Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Genesim sermones
John ChrysostomSerm 500 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
500.0.1
Περὶ τοῦ ξύλου, εἰ ἐξ ἐκείνου γέγονεν ἡ γνῶσις τοῦ καλοῦ καὶ τοῦ πονηροῦ τῷ Ἀδὰμ, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχε τὴν διάγνωσιν ταύτην· ἐν ᾧ καὶ περὶ νηστείας, καὶ περὶ τοῦ δεῖν ἐν οἰκίᾳ μελετᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ.
500.1.1
Φιλῶ μὲν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶν, καὶ πηγὴ φιλοσοφίας ἁπάσης· φιλῶ δὲ αὐτὴν καὶ δι' ὑμᾶς, καὶ διὰ τὴν ὑμετέραν ἀγάπην, ὅτι μοι ταύτην τὴν ἱερὰν καὶ τιμίαν ὑμῶν συνήγαγε σύνοδον, καὶ τὰ ποθούμενα πρόσωπα δίδωσι πάλιν ἰδεῖν, καὶ παρέχει μετὰ ἀδείας ἐντρυφῆσαι τῇ καλῇ ταύτῃ πανηγύρει καὶ ἑορτῇ. Καὶ γὰρ καὶ πανήγυριν καὶ ἑορτὴν καὶ μυρία ἀγαθὰ οὐκ ἄν τις ἁμάρτοι τὴν ὑμετέραν σύνοδον προσειπών. Εἰ γὰρ εἰς ἀγοράν τις ἐμβαλὼν, καὶ ἑνὶ συντυγχάνων φίλῳ, πολλάκις πᾶσαν ἀθυμίαν ἀποτίθεται· ἡμεῖς οὐκ εἰς ἀγορὰν, ἀλλ' εἰς ἐκκλησίαν ἀπαντῶντες, καὶ οὐχ ἑνὶ συντυγχάνοντες φίλῳ, ἀλλὰτοσούτοις καὶ τοιούτοις ἀδελφοῖς καὶ πατράσι συγγινόμενοι, πῶς οὐ πᾶσαν ἀποθησόμεθα ἀθυμίαν; πῶς οὐ πᾶσαν ἡδονὴν καρπωσόμεθα; Οὐ γὰρ τῷ πλήθει μόνον οὗτος βελτίων ὁ σύλλογος τῶν συνεδρίων τῶν ἐν ταῖς ἀγοραῖς, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει τῆς διαλέξεως. Οἱ μὲν γὰρ ἐν ἀγοραῖς συνεδρεύοντες καὶ μετὰ ἀλλήλων συγκαθήμενοι κύκλῳ, πολλάκις καὶ περὶ ἀνονήτων διαλέγονται πραγμάτων, καὶ ψυχρὰν εἰσάγουσιν ὁμιλίαν, καὶ φθέγγονται περὶ τῶν οὐδὲν αὐτοῖς προσηκόντων. Καὶ γὰρ εἰώθαμεν, ὡς τὰ πολλὰ, μετὰ πλείονος σπουδῆς τὰ ἀλλότρια περιεργάζεσθαι καὶ πολυπραγμονεῖν. Ὅτι μὲν οὖν ἐστιν ἐπισφαλὲς καὶ κίνδυνον ἔχον, τὰ ῥήματα προϊέναι καὶ ἀκούειν τοιαῦτα, καὶ παρασύρεσθαι, καὶ πολλοὶ πολλάκις ἀπὸ τῶν τοιούτων συνεδρίων χειμῶνες ἐπῃωρίσθησαν ἐν οἰκίαις, παρίημι νῦν· ὅτι δὲ ἀνόνητος καὶ ψυχρὰ καὶ βιωτικὴ πᾶσα ἐκείνη ἡ διάλεξις, καὶ πνευματικὸς λόγος οὐκ ἄν ποτε ταχέως εἰς τοιοῦτον εἰσέλθοι σύλλογον, οὐδεὶς ἀντείποι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἅπαν τοὐναντίον· πᾶσα μὲν γὰρ ἀκερδὴς διάλεξις ἀπελήλαται, πᾶσα δὲ πνευματικὴ διδασκαλία εἰσενήνεκται. Καὶ γὰρ περὶ ψυχῆς τῆς ἡμετέρας διαλεγόμεθα, καὶ τῶν ψυχῇ προσηκόντων ἀγαθῶν, καὶ περὶ τῶν ἀποκειμένων ἐν τοῖς οὐρανοῖς στεφάνων, καὶ περὶ τῶν λαμπρῶν βίων, καὶ περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ περὶ τῆς προνοίας τοῦ παντὸς, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν μάλιστα προσηκόντων ἡμῖν, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ ποία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀπαντήσεται λῆξις ἡμῖν, καὶ ἐν τίσι τὰ ἡμέτερα ἔσται τότε. Καὶ τοῦ συλλόγου τούτου οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ προφῆται καὶ ἀπόστολοι κοινωνοῦσι· καὶ τὸ δὴ μεῖζον πάντων, αὐτὸς ὁ τῶν ἁπάντων Δεσπότης μέσος ἡμῶν ἕστηκεν Ἰησοῦς. Αὐτὸς γάρ φησιν, Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστι, πολλῷ μᾶλλον ὅπου τοσοῦτοι μὲν ἄνδρες, τοσαῦται δὲ γυναῖκες, τοσοῦτοι δὲ πατέρες, καὶ ἀπόστολοι καὶ προφῆται ἐν μέσῳ πάρεισι. Διὸ καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας φθεγγόμεθα τῆς ἐκεῖθεν ἀπολαύοντες ῥοπῆς, καὶ τὴν ὑπόσχεσιν ὑμῖν ἀποδιδόαμεν. Ὑπεσχόμεθα γὰρ ἐρεῖν περὶ τοῦ ξύλου πρότερον, εἰ ἐξ ἐκείνου γέγονεν ἡ γνῶσις τοῦ καλοῦ καὶ τοῦ πονηροῦ τῷ Ἀδὰμ, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχε τὴν διάγνωσιν ταύτην. Θαῤῥοῦντες οὖν ἂν εἴποιμεν νῦν, ὅτι καὶ πρὸ τῆς βρώσεως ταύτην εἶχε τὴν διάγνωσιν. Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν, καὶ αὐτῶν τῶν ἀλόγων ἀλογώτερος ἦν, καὶ τῶν δούλων ὁ δεσπότης ἀνοητότερος. Πῶς γὰρ οὐκ ἄτοπον, αἶγας μὲν καὶ πρόβατα εἰδέναι ποία μὲν αὐτοῖς βοτάνη χρήσιμος, ποία δὲ ὀλεθρία, καὶ μὴ πᾶσιν αὐτὰ ἐπιέναι τοῖς φαινομένοις, ἀλλ' ἔχειν τὴν διάγνωσιν, καὶ εἰδέναι σαφῶς, τί μὲν αὐτοῖς ἐπιβλαβὲς, τί δὲ ὠφέλιμον· τὸν δὲ ἄνθρωπον τοσαύτης ἀποστερεῖσθαι τῆς ἀσφαλείας; Εἰ γὰρ μὴ τοῦτο εἶχεν, οὐδενὸς ἄξιος ἦν, ἀλλὰ καὶ εὐτελέστερος πάντωνὑπῆρχε. Πολλῷ γὰρ αἱρετώτερον ἦν αὐτῷ ἐν σκότῳ διάγειν, καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκόφθαι, καὶ τοῦ φωτὸς ἀπεστερῆσθαι, ἢ μὴ εἰδέναι τί μὲν καλὸν, τί δὲ πονηρόν. Ἐὰν γὰρ τοῦτο ἀνέλῃς τῆς ζωῆς τῆς ἡμετέρας, πᾶσαν τὴν ζωὴν ἡμῶν ἀνεῖλες, καὶ πολλῆς συγχύσεως τὰ πάντα ἐνέπλησας. Τοῦτο γάρ ἐστιν, ᾧ τῶν ἀλόγων διαφέρομεν, καὶ ᾧ τῶν θηρίων ἀμείνους ἐσμὲν, τῷ κακίαν καὶ ἀρετὴν εἰδέναι, καὶ τῷ ἐπιγινώσκειν τὸ πονηρὸν, καὶ τὸ καλὸν μὴ ἀγνοεῖν. Εἰ δὲ ἡμεῖς τοῦτο ἴσμεν νῦν, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ Σκύθαι καὶ βάρβαροι, πολλῷ μᾶλλον ὁ ἄνθρωπος τότε ἐκεῖνος πρὸ τῆς ἁμαρτίας τοῦτο ἐγνώκει· καὶ οὐκ ἂν ὁ τοσαύταις τιμηθεὶς τιμαῖς, οἷον τῷ κατ' εἰκόνα, τῷ καθ' ὁμοίωσιν, καὶ ταῖς λοιπαῖς εὐλογίαις, τοῦ κεφαλαίου τῶν ἀγαθῶν ἔρημος ἔμεινε. Τὸ γὰρ καλὸν καὶ πονηρὸν ἐκεῖνοι μόνοι ἀγνοοῦσιν, ὅσοι τῶν κατὰ φύσιν εἰσὶν ἀπεστερημένοι φρενῶν· ὁ δὲ Ἀδὰμ σοφίας πολλῆς ἐπεπλήρωτο, καὶ διαγνωστικὸς ἑκατέρων τούτων ἦν. Καὶ ὅτι σοφίας ἐπεπλήρωτο πνευματικῆς, ἄκουσον αὐτῆς τὴν ἀπόδειξιν. Ἤγαγε, φησὶ, πρὸς αὐτὸν ὁ Θεὸς τὰ θηρία, ἰδεῖν τί καλέσει αὐτά· καὶ εἴ τι ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο τὸ ὄνομα αὐτοῖς. Ἐννόησον τοίνυν πόσης ἐπέπληστο σοφίας, τοσούτοις γένεσιν, οὕτω ποικίλοις, καὶ παντοδαποῖς, τοῖς τῶν κτηνῶν, τοῖς τῶν ἑρπετῶν, τοῖς τῶν πτηνῶν προσηγορίας ἐπιθεῖναι, καὶ πάσας κυρίας, δυνηθείς. Οὕτω γὰρ ἀπεδέξατο τὴν θέσιν τῶν ὀνομάτων ὁ Θεὸς, ὡς μηκέτι κινῆσαι τὰς προσηγορίας ἐκείνας, μηδὲ ἁμαρτόντος αὐτοῦ θελῆσαι ἀνελεῖν τὰς ἐπωνυμίας αὐτῶν. Πᾶν γὰρ, φησὶν, ὃ ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς.
500.2.1
Οὗτος γοῦν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Καὶ πῶς ἂν ἔχοι λόγον; Πάλιν ἤγαγε τὴν γυναῖκα πρὸς αὐτὸν, καὶ ἰδὼν αὐτὴν εὐθέως ἐπέγνω τὴν τῆς φύσεως κοινωνόν. Καὶ τί φησι; Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐπειδὴ γὰρ πρὸ βραχέος ἦν ὁ Θεὸς παραγαγὼν αὐτῷ τὰ ζῶα ἅπαντα, δεῖξαι βουλόμενος ὁ Ἀδὰμ, ὅτι τοῦτο τὸ ζῶον οὐχὶ ἓν ἐκείνων τῶν ζώων ἐστὶν, εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Τινὲς δὲ, ὅτι οὐχὶ τοῦτο μόνον αἰνίττεται, φασὶν, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας, καὶ ὅτι οὐκ ἔσται πάλιν τῇ γυναικὶ τοιοῦτος τῆς γενέσεως ὁ τρόπος, διὰ τοῦτο εἶπε· Τοῦτο νῦν· ὅπερ οὖν καὶ ἕτερος ἑρμηνευτὴς ἀκριβέστερον ἑρμηνεύων ἔλεγε, Τοῦτο ἅπαξ, ὡσανεὶ ἔλεγε, Νῦν μόνον γυνὴ γέγονεν ἐξ ἀνδρὸς μόνου· μετὰ δὲ ταῦτα οὐκέτι οὕτως ἔσται, ἀλλ' ἐξ ἀμφοτέρων· Ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐξ ὁλοκλήρου γὰρ τοῦ φυράματος ὁ Θεὸς λαβὼν κόμμα, οὕτω τὴν γυναῖκα ἔπλασεν, ἵνα κατὰ πάντα κοινωνῇ τῷ ἀνδρί. Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς ἐλήφθη. Ὁρᾷς πῶς καὶ τὴν προσηγορίαν διὰ τοῦτο ἐπιτίθησιν, ἵνα ἡ προσηγορία διδάσκῃ τὴν κοινωνίαν τῆς φύσεως, καὶ ἡ διδασκαλία τῆς κατὰ τὴν φύσιν κοινωνίας, καὶ ὁ τῆς δημιουργίας τρόπος ὑπόθεσις ἀγάπης ᾖ διηνεκοῦς, καὶ σύνδεσμοςὁμονοίας; Εἶτα τί φησιν; Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ. Οὐκ εἶπεν ἁπλῶς, ἑνωθήσεται, ἀλλὰ, Κολληθήσεται, τὴν ἀκριβῇ συνάφειαν δηλῶν· Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὁ τοσαῦτα οὖν εἰδὼς, εἰπέ μοι, οὐκ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρόν; Καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν πρὸ τοῦ φαγεῖν ἀπὸ τοῦ ξύλου, ἀλλὰ μετὰ τὴν βρῶσιν ἔμαθεν, ἡ ἁμαρτία γέγονεν αὐτῷ σοφίας διδάσκαλος, καὶ ὁ ὄφις οὐκέτι ἀπατεὼν, ἀλλὰ σύμβουλος τῶν συμφερόντων κατέστη, ἐκ θηρίου ποιήσας αὐτὸν ἄνθρωπον. Ἀλλὰ μὴ γένοιτο· οὐκ ἔστι ταῦτα οὕτως, οὐκ ἔστιν. Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν, πῶς καὶ τὴν ἐντολὴν ἐλάμβανεν; Οὐδεὶς γὰρ δίδωσι νόμον τῷ μὴ εἰδότι, ὅτι κακὸν ἡ παράβασις· ὁ δὲ Θεὸς καὶ ἔδωκε, καὶ παραβάντα ἐκόλασεν, οὐκ ἂν ἀμφότερα ταῦτα ποιήσας, εἰ μὴ γνωστικὸν αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ἀρετῆς καὶ κακίας. Ὁρᾷς πῶς πάντοθεν ἡμῖν ἀποδέδεικται, ὅτι οὐ μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὸ καλὸν ᾔδει καὶ τὸ πονηρὸν, ἀλλὰ καὶ πρὸ τούτου ἠπίστατο; Ταῦτα οὖν ἅπαντα, ἀγαπητοὶ, διακρατῶμεν, καὶ οἴκαδε ἀναχωρήσαντες διπλῆν παραθῶμεν τὴν τράπεζαν, τὴν τῶν σιτίων, καὶ τὴν τῆς ἀκροάσεως, καὶ λεγέτω μὲν ἁνὴρ τὰ εἰρημένα, μανθανέτω δὲ γυνὴ, ἀκουέτω δὲ καὶ παιδία, μὴ ἀποστερείσθωσαν δὲ μηδὲ οἰκέται τῆς ἀκροάσεως ταύτης. Ἐκκλησίαν ποίησόν σου τὴν οἰκίαν· καὶ γὰρ καὶ ὑπεύθυνος εἶ καὶ τῆς τῶν παιδίων καὶ τῆς τῶν οἰκετῶν σωτηρίας· καὶ καθάπερ ἡμεῖς ὑπὲρ ὑμῶν ἀπαιτούμεθα λόγον. οὕτω καὶ ἕκαστος ὑμῶν καὶ ὑπὲρ οἰκέτου, καὶ ὑπὲρ γυναικὸς, καὶ ὑπὲρ παιδὸς ἀπαιτεῖται εὐθύνας. Ἀπὸ γοῦν τῶν τοιούτων διηγημάτων ἥδιστα διαδέξεται ἡμᾶς τὰ ὀνείρατα, καὶ φαντασίας ἀπηλλαγμένα ἁπάσης· οἷα γὰρ μεθ' ἡμέραν ἡ ψυχὴ μελετᾷν εἴωθε, τοιαῦτα καὶ καθ' ὕπνους φαντάζεται. Καὶ ἐὰν τὰ καθ' ἑκάστην ἡμέραν φυλάττωμεν λεγόμενα, οὐ πολλοῦ δεηθησόμεθα πόνου· καὶ γὰρ σαφέστερος ὁ μετὰ ταῦτα λόγος ὑμῖν ἔσται, καὶ ἡμῖν προθυμοτέρα ἡ διδασκαλία. Ἵν' οὖν γένηταί τι πλέον καὶ ἡμῖν καὶ ὑμῖν, ἡμῖν μὲν ἀπὸ τῆς διδασκαλίας, ὑμῖν δὲ ἀπὸ τῆς ἀκροάσεως, μετὰ τῆς σωματικῆς τραπέζης καὶ ἡ τράπεζα ὑμῖν παρατιθέσθω ἡ πνευματική. Καὶ γὰρ ἀσφάλεια καὶ κόσμος ἐκεῖνα ὑμῖν γενήσεται, καὶ τὰ τῆς παρούσης ζωῆς πρὸς τὸ συμφέρον ὁ Θεὸς κατευθυνεῖ, καὶ ῥᾷστα ὑμῖν ἔσται πάντα καὶ εὔκολα. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν. Ζητῶμεν οὖν ταύτην, ἀγαπητοὶ, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note