Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Genesim sermones
John ChrysostomSerm 9 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.0.1
Εἰς τὸ, πῶς δεῖ ἐπιτιμᾷν τοῖς τῶν ἀδελφῶν ἁμαρτήμασι, καὶ ὅτι χρὴ τῆς τούτων σωτηρίας προνοεῖν, καὶ διὰ τί Ἄβραμ Ἀβραὰμ ἐκλήθη, καὶ εἰς τὸ ὄνομα τοῦ Νῶε· ὅτι οὐχ ἁπλῶς ταῦτα οἱ δίκαιοι ἐκαλοῦντο τὰ ὀνόματα, ἀλλὰ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ.
9.1.1
Εἰ μὲν ἦν δυνατὸν ὑμῖν εἰδέναι, τί μὲν ἡμῖν εἴρηται, τί δὲ ὑπολέλειπται, καὶ ποῦ μὲν τὸν λόγον κατε λύσαμεν πρώην, πόθεν δὲ αὐτὸν σήμερον ἀνελέσθαι χρὴ, εὐθέως τὰ προοίμια ἀπὸ τῆς ἀκολουθίας τῶν πρώην εἰρημένων ἐποιησάμην ἄν. Ἐπειδὴ δὲ καὶ τῶν τότε ἀκηκοότων ἡμῶν πολλοὶ σήμερον οὐ παρήκασι, καὶ τῶν νῦν παρόντων τότε οὐκ ἤκουσαν, τὸ διάφορον τῶν ἀκροατῶν ἀναγκαίαν ποιεῖ γενέσθαι τῶν εἰρημένων ἡμῖν τὴν ἐξήγησιν· οὕτω γὰρ καὶ τοῖς ἐξ ἀρχῆς παρηκολουθηκόσι τῷ λόγῳ μᾶλλον ἐμπαγήσεται τούτων ἡ μνήμη, πάλιν ἀναμιμνησκομένοις ὧν ἤκουσαν· καὶ τοῖς ἀπολειφθεῖσιν οὐ τοσαύτη ἔσται βλάβη, τοῦ λόγου γνωριμωτέραν αὐτοῖς ἄνωθεν ποιοῦντος τὴν διδασκαλίαν. Καὶ μὴν ἴσως ἂν εἴποιεν οἱ ἀεὶ παραγινόμενοι, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο οὐκ ἐχρῆν ἀναλαβεῖν τὰ εἰρημένα, ἵνα ἀπολειφθέντες καὶ τῶν συνάξεων καταφρονήσαντες, ἔργῳ τὴν βλάβην ὑπομείναντες, βελτίους γένωνται, τῇ ζημίᾳ σωφρονιζόμενοι. Ἐγὼ δὲ ἐπαινῶ μὲν ὑμᾶς, ὅτι οὕτω δάκνεσθε ὑπὲρ τῆς ῥᾳθυμίας τῶν ἀδελφῶν, καὶ τὸν ζῆλον θαυμάζω· βούλομαι δὲ καὶ φιλανθρωπίᾳ τὸν ζῆλον ὑμᾶς κεράσαι τοῦτον. Ζῆλος γὰρ συγγνώμης ἀπεστερημένος, οὐ ζῆλος, ἀλλὰ θυμὸς μᾶλλόν ἐστι, καὶ νουθεσία, φιλανθρωπίαν οὐκ ἔχουσα, βασκανία τις εἶναι δοκεῖ. Διὰ τοῦτο ὑμᾶς μᾶλλον παρακαλῶ, μὴ πικρῶς τὰ τῶν πλησίον κρίνειν ἁμαρτήματα. Ὥσπερ γὰρ ὁ χωρὶς συγγνώμης ὁρῶν τὰ τῶν ἀδελφῶν τραύματα, εἴ ποτε καὶ αὐτὸς ἁμάρτοι, οὐδένα εὑρήσει τὸν συγγνώμην αὐτῷ νέμοντα· οὕτως ὁ μετ' ἐλέου δικάζων τοῖς τῶν πλησίον παραπτώμασιν, εἴ ποτε ὑποσκελισθείη, πολλοὺς ὄψεται τοὺς χεῖρα ὀρέγοντας. Καὶ ταῦτα λέγω νῦν, οὐ τὴν ῥᾳθυμίαν τῶν ἀπολειφθέντων αὐξῆσαι βουλόμενος, ἀλλὰ τὴν ἡμετέραν κηδεμονίαν ἐπιτεῖναι σπουδάζων, ἵνα μετὰ λόγου γίνηται καὶ φιλοστοργίας. Ἐπεὶ καὶ ἡμεῖς πολλοὺς καὶ μακροὺς τῇ προτεραίᾳ κατ' αὐτῶν ἀπετείναμεν λόγους, καὶ οὐδὲ ἀνθρώπους αὐτοὺς εἶναι ἔφαμεν, καθάπερ μέμνησθε, κατηγόρους αὐτοῖς ἐπιστήσαντες δύο προφήτας τοὺς κορυφαίους· τὸν μὲν λέγοντα, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· τὸν δὲ καταβοῶντα πάλιν καὶ πυνθανόμενον· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Καὶ σφόδρα αὐτῶν διὰ τούτων καὶ τῶν τοιούτων ἐδάκομεν τὴν διάνοιαν. Ἀλλὰ νῦν αὐτοὺς πάλιν παρακαλοῦμεν· οὕτω γὰρ καὶ ὁ Παῦλος ἐκέλευσεν· Ἔλεγξον γὰρ, φησὶν, ἐπιτίμησον, παρακάλεσον. Οὔτε γὰρ τοῦτο ἀεὶ χρὴ ποιεῖν μόνον, οὔτε ἐκεῖνο μόνον, ἀλλ' ἑκάτερα μίξαντα ἀπηρτισμένην ἐργάζεσθαι τὴν ὠφέλειαν. Ἄν τε γὰρ διαπαντὸς ἐλέγχωμεν, ἀναισχυντοτέρους αὐτοὺς ἀπεργαζόμεθα· ἄν τε διαπαντὸς παρακαλῶμεν, ῥᾳθυμοτέρους ποιοῦμεν. Διὰ τοῦτο καὶ ἰατροὶ οὐχὶ τέμνουσι μόνον, ἀλλὰ καὶ τραύματα ἐπιδεσμοῦσιν· οὐδὲ ἀεὶ φάρμακα πικρὰ ἐπιβάλλουσιν, ἀλλὰ καὶ προσηνῆ πολλάκις· δι' ἐκείνων μὲν τῶν προτέρων τὸ σεσηπὸς ἀποκαθαίροντες, διὰ τούτων δὲ τῶν δευτέρων τὴν ἐξ ἐκείνων ὀδύνην παραμυθούμενοι. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀρίστη παραίνεσις, ἀπηρτισμένη συμβουλὴ, πολλὴν ἔχουσα τὴν κηδεμονίαν, σπλάγχνα ἐνδεικνυμένη πατρικά· ὄντως τῆς Παύλου γλώττης τὰ ῥήματα, ἀδελφοί. Εὐθέως ἀπὸ τοῦ τῆς συγγενείας ὀνόματος πρὸς τὴν εὔνοιαν ἐπεσπάσατο τὸν ἀκροατήν. Τὰς αὐτὰς ὠδῖνας ἔλυσας αὐτῷ, τὰς αὐτὰς ἐτράφης τροφὰς, τὸν αὐτὸν ἔσχες πατέρα, ἐκοινώνησας αὐτῷ κατὰ τὸν τόκον τὸν πνευματικόν· τὴν συγγένειαν τοίνυν ταύτην καὶ ἐν τῇ τῶν πτωμάτων ἐπιδείκνυσο διορθώσει. Ἐὰν προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώμην ἔχον. Τὸ γὰρ, Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν ἐπηρεασθῇ, ἐὰν ἀπατηθῇ, οὐ τὸν ἐκ μελέτηςἁμαρτήσαντα λέγων, ἀλλὰ τὸν σπουδάζοντα μὲν κατορθῶσαι, ὑπὸ περιστάσεως δὲ διαβολικῆς ὑποσκελιζόμενον. Ὁ γὰρ τοιοῦτος οὐ τοσοῦτον κατηγορίας ὅσον συγγνώμης ἐστὶν ἄξιος. Ἐὰν καὶ προληφθῇ ἄνθρωπος. Πάλιν ἐφ' ἕτερον εἶδος συγγνώμης κατέφυγε, τῆς φύσεως τὴν ἀσθένειαν, ἣν διὰ τῆς προσηγορίας ᾐνίξατο. Καθάπερ οὖν ὁ μέγας Ἰὼβ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ συγγνώμην βουλόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτὸν, καὶ ἐπισκοπὴν ἐποιήσω τῶν ἁμαρτημάτων αὐτοῦ; οὕτω καὶ ἡμεῖς ποιῶμεν, ὅταν τινὰ τῶν ἡμαρτηκότων ἐξαιτώμεθα, Ἄνθρωπός, ἐστι συνεχῶς λέγοντες, καὶ τῆς φύσεως ἀναμιμνήσκοντες, καὶ ταύτῃ πρὸς ἔλεον ἐφελκόμενοι τὸν ἀγανακτοῦντα. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τὴν φύσιν καὶ τὴν εὐτέλειαν αὐτῆς κατέφυγεν εἰπὼν, Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι. Οὐχ ἁπλῶς τὰ μεγάλα λέγει ἁμαρτήματα, τὰ συγγνώμης μείζονα καὶ τὰ φιλανθρωπίας οὐκ ἄξια, ἀλλὰ τὰ μικρὰ καὶ κατεσταλμένα. Ὑμεῖς οἱ πνευματικοί. Ὁ μὲν ἁμαρτὼν, ἄνθρωπος, οἱ δὲ κατορθοῦντες, πνευματικοί. Ἐκεῖ τῆς φύσεως εἶπε τὸ ὄνομα, ἐνταῦθα τῆς ἀρετῆς ἔθηκε τὴν προσηγορίαν. Πολὺ δὲ τὸ μέσον τοῦ ἀνθρώπου καὶ τοῦ πνευματικοῦ. Ὑμεῖς οἱ πνευματικοί. Εἰ πνευματικὸς εἶ, δεῖξόν μοι τὴν ἰσχύν σου, μὴ ἀπὸ τῆς σῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς ἐμῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς βοηθείας τῆς εἰς τοὺς πεπτωκότας. Τοῦτο γὰρ πνευματικοῦ, μὴ περιορᾷν τὰ οἰκεῖα μέλη ἠμελημένα. Καταρτίζετε τὸν τοιοῦτον. Ἀχείρωτον ποιεῖτε, φησὶν, ἀκαταγώνιστον, ἄμαχον τῷ διαβόλῳ. Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.
9.2.1
Αὕτη μεγίστη συμβουλὴ, ἀναγκαστικὴ παραίνεσις. Κἂν λίθος ᾖ ὁ ἀκούων, ἱκανὸν αὐτὸν φοβῆσαι τὸ ῥῆμα, καὶ πρὸς ἀνάληψιν διεγεῖραι τοῦ πεπτωκότος. Οὐ βούλει, φησὶν, ὡς ἀδελφὸς ἐλεῆσαι; οὐ βούλει ὡς ἀνθρώπῳ ὄντι δοῦναι συγγνώμην; οὐ βούλει ὡς πνευματικὸς χεῖρα ὀρέξαι; Τὰ κατὰ σαυτὸν σκόπησον, καὶ οὐ δεήσῃ τοῦ συμβουλεύοντος, ὥστε βοηθῆσαι τῷ κειμένῳ, ἀλλ' οἴκοθεν καὶ παρὰ σαυτοῦ δέξαι τὴν παραίνεσιν. Πῶς καὶ τίνι τρόπῳ; Σκοπῶν σεαυτὸν, φησὶ, μὴ καὶ σὺ πειρασθῇς. Οὐκ εἶπε, Πάντως γὰρ καὶ σὺ ἁμαρτήσῃ, ἵνα μὴ φορτικώτερον ποιήσῃ τὸν λόγον· ἀλλὰ πῶς; Μή ποτε καὶ σὺ πειρασθῇς. Ἴσως δὲ ἁμαρτήσῃ, ἴσως δὲ οὐχ ἁμαρτήσῃ. Ἐπεὶ οὖν ἄδηλον τὸ μέλλον, προαπόθου σοι φιλανθρωπίας ἔρανον, δι' ὧν εἰς τὸν πλησίον ποιεῖς, ἤν ποτε περιτραπείης, πολλὴν εὑρήσεις συγγνώμης ἀποθήκην ἀποκειμένην. Οὐκ εἶπε, Μή ποτε καὶ σὺ ἁμάρτῃς, μή ποτε καὶ σὺ πέσῃς· προσέχετε ἀκριβῶς τῇ δυνάμει τῶν ῥημάτων αὐτῶν· ἀλλὰ, Μή ποτε καὶ σὺ πειρασθῇς. Ἔδειξεν ὅτι πειρατὴν ἔχομεν ἐχθρόν· ὁ δὲ πειρατὴς οὐχ ὡμολογημένον τῆς ἐπιθέσεως τὸν καιρὸν ἔχει, ἀλλὰ πολλάκις ἡμῖν καὶ καθεύδουσι καὶ ῥᾳθυμοῦσιν ἐπιτίθεται· διὰ τοῦτο κἀκεῖνος ὁ προληφθεὶς συγγνώμης ἄξιος, ἐπειδὴ ὑπὸ πειρατοῦ ἑάλω. Οὐ γὰρ ἦν αὐτῷ φανερὰ ἡ μάχη, οὐδὲ ὡμολογημένος ὁ καιρὸς τοῦ πολέμου, ἀλλὰ ἀγνοοῦντι ἐπέθετο, καὶ διὰ τοῦτο περιεγένετο. Οὕτω καὶ οἱ πλέοντες τὴν θάλατταν τὴν μεγάλην ταύτην καὶ εὐρύχωρον ποιοῦσι. Κἂν ἐξουρίων αὐτοῖς φέρηται τὸ σκάφος, κἂν πάσης ἀπολαύωσιν ἀσφαλείας, ἴδωσι δὲ πόῤῥωθεν ναυαγήσαντας ἑτέρους, οὐ πρὸς τὴν οἰκείαν εὐπρέπειαν βλέποντες, τῆς ἐκείνων καταφρονοῦσι συμφορᾶς· ἀλλὰ τὸ πλοῖον στήσαντες, καὶ τὰς ἀγκύρας χαλάσαντες, καὶ τὰ ἱστία καθελόντες, ἐξακοντίζουσι σχοίνους, καὶ ῥίπτουσι σανίδας, ὥστε ἐκεῖνον τὸν ὑπὸ τῶν κυμάτων βαπτίζεσθαι μέλλοντα ἑνὸς τούτων ἐπιλαμβανόμενον, διαφεύγειν τὸ ναυάγιον. Μίμησαι τοίνυν καὶ σὺ τοὺς ναύτας, ἄνθρωπε· καὶ γὰρ καὶ σὺ θάλατταν πλέεις μεγάλην καὶ εὐρύχωρον, τὸ μῆκος τοῦ παρόντος βίου, θάλατταν θηρία ἔχουσαν καὶ πειρατὰς, θάλατταν σκοπέλους ἔχουσαν καὶ σπιλάδας, θάλατταν ὑπὸ κυμάτων ταραττομένην πολλῶν καὶ χειμώνων· καὶ πολλοὶ πολλάκις καὶ ἐν τῇ θαλάττῃ ταύτῃ ναυαγίῳ περιπίπτουσιν. Ὅταν οὖν ἴδῃς τινὰ τῶν πλεόντων ὑπό τινος περιστάσεως διαβολικῆς ἀπολέσαντα τὸν πλοῦτον τῆς σωτηρίας, καὶ κλυδωνιζόμενον, καὶ μέλλοντα ὑποβρύχιον γίνεσθαι, στῆσόν σου τὸ πλοῖον, κἂν ἑτέρωθι σπεύδῃς, προνόησον τῆς ἐκείνου σωτηρίας, τὰ κατὰ σαυτὸν ἀφείς. Οὐ γὰρ ἀνέχεται ἀναβολῆς, οὐδὲ βραδυτῆτος ὁ βαπτίζεσθαι μέλλων. Ἐπίστηθι τοίνυν ταχὺ, ἐξάρπασον αὐτὸν ὀξέως τοῦ κλυδωνίου, πάντα κίνησον κάλων ὥστε αὐτὸν ἀνιμήσασθαι ἐκ τοῦ βάθους τῆς ἀπωλείας· κἂν μυρία σε ἕλκῃ πράγματα, μηδὲν ἔστω τῆς σωτηρίας τοῦ κάμνοντος ἀναγκαιότερον· κἂν γὰρ μικρὸν ἀναβαλέσθαι βουληθῇς, προδώσεις αὐτὸν τῇ τοῦ χειμῶνος ὀξύτητι. Διὸ τάχους ἡμῖν ἐν ταῖς τοιαύταις συμφοραῖς δεῖ, τάχους καὶ σπουδῆς ἐπιτεταμένης. Ἄκουσον πῶς Παῦλος ἐπείγεται, καὶ ἑτέρους διανίστησι πολλοὺς, ἰδών τινα ἄνθρωπον βυθίζεσθαι μέλλοντα. Κυρώσατε εἰς αὐτὸν ἀγάπην, φησὶ, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὰ τοῦτο κελεύει ταχέως ὀρέξαι χεῖρα, ἵνα μὴ, μελλόντων ἡμῶν καὶ ἀναβαλλομένων, φθάσῃ καταποθῆναι ἐκεῖνος. Γινώμεθα τοίνυν κηδεμονικοὶ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Τοῦτο κεφάλαιον τῆς καθ' ἡμᾶς πολιτείας ἐστὶ, τοῦτο γνώρισμα, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον, ἀλλὰ καὶ τὰ μέλη ἡμῶν διεστραμμένα διορθοῦν καὶ καταρτίζειν· τοῦτο δεῖγμα τῆς πίστεως μέγιστον· Ἐν τούτῳ γὰρ γνώσονται, φησὶ, πάντες ὅτι μαθηταί μου ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἀγάπην δὲ δείκνυσι γνησίαν οὐ κοινωνία τραπέζης, οὐδὲ πρόσρησις ψιλὴ, οὐδὲ κολακεία ῥημάτων, ἀλλὰ τὸ διορθῶσαι καὶ σκοπῆσαι τὸ συμφέρον τοῦ πλησίον, τὸ τὸν πεπτωκότα διαναστῆσαι, τὸ τῷ κειμένῳ χεῖρα ὀρέξαι τῆς οἰκείας ἀμελήσαντι σωτηρίας, καὶ πρὸ τῶν οἰκείων ἀγαθῶν τὰ τοῦ πλησίον ζητῆσαι. Τοῦτο ἀγάπης γνησίας. Ἡ γὰρ ἀγάπη τὰ αὑτῆς οὐ βλέπει, ἀλλὰ πρὸ τῶν αὑτῆς τὰ τοῦ πλησίον ὁρᾷ, ἵνα δι' ἐκείνων τὰ αὑτῆς ἴδῃ. Ἐπεὶ καὶ ἐγὼ νῦν οὐχὶ δι' ἐμαυτὸν ἀποτείνω τοσούτους λόγους, ἀλλὰ δι' ὑμᾶς. Καὶ ὑμεῖς τοίνυν μὴ δι' ἑαυτοὺς ἀκούετε μόνον, ἀλλὰ καὶ δι' ἑτέρους τοὺς παρ' ὑμῶν παιδεύεσθαι μέλλοντας. Κατὰ γὰρ τὴν ἀκολουθίαν τῶν μελῶν καὶ τὸ τῆς Ἐκκλησίας τρέφεται σῶμα. Ὥσπερ οὖν τὸ μέλος, ἐὰν κατάσχῃ παρ' ἑαυτῷ τὴν τροφὴν πᾶσαν, καὶ μὴ μεταδῷ τῷ πλησίον, καὶ ἑαυτὸ λυμαίνεται, καὶ τὸ λοιπὸν διαφθείρει σῶμα· οἷον ὁ στόμαχος, ἐὰν τὴν τροφὴν αὐτὸς κατάσχῃ μόνος, καὶ τὸ λοιπὸν σῶματῷ λιμῷ κατατήκει, καὶ ἑαυτὸν ὑπὸ τῆς ἀμετρίας διαφθείρει· ἂν δὲ τὸ ἀρκοῦν λαβὼν κατὰ τὴν φυσικὴν ἀκολουθίαν, τὸ λοιπὸν τοῖς ἑτέροις παραπέμψῃ μέλεσι, καὶ ἑαυτὸν καὶ τὸ λοιπὸν σῶμα ἐν ὑγιείᾳ διατηρεῖ· οὕτω καὶ σὺ νῦν, ἂν ἀκούσας τὰ παρ' ἡμῶν κατάσχῃς, ἑτέρῳ δὲ μὴ μεταδῷς, κἀκεῖνον ἐζημίωσας καὶ σεαυτὸν διέφθειρας, χαλεπώτατα νοσήματα ἐπισπασάμενος, νωθείαν καὶ φθόνον. Ἢ γὰρ διὰ πονηρίαν, ἢ δι' ἀργίαν καὶ ῥᾳθυμίαν οὐ μεταδίδωμεν ἑτέροις. Ὁπότερον δὲ ἂν ᾖ τούτων, ἱκανὸν ἀπολέσαι τὸν ἔχοντα. Ἂν δὲ ἀφθόνως καὶ εἰς ἑτέρους παραπέμψῃς τὴν τροφὴν, καὶ ἑαυτὸν καὶ ἐκεῖνον ὠφέλησας. Ἀλλ' ὑπὲρ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα.
9.3.1
Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν ἐλθεῖν τῶν πρώην λεχθέντων. Τίνα οὖν ἦν ἐκεῖνα; Περὶ Σαύλου καὶ Παύλου τότε ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, ποτὲ δὲ Παῦλος ἐλέγετο· εἶτα ἐξέβημεν ἐκ τῆς ἀκολουθίας ταύτης εἰς ὀνομάτων ἱστορίαν πολλήν. Καὶ ἐπειδὴ ἐξέβημεν ἀπ' αὐτῶν, οὐκ ἔδοξεν ἡμῖν ἄξιον εἶναι παραδραμεῖν τὴν ἐμπορίαν ἐκείνην. Εἰ γὰρ καὶ διὰ Παῦλον ἤλθομεν ἐπὶ τὴν ὑπόθεσιν ταύτην, ἀλλ' ὅμως καὶ τὴν τῶν ἄλλων ὀνομάτων εὕρεσιν ἐμπορεύσασθαι ἔγνωμεν. Οὕτω καὶ οἱ τὴν θάλατταν πλέοντες κατ' ἐμπορίαν ποιοῦσι πολλάκις, ὑπὲρ πραγματείας ὀλίγων τινῶν ἐπιδημήσαντες· ἐπειδὰν εἰς τὴν πόλιν ἐλθόντες, εἰς ἣν ἐστέλλοντο, ἴδωσι καὶ ἑτέρων ἀγωγίμων ἔχουσαν ἀφθονίαν, πολλῷ πλείονα τῆς παρεσκευασμένης ποιοῦνται τὴν ἐμπορίαν. Κἂν ἐγκαλέσῃ τις, ταῦτα λέγουσι τὰ ῥήματα· Μακρὰν, φασὶν, ἤλθομεν ὁδὸν, πολλοὺς χειμῶνας ὑπεμείναμεν, πολλοὺς κινδύνους, διαπόντιον ἀποδημίαν ἐστειλάμεθα· τί δὴ κωλύει ἀφθονωτέραν γενέσθαι τὴν πραγματείαν ἡμῖν; Ταῦτα δὴ καὶ ἡμεῖς ἀπολογώμεθα. Καὶ γὰρ ἡμεῖς ζητοῦντες περὶ τῶν ὀνομάτων τοῦ Παύλου, εὕρομεν ἐκ τῆς ἀκολουθίας καὶ ἑτέραν ἐμπορίαν ὀνομάτων, οἷόν τι ὁ Πέτρος Σίμων ἐκαλεῖτο πρὸ τούτου, καὶ οἱ υἱοὶ Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ βροντῆς ὠνομάσθησαν. Εὕρομεν καὶ ἐν τῇ Παλαιᾷ τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἄβραμ καλούμενον, μετὰ δὲ ταῦτα Ἀβραὰμ, καὶ τὸν Ἰακὼβ Ἰσραὴλ μετακληθέντα, καὶ τὴν Σάῤῥαν Σάραν. Εὕρομεν πρὸς τούτοις, ὅτι ἕτεροί τινες οὐ μετωνομάσθησαν, ὥσπερ οὗτοι, ἀλλ' ἐξαρχῆς ἔλαβον τὰ ὀνόματα, ὥσπερ Ἰωάννης ὁ βαπτιστὴς, ὡς ὁ Ἰσαὰκ, ὡς ὁ Ἀδάμ. Ἄτοποντοίνυν ἡμῖν ἔδοξεν εἶναι καὶ βλακείας ἐσχάτης, τοσοῦτον ἀπὸ τῶν χειρῶν ῥῖψαι θησαυρόν. Διὰ τοῦτο μακρότερον ἐποιήσαμεν τὸν λόγον, καὶ περὶ τῶν ἐξαρχῆς ὀνομασθέντων πρώην εἰπόντες, σήμερον διανοούμεθα περὶ τῶν διωνύμων εἰπεῖν, ὡς εἷς ἐστιν ὁ Ἀβραάμ. Ὁ μὲν γὰρ Ἀδὰμ τοῦτο ἐκλήθη διαπαντὸςτὸ ὄνομα, καὶ οὐκ ἔσχεν ἕτερον· καὶ ὁ Ἰσαὰκ οὕτω πάλιν οὐκ ἐδέξατο δευτέραν προσηγορίαν, ἀλλ' ἐξ ἀρχῆς μέχρι τέλους Ἰσαὰκ ἐλέγετο· ὁ δὲ τοῦ Ἰσαὰκ πατὴρ Ἄβραμ πρὸ τούτου μὲν ἐλέγετο· μετὰ δὲ ταῦτα Ἀβραάμ. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, φησὶν, Οὐκέτι ἔσται τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ κληθήσεται τὸ ὄνομά σου. Καὶ γὰρ Ἄβραμ ἐκαλεῖτο τὸ πρότερον, ἀλλὰ τοῦτο τὸ ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, οὐδὲ τῇ ἡμετέρᾳ γλώττῃ, ἀλλὰ τῇ τῶν Ἑβραίων οὕτω λέγεται. Τί οὖν ἐστιν ἑρμηνευόμενον τὸ ὄνομα τοῦτο; Περάτης. Καὶ γὰρ τὸ Ἄβραμ τῇΣύρων φωνῇ τὸ πέραν λέγεται, καὶ ἴσασιν ὅσοι τῆς φωνῆς ταύτης εἰσὶν ἔμπειροι. Πολλὴ δὲ τῇ Σύρων φωνῇ πρὸς τὴν τῶν Ἑβραίων γλῶτταν ἡ συγγένεια. Καὶ διὰ τί περάτης ἐλέγετο, φησίν; Ἡ Ἰουδαία χώρα, τουτέστιν, ἡ Παλαιστίνη πᾶσα, ἡ ἀπὸ τῆς Αἰγύπτου μέχρι τοῦ Εὐφράτου, κατ' ἀντικρὺ κεῖται τῆς Βαβυλωνίας, ὅθεν ἦν ὁ Ἀβραάμ· καὶ μέσος ῥεῖ δι' ἀμφοτέρων ὁ ποταμὸς, κοινὸν μεθόριον ὢν ἑκατέρας τῆς γῆς. Ἐπεὶ οὖν οὐκ ἀπὸ τῆς Παλαιστίνης ἦν, ἀλλ' ἀπὸ τοῦ πέραν ἦλθεν ἀπὸ τῆς Βαβυλωνίας, διὰ τοῦτο ἀπὸ τοῦ τόπου καὶ τοῦ πράγματος τὸ ὄνομα ἔλαβε, καὶ περάτης ἐλέγετο, ἐπειδὴ ἀπὸ τοῦ πέραν ἦλθε. Διὰ τί δὲ ἀπὸ τοῦ πέραν ἦλθεν; Ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε. Καὶ διὰ τί ὁ Θεὸς ἐκέλευσεν; Ἵνα δείξῃ τὴν ὑπακοὴν τοῦ δικαίου. Καὶ πῶς ἐδείκνυ τὴν ὑπακοὴν τοῦ δικαίου; Ὅτι διὰ τὸ αὐτοῦ πρόσταγμα τὴν οἰκείαν ἀφεὶς, τὴν ἀλλοτρίαν ἀντὶ ἐκείνης ἠλλάξατο. Εἶδες πόση πλέκεται σειρὰ ἀπὸ τῆς τοῦ δικαίου προσηγορίας; Ὁλόκληρον ἡμῖν πέλαγος ἱστορίας τὸ ὄνομα ἤνοιξε τοῦτο. Μάθε τοίνυν αὐτοῦ τὸ ὄνομα τὸ παλαιὸν, ἵνα ὅταν ἴδῃς αὐτὸν τὴν Παλαιστίνην οἰκοῦντα, διὰ τῆς προσηγορίας αὐτοῦ πρὸς τὴν ἀρχαίαν πατρίδα χειραγωγούμενος, καὶ μανθάνων τὴν αἰτίαν, δι' ἣν αὐτὴν ἐγκατέλιπεν, ἱκανὴν πρὸς τὸν αὐτὸν ζῆλον λάβῃς παράκλησιν. Ἄνθρωπος γὰρ πρὸ νόμου καὶ τῆς ἐννόμου πολιτείας ὢν, τὴν ἐν τῇ χάριτι φιλοσοφίαν ἐπεδείξατο, καὶ ὅπερ ἔλεγεν ὕστερον ὁ Χριστὸς τοῖς ἀποστόλοις· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐκ ἔστιν, ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ὃς οὐχ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· τοῦτο ἐκεῖνος διὰ τῶν ἔργων πρὸ τῆς χάριτος ἐποίησεν. Οὐκ ἀπὸ τούτου δὲ μόνον τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν τοῦ δικαίου, ἀλλὰ καὶ ἀπὸ τῆς ὑποσχέσεως αὐτῆς τοῦ Θεοῦ. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἰ γὰρ καὶ ἀμφότεραι αἰσθηταὶ αἱ πατρίδες, ἀλλ' ἡ μὲν οἰκεία ἦν, ἡ δὲ ἀλλοτρία· καὶ ἡ μὲν φανερὰ, ἡ δὲ ἄδηλος· καὶ ἡ μὲν ἐν χερσὶν, ἡ δὲ ἐν ἐλπίσι· καὶ ὅμως τὰ φανερὰ καὶ δῆλα καὶ τὰ ἐν χερσὶν ἀφεὶς, πρὸς τὰ ἀφανῆ καὶ ἄδηλα, καὶ ὧν οὐκ ἦν κύριος ἔτρεχεν, ἵνα σε πείσῃ καὶ παιδεύσῃ, ὅταν ὁ Θεὸς τὰ μὲν δῆλα ἀφεῖναι κελεύῃ, πρὸς δὲ τὰ ἄδηλα βλέπειν, μὴ ἀντιλέγειν, μηδὲ ἀμφισβητεῖν. Οὐ γὰρ οὕτω δῆλά ἐστι τὰ ἐν χερσὶν, ὡς ἐκεῖνα τὰ ἐν ἐλπίσιν· οὐχ οὕτω δήλη ἐστὶν ἡ παροῦσα ζωὴ, ὡς ἐκείνη ἡ μέλλουσα. Ταύτην μὲν γὰρ ὁρῶμεν τοῖς ἡμετέροις ὀφθαλμοῖς, ἐκείνην ὁρῶμεν τοῖς τῆς πίστεως ὀφθαλμοῖς· ταύτην ὁρῶμεν ἐν ταῖς ἡμετέραις χερσὶ κειμένην, ἐκείνην ὁρῶμεν καὶ ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ φυλαττομένην.
9.4.1
Αἱ δὲ ἐπαγγελίαι τοῦ Θεοῦ πολλῷ δυνατώτεραι τῶν ἡμετέρων χειρῶν. Βούλει μαθεῖν πῶς αὕτη μὲν ἡ ζωὴ ἡ παροῦσα ἐν ἀδήλῳ κεῖται διαπαντὸς, ἐκείνη δὲ ἡ μέλλουσα, ἡ δοκοῦσα ἄδηλος εἶναι, φανερωτέρα τῆς παρούσης ἐστὶ καὶ βεβαιοτέρα καὶ μόνιμος; Ἐξετάσωμεν, εἰ δοκεῖ, τὰ λαμπρὰ τῆς παρούσης ζωῆς, τὸν πλοῦτον, τὴν δόξαν, τὴν δυναστείαν, τὰς τιμὰς τὰς παρὰ ἀνθρώπων· καὶ ὄψει τούτων οὐδὲν ἀδηλότερον. Τί γὰρ ἀπιστότερον πλούτου, τοῦ μηδὲ μέχρι τῆς ἑσπέρας πολλάκις ἡμῖν παραμένοντος; Καθάπερ γὰρ δραπέτης ἀγνώμων ἀπὸ τούτου εἰς ἐκεῖνον συνεχῶς μεθίσταται, καὶ πάλιν ἀπὸ τούτου πρὸς ἄλλον. Τοιοῦτόν τι καὶ ἡ δόξα ἐστίν. Ὁ γὰρ πρὸ τούτου λαμπρὸς καὶ ἐπίσημος, ἄτιμος καὶ ἀνώνυμος ἐξαίφνηςγίνεται· καὶ τὸ ἐναντίον πάλιν. Καὶ καθάπερ τὸν τροχὸν συνεχῶς στρεφόμενον οὐκ ἔστιν ὁρᾷν ἐπὶ τοῦ αὐτοῦ τῆς ἄντυγος μέρους· τῇ γὰρ πυκνότητι τῆς δίνης διαπαντὸς τὰ ἄνω κάτω γίνεται, καὶ τοὐναντίον πάλιν· οὕτω καὶ ἡ τῶν πραγμάτων τῶν ἡμετέρων φορὰ συνεχῶς στρεφομένη, τὰ ἄνω κάτω ποιεῖ· οὕτω καὶ ἐπὶ τοῦ πλούτου καὶ ἐπὶ τῆς δυναστείας καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἕστηκεν ἕδρας, ἀλλὰ τὰ τῶν ποταμῶν μιμεῖται ῥεύματα, μηδαμοῦ ποτε ἱστάμενα. Τί οὖν τούτων γένοιτ' ἂν ἀδηλότερον, τῶν οὕτω συνεχῶς μεταβαλλομένων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, πρὶν ἢ παραγενέσθαι ἀποπηδώντων; Διὰ τοῦτο καὶ ὁ προφήτης περὶ τρυφῆς καὶ πλούτου καὶ τῶν τοιούτων διαλεγόμενος, καὶ σκώπτων εἰς τοὺς πρὸς αὐτὰ κεχηνότας ὡς διαμένοντα, φησίν· Ὡς ἑστῶτα ἐλογίσαντο ταῦτα, καὶ οὐχ ὡς φεύγοντα. Οὐκ εἶπεν, οὐ παρερχόμενα, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστιν, Ὡς φεύγοντα· οὐδὲ γὰρ ἠρέμα ἀναχωρεῖ, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους. Ἀλλ' οὐχ ὁ πατριάρχης οὕτως, ἀλλὰ πάντα ταῦτα ἀφεὶς, πρὸς τὰς ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ μόνον ἔβλεπε, προοδοποιῶν ἡμῖν πρὸς τὴν τῶν μελλόντων πίστιν, ἵν', ὅταν ἐπαγγέλληταί σοι ὁ Θεὸς τὰ μέλλοντα καὶ οὐχ ὁρώμενα, μὴ λέγῃς, ὅτι ἄδηλά ἐστιν ἐκεῖνα καὶ ἀφανῆ. Τὰ γὰρ ἄδηλα ἐκεῖνα τούτων ἐστὶ σαφέστερα τῶν ὁρωμένων, ἐὰν τοὺς τῆς πίστεως ἔχωμεν ὀφθαλμούς. Εἰ γὰρ καὶ μὴ ἑωράκαμεν αὐτὰ, ἀλλ' ὁ Θεὸς αὐτὰ ἐπηγγείλατο καὶ ὑπέσχετο. Ὅταν ὁ Θεὸς ἐπαγγέλληται, οὐδεμία μεταβολὴ τῶν ὑποσχέσεων ἅπτεται· ὥστε ἐκεῖνα μάλιστα μένει καὶ πέπηγεν ἐν τῇ χειρὶ τοῦ Θεοῦ. Ἐκ γὰρ τῆς χειρὸς τοῦ Θεοῦ ἁρπάζειν οὐδεὶς δύναται, φησίν. Ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου οὐδεὶς δύναται. Ἐπεὶ οὖν οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Θεοῦ, ἐν δήλῳ μένει θησαυρῷ διαπαντός. Ταῦτα δὲ παντοίαις μεταβολαῖς ὑπόκειται καὶ τροπαῖς· διὰ τοῦτο πολλάκις τὸν μὲν πόνον αὐτῶν ὑπομένομεν, τοῦ δὲ τέλους αὐτῶν ἀποστερούμεθα. Ἐπὶ δὲ τῶν ἐλπίδων ἐκείνων οὐκ ἔνι τοῦτο, ἀλλὰ τὸν πονέσαντα πάντως δεῖ καὶ τῶν στεφάνων ἐπιτυχεῖν. Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Θεοῦ γάρ ἐστιν ὑπόσχεσις, καὶ τὸν ὑποσχόμενον μιμεῖται τὰ δῶρα. Ἀφεὶς τοίνυν τὰ ἄδηλα, κάτεχε τὰ φαινόμενα· τὰ γὰρ φαινόμενα οὐ τὰ παρόντα ἐστὶν, ἀλλὰ τὰ μέλλοντα. Εἰ δέ τινες, πρὸς τὰ παρόντα ἐπτοημένοι, τῶν μελλόντων ὑπερορῶσιν, ἐπειδὴ ἀσθενέστεροί εἰσι τοῦ ὕψους τῆς ἐλπίδος ἐκείνης, διὰ τοῦτο ὑπερορῶσιν, οὐκ ἐπειδὴ ἀφανῆ ταῦτά ἐστι καὶ ἄδηλα. Σκόπει γοῦν τὴν φιλοσοφίαν τοῦ δικαίου. Ὁ Θεὸς ἐπηγγείλατο αὐτῷ αἰσθητὰ πράγματα, καὶ αὐτὸς νοητὰ ἐζήτει. Καὶ ποῦ ὁ Θεὸς αἰσθητὰ αὐτῷ ἐπηγγείλατο, αὐτὸς δὲ νοητὰ ἤθελεν; Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Αἰσθητὴ καὶ ἡ προτέρα γῆ, καὶ ἡ μέλλουσα δίδοσθαι ὕστερον. Τί οὖν αὐτός; Μᾶλλον δὲ μὴ αὐτοῦ ἀκούσωμεν, ἀλλὰ Παύλου περὶ αὐτοῦ λέγοντος, ἵνα μάθωμεν ὅτι οὐ πρὸς ταύτην ἔβλεπε τὴν γῆν, εἰ καὶ ταύτην ἐπηγγείλατο ὁ Θεὸς, ἀλλὰ τὰ παρόντα ἀφεὶς, πρὸς τὰ μέλλοντα ἐκεχήνει. Τί οὖν ὁ Παῦλός φησι; Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, περὶ Ἀβραὰμ λέγων, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ τῶν δικαίων ἁπάντων. Οὐδὲ γὰρ Ἀβραὰμ μόνος, ἀλλὰ πάντες τῆς αὐτῆς ἦσαν φιλοσοφίας κοινωνοί. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰπόῤῥωθεν αὐτὰς ἰδόντες. Τί λέγεις; οὐκ ἐκομίσατο τὰς ἐπαγγελίας ὁ Ἀβραὰμ, οὐδὲ ἦλθεν εἰς τὴν Παλαιστίνην; Ψεῦδος οὖν τὰ εἰρημένα; Οὐχὶ, φησίν. Ἦλθε μὲν γὰρ εἰς τὴν Παλαιστίνην, οὐ πρὸς ταύτην δὲ ἔβλεπε τὴν ἐπαγγελίαν, ἀλλ' ἑτέρας ἐπεθύμει τῆς ἐν οὐρανοῖς, καὶ τῶν παρόντων ξένον ἑαυτὸν ἐνόμιζεν εἶναι ἁπάντων. Ὅπερ οὖν καὶ αὐτῷ μαρτυρῶν ὁ Παῦλος ἐπήγαγε· Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσι. Ξένος ὁ πατρίδα λαβὼν, εἰπέ μοι, καὶ χώραν τοσαύτην; Ναὶ, φησίν· οὐ γὰρ πρὸς ταύτην, ἀλλὰ πρὸς τὸν οὐρανὸν ἔβλεπεν. Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι ἑτέραν πατρίδα ζητοῦσιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἐκείνην τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω. Εἶδες πῶς ἐπηγγείλατο αὐτῷ ὁ Θεὸς αἰσθητά; πῶς ἐκεῖνος τὴν ἄνω Ἱερουσαλὴμ ἐζήτει; Οἱ γὰρ ταῦτα λέγοντες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμέμνηντο, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νυνὶ δὲ ἑτέρας κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. Οὐκοῦν αἰσθητὴ μὲν ἡ ὑπόσχεσις, νοητὴ δὲ ἡ ἐπιθυμία τοῦ δικαίου, ἀπεναντίας ἡμῖν. Ἐκείνῳ μὲν γὰρ ἐπηγγείλατο τὴν Παλαιστίνην, ὁ δὲ περιεβλέπετο τὸν οὐρανόν· ἡμῖν δὲ ἐπαγγέλλεται τὸν οὐρανὸν, καὶ πρὸς τὴν γῆν κεχήναμεν.
9.5.1
Ταῦτα ἐκερδάναμεν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος, μαθόντες διὰ τί περάτης ἐλέχθη, καὶ ὅτι τὴν οἰκείαν ἀφεὶς γῆν, πρὸς τὴν ἀλλοτρίαν μετέστη, καὶ τὰ δῆλα παραδραμὼν, πρὸς τὰ ἄδηλα ἔβλεπε, τὰ ἐν χερσὶ ῥίψας, ἐκεχήνει πρὸς τὰ ἐν ἐλπίσι, καὶ αἰσθητὰ λαβὼν, πρὸς τὰ νοητὰ ἀνετείνατο, καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὸ τοῦ νόμου, πρὸ τῆς ἀπὸ τῶν προφητῶν διδασκαλίας. Ὅθεν δῆλον, ὡς οὐδένα ἔσχε καθηγητὴν, ἀλλ' ἤρκεσεν αὐτῷ ἡ φύσις τοὺς τοῦ συνειδότος κινήσασα λογισμοὺς, καὶ οὕτως εὗρε τὸν Θεὸν τὸν τοῦ παντὸς δημιουργόν· διὰ τοῦτο Ἄβραμ ἐλέγετο, διὰ τοῦτο καὶ οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπέθηκαν τοῦτο. Ἀλλὰ τάχα ἴσως εἴποι τις ἂν, ὅτι τοῦτο ψεῦδος. Μὴ γὰρ δίκαιοι ἦσαν οἱ γονεῖς τοῦ Ἀβραάμ; μὴ γὰρ εὐάρεστοι τῷ Θεῷ; μὴ γὰρ ᾔδεισαν τὰ μέλλοντα ἔσεσθαι; μὴ γὰρ προεώρων τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Δεσπότου μέλλουσαν ῥηθήσεσθαι; οὐχὶ ἀσεβεῖς ἦσαν καὶ εἰδωλολάτραι, βαρβάρων βαρβαρικώτατοι; Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπαινῶ τὸν δίκαιον, ὅτι τοιούτους ἔχων πατέρας, τοιοῦτος αὐτὸς ἐγένετο. Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ἐξ ἀλλοτρίας ῥίζης καὶ ἀγρίας ἥμερος ἠνέχθη καρπός. Οὐ γάρ ἐστι κατηγορία παίδων ἐν εὐσεβείᾳ ζώντων ἡ τῶν πατέρων κακία, ἀλλ' εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ ἐγκώμιον μᾶλλον, ὅτι μὴ παρὰ προγόνων δεξάμενοι τὴν εὐσέβειαν, μηδὲ τοὺς χειραγωγοῦντας ἔχοντες, ἀλλ' ὥσπερ ἐν ἐρήμῳ καὶ ἀβάτῳ ὁδεύοντες, ἠδυνήθησαν τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν εὑρεῖν. Οὐ τοίνυν κατηγορία ἀσεβῆ πατέρα ἔχειν, ἀλλὰ μιμεῖσθαι τὴν ἀσέβειαν τοῦ πατρός· καὶ ἔγκλημα μέγιστον, οὐχ ὅταν φαύλους ἔχωμεν γονεῖς. ἀλλ' ὅταν αὐτῶν μὴ ἐπιμελώμεθα, καὶ τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν πρὸς τὸ τῆς κακίας αὐτοὺς ἀπαλλάξαι ταύτης. Ὡς ὅταν ἡμεῖς μὲν πάντα ἐπιδειξώμεθα περὶ τὴν ἐκείνων ψυχὴν, ἐκεῖνοι δὲ ἐπὶ τῆς αὐτῶν μένωσι πονηρίας, πάσης μέμψεως ἀπηλλάγμεθα καὶ αἰτίας. Ταῦτα δὲ εἶπον, ἵνα μὴ αἰσχυνθῇς, ἀγαπητὲ, ὅταν ἀκούσῃς, ὅτι πατέρα ἀσεβῆ ἔσχεν ὁ Ἀβραάμ. Καὶ γὰρ ὁ Τιμόθεος ἀσεβῆ πατέρα εἶχεν· Υἱὸς γὰρ Ἰουδαίας γυναικὸςἦν, φησὶ, πιστῆς μητρὸς, πατρὸς δὲ Ἕλληνος. Καὶ ὅτι ἔμεινεν ἐν ἀσεβείᾳ καὶ οὐ μετεβάλλετο ὁ πατὴρ, δῆλον ἐκεῖθεν· ἐπαινῶν γὰρ τοῦ Τιμοθέου τὴν πίστιν, οὕτω φησὶν ὁ Παῦλος· Ἥτις ἐνῴκησεν ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρὶ Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Καὶ οὐδαμοῦ τοῦ πατρὸς τὸ ὄνομα. Διὰ τί; Ὅτι ἐν τῇ ἀσεβείᾳ ἔμεινεν, οὐκ ἦν ἄξιος ἀριθμεῖσθαι μετὰ τοῦ παιδός. Καὶ οἱ ἀπόστολοι δὲ πονηροὺς ἔσχον πατέρας, καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών· Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; Διὰ τοῦτο αὐτοὶ ἔσονται κριταὶ ὑμῶν. Ἀλλὰ μή σε θορυβείτω τοῦτο, μηδὲ σκανδαλιζέτω. Καὶ γὰρ ἐκ τούτου μανθάνομεν, ὅτι οὐ φύσεως, ἀλλὰ προαιρέσεως ἡ κακία καὶ ἡ ἀρετή. Εἰ γὰρ φύσεως ἦν, πάντως ἂν οἱ πονηροὶ πονηροὺς ἔτεκον, καὶ οἱ χρηστοὶ τοιούτους· ἐπειδὴ δὲ προαιρέσεώς ἐστι τὸ φαῦλον εἶναι καὶ σπουδαῖον, διὰ τοῦτο καὶ πατέρων πονηρῶν παῖδες ἐγένοντο χρηστοὶ, καὶ παίδων ῥαθύμων πατέρες σπουδαῖοι πολλάκις, ἵνα μὴ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ πανταχοῦ ταῦτα ἑκάτερα λογιζώμεθα. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι ἀσεβεῖς ὄντες οἱ γονεῖς τοῦ Ἀβραὰμ, πῶς τὸ ὄνομα αὐτῷ ἐπέθηκαν τοῦτο; Τῆς τοῦ Θεοῦ σοφίας μάλιστα ἔργον καὶ τοῦτο ἦν διὰ ἀπίστου γλώττης οἰκονομήσαντος ἐπιτεθῆναι ὄνομα, τῶν μελλόντων ἔχον τὴν ἱστορίαν. Καὶ γὰρ τὸν Βαλαὰμ ἠνάγκασέ ποτε τὰ μέλλοντα εἰπεῖν, τὴν οἰκείαν δύναμιν ἐπιδεικνύμενος, καὶ δηλῶν ὅτι οὐχὶ ἐν τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀλλοτρίοις κρατεῖν δύναται. Καὶ ἵνα μάθῃς, ὅτι ἐπὶ τῶν δικαίων, κἂν μὴ εὐσεβεῖς ὦσιν οἱ πατέρες, πολλάκις οὐκ εἰδότες ἐπιτιθέασιν ὀνόματα πολλὴν τῶν μελλόντων δηλοῦντα τὴν οἰκονομίαν, καὶ ἐξ ἑτέρου σοι παραδείγματος τοῦτο ποιήσω φανερόν. Ὁ Λάμεχ ὁ τοῦ Νῶε πατὴρ, τοῦ Νῶε ἐκείνου, ἐφ' οὗ ὁ κατακλυσμὸς ἐγένετο, οὐκ ἦν δίκαιος, οὐκ ἦν εὐάρεστος τῷ Θεῷ, οὐκ ἦν δόκιμος τῷ Θεῷ· εἰ γὰρ ἦν δίκαιος, εἰ ἦν εὐάρεστος, εἰ ἦν εὐδόκιμος τῷ Θεῷ, οὐκ ἂν εἶπεν, ὅτι Νῶε μόνος εὑρέθη τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· οὐκ ἂν παρέδραμε τοῦ δικαίου τὸν πατέρα, εἰ δίκαιος ἦν. Τί οὖν ἐκεῖνος; Ἐπέθηκεν ὄνομα τῷ παιδίῳ, πολλὴν ἔχον τῶν μελλόντων πραγμάτων τὴν ἱστορίαν, καὶ αὐτὸ προφητεία ἦν ἡ προσηγορία τοῦ δικαίου. Τὸ γὰρ ὄνομα τοῦτο τὸν μέλλοντα κατακλυσμὸν ἔσεσθαι ἐδήλου. Καὶ πῶς τὸν μέλλοντα ἔσεσθαι κατακλυσμὸν ἐδήλου τὸ ὄνομα τοῦ Νῶε; Τὸ, Νῶε, τοῦτο τὸ ὄνομα Ἑβραϊκῆ λέγεται γλώττῃ καὶ ἑρμηνεύεται, ὁ ἀναπαύων. Τὸ γὰρ, Νία, τῇ Σύρων φωνῇ, ἀνάπαυσίς ἐστιν. Ὥσπερ οὖν ἐκεῖ ἀπὸ τοῦ Ἄβαρ, ὅπερ ἐστὶ πέρα, Ἀβραὰμ ἐλέγετο, καὶ ἀπὸ τοῦ Αἰδὲμ, ὅπερ ἐστὶ γῆ, Ἀδὰμ ἐλέγετο, ὅπερ ἐστὶ γήϊνος· οὕτω καὶ ἐνταῦθα ἀπὸ τοῦ Νία, ὅπερ ἐστὶν ἀνάπαυσις, Νῶε ἐκλήθη, ὅπερ ἐστὶν ἀναπαύων δηλοῖ δὲ τοῦτο καὶ ἡ ἐπαγωγή. Ἐκάλεσε γὰρ αὐτὸν Νῶε, λέγων· Οὗτος ἡμᾶς διαναπαύσει, ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπ' αὐτοῦ ὁ κατακλυσμὸς γίνεσθαι, ὁ δὲ κατακλυσμὸς θάνατος ἦν, Θάνατος δὲ ἀνδρὶ ἀνάπαυσις, διὰ τοῦτο τὸν ἄνθρωπον, ἐφ' οὗ γέγονεν ὁ κατακλυσμὸς, τὴν ἀναπαύοντα ἐκάλεσε.
9.6.1
Καὶ ὅτι οὐ βιάζομαι τὴν ἑρμηνείαν, ἀπ' αὐτῆς τῆς Γραφῆς ἀκούσωμεν τοῦτο. Ἔζησε Λάμεχ ἔτη ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν πόνων ἡμῶν, καὶ τῶν λυπῶν, καὶ τῶν ἔργων τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο ὁ Θεός. Τί λέγεις, Ἀναπαύσει ἡμᾶς; Καὶ διὰ τί μὴ εἶπε, φησὶν, Οὗτος ἀποκτενεῖ ἡμᾶς, οὗτος ποιήσει τὸν κατακλυσμὸν γενέσθαι· ἀλλ' εἶπεν, Ἀναπαύσει ἡμᾶς; Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, καταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα ἵππων καὶ θηρίων ἐκρύπτετο· καὶ τοσαῦτα κακὰ, εἰπέ μοι, καὶ τοσαύτην συμφορὰν ἀνάπαυσιν καλεῖς; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐν κακίᾳ ἔζων οἱ ἄνθρωποι, ὁ δὲ κατακλυσμὸς τὴν κακίαν ἀνέκοψεν, οἱ τῆς κακίας ἀπαλλαγέντες ἀνέπαυσαν. Καθάπερ γὰρ σῶμα ποικίλοις νοσήμασι κατεχόμενον, καὶ ἰατρείαν οὐδεμίαν εὑρίσκον, ἐὰν ἐπελθὼν ὁ θάνατος λαβῇ, ἀνέπαυσεν· οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων ἐκείνων γενεὰν, καθάπερ σῶμα ἀνίατα νόσουν καὶ πολλοῖς προκατειλημμένον δεινοῖς παραμυθίαν οὐδεμίαν ἔχουσιν, ἐπελθὼν ὁ κατακλυσμὸς ἐξήρπασε καὶ ἀνέπαυσεν. Εἰ γὰρ Θάνατος ἀνδρὶ ἀνάπαυσις, πολλῷ μᾶλλον τοῖς ἐν κακίᾳ ἀδιορθώτως ζῶσιν ἀνάπαυσις ὁ θάνατος, τῶν πόνων αὐτοὺς ἀπαλλάττων, καὶ οὐκ ἐῶν περαιτέρω τῆς πονηρίας τὴν νομὴν προελθεῖν, οὐδὲ βαρύτερον τοῦ ὄντος γενέσθαι τῶν ἁμαρτημάτων τὸ φορτίον. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον, ὡς ἁμαρτίας φύσις· οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα. Διὰ τοῦτο ὁ Χριστὸς τοῖς ἐν ἁμαρτίαις ζῶσι ἔλεγε· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Διὰ τοῦτο καὶ ὁ Λάμεχ ἀνάπαυσιν τὸν κατακλυσμὸν ἐκάλεσεν, ἐπελθόντα καὶ στήσαντα τὴν πονηρίαν. Ἐβουλόμην περαιτέρω τὸν λόγον ἐκτεῖναι τοῦτον· καὶ γὰρ πολλὰ ὑπολέλειπται ἀπὸ τῆς προσηγορίας τοῦ Νῶε· ἀλλὰ τέως ταῦτα τῇ μνήμῃ τῆς ὑμετέρας διανοίας ἐναποθέμενοι, καὶ πρὸς τοὺς ἡμετέρους ἀδελφοὺς τοὺς ἀπολειφθέντας εἰπόντες, ἵνα μὴ πάλιν ἀναγκαζώμεθα μακρότερα ποιεῖν τὰ προοίμια, τῶν εἰρημένων τὴν ἀκολουθίαν ἀναλαμβάνοντες, εἰς εὐχὰς τὸν λόγον καταλύσωμεν, εὐχαριστοῦντες τῷ ταῦτα δεδωκότι εἰπεῖν Θεῷ, ὅτι αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note