Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In illud Apparuit gratia dei omnibus hominibus
Homi 19.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
19.1
Ἀλλὰ καὶ τὸ ζητούμενον ἐκεῖνό ἐστιν· τί δηποτοῦν εἰπὼν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, ἐπήγαγεν παιδεύουσα ἡμᾶς. Ἡ γὰρ χάρις οὐ παιδεύει, ἀλλὰ ἀφίησιν ἁμαρτήματα· συγγνώμην δίδωσιν, οὐ παιδείαν ἐπάγει. Ἀλλὰ μὴ φοβηθῇς τὸ ὄνομα τῆς παιδείας· ἔστιν παιδεία κόλασις καὶ ἔστιν παιδεία διδασκαλία· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει φησίνμαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ἐνταῦθα παιδεία ἡ κόλασίς ἐστιν. Ἄκουσον ἀλλαχοῦ πῶς ἡ παιδεία διδάσκαλός ἐστιν· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν. Κατὰ τοῦτο τοίνυν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.

Intertext edge

Open linked passage

Note