιμὴν οὐ συναπώλετο τῷ τῶν λοιπῶν κλυδωνίῳ), οὐ πρὸς τὴν φύσιν ἰδὼν αὐτὴν, οὐ τῆς σωτηρίας ἀναμνησθεὶς, οὐ τῷ φόβῳ σωφρονισθεὶς, ὁρῶν ἔτι τὰ λείψανα τῆς τοῦ Θεοῦ μένοντα ὀργῆς, καὶ τῆς συμφορᾶς τὰ ἴχνη φαινόμενα, καὶ τὸν τῶν γεγενημένων ἀκμάζοντα φόβον, ἐξύβρισεν εἰς τὸν γεγεννηκότα Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου· οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία. Ἀλλ' οὐδὲ τοῦτο ἔγνω ἐκεῖνος· ἀλλ' ἥμαρτεν ἁμαρτίαν πάσης συγγνώμης καὶ ἀπολογίας μείζονα. Διὰ τοῦτο τιμωρίαν ἔδωκε τῆς ἁμαρτίας τὴν δουλείαν, καὶ τῶν ἀδελφῶν οἰκέτης ἐγένετο, καὶ τὴν ἀπὸ τῆςφύσεως προεδρίαν τῇ τῆς γνώμης κακίᾳ προέδωκεν. Ἰδοὺ καὶ δεύτερος δουλείας τρόπος. Βούλει καὶ τρίτον μαθεῖν; Φορτικώτερος δὲ οὗτος τῶν δύο τῶν προτέρων ἐστὶ, καὶ πολὺ φοβερώτερος. Ἐπειδὴ γὰρ ἐκείνοις οὐκ ἐσωφρονίσθη, ἐπέτεινεν ἡμῖν ὁ Θεὸς τὰ δεσμά. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν ἀρχόντων, ὁ τῶν ἐξουσιῶν· οὐ τοιοῦτος, οἷος ὁ τῆς γυναικὸς, οὐδὲ τοιοῦτος, οἷος ὁ τῶν δούλων, ἀλλὰ πολλῷ φοβερώτερος. Ξίφη γὰρ ἔστιν ἰδεῖν ἠκονημένα πανταχοῦ, δημίους, κολάσεις, βασανιστήρια, τιμωρίας, τὴν μέχρι θανάτου καὶ ζωῆς ἐξουσίαν. Καὶ ὅτι καὶ οὗτος τῆς ἀρχῆς ὁ τρόπος ἀναγκαῖος διὰ τὴν ἁμαρτίαν ἐγένετο, ἄκουσον πάλιν αὐτοῦ τοῦ Παύλου περὶ τούτου φιλοσοφοῦντος. Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, φησὶ, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ἐὰν τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Ὁρᾷς ὅτι διὰ τοὺς τὸ κακὸν πράττοντας καὶ ἄρχων καὶ μάχαιρα; Ἄκουσον γοῦν σαφέστερον τοῦτο πάλιν. Ἔκδικος γὰρ, φησὶν, ἔστι τῷ τὸ κακὸν πράσσοντι. Καὶ οὐκ εἶπεν, Οὐ γὰρ εἰκῆ ἄρχων ἐστίν· ἀλλὰ τί; Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Ὡπλισμένον σοι τὸν δικαστὴν ἐπέστησε. Καθάπερ γὰρ φιλόστοργος πατὴρ παῖδας εἰς αὐτὸν ῥᾳθυμοῦντας, καὶ διὰ τὴν πατρικὴν φιλοστοργίαν καταφρονοῦντας αὐτοῦ, διὰ τὴν ἀγαθότητα παιδαγωγοῖς καὶ διδασκάλοις ἐκδίδωσι φοβεροῖς· οὕτω καὶ ὁ Θεὸς τὴν φύσιν τὴν ἡμετέραν καταφρονοῦσαν αὐτοῦ, διὰ τὴν ἀγαθότητα, καθάπερ διδασκάλοις καὶ παιδαγωγοῖς, τοῖς ἄρχουσιν ἐξέδωκεν, ὥστε αὐτοὺς ἐπιστρέψαι αὐτῶν τὴν ῥᾳθυμίαν. Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῆς Παλαιᾶς αὐτὸ τοῦτο ἴδωμεν, ὅτι διὰ τὴν πονηρίαν τὴν ἡμετέραν καὶ τῆς ἀρχῆς ἐγένετο χρεία ταύτης. Τῶν προφητῶν τις παροξυνόμενος ἐπὶ τοῖς ἀδίκοις, οὕτω πώς φησι· Παρασιωπήσεις ἐν τῷ καταπίνειν τὸν ἀσεβῆ τὸν δίκαιον, καὶ ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον; Οὐκοῦν διὰ τοῦτο ἡγούμενος, ἵνα μὴ ὡς ἑρπετὰ ὦμεν· διὰ τοῦτο ἄρχων· ἵνα μὴ ὡς οἱ ἰχθύες καταπίνωμεν ἀλλήλους. Ὥσπερ γὰρ διὰ τὰ νοσήματα τὰ φάρμακα, οὕτω διὰ τὰ ἁμαρτήματα αἱ κολάσεις. Ἐπεὶ ὅτι γε ὁ συζῶν ἀρετῇ τῆς ἐκεῖθεν ἐπιστασίας οὐ δεῖται, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεατής σου, φησὶν, ὁ δικαστής ἐστιν. Ἐὰν ὀρθῶς ζῇς, οὐ θεατὴς μόνον, ἀλλὰ καὶ ἐπαινέτης. Καὶ τί λέγω τὴν ἀπὸ τῶν ἀρχόντων χρείαν, ὅπουγε καὶ ἑτέρων μειζόνων ἀνώτεροι οἱ φιλοσοφίαν διώκοντές εἰσιν; Ἄρχοντες γὰρ ἀρχόντων εἰσὶν οἱ νόμοι. Ἀλλ' ὅμως οὐδὲ νόμων δεῖται ὁ μετ' ἐπιεικείας ζῶν· καὶ τοῦτο ἄκουσον τοῦ Παύλου λέγοντος, Δικαίῳ νόμος οὐ κεῖται. Εἰ δὲ νόμος οὐ κεῖται, πολλῷ μᾶλλον ἄρχων οὐκ ἐφέστηκεν. Ἰδοὺ τρίτος ἀρχῆς τρόπος, καὶ οὗτος ἀπὸ τῆς ἁμαρτίας καὶ πονηρίας ἔχων τὴν ὑπόθεσιν.
4.3.1
Πῶς οὖν ὁ Παῦλός φησιν, ὅτι Οὐκ ἔστιν ἐξουσία, εἰ μὴ ἀπὸ Θεοῦ; Ὅτι αὐτὸς αὐτὴν πρὸς τὸ λυσιτελὲς ἡμῖν κατέστησεν. Εἰσήγαγε μὲν γὰρ αὐτῆς τὴν χρείαν ἡ ἁμαρτία· ὁ δὲ Θεὸς πρὸς τὸ συμφέρον ἡμῖν ἀπεχρήσατο. Καὶ καθάπερ ἡ χρεία τῶν φαρμάκων ἀπὸ τῶν τραυμάτων γίνεται, ἡ δὲ ἐπαγωγὴ τῶν φαρμάκων ἀπὸ τῆς τῶν ἰατρῶν σοφίας· οὕτω καὶ ἡ χρεία τῆς δουλείας ἀπὸ τῆς ἁμαρτίας γέγονε· τὸ δὲ εἰς δέον αὐτὴν ῥυθμίσαι, ἀπὸ τῆς τοῦ Θεοῦ σοφίας. Ἀλλὰ γὰρ διανάστητε, καὶ τὴν ῥᾳθυμίαν ἀπόθεσθε. Τίνος ἕνεκα τοῦτο λέγω; Περὶ Γραφῶν ὑμῖν διηγούμεθα, ὑμεῖς δὲ τοὺς ὀφθαλμοὺς ἀποστήσαντες ἡμῶν, πρὸς τὰς λαμπάδας καὶ τὸν τὰς λαμπάδας ἅπτοντα μετεστήσατε. Καὶ πόσης τοῦτο ῥᾳθυμίας, ἡμᾶς ἀφέντας, τούτῳ προσέχειν; Πῦρ ἀνάπτω κἀγὼ τὸ ἀπὸ τῶν Γραφῶν, καὶ ἐπὶ τῆς γλώττης τῆς ἡμετέρας λαμπάδιον καίεται τὸ τῆς διδασκαλίας. Τοῦτο μεῖζον καὶ βέλτιον τὸ φῶς ἐκείνου τοῦ φωτός· οὐ γὰρ δὴ θρυαλλίδα διάβροχον ἐλαίῳ, καθάπερ οὗτος, ἐξάπτομεν, ἀλλὰ ψυχὰς ἐν εὐσεβείᾳ ἀρδομένας τῇ τῆς ἀκροάσεως ἀνάπτομεν ἐπιθυμίᾳ. Διελέγετό ποτε καὶ ὁ Παῦλος ἐν ὑπερῴῳ τινί. Ἀλλὰ μηδεὶς νομιζέτω με Παύλῳ παραβάλλειν ἐμαυτόν· οὐ γὰρ οὕτω μέμηνα· ἀλλ' ἵνα μάθητε πόσην περὶ τὴν ἀκρόασιν σπουδὴν ἐπιδείκνυσθαι χρή. Διελέγετο τοίνυν ὁ Παῦλος ἐν ὑπερῴῳ, καὶ ἑσπέρα κατέλαβε, καθάπερ καὶ νῦν, καὶ λαμπάδες ἦσαν ἐν τῷ ὑπερῴῳ· εἶτα ὁ Εὔτυχος ἀπὸ τῆς θυρίδος κατέπεσε, καὶ οὐ διέλυσε τὸ πτῶμα τὸν σύλλογον, οὐδὲ ἀνέστησε τὸ θέατρον ὁ θάνατος· ἀλλ' οὕτως ἦσαν προσηλωμένοι τῇ τῶν θείων ἀκροάσει λογίων, ὡς μηδὲ αἰσθηθῆναι τοῦ πτώματος· ὑμεῖς δὲ οὐδὲν ξένον ἰδόντες, οὐδὲ παράδοξον, ἀλλ' ἄνθρωπον τὰ συνήθη ποιοῦντα, τὰς ὄψεις ἐκεῖ μετεθήκατε. Καὶ ποίας ἂν εἴη τοῦτο συγγνώμης ἄξιον; Μηδεὶς τοίνυν, ἀγαπητοὶ, φορτικήν τινα τὴν ἐπιτίμησιν νομιζέτω· οὐ γὰρ μισοῦντες, ἀλλὰ κηδόμενοι ἐγκαλοῦμεν. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων, ἣ ἑκούσια φιλήματα ἐχθρῶν. Διανάστητε τοίνυν, παρακαλῶ, καὶ τοῦτο ἀφέντες τὸ πῦρ, τῷ φωτὶ προσέχετε τῶν θείων Γραφῶν. Ἕτερον γὰρ ὑμῖν ἀρχῆς βούλομαι τρόπον εἰπεῖν, οὐκ ἀπὸ ἁμαρτίας λαμβάνοντα τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τῆς φύσεως αὐτῆς. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν τεκόντων εἰς ἔκγονα. Ὠδίνων γάρ ἐστιν ἀμοιβὴ ἡ τοιαύτη τιμή. Διὰ τοῦτο καί τις σοφὸς λέγει· Ὡς δεσπόταις δούλευσον τοῖς γεννήσασί σε. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει λέγων· Τί γὰρ αὐτοῖς ἀνταποδώσεις, καθὼς αὐτοί σοι; Καίτοι τί ποτέ ἐστιν, ὃ μὴ δύναται παῖς ἀποδοῦναι πατρί; Οὐδὲν οὖν ἄλλο ἢ τοῦτο λέγει· Καθὼς αὐτοί σε ἐγέννησαν, σὺ αὐτοὺς γεννῆσαι οὐ δυνήσῃ. Ἐπεὶ οὖν κατὰ τοῦτο ἠλαττώμεθα, ἑτέρωθεν πλεονεκτήσωμεν ταῖς εἰς αὐτοὺς τιμαῖς, μὴ διὰ τὸν τῆς φύσεως νόμον μόνον, ἀλλὰ πρὸ τῆς φύσεως διὰ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ σφόδρα ὁ Θεὸς βούλεται τοὺς τεκόντας τιμᾶσθαι παρὰ τῶν τεχθέντων· καὶ τοὺς μὲν τοῦτο ποιοῦντας μεγάλοις ἀγαθοῖς καὶ δωρεαῖς ἀμείβεται, τοὺς δὲ παραβαίνοντας τὸν νόμον μεγάλοις καὶ δεινοῖς κολάζει κακοῖς. Ὁ κακολογῶν, φησὶ, πατέρα ἢ μητέρα, θανάτῳτελευτάτω. Τοῖς δὲ τιμῶσιν αὐτοὺς οὕτω πώς φησι· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ὅπερ μέγιστον ἀγαθὸν εἶναι νομίζεται, γῆρας λιπαρὸν καὶ μῆκος ζωῆς, τοῦτο ἔθηκεν ἔπαθλον τοῖς τιμῶσιν αὐτούς· καὶ ὅπερ ἔσχατον εἶναι δοκεῖ κακὸν, θάνατος ἄωρος, τοῦτο ἔθηκεν ἐπιτίμιον τοῖς ὑβρίζουσιν εἰς αὐτούς· τοὺς μὲν ἐπισπώμενος εἰς εὔνοιαν τῇ τῆς τιμῆς ἐπαγγελίᾳ, τοὺς δὲ καὶ ἄκοντας ἀπάγων τῆς ὕβρεως τῷ τῆς τιμωρίας φόβῳ. Οὐδὲ γὰρ ἁπλῶς ἀποθνήσκειν κελεύει τὸν πατραλοίαν, οὐδὲ δημίους αὐτὸν ἀπὸ τοῦ δικαστηρίου λαβόντας ἐξάγειν διὰ τῆς ἀγορᾶς, οὐδὲ τῆς πόλεως ἔξω τὴν κεφαλὴν ἀποτέμνειν· ἀλλ' ἄγει μὲν αὐτὸν εἰς μέσην τὴν πόλιν αὐτὸς ὁ πατὴρ, καὶ χωρὶς ἀποδείξεως πάσης πιστεύεται· καὶ μάλα δικαίως. Ὁ γὰρ καὶ χρήματα καὶ σώματα καὶ πᾶν ὁτιοῦν ἑλόμενος ὑπὲρ τοῦ παιδὸς καταδαπανῆσαι, οὐκ ἄν ποτε κατήγορος αὐτοῦ γέγονεν, εἰ μὴ πολλὴ τῆς ὕβρεως ἦν ἡ ὑπερβολή. Ἄγει τοίνυν αὐτὸν εἰς τὸ μέσον τῆς πόλεως, εἶτα καλεῖ τὸν δῆμον ἅπαντα, καὶ λέγει τὴν κατηγορίαν· οἱ δὲ ἀκούοντες πάντες, ἕκαστος λίθον λαβὼν, οὕτω βάλλουσι τὸν πατραλοίαν. Οὐ γὰρ δὴ θεατὰς μόνον τῆς τιμωρίας, ἀλλὰ καὶ αὐτουργοὺς εἶναι βούλεται ὁ νομοθέτης, ἵνα εἰς τὴν δεξιὰν ἕκαστος ἰδὼν τὴν ἑαυτοῦ, δι' ἧς τὸν λίθον καὶ αὐτὸς ἔβαλε κατὰ τῆς τοῦ πατραλοίου κεφαλῆς, ἱκανὸν ὑπόμνημα πρὸς διόρθωσιν ἔχῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἕτερον ἡμῖν ὁ νομοθέτης αἰνίττεται, ὅτι ὁ τοὺς γονέας ὑβρίζων οὐκ ἐκείνους ἠδίκηκε μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους. Διὰ τοῦτο πάντας ἐπὶ τὴν κοινωνίαν τῆς τιμωρίας καλεῖ, καθάπερ ὑβρισμένους ἅπαντας, καὶ δῆμον ὁμοῦ καὶ πόλιν περιίστησιν ἅπασαν, παιδεύων καὶ τοὺς οὐδὲν ἔχοντας κοινὸν πρὸς τοὺς ἠδικημένους ἐπὶ γονεῦσιν ὑβριζομένοις ἀγανακτεῖν, ὡς τῆς κοινῆς φύσεως ὑβριζομένης, καὶ τὸν τοιοῦτον ἄνθρωπον ὥσπερ λοιμόν τινα καὶ κοινὴν νόσον, μὴ τῆς πόλεως μόνον, ἀλλὰ καὶ τοῦ φωτὸς ἀπελαύνειν αὐτοῦ. Πολέμιος γὰρ ὁ τοιοῦτος καὶ κοινὸς ἁπάντων ἐστὶν ἐχθρὸς, καὶ τοῦ Θεοῦ, καὶ τῆς φύσεως, καὶ τῶν νόμων, καὶ τῆς κοινῆς ἁπάντων ἡμῶν ζωῆς. Διὰ τοῦτο πάντας συνεφάπτεσθαι κελεύει τῆς σφαγῆς, ὥσπερ τινὰ καθαρμὸν τῆς πόλεως ἐργαζόμενος. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἡδονῆς τοὺς περὶ τοῦ πατραλοίου λόγους ἐδέξασθε, καὶ ἀντὶ τῶν λίθων ταῖς βοαῖς αὐτὸν ἐβάλλετε· τεκμήριον γὰρ τοῦτό ἐστι τοῦ πολλὴν περὶ τὸν ἑαυτοῦ πατέρα ἕκαστον ὑμῶν τὴν εὔνοιαν ἐπιδεδεῖχθαι. Καὶ γὰρ τότε τοὺς νόμους μάλιστα θαυμάζειν εἰώθαμεν τοὺς τὰ ἁμαρτήματα κολάζοντας, ὅταν μὴ συνειδότες ἑαυτοῖς τὰ ἁμαρτήματα ὦμεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ τῷ κηδομένῳ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ προνοοῦντι γονέων, καὶ παίδων φροντίζοντι, καὶ πάντα ὑπὲρ τῆς ἡμετέρας οἰκονομοῦντι σωτηρίας. Αὐτῷ γὰρ πρέπει δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.