Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In illud Apparuit gratia dei omnibus hominibus
Homi 16.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
16.1
Ὅτι γὰρ λαὸς αὐτοῦ ἡμεῖς, ἄκουσον σαφῶς τοῦ Ὠσηὲ λέγοντος καὶ τοῦ Παύλου ἑρμηνεύοντος· Καλέσω τὸν οὐ λαόν μου λαόν μου. Καὶ ὅτι περὶ ἡμῶν εἴρηται δῆλον ἐκεῖθεν· ἡμεῖς ἐσμεν οἱ οὐ λαός, ἡμεῖς ἐγενόμεθα λαός. Καὶ ἕτερον δὲ τούτου σαφέστερον ἄκουσον· Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ὑμεῖς ἐκεῖ κληθήσεσθε υἱοὶ Θεοῦ ζῶντος. Ποίῳ τόπῳ; Ἐν τῇ Ἰουδαίᾳ φησίν· ἐκεῖ γὰρ οἱ προφῆται ἔλεγον οὐ λαόςμου, καὶ ἐκεῖ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Εἰς ὁδὸν ἐθνῶν μὴ εἰσέλθητε, ἀλλ' ἐν αὐτῇ τῇ Ἰουδαίᾳ πάλιν εἶπεν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶδες πῶς ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ἐκεῖ ἐκλήθησαν υἱοὶ Θεοῦ ζῶντος; Διὰ τοῦτό φησιν· Αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

Intertext edge

Open linked passage

Note