In illud Apparuit gratia dei omnibus hominibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Οὕτω γοῦν καὶ Παῦλος παιδεύει ἐν ταπεινοφροσύνῃ ἡμᾶς, δεικνὺς ὅτι τοῦτο αὐτὸ χάρις ἐστὶν καὶ διδασκαλία· διὸ καὶ τῆς χάριτος ἀναμιμνῄσκει πρότερον. Καὶ ποῦ τοῦτο ποιεῖ; Φιλιππησίοις γράφων καὶ βουλόμενος αὐτοὺς πεῖσαι παραχωρεῖν ἀλλήλοις τῶν πρωτείων, οὕτως συνεβούλευσεν· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπηρέτας ἑαυτῶν. Εἶτα τὴν διδασκαλίαν ἀπὸ τῆς χάριτος ἐπήγαγεν εἰπών· Τοῦτο γὰρφησίνφρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ σχήματι εὑρηθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.