In illud Apparuit gratia dei omnibus hominibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ποῖα χάρις; Καὶ γὰρ καὶ τῆς παλαιᾶς χάρις ἔστιν καὶ ὁ Ἰωάννης ἐβόα λέγων· Χάριν ἀντὶ χάριτος ἐλάβομεν. Καὶ γὰρ ὄντως χάρις καὶ ἡ τῆς παλαιᾶς, ἀπαλλάξασα αὐτοὺς τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ καὶ μυρίων κακῶν ἑτέρων· ἀλλὰ μείζων αὕτη ἡ χάρις. Τότε μὲν γὰρ τῶν Αἰγυπτίων ἀπήλλαξεν, νῦν δὲ τῆς τῶν δαιμόνων ἠλευθέρωσεν τυραννίδος· τότε ἀπήλ λαξεν τῆς μανίας Φαραώ, νῦν δὲ τῆς κατοχῆς τοῦ διαβόλου· τότε διὰ Μωϋσέως, νῦν δὲ διὰ τοῦ Μονογενοῦς· τότε διὰ ῥάβδου, νῦν δὲ διὰ σταυροῦ· τότε διὰ θαλάσσης ἐρυθρᾶς, νῦν δὲ διὰ λουτροῦ παλιγγενεσίας· τότε ἀπὸ πηλοῦ καὶ πλινθείας ἐξήγαγεν, νῦν δὲ ἀπὸ θανάτου καὶ ἁμαρτίας· τότε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, νῦν εἰς βασιλείαν οὐρανῶν εἰσήγαγεν.